The Testament of Abraham Recension A
- Scientific editors
- Montague Rhodes James
- Edition reference
- The Testament of Abraham · Cambridge · Cambridge University Press · 1892
- CTS identifier
urn:cts:greekLit:tlg1701.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
Ι. Ἔζησεν Ἁβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη ABCDEFR ἐννακόσια ἐνενήκοντα πέντε, πάντα δὲ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ ζήσας ἐν ἡσυχίᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ, πάνυ ὑπῆρχε φιλόξενος ὁ δίκαιος· πήξας γὰρ τὴν σκηνήν αὐτοῦ ἐν τετραοδίῳ τῆς δρυὸς τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ κοινόν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρόν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας. προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν πραγμάτων αὐτοῦ· ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας A =Par. Gr. 770. B= Cod. Hierosol. S. Sep. 66. C = Cod. Bodl. Canon. Gr. 19. D=Par. Gr. 1556. E=Cod. Vind. Theol. Gr. 237, F = Par. Gr. 1313. R=Roumanian Version. Tit. Διαθ. τοῦ ὁσίου πρς ἡμ. δικαίου πατριάρχου Ἁ. Διαλύων δὲ καὶ θανά- του πέραν, τὸ πῶς δεῖ ἕκαστος ἐτελεύτησεν εὐλ. Α; Διήγησις καὶ διαθ. τοῦ δικ. καὶ πατριάρχου Ἁ. Δηλοῖ δὲ καὶ τὴν πεῖραν τοῦ θανάτου αὐτοῦ εὐλ. δεσπ. B; Ἡ διαθ. τοῦ ὁσ. πρς ἡμ. καὶ δικ. Ἁ. δυαλύον δὲ καὶ τὴν τοῦ θαν. πειρ. εὐλ. C; λόγος ἐκ τοῦ βίου καὶ τῆς διαθ. τοῦ δικ. καὶ φιλοξένου Ἁ. D; Ἡ— θανάτου πόρον as C + τὸ πῶς δὴ ἕκαστος τελευτᾷ ανος. δεσπ. εὐλ. E; Διήγ. περὶ τῆς ζωῆς καὶ τοῦ θαν. τοῦ δικ. Ἁ., τὸ πός ἐδιετάχθη τῆς ζωῆς καὶ τῆ(ς) φυλοξενίας αὐτοῦ καὶ πὸς ἐδιελέγετο μετὰ τοῦ ἀγγέλου καὶ μετὰ τὸν θάνατον εὐλ. δ. F; for R cf. Introd. 2 ἐννακόσ.— πέντο] 999 years A; 95 F; 175 DER 10 ποτήριον] μυστή- ριον B 14, 15 ἵνα—πραγ.] om B ABCDEFR τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν εὐπορίᾳ βίου πολλοῦ καὶ πραγμάτων πολλῶν, καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος ἐν πάσῃ ἀγαθωσύνῃ, φιλόξενος καὶ φιλόστοργος ἕως τέλους τῆς ζωῆς αὐτοῦ· σὺ δὲ, ἀρχάγγελε Μιχαὴλ, ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφόρησον αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ σάματος καὶ πρός τὸν ἴδιον δεσπότην ἐλεύσῃ ἐν ἀγαθοῖς.
Chapter 2
ΙΙ. ἐξελθών δὲ ὁ ἀρχιστράτηγος ἐκ προσώπου τοῦ θεοῦ κατῆλθεν πρὸς τὸν Ἁβραὰμ ἐπὶ τὴν δρῦν τὴν Μαμβρῆ, καὶ εὗρεν τὸν δίκαιον Ἁβραὰμ ἐπὶ τὴν χώραν ἔγγιστα, ζεύγη βοῶν ἀροτριασμοῦ παρεδρεύοντα μετὰ τοὺς υἱοὺς Μασὲκ καὶ ἑτέροις παισὶν τὸν ἀριθμὸν δώδεκα· καὶ ἰδοὺ ὁ ἀρχιστράτηγος ἤρχετο πρὸς αὐτόν· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαὴλ μηκόθεν ἐρχόμενον, δίκην στρατιώτου εὐπρεπεστάτου, ἀναστάς τοίνυν ὁ Ἁβραὰμ ὑπήντησεν αὐτῷ καθότι .καὶ ἔθος εἶχεν, τοῖς ἐπιξένοις πᾶσιν προϋπαντῶν καὶ ὑποδεχόμενος· ὁ δὲ ἀρχιστράτηγος προχαιρετίσας αὐτὸν εἶπεν· Χαῖρε, τιμιώτατε πάτερ, δικαία ψυχὴ ἐκλεκτὴ τοῦ θεοῦ, φίλε γνήσιε τοῦ ἐπουρανίου. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Χαῖρε, τιμιώτατε στρατιώτα, ἡλιόρατε καὶ πανευπρεπέστατε ὑπὲρ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπον· καλῶς ἥκεις· τούτου χάριν αἰτοῦμαι τῆς σῆς παρουσίας πόθεν ἧκεν τὸ νέον τῆς ἠλικίας σου; δίδαξόν με τὸν σὸν ἱκέτην, πόθεν καὶ ἐκ ποίας στρατιᾶς καὶ ἐκ ποίας ὁδοῦ παραγέγονεν τὸ σὸν κάλλος; ὁ δὲ ἀρχιστράτηγος ἔφη· Ἐγὼ, δίκαιε Ἁβραὰμ, ἀπὸ τῆς μεγάλης πόλεως ἔρχομαι· παρὰ τοῦ μεγάλου βασιλέως ἀπεστάλην διαδοχήν φίλου αὐτοῦ γνησίου κομιζόμενος, ὅτι καὶ αὐτὸν ὁ βασιλεὺς προσκαλεῖται. καὶ ὁ Ἁβραὰμ εἶπεν· Δεῦρο, κύριέ μου, πορεύθητι 2 εὐπορίᾳ] ἐμπ. ACDEF 4 φιλόστοργος] φιλόχριστος A 17 μηκόθεν] ἀπὸ μακρόθεν CE 24 ἡλιόρατε—πανευπρ.] om CE 26 ἤκεις] ἔοικας AE; ἔηκας C; ἦκας BDR (?) 27 ἦκεν] ἡκαιὴ B; αἴηκεν (-ας E) CE; ἔοικεν A 31 διαδοχὴν] διὰ δοχὴν C 32 κομιζόμ.] ἀποκομίζομαι AD ; ἐπικομίζομαι CE μετʼ ἐμοῦ ἕως τῆς χέρας μου. καὶ φησὶν ὁ ἀρχιστράτηγος· ABCDEFR Ἔρχομαι. ἀπελθόντες δὲ ἐν τῇ χώρᾳ τοῦ ἀροτριασμοῦ ἐκαθέσθησαν πρὸς ὁμιλίαν. εἶπεν δὲ Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ τοῖς υἱοῖς Μασέκ· Ἀπέλθατε εἰς τὴν ἀγέλην τῶν ἵππων καὶ ἐνέγκατε δύο ἵππους εὐμενεῖς καὶ ἡμέρους δεδαμασμένους ὅπως ἐγκαθεσθῶμεν ἐγώ τε καὶ ὁ ἄνθρωπος οὗτος ὁ ἐπίξενος. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Μὴ, κύριέ μου Ἁβραὰμ, μὴ ἐνέγκωσιν ἵππους, ὅτι ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· μὴ γὰρ ὁ ἐμὸς βασιλεὺς οὐκ ἦν πλούσιος ἐν ἐμπορίᾳ πολλῇ, ἔχων ἐξουσίαν καὶ ἀνθρώποις καὶ κτήνεσιν παντοίοις; ἀλλʼ ἐγὼ ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζώου τετραπόδου ποτέ· ἀπέλθωμεν οὖν, δικαία ψυχή, πεζεύοντες ἕως τοῦ οἴκου σου μετεωριζόμενοι. καὶ εἶπεν Ἁβραάμ· Ἀμὴν, γέοιτο.
Chapter 3
III. ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν αὐτοῦ, κατὰ τῆς ὁδοῦ ἐκείνης ἵστατο δένδρον κυπάρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν τὸ δένδρον ἀνθρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν. ἔκρυψεν δὲ Ἁβραὰμ τὸ μυστήριον, νομίσας ὅτι ὁ ἀρχιστράτηγος τὴν φωνὴν τοῦ δένδρου οὐκ ἤκουσεν. ἐλθόντες δὲ πλησίον τοῦ οἴκου ἐν τῇ αὐλῇ ἐκαθέσθησαν· καὶ ἰδὼν ὁ Ἰσαὰκ τὴν πρόσωψιν τοῦ ἀγγέλου εἶπεν πρὸς Σάρραν τὴν μητέρα αὐτοῦ· Κυρία μου μῆτερ, ἰδοὺ ὁ ἄνθρωπος ὁ καθεζόμενος μετὰ τοῦ πατρός μου Ἁβραὰμ υἱὸς οὐκ ἔστιν ἀπὸ τοῦ γένους τῶν κατοικούντων ἐπὶ τῆς γῆς. καὶ ἔδραμεν Ἰσαὰκ, καὶ προσεκύνησεν αὐτὸν καὶ προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου· καὶ ὁ ἀσώματος ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· Χαρίσεταί σοι κύριος ὁ θεὸς τὴν ἐπαγγελίαν αὐτοῦ ἣν ἐπηγγείλατο τῷ πατρί σου Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, καὶ χαρίσεταί σοι καὶ τὴν τιμίαν εὐχὴν τοῦ πατρός σου καὶ τῆς μητρός σου. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Τέκνον Ἰσαὰκ, ἄντλησον ὕδωρ 4 ἀγέλην] ἀγωγὴν B 6 δεδαμασμ.] δεδεμένους B 8 ἀπέχομαι] ἀπέσχομαι (ἀν- A) AB 9—13 μὴ γὰρ— ποτέ] om CDER 19, 20 κς ὁ θς ὁ προσκ.— ἀγ. αὐτόν] “The Lord God calls thee” R 2 αὐτὸν (pri.)] ἑαυτὸν ACE, om B 22 ἐλθόντες] ἐλθὼν AB 28 αὐτὸν κ. προσέπ.] om B ABCDEFR ἀπὸ τοῦ φρέατος καὶ ἔνεγκέ μοι ἐπὶ τῆς λεκάνης ἵνα νίψωμεν τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξένου τοὺς πόδας, ὅτι ἀπὸ μακρᾶς ὁδοῦ πρὸς ἡμᾶς ἐλθὼν ἐκοπίασεν. δραμὼν δὲ Ἰσαὰκ εἰς τὸ φρέαρ ἤντλησεν ὕδωρ ἐπὶ τῆς λεκάνης καὶ ἤνεγκεν πρὸς αὐτούς· προσελθὼν δὲ Ἁβραὰμ ἔνιψεν τοὺς πόδας τοῦ ἀρχιστρατήγου Μιχαήλ· ἐκινήθησαν δὲ τὰ σπλάγχνα τοῦ Ἁβραὰμ καὶ ἐδάκρυσεν ἐπὶ τὸν ξένον. ἰδὼν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτός· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας συνεδάκρυσεν καὶ αὐτὸς μετʼ αὐτῶν, καὶ ἔπιπτον τὰ δάκρυα τοῦ ἀρχιστρατήγου ἐπὶ τῆς λεκάνης εἰς τὸ ὕδωρ τοῦ νιπτῆρος, καὶ ἐγένοντο λίθοι πολύτιμοι· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸ θαῦμα καὶ ἐκπλαγεὶς ἔλαβεν τοὺς λίθους κρυφαίως καὶ ἔκρυψεν τὸ μυστήριον, μόνος ἔχων ἐν τῇ καρδίᾳ αὐτοῦ.
Chapter 4
IV. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Ἄπελθε, υἱέ μου ἀγαπητὲ, εἰς τὸ ταμεῖον τοῦ τρικλίνου καὶ καλλώπισον αὐτό· στρῶσον δὲ ἡμῖν ἐκεῖ δύο κλινάρια, ἕνα ἐμὸν καὶ ἕνα τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξενισθέντος ἡμῖν σήμερον· ἑτοίμασον δὲ ἡμῖν ἐκεῖ δίφρον καὶ λυχνίαν καὶ τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ· καλλώπισον τὸ οἴκημα, τέκνον, καὶ ὑφάπλωσον σινδόνας καὶ πορφύραν καὶ βύσσον· θυμίασον πᾶν τίμιον καὶ ἔνδοξον θυμίαμα, καὶ βοτάνας εὐόσμους ἐκ τοῦ παραδείσου ἐνέγκας πλήρωσον τὸν οἶκον ἡμῶν· ἄναψον λύχνους ἑπτὰ διελαίους ὅπως εὐφρανθῶμεν, ὅτι ὁ ἀνὴρ οὗτος ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον ἐνδοξότερος ὑπάρχει βασιλέων καὶ ἀρχόντων, ὅτι καὶ ἡ ὅρασις αὐτοῦ ὑπερφέρει πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ὁ δὲ Ἰσαὰκ ἡτοίμασεν πάντα καλώς· παραλαβὼν δὲ Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαὴλ, ἀνῆλθεν ἐν τῷ οἰκήματι τοῦ τρικλίνου, καὶ ἐκαθέσθησαν ἀμφότεροι ἐπὶ τὰ κλινάρια, μέσον δὲ αὐτῶν προῆγε τράπεζαν ἐν ἀφθονίᾳ παντός ἀγαθοῦ. ἐγερθεὶς οὖν ὁ ἀρχιστράτηγος ἐξῆλθεν ἔξω, ὡς δῆθεν γαστρὸς χρείᾳ ὕδατος χύσιν ποιῆσαι, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν ἐν ῥιπῇ ὀφθαλμοῦ καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ, καὶ εἶπεν πρὸς αὐτόν· Δέσποτα κύριε, ἵνα 12 πολυτ.] ἀτίμητοι ἤγουν πολύτιμοι B 18 ἐπιξενισθ.] ἐπιξενωθέντος B 20 ἀφθονίᾳ] εὐθυνία CE 23 ἐνέγκας] ναύκας CE 33 χρείᾳ ὕδατος χύσιν] χρείαν ποιήσασθαι CE γινώσκῃ τὸ σὸν κράτος ὅτι ἐγὼ τὴν μνήμην τοῦ θανάτου ABCDEFR πρὸς τὸν δίκαιον ἄνδρα ἐκεῖνον ἀναγγεῖλαι οὐ δύναμαι, ὅτι οὐκ εἶδον ἐπὶ τῆς γῆς ἄνθρωπον ὅμοιον αὐτοῦ, ἐλεήμονα, φιλόξενον, δίκαιον, ἀληθινὸν, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ νῦν γίνωσκε, κύριε, ὅτι ἑγὼ τὴν μνείαν τοῦ θανάτου ἀναγγεῖλαι οὐ δύναμαι. ὁ δὲ κύριος εἶπεν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς τὸν φίλον μου Ἁβραὰμ, καὶ ὅτι ἐὰν λέγῃ σοι, τοῦτο καὶ ποίει. καὶ ὅτι ἐὰν ἐσθίῃ, ἔσθιε καὶ σὺ μετʼ αὐτοῦ· ἐγὼ δὲ ἐπιβαλῶ τὸ πνεῦμά μου τὸ ἅγιον ἐπὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ, καὶ ῥίψω τὴν μνήμην τοῦ θανάτου αὐτοῦ εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ, ἵνα καὶ αὐτὸς ἐν ὀνείρῳ θεάσηται τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Ἰσαὰκ δὲ ἀναγγελεῖ τὸ ὅραμα, σὺ δὲ διακρινεῖς· καὶ αὐτὸς γνώσεται τὸ τέλος αὐτοῦ. καὶ ὁ ἀρχιστράτηγος εἶπεν· Κύριε, πάντα τὰ ἐπουράνια πνεύματα ὑπάρχουσιν ἀσώματα, καὶ οὔτε ἐσθίουσιν οὔτε πίνουσιν καὶ οὗτος δὲ ἐμοὶ τράπεζαν παρέθετο ἐν ἀφθονίᾳ πάντων ἀγαθῶν τῶν ἐπιγείων καὶ φθαρτῶν· καὶ νῦν, κύριε, τί ποιήσω; πῶς διαλάθωμαι τοῦτον, καθήμενος ἐν μιᾷ τραπέζῃ μετʼ αὐτοῦ; ὁ δὲ κύριος εἶπεν· Κάτελθε πρὸς αὐτὸν, καὶ περὶ τούτου μή σοι μελείτω· καθεζομένου γὰρ σοῦ μετʼ αὐτοῦ ἐγὼ ἀποστελῶ ἐπί σε πνεῦμα παμφάγον, καὶ ἀναλίσκει ἐκ τῶν χειρῶν σου καὶ διὰ τοῦ στόματός σου πάντα τὰ ἐπὶ τῆς τραπέζης· καὶ συνευφράνθητι μετʼ αὐτοῦ ἐν πᾶσιν· μόνον τὰ τοῦ ὁράματος διακρινεῖς καλῶς ὅπως ἂν γνώσεται Ἁβραὰμ τὴν τοῦ θανάτου δρεπάνην, καὶ τὸ τοῦ βίου ἄδηλον πέρας, καὶ ἵνα ποιήσῃ διάταξιν περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ὅτι ηὐλόγησα αὐτὸν ὑπὲρ ἄμμον θαλάσσης, καὶ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
Chapter 5
V. τότε ὁ ἀρχιστράτηγος κατῆλθεν εἰς τὸν οἶκον τοῦ Ἁβραὰμ καὶ ἐκαθέσθη μετʼ αὐτοῦ ἐν τῇ τραπέζῃ, Ἰσαὰκ δὲ ὑπηρέτει αὐτοῖς· τελεσθέντος δὲ τοῦ δείπνου ἐποίησεν Ἁβραὰμ τὴν κατὰ ἔθος εὐχὴν, καὶ ὁ ἀρχάγγελος ηὔχετο μετʼ αὐτοῦ, καὶ ἀνεπαύσαντο ἕκαστος εἰς τὴν κλίνην ABCDERF def. 2—6 ὅτι οὐκ— δύναμαι] om A by homœoteleuton 18 ἐπιγ. κ. φθ.] ἐπιγείων παρέχουσι B; ἑπιφθαρτῶν C; ἐπιγ. φθαρτῶν ADE (A ἀφθάρτων] 33 καὶ ὁ ἄγγελος ὁμίος F ends thus 34 ἀνεπαύσαντο] AD (-ατο D); ἀνέπεσεν CE; ἔπεσεν B ABCDERF def. αὐτοῦ. εἷπεν δὲ Ἰσαὰκ πρὸς τὸν πατέρα αὐτοῦ· Πάτερ, ἤθελα κἀγὼ ἀναπαῆναι μεθʼ ὑμῶν ἐν τῷ τρικλίνῳ τούτῳ, ἵνα ἀκούσω κἀγὼ τὰ διαλεγόμενα ὑμῶν· ἀγαπῶ γὰρ ἀκούειν τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ παναρέτου ἀνδρὸς τούτου. εἶπεν δὲ Ἁβραάμ· Οὐχὶ, τέκνον, ἀλλὰ ἄπελθε ἐν τῷ σῷ τρικλίνῳ καὶ ἀναπαύσαι ἐν τῇ κλίνῃ σου, ἵνα μὴ γινώμεθα ἐπιβαρεῖς τῷ ἀνθρώπῳ τούτῳ. τότε Ἰσαὰκ λαβὼν τὴν εὐχὴν παρʼ αὐτῶν, καὶ εὐλογήσας, ἀπῆλθεν ἐν τῷ ἰδίῳ τρικλίνῳ καὶ ἀνέπεσεν ἐπὶ τὴν κλινὴν αὐτοῦ· ἔρριψεν δὲ ὁ θεὸς τὴν μνήμην τοῦ θανάτου εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ ὡς ἐν ὀνείροις· καὶ περὶ ὥραν τρίτην τῆς νυκτὸς διυπνισθεὶς Ἰσαὰκ ἀνέστη ἀπὸ τῆς κλίνης αὐτοῦ καὶ ἦλθεν δρομαίως ἕως τοῦ τρικλίνου ἔνθα ὁ πατὴρ αὐτοῦ ἦν κοιμώμενος μετὰ τοῦ ἀρχαγγέλου. φθάσας οὖν Ἰσαὰκ πρὸς τὴν θύραν ἔκραζεν λέγων· Πάτερ Ἁβραὰμ, ἀναστὰς ἄνοιξόν μοι ταχέως, ὅπως εἰσέλθω καὶ κρεμασθῶ ἐν τῷ τραχήλῳ σου καὶ ἀσπάσωμαί σε πρὶν ἤ σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀναστὰς οὖν Ἁβραὰμ ἤνοιξεν αὐτῷ· εἰσελθὼν δὲ Ἰσαὰκ ἐκρεμάσθη ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἤρξατο κλαίειν φωνῇ μεγάλῃ. συγκινηθεὶς οὖν τὰ σπλάγχνα ὁ Ἁβραὰμ ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτοῦ φωνῇ μεγάλῃ· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· Σάρρα δὲ ὑπάρχουσα ἐν τῇ σκηνῇ αὐτῆς ἤκουσεν τοῦ κλαυθμοῦ αὐτῶν καὶ ἠλθεν δρομαία ἐπʼ αὐτοὺς, καὶ εὖρεν αὐτοὺς περιπλακομένους καὶ κλαίοντας· καὶ εἶπεν Σάρρα μετὰ κλαυθμοῦ· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν τοῦτο ὅτι κλαίετε; ἀνάγγειλόν μοι, κύριέ μου, μὴ οὗτος ὁ ἀδελφὸς ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον φάσιν ἤνεγκέν σοι περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ, ὅτι ἀπέθανεν, καὶ διὰ τοῦτο πενθεῖτε οὕτως; ὑπολαβὼν δὲ ὁ ἀρχιστράτηγος εἶπεν πρὸς αὐτήν· Οὐχὶ, ἀδελφὴ Σάρρα, οὐκ ἔστιν οὕτως ὡς σὺ λέγεις· ἀλλὰ ὁ υἱός σου Ἰσαὰκ, ὡς ἐμοὶ δοκεῖ, ὄνειρον ἐθεάσατο, 7 ἐπιβ. τῷ ἀνθρ.] ἐπιβαρὺς τοῦ A; παρενοχλεῖς τὸν B; ὑτοβαρεῖς τοῦ CDE 8 καὶ εὐλ.] om ACDER 20 Here a long section is omitted by CDER but contained in AB. The text of CDER is as follows: τράχηλον τοῦ πατρὸς αὐτοῦ καὶ ἤρξατο κλαίειν φων μεγάλῃ· καὶ ἔκλαυσεν Ἁβραάμ· ἰδὼν δὲ ὁ ἀρ- χιστρ. κλαίοντας ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτῶν· καταλιπὼν δὲ Ἁ. λέγει (see p. 83, 1. 30). καὶ ἦλθεν πρὸς ἡμᾶς κλαίων, καὶ ἡμεῖς τοῦτον ἰδόντες τὰ ABCDER σπλάγχα συνεκινήθημεν, καὶ ἐκλαύσαμεν.
Chapter 6
VI. ἀκούσασα δὲ Σάρρα τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ ἀρχιστρατήγου, εὐθὺς ἐγνώρισεν ὅτι ἄγγελος κυρίου ἐστὶν ὁ λαλῶν· συννεύει οὖν ἡ Σάρρα τὸν Ἁβραὰμ τὰ πρὸς τὴν θύραν ἔξω ἐλθεῖν, καὶ λέγει αὐτῷ· Κύριέ μου Ἁβραὰμ, σὺ γινώσκεις τίς ἐστιν οὗτος ὁ ἀνήρ; εἶπεν δὲ Ἁβραάμ· Οὐ γινώσκω. εἶπεν δὲ Σάρρα· Ἐπίστασαι, κύριέ μου, τοὺς τρεῖς ἄνδρας τοὺς ἐπουρανίους τοὺς ἐπιξενισθέντας ἐν τῇ σκηνῇ ἡμῶν παρὰ τὴν δρῦν τὴν Μαμβρῆ ὅτε ἔσφαξας τὸν μόσχον τὸν ἄμωμον καὶ παρέθηκας αὐτοῖς τράπεζαν· δαπανηθέντων δὲ τῶν κρεάτων, ἠγέρθη πάλιν ὁ μόσχος καὶ ἐθήλαζεν τὴν μητέρα αὐτοῦ ἐν ἀγαλλιάσει· οὐκ οἶδας, κύριέ μου Ἁβραὰμ, ὅτι καὶ καρπὸν κοιλίας ἐξ ἐπαγγελίας ἡμῖν ἐδωρήσαντο τὸν Ἰσαάκ; ἐκ γὰρ τῶν τριῶν ἁγίων ἀνδρῶν ἐκείνων οὗτος ἐστὶν ὁ εἶς ἐξ αὐτῶν. εἶπεν δὲ Ἁβραάμ· Ὦ Σάρρα, τοῦτο ἀληθὲς εἴρηκας· δόξα καὶ εὐλογία παρὰ θεοῦ καὶ πατρός· καὶ γὰρ ἐγὼ τῇ ὀψὲ βραδείᾳ, ὅτε ἔνιπτον τοὺς πόδας αὐτοῦ ἐν τῇ λεκάνῃ τοῦ νιπτῆρος εἶπον ἐν τῇ καρδίᾳ μου· Οὗτοι οἱ πόδες ἐκ τῶν τριῶν ἀνδρῶν εἰσὶν οὓς ἔνιψα τότε. καὶ τὰ δάκρυα αὐτοῦ ὀψὲ ἐν τῷ νιπτῆρι πίπτοντα ἐγένοντο λίθοι τίμιοι. καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ δέδωκεν αὐτὰ τῇ Σάρρᾳ, λέγων· Εἰ ἀπιστεῖς μοι, νῦν θέασαι ταῦτα. λαβοῦσα δὲ αὐτὰ ἡ Σάρρα προσεκύνησεν καὶ ἠσπόσατο καὶ εἶπεν· Δόξα τῷ θεῷ τῷ δεικνύοντι ἡμῖν θαυμάσια· καὶ νῦν γίνωσκε, κύριέ μου Ἁβραάμ, ὅτι ἀποκάλυψίς τινος ἔργου ἐστὶν ἐν ἡμῖν, κἄν τε πονηρὸν κἄν τε ἀγαθόν.
Chapter 7
VII. καταλιπὼν δὲ Ἁβραὰμ τὴν Σάρραν εἰσῆλθεν ἐν τῷ τρικλίνῳ καὶ εἶπεν πρὸς Ἰσαάκ· Δεῦρο υἱέ μου ἀγαπητέ, ἀνάςγγειλόν μοι τὴν ἀλήθειαν, τί τὰ ὁραθέντα καὶ τί πέπονθας ὅτι οὕτω δρομαίως εἰσῆλθες πρὸς ἡμᾶς; ὑπολαβὼν δὲ Ἰσαὰκ ἤρξατο λέγειν· Εἶδον ἐγὼ, κύριέ μου, τῇ νυκτὶ ταύτῃ τὸν ἥλιον καὶ τὴν σελήνην ὑπεράνω τῆς 11 ὅτε— παρέθ.] θήσοντες ὑμεῖς παρέθ. A 12 ἠγέρθη] εἰσῆλθεν A 14 ἴδες A 18 εὐλογ.] δόξα εἰ καὶ κρίνει B 19 ὀφὲ βραδὺ B; ὄφει βραδείᾳ A 27 ἀποκάλυψις— ἡμῖν] ἀποκάλυψιν τινὸς ἔργου ὑμῖν A ABCDER κεφαλῆς μου, καὶ τὰς ἀκτῖνας αὐτοῦ κυκλοῦντα καὶ φωταγωγοῦντά με· καὶ ταῦτα οὕτως ἐμοῦ θεωροῦντος καὶ ἀγαλλιωμένου, εἶδον τὸν οὐρανὸν ἀνεῳγότα, καὶ εἶδον ἄνδρα φωτοφόρον ἐκ τοῦ οὐρανοῦ κατελθόντα ὑπὲρ ἑπτὰ ἡλίους ἀστράπτοντα· καὶ ἐλθὼν ὁ ἀνὴρ ὁ ἡλιόμορφος ἐκεῖνος ἔλαβεν τὸν ἥλιον ἀπὸ τῆς κεφαλῆς μου, καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὅθεν καὶ ἐξῆλθεν· ἐγὼ δὲ ἐλυπήθην μεγάλως ὅτι ἔλαβεν τὸν ἥλιον ἀπʼ ἐμοῦ· καὶ μετʼ ὀλίγον ὡς ἔτι ἐμοῦ λυπουμένου καὶ ἀδημονοῦντος, εἶδον τὸν ἄνδρα ἐκεῖνον ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἐξελθόντα· καὶ ἔλαβεν ἀπʼ ἐμοῦ καὶ τὴν σελήνην ἐκ τῆς κεφαλῆς μου· ἔκλαυσα δὲ μεγάλως καὶ παρεκάλεσα τὸν ἄνδρα ἐκεῖνον τὸν φωτοφόρον καὶ εἶπον· Μὴ, κύριέ μου, μὴ ἄρῇς τὴν δόξαν μου ἀπʼ ἐμοῦ, ἐλέησόν με καὶ εἰσάκουσόν μου· καὶ κἂν τὸν ἥλιον ἄρας ἀπʼ ἐμοῦ, κἂν τὴν σελήνην ἔασον ἐπʼ ἐμέ. αὐτὸς δὲ εἶπεν· Ἄφες ἀναληφθῆναι αὐτοὺς πρὸς τὸν ἄνω βασιλέα, ὅτι θέλει αὐτοὺς ἐκεῖ. καὶ ἦρεν αὐτοὺς ἀπʼ ἐμοῦ, τὰς δὲ ἀκτῖνας ἔασεν ἐπʼ ἐμέ. εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε Ἁβραάμ· ὁ ἥλιος ὃν ἑώρακεν ὁ παῖς σου, σὺ εἶ, ὁ πατὴρ αὐτοῦ· καὶ ἡ σελήνη ὁμοίως ἡ μήτηρ αὐτοῦ Σάρρα ὑπάρχουσα· ὁ δὲ ἀνὴρ ὁ φωτοφόρος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὗτός ἐστιν ὁ ἐκ τοῦ θεοῦ ἀποσταλεὶς, ὁ μέλλων λαβεῖν τὴν δικαίαν σου ψυχήν ἀπό σου. καὶ νῦν γίνωσκε, τιμιώτατε Ἁβραὰμ, ὅτι μέλλεις ἐν τῷ καιρῷ τούτῳ καταλιπεῖν τὸν κοσμικόν βίον καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Ὦ θαῦμα θαυμάτων καινότερον ! καὶ λοιπὸν σὺ εἶ ὁ μέλλων λαβεῖν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ; λέγει αὐτῷ ὁ ἀρχιστράτηγος· Ἐγώ εἰμι Μιχαὴλ ὁ ἀρχιστράτηγος ὁ παρεστηκώς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην πρός σε ὅπος ἀναςγγείλω 1 κυκλ. κ. φωτ.] κλητὰς καὶ φωταγουγοῦντας CE 4 ὑπέρ ἑπτὰ ἡλ.] ὑπὲρ εξ ηλιου A; ὑπέρ πάσας ἡλίους B 6—1 καὶ ἀνῆλθεν— κεφαλῆς μου] om B by homœot. 14 ἐλέησον— εἰσάκ. μου] om A 16—18 ἄφες— ἐπʼ ἐμέ] ἄφες ἀρτίως ἀναληφθέντος αὐτοῦ ἀπʼ ἐμοῦ τοὺς δὲ ἀκτῖνας αὐτὸν ἔασεν A; ἄφες ἀνα- ληφθῆναι αὐτοὺς ἐκεῖ καὶ ᾖρεν αὐτοὺς ἀπʼ ἐμοῦ καὶ τὰς ἀκτ. αὐτοῦ B; ἄφες αὐτοὺς ἀπιλθεῖν ὅτι θέλει αὐτοὺς ὁ ἄνω βασ. D 2 ὁμοίως] om B 21 ὑπάρχουσα] om B; ὑπῆρχεν CE 25 κόσμον καὶ τὸν βίον B; κόσμον CE 29 ὁ παρεστ. —κυ] BD; ἀρχιστ. κυ ACE σοι τὴν τοῦ θανάτου μνήμην· καὶ εἴθʼ οὕτως ἀπελεύσομαι ABCDER πρὸς αὐτὸν καθὼς ἐκελεύσθημεν. καὶ εἶπεν Ἁβραάμ· Νῦν ἔγνωκα ἐγὼ ὅτι ἄγγελος κυρίου εἶ σὺ, καὶ ἀπεστάλης λαβεῖν τὴν ψυχήν μου· ἀλλʼ οὐ μή σοι ἀκολουθήσω· ἀλλʼ ὅπερ κελεύεις ποίησον.
Chapter 8
VIII. ὁ δὲ ἀρχιστράτηγος ἀκούσας τὸ ῥῆμα τοῦτο, εὐθέως ἀφανὴς ἐγένετο· καὶ ἀνελθὼν εἰς τὸν οὐρανὸν ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν πάντα ὅσα εἶδεν εἰς τὸν οἶκον Ἁβραάμ· εἶπεν δὲ καὶ τοῦτο ὁ ἀρχιστράτηγος πρὸς τὸν δεσπότην ὅτι Καὶ τοῦτο λέγει ὁ φίλος σου Ἁβραὰμ ὅτι Οὐ μή σοι ἀκολουθήσω, ἀλλʼ ὅπερ κελεύεις ποίησον· ἀρτίως δέσποτα παντοκράτωρ, εἴ τι κελεύει ἡ σὴ δόξα καὶ ἡ βασιλεία ἡ ἀθάνατος; εἶπεν δὲ ὁ θεὸς πρὸς τὸν ἀρχιστράτηγον Μιχαὴλ· Ἄπελθε πρός τὸν φίλον μου Ἁβραὰμ ἔτι ἅπαξ καὶ εἶπε αὐτῷ οὕτως· ὅτι Τάδε λέγει κύριος ὁ θεός σου, ὁ εἰσαγαγών σε ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὁ εὐλογήσας σε ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὁ διανοίξας μήτραν Σάρρας τῆς στειρώσης καὶ χαρισάμενός σοι καρπὸν κοιλίας ἐν γήρει τὸν Ἰσαάκ· Ἀμὴν λέγω σοι ὅτι εὐλοῶν εὐλοήσω σε καὶ πληθύνον πληθυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι πάντα ἵσα ἂν αἰτήσῃς παρʼ ἐμοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· σὺ δὲ τί ἀνθέστηκας ἀπʼ ἐμοῦ καὶ τί ἐν σοὶ λύπη, ἀνάγγειλον· καὶ ἵνα τί ἀνθέστηκας ἀπὸ τὸν ἀρχάγγελόν μου Μιχαήλ; ἢ οὐκ οἶδας ὅτι οἱ ἀπὸ Ἀδὰμ καὶ Εὔας πάντες ἀπέθανον; καὶ οὐδεὶς ἐκ τῶν προφητῶν τὸν θάνατον ἐξέφυγεν· καὶ οὐδεὶς ἐκ τῶν βασιλευόντων ὑπάρχει ἀθάνατος· οὐδεὶς ἐκ τῶν προπατόρων ἐξέφυγεν τὸ τοῦ θανάτου μυστήριον· πάντες ἀπέθανον, πάντες ἐν τῷ ᾄδῃ κατηλλάξαντο, πάντες τῇ τοῦ θανάτου δρεπάνῃ συλλέγονται· ἐπὶ δέ σε οὐκ ἀπέστειλα θάνατον, οὐκ εἴασα 1 ἀπελεύσομαι— ἐκελεύσθημεν] ἀπελευσόμεθα πρὸς τὸν ἄνω (πάντων E) βασι- λέα CE 2 ἐκελεύσθημεν] ἐκέλευσέν μοι A 4 σοι] σεῖ A; σε BCDE 4, 5 ἀλλʼ— ποίησον] ὅπερ νῦν κελ. ποιήσων A; διʼ ὅνπερ κελεύεις ποιῆσαι B; om CDE: txt from l. 11 where AB omit 18—24 ὁ διανοίξας— ἀνάγγειλον] om CDE 2 καὶ οὐδεὶς— θαν. ἐξέφυγεν] om ACDE 28, 2 οὐδεὶς— μυστήριον] om B 28 προπατ.] πατέρων AE 29 μυστ.] κειμήλιον ADE 30, 31 πάντες τῇ— συλλέγ.] πάντας ἡ κ.τ.λ. συλλέγεται B; om CDE ABCDER νόσον θανατηφόρον ἐπελθεῖν σοι· οὐ συνεχώρησα τῇ τοῦ θανάτου δρεπάνῃ συναντῆσαί σοι, οὐ παρεχώρησα τὰ τοῦ ᾄδοῦ δίκτυα συμπλέξαι σε, οὐκ ἠθέλησά ποτέ τινι κακῷ συναντῆσαί σε· ἀλλὰ πρὸς παράκλησιν ἀγαθὴν τὸν ἐμόν ἀρχιστράτηγον Μιχαὴλ ἐξαπέστειλα πρός σε, ἵνα γνώσῃς τὴν ἐκ τοῦ κόσμου μετάστασιν, καὶ ποιήσῃς διάταξιν περὶ τοῦ οἴκου σου, καὶ περὶ πάντων τῶν ὑπαρχόντων σοι, καὶ ὅπως εὐλογήσῃς τὸν Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητόν. καὶ νῦν γνώρισον ὅτι μὴ θέλον λυπῆσαί σε ταῦτα πεποίηκα. καὶ ἵνα τί εἶπας πρὸς τὸν ἀρχιστράτηγόν μου ὅτι Οὐ μή σοι ἀκολουθήσω; ἵνα τί ταῦτα εἴρηκας; καὶ οὐκ οἶδας ὅτι ἐὰν ἐάσω τὸν θάνατον καὶ ἐπέλθῃ σοι, τότε ἂν εἶχον ἰδεῖν κἂν ἔρχῃ κἂν οὐκ ἔρχῃ;
Chapter 9
IX. λαβὼν δὲ ὁ ἀρχιστράτηγος τὰς παραινέσεις τοῦ κυρίου κατῆλθεν πρὸς τὸν Ἁβραάμ· καὶ ἰδὼν αὐτὸν ὁ δίκαιος ἔπεσεν ἐπὶ πρόσωπον εἰς τὸ ἔδαφος τῆς γῆς ὡς νεκρὸς, ὁ δὲ ἀρχιστράτηγος εἶπεν αὐτῷ πάντα ὅσα ἤκουσεν παρὰ τοῦ ὑψίστου· τότε οὖν ὁ ὅσιος καὶ δίκαιος Ἁβραὰμ ἀναστὰς μετὰ πολλῶν δακρύων προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκέτευεν λέγων· Δέομαί σου, ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, ἐπειδὴ κατηξίωσας ὅλως αὐτὸς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου καθεκάστην ἔρχεσθαι, παρακαλῶ σε καὶ νῦν, ἀρχιστράτηγε, τοῦ διακονῆσαί μοι λόγον ἔτι ἅπαξ πρὸς τὸν ὕψιστον, καὶ ἐρεῖς αὐτῷ ὅτι Τάδε λέγει Ἁβραὰμ ὁ οἰκέτης σου ὅτι Κύριε, κύριε, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ὃ ᾐτησάμην σε εἰσήκουσάς μου, καὶ πάσαν τὴν βουλήν μου ἐπλήροσας· καὶ νῦν, κύριε, οὐκ ἀνθίσταμαι τὸ σὸν κράτος, ὅτι κἀγὼ γινώσκω ὅτι οὐκ εἰμὶ ἀθάνατος ἀλλὰ θνητός· ἐπειδὴ οὖν τῇ σῇ προστάξει πάντα ὑπείκει καὶ φρίττει καὶ τρέμει ἀπὸ προσώπου 1, 2 οὐ συεχώρ. —συναντ. σοι] om B 2, 3 οὐ παρεχώρ.—συμπλέξαι σε] om CDE 3 ᾄδου] θανάτου B 3, 4 σε] σοι AB (bis) 4 παράκλησι] παράταξιν B 9 καὶ νῦν— πεποίηκα] om CDE 12, 13 τότε— οὐκ ἔρχῃ] τότε ἴδῃς . . . ἐρχέσαι B; τότε ἰδεῖν ἔχεις CE; om D 14—17 τὰς παραιν.— ἀρχιστρ.] om B 15—17 καὶ ἰδὼν— νεκρὸς] ἔπεσεν δὲ Ἁ. εἰς τ. πόδας τοῦ ἀρχιστ. Μιχ. CE; καὶ ἰδὼν αὐτὸν ἔπεσεν Ἁ. D 19, 20 προσέπεσεν- —ἀσιμ. καὶ] om BCD 26, 27 εἰσήκουσάς μοι καὶ πᾶσαν] ἐποίησας καὶ ἔδωκάς μοι κατὰ τῆς καρδίας μου καὶ πᾶσαν A 30 ὑπείκει] ὑπείκηται A; ὑπήκει B ; ἐπίχη C (-κη E); ὑπακούει D δυνάμεώς σου, κἀγὼ δέδοικα, ἀλλὰ μίαν αἴτησιν αἰτοῦμαι ABCDER παρά σου· καὶ νῦν, δέσποτα κύριε, εἰσάκουσόν μου τῆς δεήσεως, ὅτι ἔτι ἐν τούτῳ τῷ σώματι ὢν θέλω ἰδεῖν πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ποιήματα πάντα ἃ διὰ λόγου ἑνὸς συνέστησας, δέσποτα, καὶ ὅτε ἴδω ταῦτα, τότε ἐὰν μεταβῶ τοῦ βίου ἄλυπος ἔσομαι. ἀπῆλθεν οὖν πάλιν ὁ ἀρχιστράτηγος καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν αὐτῷ πάντα, λέγων· Τάδε λέγει ὁ φίλος σου Ἁβραὰμ, ὅτι Ἤθελον θεάσασθαι πάσαν τὴν οἰκουμένην ἐν τῇ ζωῇ μου, πρὸ τοῦ ἀποθανεῖν με. ἀκούσας δὲ ταῦτα ὁ ὕψιστος, πάλιν κελεύει τὸν ἀρχιστράτηγον Μιχαὴλ καὶ λέγει αὐτῷ· Λάβε νεφέλην φωτὸς, καὶ ἀγγέλους τοὺς ἐπὶ τῶν ἀρμάτων τὴν ἐξουσίαν ἔχοντας, καὶ κατελθών λάβε τὸν δίκαιον Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσον αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ ὅπως ἴδῃ πᾶσαν τὴν οἰκουμένην.
Chapter 10
X. καὶ κατελθών ὁ ἀρχάγγελος Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσεν αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὸν ἐπὶ τῆς νεφέλης καὶ ἑξήκοντα ἀγγέλους καὶ ἀνήρχετο ὁ Ἁβραὰμ ἐπὶ ὀχήματος ἐφʼ ὅλην τὴν οἰκουμένην· καὶ θεωρεῖ Ἁβραάμ τὸν κόσμον καθὼς εἶχεν ἡ ἡμέρα ἐκείνη, ἄλλους μὲν ἀροτριῶντας, ἑτέρους ἁμαξηγοῦντας, ἐν ἄλλῳ δὲ τόπῳ ποιμαινεύοντας, ἀλλαχοῦ ἀγραυλοῦντας, καὶ ὀρχουμένους καὶ παίζοντας καὶ κιθαρίζοντας, ἐν ἄλλῳ δὲ τόπῳ παλαίοντας καὶ δικαζομένους, ἀλλαχοῦ κλαίοντας, ἔπειτα καὶ τεθνεῶτας ἐν μνήματι ἀγομένους· εἶδεν δὲ καὶ νεονύμφους ὀψικευομένους· καὶ ἀπλῶς εἰπεῖν, εἶδεν πάντα τὰ ἐν κόσμῳ γινόμενα, ἀγαθά τε καὶ πονηρά. διερχόμενος οὖν ὁ Ἁβραὰμ εἶδεν ἄνδρας ξιφηφόρους, ἐν ταῖς χερσὶν αὐτῶν κρατοῦντας ξίφη ἠκονημένα, καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον· 4—6 καὶ τὰ ποιήμ. —ἔσομαι] καὶ οἵ τη ἐτούμε μετὰ πάντα καὶ νῦν ἑὰν μετα- στῷ τοῦ βίον ἀλήπτως ἔσωμαι (C)E 8—10 λέγων— ἀποθανεῖν με] καθὰ ἤκουσεν περὶ τοῦ Ἁβρ. B; om CE; ἃ παρὰ τοῦ Ἁ. ἤκουσεν D 16—20 ἔλαβεν —οἰκουμένην] ἔλαβεν τὸν Ἁ. ἐπὶ ὀχήματος ἐφ ὅλην τ. οἰκ. B 2 θεωρεῖ] ἑώρα A 20, 21 καὶ θεωρ.—τὸν κόσμον] om CDE 22 ἁμαξηγοῦντας B (-ιγ-); ἄμα ἐξηγοῦντας A; ἁμαξιζήτουντας C; ἁμαξοζυγοῦντας D; ἀμάξας ἠγοῦντας E ἐν ἄλλῳ—ποιμ.] om CDE 23, 24 καὶ ὀρχ. —κιθαρίζ.] om B 24 καὶ κιθαρίζ.] om CD παλαίοντας] ἀπολαβόντας D 25, 26 τεθν.— ὀψικ.] om B 26, 27 ὀψικ.— εἰπεῖν] om D 27 εἰπεῖν] om CE εἶδεν] om B ABCDER Τίνες εἰσιν οὗτοι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Οὗτοί εἰσιν κλέπται, οἱ βουλόμενοι φόνον ἐργάζεσθαι καὶ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι. εἶπεν δὲ Ἁβραάμ· Κύριε, κύριε, εἰσάκουσον τῆς φωνῆς μου καὶ κέλευσον ἵνα ἐξέλθωσιν θηρία ἐκ τοῦ δρυμοῦ καὶ καταφάγωσιν αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ ἐξῆλθον θηρία ἐκ τοῦ δρυμοῦ καὶ κατέφαγον αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἄνδρα μετὰ γυναικός εἰς ἀλλήλους πορνεύοντας, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ὅπως χάνῃ ἡ γῆ καὶ καταπίῃ αὐτούς. καὶ εὐθὺς ἐδιχάσθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἀνθρώπους διορύσσοντας οἶκον καὶ ἁρπάζοντας ἀλλότρια πράγματα, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ἵνα κατέλθῃ πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγῃ αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς. καὶ εὐθέως ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς τὸν ἀρχιστράτηγον, λέγων οὕτως· Κέλευσον, ὦ Μιχαὴλ ἀρχιστράτηγε, στῆναι τὸ ἅρμα, καὶ ἀπόστρεψον τὸν Ἁβραάμ, ἵνα μὴ ἴδῃ πᾶσαν τὴν οἰκουμένην· ἢν γὰρ ἴδῃ πάντας τοὺς ἐν ἁμαρτίᾳ διάγοντας, ἀπολέσει πᾶν τὸ ἀνάστημα· ἰδοὺ γὰρ ὁ Ἁβραὰμ οὐχ ἥμαρτεν, καὶ τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεᾷ· ἐγὼ δὲ ἐποίησα τὸν κόσμον, καὶ οὐ θέλω ἀπολέσαι ἐξ αὐτῶν οὐδένα, ἀναμένω δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρεψαι καὶ ζῇν αὐτόν· ἀνάγαγε δὲ τὸν Ἁβραάμ ἐν τῇ πρώτῃ πύλῃ τοῦ οὐρανοῦ, ὅπως θεάσηται ἐκεῖ τὰς κρίσεις καὶ ἀνταποδόσεις, καὶ μετανοήσῃ ἐπὶ τὰς ψυχὰς τῶν ἁμαρτωλῶν ἃς ἀπάλεσεν.
Chapter 11
XI. ἔστρεψεν δὲ ὁ Μιχαὴλ τὸ ἅρμα καὶ ἤνεγκε τὸν Ἁβραὰμ ἐπὶ τὴν ἀνατολὴν ἐν τῇ πύλῃ τῇ πρώτῃ τοῦ οὐρανοῦ. καὶ εἶδεν Ἁβραὰμ δύο ὁδούς· ἡ μία ὁδὸς στενὴ καὶ τεθλιμμένη καὶ ἡ ἑτέρα πλατεῖα καὶ εὐρύχορος καὶ 1 οὔτοι (pr.)] +ἀσώματε CE 5—7 καὶ ἄμα—αὐτούς] καὶ εὐθὺς ἐγένετο οὕτως B; om CE 8 εἰς ἀλλήλους] om CE 9, 10 καὶ εὐθ.— αὐτούς] CDE (ἐσχίσθη D); om AB 11 ἀνθρ. διορ.] ανους δύο ῥίπτοντας A; ανους δύο ὁρυσσομένους B; ἀνθρ. διορύγοντας CE; ἄνδρας διορόσσοντας D 13 15 καὶ ἄμα—αὐτούς] om BCDE 18 B has ἵνα μὴ ἴδῃ· εἶδεν δὲ πολλὰς ψυχὰς etc. (p. 89, l. 5) omitting ten lines. 22 ἀναμένω δὲ] ἀναμ. γὰρ CE ; ἀλλʼ ἀναμ. D 23 ζῇν αὐτὸν] ζῆσαι A 25 τὰς κρίσεις κ. ἀντ.] τὴν κρίσιν κ. ἀντ. CDE 27 Μιχ.] ἀρχιστρ. CE; ἀρχάγγ. D 2 ἐπὶ τὴν ἀνατ. om D ἐπὶ τὴν ἀνατ. —Ἁβρ.] om A by homœoteleuton 29, 30 corrupt. The εἶδεν ἐκεῖ δύο πύλας· μία πύλη πλατεῖα, κατὰ τῆς πλατείας ABCDER ὁδοῦ, καὶ μία πύλη στεν κατὰ τῆς στενῆς ὁδοῦ· ἔξωθεν δὲ τῶν πυλῶν τῶν ἐκεῖσε τῶν δύο, ἴδον ἄνδρα καθήμενον ἐπὶ θρόνου κεχρυσωμένου· καὶ ἦν ἡ ἰδέα τοῦ ἀνθρώπου ἐκείνου φοβερὰ, ὁμοία τοῦ δεσπότου· καὶ ἴδον ψυχὰς πολλάς ἐλαυνομένας ὑπὸ ἀγγέλων καὶ διὰ τῆς πλατείας πύλης εἰσαγομένας, καὶ ἴδον ἄλλας ψυχὰς ὀλίγας καὶ ἐφέροντο ὑπὸ ἀγγέλων διὰ τῆς στενῆς πύλης. καὶ ὅτε ἐθεώρει ὁ θαυμάσιος ὁ ἐπὶ τοῦ χρυσοῦ θρόνου καθήμενος διὰ τῆς στενῆς πύλης ὀλίγας εἰσερχομένας, διὰ δὲ τῆς πλατείας πολλὰς εἰσερχομένας, εὐθὺς ὁ ἀνὴρ ἐκεῖνος ὁ θαυμάσιος ἥρπαξεν τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ τὰς παρειὰς τοῦ πώγωνος αὐτοῦ καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ ἀπὸ τοῦ θρόνου κλαίων καὶ ὀδυρόμενος· καὶ ὅτε ἐθεώρει πολλὰς ψυχὰς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίστατο ἀπὸ τῆς γῆς καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν εὐφροσύνῃ πολλῇ χαίρων καὶ ἀγαλλόμενος. ἠρώτησεν δὲ ὁ Ἁβραάμ τὸν ἀρχιστράτηγον· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ ἀνὴρ ὁ πανθαύμαστος, ὁ ἐν τοιαύτῃ δόξῃ κοσμούμενος, καὶ ποτὲ μὲν κλαίει καὶ ὀδύρεται, ποτὲ δὲ χαίρεται καὶ ἀγάλλεται; εἶπεν δὲ ὁ ἀσώματος· Οὗτός ἐστιν ὁ πρωτόπλαστος Ἀδὰμ, ὁ ἐν τοιαύτῃ δόξῃ, καὶ βλέπει τὸν κόσμον, καθότι πάντες ἐξ αὐτοῦ ἐγένοντο· καὶ ὅτε ἴδῃ ψυχάς πολλάς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίσταται καὶ κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ χαίρων καὶ ἀγαλλόμενος ἐν εὐφροσύνῃ, ὅτι αὕτη ἡ πύλη ἡ στενὴ τῶν δικαίων ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ οἱ texts are as follows: δύο ὁδοὺς, μία ὁδὸς πλατεῖα καὶ εὐρύχορος ἄμα τὰ τῆς πλα- τείας ὁδοῦ καὶ μία πύλη στενὴ καὶ κατὰ τῆς στενῆς ὁδοῦ. ἔξωθεν δὲ τῶ πυλαίων τῶν ἐκεῖσαι τῶν δύο ἴδον κ.τ.λ. A; om B, see above; δύο ὁδοὺς· ἡ μία ὁδὸς στενὴ καὶ τεθλοιμένοι καὶ ἡ ἑτέρα πλατεῖα καὶ εὐρύχορος ἔξοθεν τῶν β πηλῶν εἴδεν CE; D as CE, but with the words κατὰ τῆς στενῆς ὁδοῦ before ἔξωθεν. I have sup- plied the mention of ‘the two gatesʼ which is needed. 4 θρόνου] + κάτω B 5 δεσπότου] A; κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ CE; τῷ δεσπ. χριστῷ D ἵδον] εἶδεν B; ἵδεν CE 16 γῆς] +ἦς ἐκαθέζετο χρυσῆς καὶ ἐκάθητο B 17 ἀγαλλόμ.] ἀγαλλιωμ. ACDE 19 ὁ ἐν] om ὁ ACDE τοιαύτῃ] τῆ ταύτη A; τῆ αὐτοῦ B; τῇ αὐτῇ CDE 19—23 δόξῃ —κόσμον] δόξῃ ζῇ ἐπὶ τῶν κόσμων C 23 καθότι] καθὼς B; ὅτι CDE 25 ἀνίστ. καὶ] om BCDE 26, 27 αὔτη—ζωὴν καὶ] om B; om τῶν δικ. and οἱ and ἔρχονται A 27 εἰς τ. ζωὴν] εἰς ζ. αἰώνιον CE ABCDER εἰσερχόμενοι διʼ αὐτῆς εἰς τὸν παράδεισον ἔρχοιται· καὶ διὰ τοῦτο χαίρει ὁ πρωτόπλαστος Ἀδὰμ, διότι θεωρεῖ τὰς ψυχὰς σωζομένας· καὶ ὅταν ἴδῃ ψυχὰς πολλὰς εἰσερχομένας διὰ τῆς πλατείας πύλης, τότε ἀνασπᾷ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ ῥίπτει ἑαυτὸν χαμαὶ κλαίων καὶ ὀδυρόμενος πικρῶς· διότι ἡ πύλη ἡ πλατεῖα τῶν ἁμαρτωλῶν ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ εἰς τὴν κόλασιν τὴν αἰώνιον· καὶ διὰ τοῦτο ὁ πρωτόπλαστος Ἀδὰμ ἀπὸ τοῦ θρόνου αὐτοῦ πίπτει κλαίων καὶ ὀδυρόμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν, διότι πολλοί εἰσιν οἱ ἀπολλύμενοι, ὀλίγοι δὲ οἱ σωζόμενοι· εἰς γὰρ τὰς ἑπτὰ χιλιάδας μόλις εὑρίσκεται μία ψυχὴ σωζομένη δικαία καὶ ἀμόλυντος.
Chapter 12
XII. ἔτι δὲ ἐμοὶ ταῦτα λαλοῦντος ἰδοὺ δύο ἄγγελοι πύρινοι τῇ ὄψει καὶ ἀνηλεεῖς τῇ γνώμῃ καὶ ἀπότομοι τῷ βλέμματι, καὶ ἤλαυνον μυριάδας ψυχὰς ἀνηλέως τύπτοντες αὐτοὺς ἐν πυρίναις χαρζαναῖς· καὶ μίαν ψυχὴν ἐκράτει ὁ ἄγγελος· καὶ διήγαγον πάσας τὰς ψυχὰς εἰς τὴν πλατεῖαν πύλην πρὸς τὴν ἀπώλειαν· ἠκολουθήσαμεν οὖν καὶ ἡμεῖς τοῖς ἀγγέλοις καὶ ἤλθομεν ἔσωθεν τῆς πύλης ἐκείνης τῆς πλατείας· καὶ ἐν μέσῳ τῶν δύο πυλῶν ἵστατο θρόνος φοβερὸς ἐν εἴδει κρυστάλλου φοβεροῦ ἐξαστράπτων ὡς πῦρ. καὶ ἐπʼ αὐτῷ ἐκάθητο ἀνὴρ θαύμαστος ἡλιόρατος ὅμοιος υἱῷ θεοῦ. ἔμπροσθεν δὲ αὐτοῦ ἵστατο τράπεζα κρυσταλλοειδὴς ὅλος διὰ χρυσοῦ καὶ βύσσου· ἐπάνω δὲ τῆς τραπέζης 1 ἔρχονται] ἀνέρχονται CE 1,2 καὶ—χαίρει] om CD 2 πρωτόπλ.] om B 4 ἀνασπᾷ] ἁρπάει AB; τίλη D; ἀνασπάζη E 5—12 κεφαλῆς— σωζομένη] κεφ. αὐτοῦ κ. τ. παρειὰς τοῦ πόγονος (αὐτ.) κλαίων κ. ὀδυρόμ. διότι αὕτη ἡ πύλη ἡ πλατ. τῶν ἁμαρτ. ἔστιν ἡ ἀπολια (ἀπάγουσα εἰς τὴν κολ. D) εἰς γὰρ τὰς ἑπτὰ χιλ. μία φυχὴ σώζιται CDE 14 ἔτι δὲ— λαλοῦντος] A with ὑμῖν for ἐμοὶ : om B; ἔτη δὲ (ἐμε του C) λαλοῦντας CE; ἔτι δὲ αὐτοῦ λαλοῦντος D 14—18 ἰδοὺ— ἐκράτει ὁ ἅγγελος] (μυριάδαν and om αὐτοὺς] A; καὶ ἰδοὺ δύο ἄγγελοι μυρ. ψυχ. —ἀλξάνες B; ἰδοὺ δύο ἀγγ. μυριάδαν ψυχ. ἀνηλεῶς—χαρζανες CE; ἰδαὺ δύο ἀγγ. τύπτοντες ψυχὰς· τότε κεινω μυρίων ἐν πυρινῶ θεάφη καὶ μίαν φυχ. ἀνηλ. ἐκράτουν εἰς χεῖρας αὐτῶν D 17 ὁ ἄγγελος] ἀνηλεως CE 19 οὖν καὶ] om B 20, 21 καὶ ἤλθ.— πλατείας] om B 22 ἐν εἴδει— φοβεροῦ] om CDE 23 ἡλιόρατος] ἡλαιόρατος A; ἡλιωρότατος B; ἡλιόρατος ἡλιόμορφος CE; om D 24 υἱῷ] υἱὸς AC: υἱὸν B κρυσταλλοειδὴς] κρυσταλλινος B; om CDE 25 διὰ χρυσοῦ] διὰ χρύσεως B; διὰ λίθων κ. μαργάρων D 25—p. 91, l. 4 ἐπάνω—προσώπου δὲ] om B ἦν βιβλίον κείμενον, τὸ πάχος αὐτοῦ πηχέων ἓξ, τὸ ABCDER δὲ πλάτος αὐτοῦ πηχέων δέκα· ἐκ δεξιῶν δὲ αὐτῆς καὶ ἐξ ἀριστερῶν ἵσταντο δύο ἄγγελοι κρατοῦντες χάρτην καὶ μέλανα καὶ κάλαμον. πρὸ προσώπου δὲ τῆς τραπέζης ἐκάθητο ἄγγγελος φωτοφόρος, κρατῶν ἐν τῇ χειρὶ αὐτοῦ ζυγόν· ἐξ ἀριστερῶν δὲ ἐκάθητο ἄγγελος πύρινος ὅλος ἀνιλέως καὶ ἀπότομος ἐν τῇ χειρὶ αὐτοῦ κρατῶν σάλπιγγα ἔνδον αὐτῆς κατέχων πῦρ παμφάγον δοκιμαστήριον τῶν ἁμαρτωλῶν. καὶ ὁ μὲν ἀνὴρ ὁ θαυμάσιος ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, αὐτὸς ἔκρινεν καὶ ἀπεφῄνατο τὰς ψυχάς· οἱ δὲ δύο ἄγγελοι οἱ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἀπεγράφοντο· ὁ μὲν ἐκ δεξιῶν ἀπεγράφετο τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας· καὶ ὁ μὲν πρὸ προσώπου τῆς τραπέζης, ὁ τὸν ζυγὸν κατέχων, ἐζυγίαζεν τὰς ψυχάς· καὶ ὁ πύρινος ἄγγελος, ὁ τὸ πῦρ κατέχων, ἐδοκίμαζεν τὰς ψυχάς. καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαήλ· Τί ἐστιν ταῦτα ἃ θεωροῦμεν ἡμεῖς; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Ταῦτα ἅπερ βλέπεις, ὅσιε Ἁβραὰμ, ἔστιν ἡ κρίσις καὶ ἀνταπόδοσις. καὶ ἰδοὺ ὁ ἄγγελος ὁ κρατῶν τὴν ψυχὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἤνεγκεν αὐτὴν ἔμπροσθεν τοῦ κριτοῦ. καὶ εἶπεν ὁ κριτὴς ἕνα τῶν ἀγγέλων τῶν καθυπουργούντον αὐτῷ· Ἄνοιξόν μοι τὴν βίβλον ταύτην καὶ εὑρέ μοι τὰς ἁμαρτίας τῆς ψυχῆς ταύτης. καὶ ἀνοίξας τὴν βίβλον εὗρεν αὐτῆς ζυγίας τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας ἐξ ἴσου, καὶ οὔτε τοῖς βασανισταῖς ἐξέδωκεν αὐτὴν οὔτε τοῖς σωζομένοις, ἀλλʼ ἔστησεν αὐτὴν εἰς τὸ μέσον.
Chapter 13
XIII. καὶ εἶπεν Ἁβραάμ· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ κριτὴς ὁ πανθαύμαστος; καὶ τίνες οἱ 1 ἓξ] τριάκοντα A; ὀκτὼ D τὸ δὲ—δέκα] om A 2 δέκα] δώδεκα D ἐξ] om ABCE; (καὶ ἐξ εὐωνύμων ἵστατα(ι)) D 7 κρατῶν σάλπιγγα] κρατῶν σάλπιγγος CE; κατέχων σάλπιγγα (-ος A) AB 8 πῦρ παμφ.] om CDE δοκιμαστ.] δοκιμαστικὸν B 9 ἁμαρτωλ.] ἀμαρτιῶν CDE 14 ἐζυγίαζεν] ἐυγηζεν AB πύριος] πονηρὸς B 15 ἄγγελος] om CDE πῦρ] πῶς CE ἐδοκ. τὰς φυχ.] ἑδοκ. διὰ πυρὸς τὰς ψ. τῶν ἀνθρώπων A 17 ταῦτα— θεωρ.] ὴ τα τοιαῦτα θαιωρῶμεν CE ἡμεῖς] om ACDE 18 ἄπερ βλέπεις] ἀποβλέπεις B 19, 20 ἐν τῇ χειρὶ] εἰς τὴν χεῖρα A 2 κριτοῦ] κρίνοντος B 22, 23 καὶ εὑμέ— ἀνοίξας] om 23, 24 ταύτης— εὖρεν αὐτῆς] om B 24 ζυ- γίας] ζυγαδας A; ζυγὸς δὲ B 25 ἐξέδωκεν] ἐξέδοτο BCDE 26 ἔστησεν] ἔστησιν BCE ABCDER ἄγγελοι οἱ ἀπογραφόμενοι; καὶ τίς ὁ ἄγγελος ὁ ἡλιόμορφος ὁ τὸν ζυγὸν κατέχων; καὶ τίς ὁ ἄγγελος ὁ πύρινος ὁ τὸ πῦρ κατέχων; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Θεωρεῖς, πανόσιε Ἁβραὰμ, τὸν ἄνδρα τὸν φοβερὸν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον; οὖτός ἐστιν υἱὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, ὁ ἐπιλεγόμενος Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν ὁ πονηρός· καὶ κάθηται ὧδε κρῖναι πᾶσαν τὴν κτίσιν καὶ ἐλέγχων δικαίους καὶ ἁμαρτωλούς· διότι εἶπεν ὁ θεός· Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἀλλὰ πᾶς ἄνθρωπος ἐξ ἀνθρώπου κριθήσεται· τούτου χάριν αὐτῷ δέδωκεν κρίσιν, κρῖναι τὸν κόσμον μέχρι τῆς μεγάλης καὶ ἐνδόξου αὐτοῦ παρουσίας· καὶ τότε, δίκαιε Ἁβραὰμ, γίνεται τελεία κρίσις καὶ ἀνταπόδοσις, αἰωνία καὶ ἀμετάθετος, ἣν οὐδεὶς δύναται ἀνακρῖναι· πᾶς γὰρ ἄνθρωπος ἐκ τοῦ πρωτοπλάστου γεγέννηται, καὶ διὰ τοῦτο ἐνταῦθα πρῶτον ἐκ τοῦ υἱοῦ αὐτοῦ κρίνονται· καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ κριθήσονται ὑπὸ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ, καὶ πᾶσα πνοὴ καὶ πᾶσα κτίσις. τὸ δὲ τρίτον, ὑπὸ τοῦ δεσπότου θεοῦ τῶν ἁπάντων κριθήσονται καὶ τότε λοιπὸν τῆς κρίσεως ἐκείνης τὸ τέλος ἐγγὺς, καὶ φοβερὰ ἡ ἀπόφασις, καὶ ὁ λύων οὐδείς· καὶ λοιπὸν διὰ τριῶν βημάτων γίνεται ἡ κρίσις τοῦ κόσμου καὶ ἡ ἀνταπόδοσις· καὶ διὰ τοῦτο ἐπὶ ἑνὸς ἡ δύο μαρτύρων οὐκ ἀσφαλίζεται λόγος εἰς τέλος· ἀλλʼ ἐπὶ τριῶν μαρτύρων σταθήσεται πὰν ῥῆμα. οἱ δὲ δύο ἄγγελοι ὁ ἐκ δεξιῶν 1—3 καὶ τίς—ἀρχιστρ.] om CE 3 κατέχων] δοκημᾶζον A 4 φοβερὸν] φωτοφορον CE 7 πονηρὸς] + καὶ ἀδελφοκτόνος B; πονηρότατος A; πονηρώτ. βροτοκτόνος E κάθηται ὦδε] καθέζεται οὗτος B 8, 9 διότι— ὑμᾶς] διότι— θεός· ὅτι οὐκ ἐγὼ κρίνω τὸν κόσμον A; διʼ αὐτοῦ εἷπεν ὁ θεὸς σὺ κρίνη λέγων ἡμᾶς B 10, 11 τούτου— κόσμον] A (but ἔδωκεν); τούτου γὰρ χάριν ἔδωκεν αὐτά ὁ θεὸς ὅτι ἔκρινεν αὐτά· καὶ αὐτὸς κρίνη τὸν κόσμον B; om κρίσιν —κόσμον CE 13, 14 ἣν— ἀνακρῖναι] ἣν ἄλλος οὐδεὶς δυνήσεται ἀνακρῖναι AD; ἥν— ἀντακρῖναι CE; ἥν—κρίναι τῶν ανων B 14—16 πᾶς—κρίνονται] πᾶς γὰρ ὁ ἐκ...ἐνταῦθα πρὸς τὸν ἐκ τοῦ υἱοῦ κρίνονται B; πᾶς — ἐκ τοῦ τουούτου ανου κρίνεται A; πᾶς— ἐκ τοῦ υἱοῦ τοῦ πρωτοπλ. κρίνονται CE; διὰ τοῦτο καὶ ὁ υἱὸς αὐτοῦ κρίνει πρῶτον D 16—18 καὶ ἐν—κτίσις] καὶ ἐπὶ τὴν δ. π. ὑπὸ τῶν ἀποστόλων κριθήσονται αἱ δωδ. φυλαὶ τοῦ Ἰσ. καὶ πάσης πνοῆς καὶ πάσης ανοις B; καὶ ἐν τῇ δ. π. ὑπὸ τῶν ιβ ἀποστ. κ.τ.λ. CE; καὶ ἐν— ὑπὸ τῶν ιβ΄ ἀποστ. κριθήσεται πᾶσα ἡ οἰκουμένη D 18 δεσπότου θεοῦ τῶν ἀπάντων] δεσπ. καὶ κριτοῦ CE ; δεσπ. θεοῦ καὶ σρος D 20 ἐγγὺς] ὀργῆς CE καὶ φοβερὰ— οὐδεὶς] om B 22 τοῦτο] +καὶ νῦν A 23, 24 λόγος— σταθ.] om CE 23 εἰς τέλος] om A καὶ ὁ ἐξ ἀριστερῶν, οὗτοί εἰσιν οἱ ἀπογραφόμενοι τὰς ABCDER ἁμαρτίας καὶ τὰς δικαιοσύνας· ὁ μὲν ἐκ δεξιῶν ἀπογράφεται τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας. ὁ δὲ ἡλιόμορφος ἄγγελος, ὁ τὸν ζυγὸν κατέχων ἐν τῇ…
Chapter 14
XI…
The complete text is available when the reading interface loads.