The Greek Library Author

Theophilus

Ad Autolycum

Scientific editors
Johann Carl Theodor Otto
Edition reference
Ad Autolycum libri tres · Jena · Mauke · 1861
CTS identifier
urn:cts:greekLit:tlg1725.tlg001.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 1

Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιαμμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου τί καὶ ὁποῖόν ἐστιν. Ἐπειδὴ οὖν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς, οἳ οὔτε βλέπουσιν οὔτε ἀκούουσιν (εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων), ἔτι δὲ φῄς με καὶ Χριστιανὸν ὡς κακὸν τοὔνομα φοροῦντα, ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι Χριστιανός, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο ἐλπίζων εὔχρηστος εἶναι τῷ θεῷ. Οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις, χαλεπὸν εἶναι τοὔνομα τοῦ θεοῦ, οὕτως ἔχει· ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ θεῷ περὶ τοῦ θεοῦ οὕτως φρονεῖς.

Chapter 2

Ἀλλὰ καὶ ἐὰν φῇς „Δεῖξόν μοι τὸν θεόν σου“, κἀγώ σοι εἴποιμι ἄν „Δεῖξόν μοι τὸν ἄνθρωπόν σου κἀγώ σοι δείξω τὸν θεόν μου“. Ἐπεὶ δεῖξον βλέποντας τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου, καὶ τὰ ὦτα τῆς καρδίας σου ἀκούοντα. Ὥσπερ γὰρ οἱ βλέποντες τοῖς ὀφθαλμοῖς τοῦ σώματος κατανοοῦσι τὴν τοῦ βίου καὶ ἐπίγειον πραγματείαν, ἅμα δοκιμάζοντες τὰ διαφέροντα, ἤτοι φῶς ἢ σκότος, ἢ λευκὸν ἢ μέλαν, ἢ ἀειδὲς ἢ εὔμορφον, ἢ εὔρυθμον καὶ εὔμετρον ἢ ἄρυθμον καὶ ἄμετρον, ἢ ὑπέρμετρον ἢ κόλουρον, ὁμοίως δὲ καὶ τὰ ὑπ᾿ ἀκοὴν πίπτοντα, ἢ ὀξύφωνα ἢ βαρύφωνα ἢ ἡδύφωνα, οὕτως ἔχοι ἂν καὶ περὶ τὰ ὦτα τῆς καρδίας καὶ τοὺς ὀφθαλμοὺς τοὺς τῆς ψυχῆς δύνασθαι θεὸν θεάσασθαι. Βλέπεται γὰρ θεὸς τοῖς δυναμένοις αὐτὸν ὁρᾶν, ἐπὰν ἔχωσι τοὺς ὀφθαλμοὺς ὀφθαλμοὺς ἀνεῳγμένους τῆς ψυχῆς. Πάντες μὲν γὰρ ἔχουσι τοὺς ὀφθαλμούς, ἀλλὰ ἔνιοι ὑποκεχυμένους καὶ μὴ βλέποντας τὸ φῶς τοῦ ἡλίου. Καὶ οὐ παρὰ τὸ μὴ βλέπειν τοὺς τυφλοὺς ἤδη καὶ οὐκ ἔστιν τὸ φῶς τοῦ ἡλίου φαῖνον, ἀλλὰ ἑαυτοὺς αἰτιάσθωσαν οἱ τυφλοὶ καὶ τοὺς ἑαυτῶν ὀφθαλμούς. Οὕτως καὶ σύ, ὦ ἄνθρωπε, ἔχεις ὑποκεχυμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου ὑπὸ τῶν ἁμαρτημάτων καὶ τῶν πράξεών σου τῶν πονηρῶν. Ὥσπερ ἔσοπτρον ἐστιλβωμένον, οὕτως δεῖ τὸν ἄνθρωπον ἔχειν καθαρὰν ψυχήν. Ἐπὰν οὖν ᾖ ἰὸς ἐν τῷ ἐσόπτρῳ, οὐ δύναται ὁρᾶσθαι τὸ πρόσωπον τοῦ ἀνθρώπου ἐν τῷ ἐσόπτρῳ· οὕτως καὶ ὅταν ᾖ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ, οὐ δύναται ὁ τοιοῦτος ἄνθρωπος θεωρεῖν τὸν θεόν. Δεῖξον οὖν καὶ σὺ σεαυτόν, εἰ οὐκ εἶ μοιχός, εἰ οὐκ εἶ πόρνος, εἰ οὐκ εἶ κλέπτης, εἰ οὐκ εἶ ἅρπαξ, εἰ οὐκ εἶ ἀποστερητής, εἰ οὐκ εἶ ἀρσενοκοίτης, εἰ οὐκ εἶ ὑβριστής, εἰ οὐκ εἶ λοίδορος, εἰ οὐκ ὀργίλος, εἰ οὐ φθονερός, εἰ οὐκ ἀλαζών, εἰ οὐχ ὑπερόπτης, εἰ οὐ πλήκτης, εἰ οὐ φιλάργυρος, εἰ οὐ γονεῦσιν ἀπειθής, εἰ οὐ τὰ τέκνα σου πωλεῖς. Τοῖς γὰρ ταῦτα πράσσουσιν ὁ θεὸς οὐκ ἐμφανίζεται, ἐὰν μὴ πρῶτον ἑαυτοὺς καθαρίσωσιν ἀπὸ παντὸς μολυσμοῦ. Καὶ σοὶ οὖν ἅπαντα ἐπισκοτεῖ, καθάπερ ὕλης ἐπιφορὰ ἐπὰν γένηται τοῖς ὀφθαλμοῖς πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τὸ φῶς τοῦ ἡλίου· οὕτως καὶ σοί, ὦ ἄνθρωπε, ἐπισκοτοῦσιν αἱ ἀσέβειαι πρὸς τὸ μὴ δύνασθαί σε ὁρᾶν τὸν θεόν.

Chapter 3

Ἐρεῖς οὖν μοι· Σὺ ὁ βλέπων διήγησαί μοι τὸ εἶδος τοῦ θεοῦ. Ἄκουε, ὦ ἄνθρωπε· Τὸ μὲν εἶδος τοῦ θεοῦ ἄῤῥητον καὶ ἀνέκφραστόν ἐστιν, μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. Δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθοσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. Εἰ γὰρ φῶς αὐτὸν εἴκω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα αὐτοῦ λέγω· ἰσχὺν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθοσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λέγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πῦρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω. Ἐρεῖς οὖν μοι· Ὀργίζεται θεός; Μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστιν τῶν θεοσεβῶν καὶ πατὴρ τῶν δικαίων, κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν.

Chapter 4

Ἄναρχος δέ ἐστιν, ὅτι ἀγένητός ἐστιν· ἀναλλοίωτος δέ, καθότι ἀθάνατός ἐστιν. Θεὸς δὲ λέγεται διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶν τὸ τρέχειν καὶ κινεῖν καὶ ἐνεργεῖν καὶ τρέφειν καὶ προνοεῖν καὶ κυβερνᾶν καὶ ζωοποιεῖν τὰ πάντα. Κύριος δέ ἐστιν διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων, πατὴρ δὲ διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων, δημιουργὸς δὲ καὶ ποιητὴς διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων, ὕψιστος δὲ διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων, παντοκράτωρ δὲ ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει. Τὰ γὰρ ὕψη τῶν οὐρανῶν καὶ τὰ βάθη τῶν ἀβύσσων καὶ τὰ πέρατα τῆς οἰκουμένης ἐν τῇ χειρὶ αὐτοῦ ἐστιν, καὶ οὐκ ἔστιν τόπος τῆς καταπαύσεως αὐτοῦ. Οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσιν, γῆ ποίημα αὐτοῦ ἐστιν, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν, ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς γεγονότα, πρὸς ὑπηρεσίαν καὶ δουλείαν ἀνθρώπων· καὶ τὰ πάντα ὁ θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι, ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ.

Chapter 5

Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή, οὕτως ἔχοι ἂν καὶ τὸν θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. Ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό, οὕτως δεῖ νοεῖν εἶναι τὸν θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. Εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι; Ὃν τρόπον γὰρ ῥοά, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτήν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας, οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περιέχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς θεοῦ· ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾶν τὰ ἔξω τοῦ λέκους, αὐτὸς ὤν ἔνδον, οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς θεοῦ οὐ δύναται θεωρεῖν τὸν θεόν. Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσιν βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. Τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων καὶ δυνάμεων;

Chapter 6

Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν καὶ ἀέρων τροπάς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονήν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾶν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον, τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ θεὸς ἑτοιμάζων τροφὴν πάσῃ σαρκί, ἢ τὴν ὑποταγὴν ἣν ὥρικεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι, πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀενάων ῥύσιν, δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν, τὴν οὐρανίων παμποίκιλον κίνησιν, Ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα ἔρχεσθαι τὸν τέλειον φωστῆρα, σύνδεσμόν τε Πλειάδος καὶ Ὠρίωνος, Ἀρκτοῦρόν τε καὶ τὴν τῶν λοιπῶν ἄστρων χορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ πᾶσιν ἴδια ὀνόματα κέκληκεν. Οὗτος θεὸς μόνος ὁ ποιήσας ἐκ σκότους φῶς, ταμεῖά τε νότου καὶ θησαυροὺς ἀβύσσου καὶ ὅρια θαλασσῶν χιόνων τε καὶ χαλαζῶν θησαυρούς, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου καὶ τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ καὶ ἐξάγων τὸ φῶς τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς ἐκ θησαυρῶν αὐτοῦ, ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς καὶ ἀστραπὰς πληθύνων εἰς ὑετόν, ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν· εἰ γὰρ λάβοι τὴν κατεξουσίαν ἡ ἀστραπή, ἐκκαύσει τὴν γῆν, εἰ δὲ καὶ ἡ βροντή, καταστρέψει τὰ ἐν αὐτῇ.

Chapter 7

Οὗτός μου θεὸς ὁ τῶν ὅλων πύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ θεὶς τὸ εὖρος τῆς ὑκ᾿ οὐρανόν, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ὁ δεσπόζων τοῦ κράτους αὐτῆς καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν, οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν, ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παρ᾿ ἑαυτῷ ἐκλείψει τὸ πᾶν. Τοῦτον λαλεῖς, ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς. Τοῦτο δέ σοι συμβέβηκεν διὰ τὴν τύφλωσιν τῆς ψυχῆς καὶ πώρωσιν τῆς καρδίας σου. Ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ, καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. Τίς ἐστιν ὁ ἰατρός; Ὁ θεός, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. Ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα· τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Κρατίστη ἐστὶν ἡ σοφία αὐτοῦ· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. Εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾶν τὸν θεόν. Πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ θεοῦ, καὶ τότε συνήσεις ταῦτα. Ὅταν ἀπόθῃ τὸ θνητὸν καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψῃ κατὰ ἀξίαν τὸν θεόν. Ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ θεός· καὶ τότε ὄψῃ γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ, καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.

Chapter 8

Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. Ὅταν ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. Πρὸς τί δὲ καὶ ἀπιστεῖς; Η οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; Τίς γὰρ δύναται θερίσαι γεωργός, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ; Ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; Τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; Ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; Εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ καὶ ὁ πλέων τῷ πλοίῳ καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει ἑαυτὸν πιστεῦσαι τῷ θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ᾿ αὐτοῦ; Πρῶτον μὲν ὅτι ἐποίησέν σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. Εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν οὐδὲ ἡ μήτηρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. Καὶ ἔπλασέν σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε· καὶ προήγαγέν σε ὁ θεὸς εἰς τόνδε τὸν βίον. Εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι καὶ ἀρετὰς ποιεῖν. Τῷ δὲ ποιήσαντί σε θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;

Chapter 9

Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν ὀνόματά ἐστιν νεκρῶν ἀνθρώπων. Καὶ τούτων τίνων καὶ ποταπῶν; Οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; Εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις καὶ τὴν ἀναστροφήν. Πρῶτον μὲν ὅτι ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας κατὰ τοὺς μύθους καὶ ἐκδείρας ἐποίησεν ἑαυτῷ ἔνδυμα. Τάς τε λοιπὰς πράξεις αὐτοῦ, περί τε ἀδελφοκοιτίας μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. Τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα, Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον, καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα καὶ τῆς Δάφνης ἐρῶντα καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα, ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην, καὶ Ἄρεα τὸν βροτολοιγόν, ἔτι δὲ καὶ ἰχῶρα ῥέοντα τούτων τῶν λεγομένων θεῶν; Καὶ ταῦτα μὲν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις, οὗ καὶ κατ᾿ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου καὶ εὑρισκομένου καὶ κατὰ μέλος ζητουμένου· οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. Τί δέ μοι λέγειν Ἄττην ἀποκοπτόμενον, ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον καὶ κυνηγετοῦντα καὶ τιτρωσκόμενον ὑπὸ συός, ἢ Ἀσκληπιὸν κεραυνούμενον, καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα, ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν καὶ ἀνδροφόνον καὶ κυνηγέτιν καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεῖσαν; Ταῦτα γὰρ οὐχ ἡμεῖς φαμεν, ἀλλὰ οἱ καθ᾿ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσιν.

Chapter 10

Τί μοι λοπὸν καταλέγειν τὸ πλῆθος ὦν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν, ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; Εἰ δὲ καὶ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πείσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν ἀκροπόλει τὴν Ἀθηνᾶν. Πεύσομαι δέ σου κἀγώ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος καὶ Ζεὺς Λατεάριος καὶ Ζεὺς Κάσιος καὶ Ζεὺς Κεραύνιος καὶ Ζεὺς Προπάτωρ καὶ Ζεὺς Παννύχιος καὶ Ζεὺς Πολιοῦχος καὶ Ζεὺς Καπετώλιος. Καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. Εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν (ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν), ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ᾿ ὧν θεραπεύεται, ὁπόσα τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς. Οὐ γάρ εἰσιν θεοί, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν. ἔργα χειρῶν ἀνθρώπων καὶ δαιμόνια ἀκάθαρτα. Γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ καὶ οἱ ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.

Chapter 11

Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. Θεῷ δὲ τῷ ὄντως θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ᾿ αὐτοῦ γέγονεν. Ἐρεῖς οὖν μοι· Διὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα; Ὅτι οὐκ εἰς τὸ προσκυνεῖθαι γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾶσαι τῇ νομίμῳ τιμῇ. Θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος ὑπὸ θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν. Τρόπῳ γάρ τινι παρὰ θεοῦ οἰκονομίαν πεπίστευται· καὶ γὰρ αὐτὸς οὓς ἔχει ὑφ᾿ ἑαυτὸν τεταγμένους οὐ βούλεται βασιλεῖς καλεῖσθαι· τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα, καὶ οὐκ ἄλλῳ ἐξόν ἐστιν τοῦτο καλεῖσθαι· οὕτως οὐδὲ προσκυνεῖσθαι ἀλλ᾿ ἢ μόνῳ θεῷ. Ὥστε κατὰ πάντα πλανᾶσαι, ὦ ἄνθρωπε. Τὸν δὲ βασιλέα τίμα εὐνοῶν αὐτῷ, ὑποτασσόμενος αὐτῷ, εὐχόμενος ὑπὲρ αὐτοῦ. Τοῦτο γὰρ ποιῶν ποιεῖς τὸ θέλημα τοῦ θεοῦ. Λέγει γὰρ ὁ νόμος ὁ τοῦ θεοῦ· Τίμα υἱὲ θεὸν καὶ βασιλέα, καὶ μηδενὶ αὐτῶν ἀπειθὴς ᾖς· ἐξαίφνης γὰρ τίσονται τοὺς ἐχθροὺς αὐτῶν.

Chapter 12

Περὶ δὲ τοῦ σε καταγελᾶν μου, καλοῦντά με Χριστιανόν, οὐκ οἶδας ὃ λέγεις. Πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστιν. Ποῖον γὰρ πλοῖον δύναται εὔχρηστον εἶναι καὶ σώζεσθαι, ἐὰν μὴ πρῶτον χρισθῇ; Ἤ ποῖος πύργος ἢ οἰκία εὔμορφος καὶ εὔχρηστός ἐστιν, ἐπὰν οὐ κέχρισται; Τίς δὲ ἄνθρωπος εἰσελθὼν εἰς τόνδε τὸν βίον ἢ ἀθλῶν οὐ χρίεται ἐλαίῳ; Ποῖον δὲ ἔργον ἢ κόσμιον δύναται εὐμορφίαν ἔχειν, ἐὰν μὴ χρισθῇ καὶ στιλβωθῇ; Εἶτα ἀὴρ μὲν καὶ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν τρόπῳ τινὶ χρίεται φωτὶ καὶ πνεύματι. Σὺ δὲ οὐ βούλει χρισθῆναι ἔλαιον θεοῦ; Τοιγαροῦν ἡμεῖς τούτου εἵνεκεν καλούμεθα Χριστιανοὶ ὅτι χριόμεθα ἔλαιον θεοῦ.

Chapter 13

Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γὰρ Δεῖξόν μοι κἄν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω· πρῶτον μὲν τί μέγα, εἰ θεασάμενος τὸ γεγονὸς πιστεύσῃς; Εἶτα πιστεύεις μὲν Ἡρακλέα καύσαντα ἑαυτὸν ξῆν καὶ Ἀσκληπιὸν κεραυνωθέντα ἐγηγέρθαι. Τὰ δὲ ὑπὸ τοῦ θεοῦ σοι γεγόμενα ἀπιστεῖς; Ἴσως καὶ ἐπιδείξω σοι νεκρὸν ἐγερθέντα καὶ ζῶντα, καὶ τοῦτο ἀπιστήσεις. Ὁ μὲν οὖν θεός σοι πολλὰ τεκμήρια ἐπιδείκνυσιν εἰς τὸ πιστεύειν αὐτῷ. Εἰ γὰρ βούλει, κατανόησον τὴν τῶν καιρῶν καὶ ἡμερῶν καὶ νυκτῶν τελευτήν, πῶς καὶ αὐτὰ τελευτᾶ καὶ ἀνίσταται. Τί δὲ καὶ οὐχὶ ἡ τῶν σπερμάτων καὶ καρπῶν γινομένη ἐξανάστασις, καὶ τοῦτο εἰς τὴν χρῆσιν τῶν ἀνθρώπων; Εἰ γὰρ τύχοι εἰπεῖν, κόκκος σίτου ἢ τῶν λοιπῶν σπερμάτων, ἐπὰν βληθῇ εἰς τὴν γῆν, πρῶτον ἀποθνήσκει καὶ λύεται, εἶτα ἐγείρεται καὶ γίνεται στάχυς. Ἡ δὲ τῶν δένδρων καὶ ἀκροδρύων φύσις, πῶς οὐχὶ κατὰ πρόσταγμα θεοῦ ἐξ ἀφανοῦς καὶ ἀοράτου κατὰ καιροὺς προφέρουσιν τοὺς καρπούς; Ἔτι μὴν ἐνίοτε καὶ στρουθίον ἢ τῶν λοιπῶν πετεινῶν, καταπιὸν σπέρμα μηλέας ἢ συκῆς ἤ τινος ἑτέρου, ἦλθεν ἐπί τινα λόφον πετρώδη ἢ τάφον καὶ ἀφώδευσεν, κἀκεῖνο δραξάμενον ἀνέφυ δένδρον, τό ποτε καταποθὲν καὶ διὰ τοσαύτης θερμασίας διελθόν. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἡ τοῦ θεοῦ σοφία, εἰς τὸ ἐπιδεῖξαι καὶ διὰ τούτων ὅτι δυνατός ἐστιν ὁ θεὸς ποιῆσαι τὴν καθολικὴν ἀνάστασιν ἁπάντων ἀνθρώπων. Εἰ δὲ καὶ θαυμασιώτερον θέαμα θέλεις θεάσασθαι γινόμενον πρὸς ἀπόδειξιν ἀναστάσεως, οὐ μόνον τῶν ἐπιγείων πραγμάτων ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ, κατανόησον τὴν ἀνάστασιν τῆς σελήνης τὴν κατὰ μῆνα γενομένην, πῶς φθίνει ἀποθνήσκει ἀνίσταται πάλιν. Ἔτι ἄκουσον καὶ ἐν σοὶ αὐτῷ ἔργον ἀναστάσεως γινόμενον, κἂν ἀγνοεῖς, ὦ ἄνθρωπε. Ἴσως γάρ ποτε νόσῳ περιπεσὼν ἀπώλεσάς σου τὰς σάρκας καὶ τὴν ἰσχὺν καὶ τὸ εἶδος, ἐλέους δὲ τυχὼν παρὰ θεοῦ καὶ ἰάσεως πάλιν ἀπέλαβές σου τὸ σῶμα καὶ τὸ εἶδος καὶ τὴν ἰσχύν· καὶ ὥσπερ οὐκ ἔγνως ποῦ ἐπορεύθησάν σου αἱ σάρκες ἀφανεῖς γενόμεναι, οὕτως οὐκ ἐπίστασαι οὐδὲ πόθεν ἐγένοντο ἢ πόθεν ἦλθον. Ἀλλὰ ἐρεῖς· ἐκ τροφῶν καὶ χυμῶν ἐξαιματουμένων. Καλῶς· ἀλλὰ καὶ τοῦτο ἔργον θεοῦ τοῦ οὕτω δημιουργήσαντος, καὶ οὐκ ἄλλο τινός.

Chapter 14

Μὴ οὖν ἀπίστει, ἀλλὰ πίστευε. Καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι, ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἅμα καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν, οἳ καὶ προεῖπον διὰ πνεύματος θεοῦ τὰ προγεγονότα ᾧ τρόπῳ γέγονεν, καὶ τὰ ἐνεστῶτα τίνι τρόπῳ γίνεται, καὶ τὰ ἐπερχόμενα ποίᾳ τάξει ἀπαρτισθήσεται. Ἀπόδειξιν οὖν λαβὼν τῶν γινομένων καὶ προαναπεφωνημένων οὐκ ἀπιστῶ, ἀλλὰ πιστεύω πειθαρχῶν θεῷ· ᾧ, εἰ βούλει, καὶ σὺ ὑποτάγηθι πιστεύων αὐτῷ, μὴ νῦν ἀπιστήσας πεισθῇς ἀνιώμενος τότε ἐν αἰωνίοις τιμωρίαις. Ὧν τιμωριῶν προειρημένων ὑπὸ τῶν προφητῶν μεταγενέστεροι γενόμενοι οἱ ποιηταὶ καὶ φιλόσοφοι ἔκλεψαν ἐκ τῶν ἁγίων γραφῶν, εἰς τὸ δόγματα αὐτῶν ἀξιόπιστα γενηθῆναι. Πλὴν καὶ αὐτοὶ προεῖπον περὶ τῶν κολάσεων τῶν μελλουσῶν ἔσεσθαι ἐπὶ τοὺς ἀσεβεῖς καὶ ἀπίστους, ὅπως ᾖ ἐμμάρτυρα πᾶσιν, πρὸς τὸ μὴ εἰπεῖν τινας ὅτι Οὐκ ἠκούσαμεν οὐδὲ ἔγνωμεν. Εἰ δὲ βούλει, καὶ σὺ ἔντυχε φιλοτίμως ταῖς προφητικαῖς γραφαῖς· καὶ αὐταί σε τρανότερον ὁδηγήσουσιν πρὸς τὸ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν τοῦ θεοῦ. Ὁ γὰρ δοὺς στόμα εἰς τὸ λαλεῖν καὶ πλάσας οὖς εἰς τὸ ἀκούειν καὶ ποιήσας ὀφθαλμοὺς εἰς τὸ ὁρᾶν ἐξετάσει τὰ πάντα καὶ κρινεῖ τὸ δίκαιον, ἀποδιδοὺς ἐκάστῳ κατὰ ἀξίαν τῶν μισθῶν. Τοῖς μὲν καθ᾿ ὑπομονὴν διὰ ἔργων ἀγαθῶν ζητοῦσιν τὴν ἀφθαρσίαν δωρήσεται ζωὴν αἰώνιον, χαράν, εἰρήνην, ἀνάπαυσιν καὶ πλήθη ἀγαθῶν, ὧν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τοῖς δὲ ἀπίστοις καὶ καταφρονηταῖς καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ἐπὰν ἐμφύρωνται μοιχείαις καὶ πορνείαις καὶ ἀρσενοκοιτίαις καὶ πλεονεξίαις καὶ ταῖς ἀθεμίτοις εἰδωλολατρείαις, ἔσται ὀργὴ καὶ θυμός, θλῖψις καὶ στενοχωρία· καὶ τὸ τέλος τοὺς τοιούτους καθέξει πῦρ αἰώνιον. Ἐπειδὴ προσέθηκας, ὦ ἑταῖρε, „Δεῖξόν μοι τὸν θεόν σου,“ οὗτός μου θεός, καὶ συμβουλεύω σοι φοβεῖσθαι αὐτὸν καὶ πιστεύειν αὐτῷ.

Book 2

Chapter 1

Ἐπειδὴ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθώτατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ θεὸς καὶ δι᾿ ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῖν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτά σου ἔχοντος πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν. Σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν ἰδιώτης ᾦ τῷ λόγῳ, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε τοῦ συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι᾿ ὀλίγων τῶν κατὰ σὲ ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.

Chapter 2

Καὶ γὰρ γέλοιόν μοι δοκεῖ λιθοξόους μὲν καὶ πλάστας ἢ ζωγράφους ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν καὶ θεοὺς κατασκευάζειν, οἵ, ἐπὰν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς καὶ ἡγοῦνται θεοὺς αὐτούς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ᾿ αὐτῶν, ἤτοι λίθος ἢ χαλκὸς ἢ ξύλον ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. Τοῦτο δὴ καὶ ὑμῖν συμβέβηκεν τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν. Ὁπόταν γὰρ ἐντυγχάνετε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνιέντες ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι τοιοῦτοι καὶ ἐγεννήθησαν.

Chapter 3

Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο. Τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; Εἰ γὰρ τότε ἐγέννων καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δὲ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθησεται· ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον καὶ οὐκ ἔτι εἰσίν. Εἰ γὰρ ἐγεννῶντο θεοί, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾶσθαι, καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται· μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἶναι τῶν ἀνθρώπων, ὥς φησιν Σίβυλλα· Εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσι, Πλείονες ἀνθρώπων γεγεννημένοι οἱ θεοὶ ἦσαν, Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾶσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας κατὰ τοὺς ποιητὰς γεννᾶν καὶ γεννᾶσθαι, καθώς φατε θεῶν γένεσιν γεγενῆσθαι; Πρὸς τί δὲ τότε μὲν τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τυγχάνει; Ἢ τίνος εἵνεκεν τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει (ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητάς), νυνὶ δὲ ἀγνοεῖται; Διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλὰ ἐν μέρει γῆς εὑρίσκετο; Ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι καὶ τῶν πάντων προνοεῖν. Εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς, θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος καὶ τοῦ ὄντως θεοῦ τοῦτό ἐστιν μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾶν καὶ πάντων ἀκούειν, ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστιν τὸ χωροῦν τοῦ χωρουμένου· θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων. Πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην· πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; Ποῦ δὲ καὶ ἐπορεύθη; Εἰς οὐρανούς; Οὐχί. Ἀλλὰ ἐρεῖς εἰς Κρήτην; Ναί· ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. Πάλιν φήσεις εἰς Πεῖσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. Ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.

Chapter 4

Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου θεὸν εἷναι, ἤ, εἶ καὶ ἔστιν, μηδενός φασιν φροντίζειν τὸν θεὸν πλὴν ἑαυτοῦ. Καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο, Ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγένητον καὶ φύσιν ἀΐδιον, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι θεοῦ ἐτόλμησαν ἐξειπεῖν, ἀλλὰ θεὸν εἶναι μόνον φασὶν τὴν ἑκάστου συνείδησιν. Ἄλλοι δ᾿ αὖ τὸ δι᾿ ὅλου κεχωρηκὸς πνεῦμα θεὸν δογματίζουσιν. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ θεὸν μὲν ὁμολογοῦσιν ἀγένητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται θεὸν καὶ ὕλην ἀγένητον, καὶ ταύτην φασὶν συνηκμακέναι τῷ θεῷ. Εἰ δὲ θεὸς ἀγένητος καὶ ὕλη ἀγένητος, οὐκ ἔτι ὁ θεὸς ποιητὴς τῶν ὅλων· ἐστὶν κατὰ τοὺς Πλατωνικούς, οὐδὲ μὴν μοναρχία θεοῦ δείκνυται, ὅσον τὸ κατ᾿ αὐτούς. Ἔτι δὲ καὶ ὥσπερ ὁ θεός, ἀγένητος ὥν, καὶ ἀναλλοίωτός ἐστιν, οὕτως, εἰ καὶ ἡ ὕλη ἀγένητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν· τὸ γὰρ γενητὸν τρεπτὸν καὶ ἀλλοιωτόν, τὸ δὲ ἀγένητον ἄτρεπτον καὶ ἀναλλοίωτον. τί δὲ μέγα, εἰ ὁ θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; Καὶ γὰρ τεχνίτης ἄνθρωπος, ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ. Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται, καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν ἀλλ᾿ ἢ μόνου θεοῦ. Καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ᾿ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικόν, ἔμπνουν, αἰσθητικόν. Ὥσπερ οὖν ἐν τούτοις πᾶσιν δυνατώτερός ἐστιν ὁ θεὸς τοῦ ἀνθρώπου, οὕτως καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα, καὶ ὅσα βούλεται καὶ ὡς βούλεται.

Chapter 5

Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. Τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου ἀλλὰ καὶ θεῶν. Φησὶν γάρ που· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, Ἐξ οὗ δὴ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. Ἃ δὴ λέγων οὐκ ἔτι θεὸν συνιστᾷ. Τίς γὰρ οὐκ ἐπίσταται τὸν Ὠκεανὸν ὕδωρ εἶναι; Εἰ δὲ ὕδωρ, οὐκ ἄρα θεός. Ὁ δὲ θεός, εἰ τῶν ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. Καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. Ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. Ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. Οὕτως γάρ φησιν· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. Εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. Λέγει γάρ· Χαίρετε, τέκνα Διός, δότε δ᾿ ἱμερόεσσαν ἀοιδήν. Κλείετε δ᾿ ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, Ὥς τ᾿ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο, Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. Ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾿ ἔχουσαι Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅ τι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; Ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅκου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;

Chapter 6

Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης, Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελής, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ, Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί· Γείνατο δ᾿ Οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα· Ἣ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην. Καὶ ταῦτα εἰκὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο Εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων καὶ μεταῤῥυθμίζων καὶ μεταμορφῶν; Πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζεν καὶ ἐκόσμει; Ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης ἀλλὰ καὶ τοῦ κόσμου καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος. Ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτήν, λέγω δὲ θεός, ὁ καὶ κατακοσμήσας ωὐτήν; Ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται καὶ ἐναντία ἑαυτῷ λέγων. Εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων καὶ Γιγάντων πληθύν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων, ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης, ὁ καὶ Ὁράπιος ἐπικληθείς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς καὶ τῶν βασιλέων αὐτῶν.

Chapter 7

Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; Καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Πρώτιστα τεκὼν μελανόπτερος ὠόν. Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μὰρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνητοῦ, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. Ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.

Chapter 8

Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; Ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι, ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς, Μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν· οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς. Ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. Πρῶτον μὲν ὅτι τινὲς ἀγένητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Καὶ οἱ μὲν ἀγένητον αὐτὸν καὶ ἀΐδιον φύσιν φάσκοντες οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. Εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. Ἕτεροι δ᾿ αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα Καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες. Τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ᾿ ἤπιος ἀνθρώποισιν Δεξιὰ σημαίνει, λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι, λέγει δ᾿ ὅτε δεξιαὶ ὧραι Καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. Τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι Πρόνοια δ᾿ ἐστὶν οὐδενὸς [σαφής], Εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις; Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. Λέγει γάρ· Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. Καὶ Σιμωνίδης· Οὔτις ἄνευ θεῶν Ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βροτός. Θεὸς ὁ παμμῆτις· ἀπήμαντον δ᾿ οὐδὲν Ἔστιν ἐν αὐτοῖς. Ὁμοίως καὶ Εὐριπίδης· Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ. Καὶ Μένανδρος· Οὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. Καὶ πάλιν Εὐριπίδης· Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ, Πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. Καὶ [Θέστιος]· Θεοῦ θέλοντος σώζῃ, κἂν ἐπὶ ῥιπὸς πλέῃς. Καὶ τὰ τοιαῦτα μυρία εἰπόντες ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. Ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν ἐν ἑτέρῳ λέγων· Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. Πλὴν καὶ πληθὺν εἰσήγαγον ἢ καὶ μοναρχίαν εἷπον, καὶ πρόνοιαν εἶναι τοῖς λέγουσιν ἀπρονοησίαν τἀναντία εἰρήκασιν. Ὁθεν Εὐριπίδης ὁμολογεῖ λέγων· Σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων, μάτην Πόνους ἔχοντες, οὐδὲν εἰδότες. Καὶ μὴ θέλοντες ὁμολογοῦσιν τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες ἃ εἶπον δι᾿ αὐτῶν εἶπον. Ἤτοι γὰρ οἱ ποιηταί, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν ὑπὸ Μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι ἀλλὰ πλάνῳ. Ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε θεοῦ μοναρχίας καὶ κρίσεως καὶ τῶν λοιπῶν ὧν ἔφασαν.

Chapter 9

Οἱ δὲ τοῦ θεοῦ ἄνθρωποι, πνευματοφόροι πνεύματος ἁγίου καὶ προφῆται γενόμενοι, ὑπ᾿ αὐτοῦ τοῦ θεοῦ ἐμπνευσθέντες καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. Διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα θεοῦ γενόμενοι καὶ χωρήσαντες σοφίαν τὴν παρ᾿ αὐτοῦ, δι᾿ ἧς σοφίας εἶπον καὶ τὰ περὶ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. Καὶ οὐχ εἷς ἢ δύο ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησιν Σίβυλλα· καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασιν, τά τε πρὸ αὐτῶν γεγενημένα καὶ τὰ κατ᾿ αὐτοὺς γεγονότα καὶ τὰ καθ᾿ ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται.

Chapter 10

Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. Οὐ γάρ τι τῷ θεῷ συνήκμασεν· ἀλλ᾿ αὐτὸς ἑαυτοῦ τόκος ὢν καὶ ἀνενδεὴς ὢν καὶ ὑπάρχων πρὸ τῶν αἰώνων ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασεν τὸν κόσμον. Ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος οὐδενὸς προσδεῖται. Ἔχων οὖν ὁ θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐγέννησεν αὐτὸν μετὰ τῆς ἑαυτοῦ σοφίας ἐξερευξάμενος πρὸ τῶν ὅλων. Τοῦτον τὸν λόγον ἔσχεν…

Chapter 11

Ἀρχὴ…

Chapter 12

Τ…

The complete text is available when the reading interface loads.