Epigrammata
- Edition reference
- Epigrammata, AG: 6.155–157, 222, 224; 7.282, 406, 439, 479, 527–529, 722, 732, 738; 9.743; 13.8, 21; 16.132.
- CTS identifier
urn:cts:greekLit:tlg1715.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
155
{ΘΕΟΔΩΡΙΔΑ}
Ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ
πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής·
αἰχμητὰν δ' ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα
παῖς Ἡγησιδίκου πίονα τυροφόρον.
Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα
οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν.
156
{ΤΟΥ ΑΥΤΟΥ}
Καλλὼ σὺν τέττιγι Χαρισθένεος τρίχα τήνδε
κουρόσυνον κούραις θῆκ' Ἀμαρυνθιάσι
σὺν βοῒ χερνιφθέντα· πάις δ' ἴσον ἀστέρι λάμπει,
πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.
157
{ΤΟΥ ΑΥΤΟΥ}
Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ,
τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους·
καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης
αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.
222
{ΘΕΟΔΩΡΙΔΑ}
Μυριόπουν σκολόπενδραν ὑπ' Ὠρίωνι κυκηθεὶς
πόντος Ἰαπύγων ἔβρας' ἐπὶ σκοπέλους·
καὶ τόδ' ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν
δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων.
224
{ΘΕΟΔΩΡΙΔΑ}
Εἰνάλι' ὦ λαβύρινθε, τύ μοι λέγε, τίς ς' ἀνέθηκεν
ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος.
„Παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις
—δῶρον δ' ἐξ ἱερᾶς εἰμι Πελωριάδος—
υἱὸς Πρωτάρχου· σκολιὸς δ' ἐξέπτυσε πορθμός,
ὄφρ' εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.“
7
282
{ΘΕΟΔΩΡΙΔΟΥ}
Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθ' ἡμεῖς
ὠλλύμεθ', αἱ λοιπαὶ νῆες ἐποντοπόρουν.
406
{ΘΕΟΔΩΡΙΔΑ}
Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,
Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.
ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι
ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.
439
{ΘΕΟΔΩΡΙΔΑ}
Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,
πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,
Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ
οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.
479
{ΘΕΟΔΩΡΙΔΑ}
Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς
τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν·
αἰών μ' ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ
παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.
ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,
θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.
527
{ΘΕΟΔΩΡΙΔΑ}
Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα
κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι,
αἰνόλινε, τρισάωρε, σὺ δ' ἀντὶ γάμου τε καὶ ἥβης
κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.
528
{ΤΟΥ ΑΥΤΟΥ}
Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι
κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους
πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην·
Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.
529
{ΤΟΥ ΑΥΤΟΥ}
Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,
ἃ καὶ Σωσάνδρου παῖδ' ἐπέβασε πυρᾶς
Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων
ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.
722
{ΘΕΟΔΩΡΙΔΑ}
Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,
ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.
732
{ΘΕΟΔΩΡΙΔΑ}
Ὤιχευ ἔτ' ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ,
ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον
γήρᾳ ἔτ' ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον
εὑρών σε στέργει παντοβίης Ἀχέρων.
738
{ΘΕΟΔΩΡΙΔΑ}
Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,
Τίμαρχ', ὑβριστής τ' ὤλεσε Λὶψ ἄνεμος
νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν
δέξαντ' οἰζυροί, σχέτλιε, κηδεμόνες.
9
743
{ΘΕΟΔΩΡΙΔΑ}
Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δ' Ἀθάνας
ἑστᾶσιν καλὸν δῶρον Ἰτωνιάδος,
πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον,
καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ' Ἰλλυριῶν.
13
8
{ΘΕΟΔΩΡΙΔΑ}
Ἐκ δολίχου τἤρᾳ σφυρήλατον, ὃν τάχει κρατήσας,
Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.
21
{ΘΕΟΔΩΡΙΔΑ}
Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταιΐδα
τῶ 'λεγῃοποιῶ·
ἁ Μῶσα δ' αὐτῶ τᾶς Σιμωνίδα πλάτας
ἧς ἀποσπάραγμα
κενά τε κλαγγὰν καὶ 'πιλακυθίστρια
διθυραμβοχάνα·
τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,
τύμπανόν κ' ἐφύση.
16
132
{ΘΕΟΔΩΡΙΔΑ}
Στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη
τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,
ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείαν
ἄρτι, τὰ μὲν Φοίβου τόξα, τὰ δ' Ἀρτέμιδος.
ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα
πετροῦται· στενάχει δ' ὑψιπαγὴς Σίπυλος.
θνατοῖς ἐν γλώσσᾳ δολία νόσος, ἇς ἀχάλινος
ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.
{Theodoridae Syracosii Κένταυροι Dithyrambus}πίσσα δ' ἀπὸ γραβίων ἔσταζεν{Theodoridae εἰς τὸν Ἔρωτα μέλος}{Theodoridae: incertae sedis}τηγάνῳ εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ!!!!!!]θαι. ὅτι δὲ ἡ Ἀφροδίτη [c. 12 litt.?[ ]!ι?ν Θεοδωρίδας !!!![[ ]!υλ!!!!!ε?ιονουκ?!![[ ]!!ιε?ρε!![!!]σους[!![!![[ ]!εον κρήδεμνον? !![[ ]!ξ!σφιγγε!χρ!!![[ ]!κ!!!!υο?π?!![θύννοι τε †δὴ οἴστρησοντι† Γαδείρων δρόμονφυσητῆρσι μολγίνοιςΧειρωνία{[Theodoridae κίναιδοι]}