Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 508–509.
- CTS identifier
urn:cts:greekLit:tlg1704.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1a
Etym. M.: Βουτρωτὸς ἢ Βουθρωτὸς,
πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνὸς, ὅτι
Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομέ-
νου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα
τομὴν, φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξα-
μένη, εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν.
Ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος, κτίζει πό-
λιν, καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε.
1b
Stephan. Byz.: Βουθρωτὸς, χερρόνησος περὶ Κέρ-
κυραν. Ἔστι καὶ πόλις. Ἐκλήθη δ' οἱ μέν φασιν ἀπὸ
τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται, ὅτι Ἑλένῳ ἐκ Τροίας
πλέοντι ἐς ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ,
τὸ θῦμα ἡ βοῦς ἀποδράσασα ἐκ τοῦ βουπλῆγος ᾤχετο
φεύγουσα διὰ τὸ μεταξὺ πόντου· καὶ εἰς τὸν χέρσον ἐμ-
βᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἤριπε
καὶ ἔθανε· καὶ κλῃδόνι ὁ Ἕλενος χρῆται, ἵνα ἔθηκε
Βουθρωτὸν, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός.
2
Etym. M.: Βεβαία, πηγὴ οὕτω κα-
λουμένη ἐν Εὐβοίᾳ. Ἐτυμολογεῖ δὲ Τεῦκρος, ὅτι φησὶ
τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν
καὶ πηγῶν, μόνη αὕτη ὁμοίως διέμεινε πολύυδρος.
Παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς, Βεβαία.
3
{ΟΡΙΣΜΟΙ.}
Athenaeus X:
Φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς·
Ζῶον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
ὄμματά τ' ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.