The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. Diels and Kranz, op. cit., 321–326.
CTS identifier
urn:cts:greekLit:tlg1729.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

τέρων, ὁπόσα δ' αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ

παρὰ τῶν εἰδότων πυνθάνεσθαι> ...‘ τοιαύτη μὲν οὖν τις ἡ

Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέ-

ρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

2

{ΥΠΕΡ ΛΑΡΙΣΑΙΩΝ}

CLEM. Strom VI 16 [II 435, 16 St.] καὶ μὴν ἐν Τηλέφωι

εἰπόντος Εὐριπίδου ’Ἕλληνες ὄντες βαρβάροις δουλεύ-

σομεν;‘ [fr. 719 N.2] <Θ. ἐν τῶι ὑπὲρ Λαρισαίων> λέγει· <’Ἀρχε-

λάωι δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρωι;‘>

tit,3-7a

{ΜΕΓΑΛΗ ΤΕΧΝΗ}

3

SCHOL. ARISTOPH. AV. 880 τὰ αὐτὰ τοῖς Θεοπόμπου

καὶ Θ. φησιν <ἐν τῆι Μεγάληι

τέχνηι>.

4

ATHEN. X 416 A Θ. δ' ὁ Χαλκηδόνιος ἔν <τινι τῶν

προοιμίων> τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον

καὶ ξενιζόμενον παρ' αὐτῶι πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ

βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο εἶπε Περσῶν ἀναριθμήτους

συγκόψειν. καὶ τῆι ὑστεραίαι πολλοὺς καθ' ἕνα νικήσας μετὰ τοῦτο

ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη

τοσαύτας, εἰ προσίοι τις, πληγάς.

5

ARISTOT. Rhet. Γ 1. 1404a 13 ἐγκεχειρήκασιν δὲ ἐπ'

ὀλίγον περὶ αὐτῆς [τῆς ὑποκριτικῆς] εἰπεῖν τινες, οἷον Θ. ἐν

<τοῖς Ἐλέοις>.

6

PLATO Phaedr. 267 c τῶν γε μὴν

οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι

τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος. <ὀργίσαι τε αὖ

πολλοὺς> ἅμα δεινὸς ἁνὴρ γέγονε <καὶ πάλιν ὠργισμένοις ἐπάι-

δων κηλεῖν>, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν

δὴ κράτιστος. HERMIAS Z. d. St. p. 239, 18 Couvreur ὁ γὰρ Χαλ-

κηδόνιος, τουτέστιν ὁ Θ., ταῦτα ἐδίδαξεν, ὡς δεῖ εἰς οἶκτον ἐγεῖραι

τὸν δικαστὴν καὶ ἐπισπᾶσθαι ἔλεον, γῆρας, πενίαν, τέκνα ἀποδυρό-

μενον καὶ τὰ ὅμοια.

6a

—de rep. 338c φημὶ .. ἐγὼ εἶναι <τὸ δίκαιον

οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος ξυμφέρον>.

7

PLUT. Quaest. conv. I 2, 3 p. 616 D δεῖ

καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς Ἀριστοτέλους

Τόπους [Γ 1ff.] ἢ τοὺς Θρασυμάχου <Ὑπερβάλλοντας> ἔχειν προ-

χείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον, ἀλλὰ τὴν κενὴν δόξαν

ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα.

7a

PHILODEM. Rhet. II 49 [Suppl. ed. Sudhaus Lps. 1895

S. 42ff.] καὶ Μητρόδωρος [fr. 20ff. A. Körte Jahrb. f. cl. Phil.

Suppl. 17 (1880) 548] δὲ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν

παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν ...

εἰπ〈εῖν〉 μὲν ἐ〈ν π〉λήθει πε〈ρὶ τ〉ῶν πλήθ〈ει〉 χρησίμων ἱκαν〈όν,

τ〉ὴν δὲ Θρασυμάχου τέ〉χνην ἢ ἄ〈λλου〉 ὁτο〈υδήποτ'〉 αὐτῶν οὐ

μ〈αθό〉ντας ... Θρασύμαχον καὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων

τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν οὐθ〈έν, ὧ〉ν φ〈α〉-

σιν ἔχειν τὰς τέχνας, συντελοῦντας.

8

HERMIAS z. Plat. Phaedr. p. 239, 21 Couvr. [zu σθένος p. 267c

s. B 6] ἔγραψεν [Thr.] ἐν λόγωι ἑαυτοῦ τοιοῦτόν τι, ὅτι <οἱ θεοὶ οὐχ ὁρῶσι

τὰ ἀνθρώπινα· οὐ γὰρ ἂν τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν

παρεῖδον τὴν δικαιοσύνην· ὁρῶμεν γὰρ τοὺς ἀνθρώπους ταύτηι μὴ

χρωμένους>.