Fragmenta
- Edition reference
- Fragmenta, FGrH #566: 3B:592–658.
- CTS identifier
urn:cts:greekLit:tlg1733.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3b,566,F
6
τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ·
καὶ γὰρ πλούσιον εἶναι. <«πως οὖν»> φησίν <«εἰς τοὺς κρατῆρας ἥλατο,
ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν
οὖν ἐν Πελοποννήσωι»>. (72) οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαί-
νεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει·
<«ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος,
καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων»>.
7
POLYB. 12, 28, 8: (T 19 p. 590, 16) κατὰ γὰρ τὸ προοίμιον τῆς
ἕκτης βίβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως, καὶ
φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας.
(9) ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρωι (70 F 111) φησὶ προσπεσεῖν,
οὐ δυνηθέντος δ' ἱκανῶς ἐκείνου πρὸς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται
συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα
ποιῶν πάντων ἀτοπώτατον. (10) πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγρα-
φέως. ὁ γὰρ Ἔφορος .... (11) κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ
πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογο-
γράφων. (12) ὁ δ' ἵνα μὴ δόξηι ταὐτὰ λέγειν Ἐφόρωι, πρὸς τῶι κατεψεῦσθαι
ἐκείνου καὶ τῶν λοιπῶν †!ν κα(τ)έγνωσκε γὰρ !!!π' ἄλλων δεόντως κεχειρισ-
μένα μακρῶς καὶ ἀσαφῶς καὶ τῶι παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν ζώντων
ὑπέλαβε τοῦτο παρατηρήσειν. (28a) οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν
ἱστορίαν, πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς
ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατ' ἀλήθειαν ὠικοδομημένα καὶ κατε-
σκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων.
(2) δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν
μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους·
(3) αὐτὸς γοῦν τηλικαύτην ὑπομεμένηκε δαπάνην καὶ κακοπάθειαν τοῦ συνα-
γαγεῖν τὰ παρὰ Τυρίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ
Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μηδ' ἂν αὐτὸς ἐλπίσαι μήτ' ἂν ἑτέροις
ἐξηγούμενος πιστευθῆναι περὶ τούτων.
8
PHOT. SUD. s. v. Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρα-
κούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος—<δοῦλοι δ' ἦσαν οὗτοι τῶν
φυγάδων, ὡς Τίμαιος ἐν Ϛ̅—,> ὅθεν τοὺς ὑπερβολῆι πολλοὺς Καλλικυρίους
ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς
Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείαι (IV), ὅμοιοι τοῖς Λακεδαιμονίων
Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Κλαρώταις. καὶ
παροιμία ‘Καλλικυρίων πλείους’· τοῦτο ἐλέγετο, εἴποτε πλῆθος ἤθελον ἐμφῆ-
ναι· οἱ γὰρ Καλλικύριοι δοῦλοι ἦσαν, πλείους τῶν κυρίων αὐτῶν, ὥστε καὶ
αὐτοὺς ἐξέβαλον.
9
ATHEN. 12, 58 p. 541 BC: περὶ δὲ Σμινδυρίδου τοῦ Συβαρίτου
καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῆι ἕκτηι (127), † ὡς ἀποπλέων
ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίσ-
της, φησίν «ἀπὸ μὲν Ἰταλίης Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς
ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο»· εἵποντο γοῦν αὐτῶι χίλιοι μάγειροι
καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι.
10
ATHEN. 13, 32 p. 573 CD: νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθωι,
ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης (IV) ἱστορεῖ ἐν τῶι Περὶ Πινδάρου, ὅταν
ἡ πόλις εὔχηται περὶ μεγάλων τῆι Ἀφροδίτηι, συμπαραλαμβάνεσθαι πρὸς τὴν
ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῆι θεῶι καὶ
ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν
ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ (115 F 285) καὶ <Τίμαιος ἐν τῆι
ἑβδόμηι,> αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας,
εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης (F 104 Diehl2) ....
11a
ATHEN. 6, 86 p. 264 CD: Τίμαιος δ' ὁ Ταυρομενίτης ἐν τῆι
ἐνάτηι τῶν Ἱστοριῶν <«οὐκ ἦν»> φησί <«πάτριον τοῖς Ἕλλησιν ὑπὸ
ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι»>, γράφων οὕτως· <«καθό-
λου δὲ ἠιτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν
ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως
δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας † πλὴν ἐγγὺς
τῶν χρόνων, ἀλλὰ πρώτηι τῆι Φιλομήλου γυναικὶ τοῦ καταλα-
βόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως
δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας
κτησάμενον, διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν, ὡς τοσούτοις
τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφηιρημένον· εἰθίσθαι γὰρ
ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέ-
ροις».>
11b
—6, 103 p. 272 AB: Τίμαιος δ' ὁ Ταυρομενίτης ἐκλαθόμενος
αὑτοῦ—ἐλέγχει δ' αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς
δωδεκάτης τῶν Ἱστοριῶν (12, 6, 7)—οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι
δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος (T 16) ..., [εἰπὼν γὰρ] ὅτι Μνά-
σων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. κἀν τῆι τρίτηι (F 5) ...
12*
POLYB. 12, 5, 1: ἐμοὶ δὴ συμβαίνει καὶ παραβεβληκέναι πλεονάκις εἰς
τὴν τῶν Λοκρῶν πόλιν καὶ παρεσχῆσθαι χρείας αὐτοῖς ἀναγκαίας ... (3) ἐξ ὧν ... ἡμᾶς
ἠμείψαντο τοῖς τιμίοις καὶ φιλανθρώποις· διόπερ ὀφείλω μᾶλλον εὐλογεῖν Λοκροὺς ἢ τοὐναν-
τίον. (4) ἀλλ' ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπ' Ἀριστοτέλους παραδι-
δομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης.
(5) σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδόσιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς
ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος· καὶ τούτων γε τοιαύτας
ἔφερον ἀποδείξεις. (6) πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρ' αὐτοῖς ἀπὸ τῶν
γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ἐστιν, οἷον εὐθέως εὐγενεῖς παρά σφισι νομίζεσθαι τοὺς ἀπὸ
τῶν ἑκατὸν οἰκιῶν λεγομένους· (7) ταύτας δ' εἶναι τὰς ἑκατὸν οἰκίας τὰς προκριθείσας ὑπὸ
τῶν Λοκρῶν πρὶν ἢ τὴν ἀποικίαν ἐξελθεῖν, ἐξ ὧν ἔμελλον οἱ Λοκροὶ κατὰ τὸν χρησμὸν κληροῦν
τὰς ἀποσταλησομένας παρθένους εἰς Ἴλιον. (8) τούτων δή τινας τῶν γυναικῶν
συνεξᾶραι μετὰ τῆς ἀποικίας, ὧν τοὺς ἀπογόνους ἔτι νῦν εὐγενεῖς
νομίζεσθαι καὶ καλεῖσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν. (9) πάλιν ὑπὲρ τῆς φιαληφόρου
παρ' αὐτοῖς λεγομένης τοιαύτη τις ἱστορία παραδέδοτο, (10) διότι καθ' ὃν καιρὸν τοὺς
Σικελοὺς ἐκβάλοιεν τοὺς κατασχόντας τὸν τόπον τοῦτον τῆς Ἰταλίας, ὧν καὶ ταῖς θυσίαις
προηγεῖτο τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς, αὐτοὶ καὶ πλείω τῶν
Σικελικῶν ἐθῶν παραλαβόντες, διὰ τὸ μηδὲν αὐτοῖς πάτριον ὑπάρχειν καὶ τοῦτο διαφυλάττοιεν
ἀπ' ἐκείνων, (11) αὐτὸ δὲ τοῦτο διορθώσαιντο τὸ μὴ παῖδα ποιεῖν ἐξ αὑτῶν τὸν φιαληφόρον
ἀλλὰ παρθένον διὰ τὴν ἀπὸ τῶν γυναικῶν εὐγένειαν. (6) συνθῆκαι δὲ πρὸς μὲν τοὺς κατὰ
τὴν Ἑλλάδα Λοκροὺς οὔτ' ἦσαν οὔτ' ἐλέγοντο παρ' αὐτοῖς γεγονέναι, πρὸς μέντοι Σικελοὺς
πάντες εἶχον ἐν παραδόσει.
ταῦτα μὲν οὖν λέγεται παρὰ Λοκροῖς. (6a) ἐκ τούτων ἄν τις συλλογιζόμενος
Ἀριστοτέλει πρόσχοι μᾶλλον ἢ Τιμαίωι· καὶ μὴν τὸ συνεχὲς τούτωι τελέως ἄτοπον. (2) τὸ
γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας
τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς
τοὺς ἐκείνων φίλους εὔηθες.
(3) ἧι καὶ τὸ τοὺς Ἀθηναίους
πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην·
(4) εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι
τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν
Ἰταλίαν, εὔλογος γίνεται καὶ ἡ τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς (αὐτοὺς) τοὺς προειρη-
μένους, οὐκ ἐξεταζόντων 〈οὕτως〉 τὸ γένος ὡς τὴν προαίρεσιν. (5) νὴ Δία ἀλλὰ πῶς αὐτοὶ
μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν,
τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν .... (9) διόπερ οἱ Λοκροὶ μήτε ταῖς
ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις 〈οἷς〉 ὤμοσαν οἱ Λακεδαιμόνιοι .... τῆς μὲν κατὰ τὸ
κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον, (10) κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι
καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς
τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν.
(9) σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις
συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος
ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. (2) φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βίβλον,
οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλ' ἀληθινῶς
αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς
ἀποικίας. (3) τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῶι συνθήκας ἐγγράπτους,
ἔτι καὶ νῦν διαμενούσας πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ἐπιγεγράφθαι τὴν
ἀρχὴν τοιαύτην «ὡς γονεῦσι πρὸς τέκνα». (4) πρὸς δὲ τούτοις εἶναι δόγματα,
καθ' ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρ' ἑκατέροις. καθόλου δὲ ἀκούοντας
τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ
συγγραφέως. (5) μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκρούς, εὑρίσκειν
ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρ' αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῆι
τῶν οἰκετῶν ῥαιδιουργίαι, τῆι δὲ τῶν ἐλευθέρων ἀποικίαι. (6) πάντως γὰρ καὶ
τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρ' αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς,
τοῖς δραπέταις, ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνήιδεισαν αὑτοῖς ἐκ τοιούτων
πεφυκόσι.
(10) πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο
περὶ τούτων ..... (3) ἐπεὶ δὲ δύο ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε .... οὐδὲν γὰρ
ἡμῖν διασαφεῖται τούτων. (4) καίτοι διότι τοῦτ' ἴδιόν ἐστι Τιμαίου καὶ ταύτηι παρημίλληται
τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῆιδέ πηι τῆς ἀποδοχῆς **—λέγω δὲ κατὰ τὴν ἐν
τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπι-
μέλειαν—δοκῶ, πάντες γινώσκομεν. (5) διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον, πῶς οὔτε τὸ τῆς
πόλεως ὄνομα, παρ' οἷς εὗρεν, οὔτε 〈τὸν〉 τόπον, ἐν ὧι συμβαίνει τὴν συνθήκην ἀναγεγρά-
φθαι, διεσάφησεν ἡμῖν οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῶι τὴν ἀναγραφὴν καὶ πρὸς
οὓς ἐποιεῖτο τὸν λόγον ..... (6) ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς
αὑτῶι κατὰ πρόθεσιν ἐψευσμένωι. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέ-
λειπε Τίμαιος, ἀλλ' ἀπρίξ (τὸ δὴ λεγόμενον) ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων·
(7) ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπ' ὀνόματος, πρὸς ὅν φη-
σι περὶ τῶν ἐν Ἰταλίαι Λοκρῶν ποιήσασθαι τοὺς λόγους, (8) καὶ παρ' οὗ πυθέ-
σθαι περὶ τούτων, καὶ προσεξειργασμένος, ἵνα μὴ φανῆι τοῦ τυχόντος ἀκηκοώς,
ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου,
(9) ἦ πού γ' ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης παρεσιώ-
πησεν; (11) ..... (2) καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν
νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν, (3) ὃν οὔθ' ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν
οὔθ' εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένωι συγγνώμην δοτέον οὐδαμῶς· (4)
πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον
αὐτὸς ἀπαραιτήτου τυγχάνει κατηγορίας. (5) οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος,
μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ
τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις 〈ὑπάρχειν ὅμοια(?), τὸν δ'〉
Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως.
13a
SCHOL. T PLAT. Phaidr. 279 C (ZENOB. Prov. 4, 79; PHOT.
SUD. s. v.): κοινὰ τὰ τῶν φίλων· ἐπὶ τῶν εὖ μεταδότων. φασὶ δὲ λεχθῆναι
πρῶτον τὴν παροιμίαν περὶ τὴν Μεγάλην Ἑλλάδα, καθ' οὓς χρόνους ὁ Πυ-
θαγόρας ἔπειθε τοὺς αὐτὴν κατοικοῦντας ἀδιανέμητα πάντα κεκτῆσθαι. φησὶ
γοῦν ὁ Τίμαιος ἐν τῆι θ̅ οὕτω· <«προσιόντων δ' οὖν αὐτῶι τῶν νεωτέ-
ρων καὶ βουλομένων συνδιατρίβειν, οὐκ εὐθὺς συνεχώρησεν,
ἀλλ' ἔφη δεῖν καὶ τὰς οὐσίας κοινὰς εἶναι τῶν ἐντυγχανόν-
των».> εἶτα μετὰ πολλὰ φησί· <«καὶ δι' ἐκείνους πρῶτον ῥηθῆναι
κατὰ τὴν Ἰταλίαν ὅτι ‘κοινὰ τὰ τῶν φίλων’».> ἐμνήσθη δὲ ταύτης
καὶ Ἀριστοτέλης ἐν τῶι θ̅ τῶν Ἠθικῶν (Eth. Nic. 8, 11 p. 1159 b 31).
Κλέαρχος (IV) δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίαι πεμφθῆναι δῶρα εἰς
Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι· τῶν δὲ Δελφῶν μαντευομένων, εἰ ἐξ ἴσης
τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεὸς ‘κοινὰ τὰ τῶν φίλων’. καὶ Μένανδρος
ἐν Ἀδελφοῖς β̅ (III 6, 9 K).
13b
DIOG. LAERT. 8, 10: εἶπέ τε πρῶτος, ὥς
φησι Τίμαιος, κοινὰ τὰ φίλων εἶναι καὶ φιλίαν ἰσότητα. καὶ αὐτοῦ οἱ μαθηταὶ
κατετίθεντο τὰς οὐσίας εἰς ἓν ποιούμενοι, πενταετίαν τε ἡσύχαζον, μόνων τῶν
λόγων κατακούοντες καὶ οὐδέπω Πυθαγόραν ὁρῶντες, εἰς ὃ δοκιμασθεῖεν·
τοὐντεῦθεν δὲ ἐγίνοντο τῆς οἰκίας αὐτοῦ, καὶ τῆς ὄψεως μετεῖχον.
14
DIOG. LAERT. 8, 54: <ἀκοῦσαι δ' αὐτὸν> (scil. Ἐμπεδοκλέα)
<Πυθαγόρου Τίμαιος διὰ τῆς ἐνάτης ἱστορεῖ, λέγων ὅτι κατα-
γνωσθεὶς ἐπὶ λογοκλοπίαι τότε> (καθὰ καὶ Πλάτων) <τῶν λόγων ἐκω-
λύθη μετέχειν.> μεμνῆσθαι δὲ καὶ αὐτὸν Πυθαγόρου λέγοντα (Vorsokr. 5
[21] B 129) «ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, / ὃς δὴ μήκιστον
πραπίδων ἐκτήσατο πλοῦτον». οἱ δὲ τοῦτο εἰς Παρμενίδην αὐτὸν λέγειν
ἀναφέροντα.
15
KYRILL. c. Julian. VI p. 208: Πορφύριος ἐν τῶι τρίτωι τῆς
Φιλοσόφου ἱστορίας (260 F 8)· .... δημιουργὸν γὰρ γενέσθαι τὸν Σωκράτην
πατρώιαι τέχνηι χρώμενον τῆι λατυπικῆι 〈Ἀριστόξενος ἱστορεῖ〉· <καὶ
Τίμαιος ἐν τῆι ἐνάτηι λιθουργεῖν φησὶ μεμαθηκέναι Σωκράτην.>
εἰ δὲ ὁ μὲν διὰ δυσμένειαν 〈ἀν〉αξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν—νεώτερος
γάρ [ὁ Ἀριστόξενος]—, Μενεδήμωι τῶι Πυρραίωι χρηστέον, Πλάτωνος μὲν
γεγονότι μαθητῆι, πρεσβυτέρωι δὲ γεγονότι Ἀριστοξένου, λέγοντι ... ὅτι οὐκ
ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν οὔτε ὑπὲρ τῆς
μητρὸς ὡς μαίας.
16
ATHEN. 4, 56 p. 163 EF: Τίμαιος δ' ὁ Ταυρομενίτης ἐν τῆι
ἐνάτηι τῶν Ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως· <«Διοδώρου τοῦ τὸ γένος
Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ
τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντος, πρὸς ὃν
ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν
ἀπαγγεῖλαι ‘τῶι περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσι-
μον / στοὰν ἔχοντι Πυθαγόρου πελάται’».>
17
DIOG. LAERT. 8, 11: Τίμαιός τέ φησιν ἐν δεκάτωι Ἱστοριῶν
λέγειν αὐτὸν (scil. Πυθαγόραν) τὰς συνοικούσας ἀνδράσι θεῶν ἔχειν ὀνόματα,
Κόρας, Νύμφας, εἶτα μητέρας 〈καὶ μαίας〉 καλουμένας.
18
SCHOL. PINDAR. Nem. 9, 95a: βαθυκρήμνοισι δ' ἀμφ' ἀκταῖς
Ἑλώρου] περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῶι Γελώιων τυράννωι
πρὸς Συρακοσίους πόλεμος, ὁ δὲ Γέλων, 〈οὗ〉 οὗτος ἑταῖρος,
ἱππάρχει τότε Ἱπποκράτει· ἐν δὴ τούτωι φησὶ τῶι πολέμωι εἰκὸς τὸν Χρόμιον
ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. <περὶ δὲ τούτου τοῦ πολέμου
Τίμαιος ἐν τῆι ι̅ δεδήλωκε·> ‘καθάπαξ γάρ’ φησὶν ὁ δίδυμος (p. 235
Schm) ‘οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμα-
κότων τῶι Χρομίωι τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς Συρα-
κουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ
Τίμαιος ποιήσει γράφων οὕτως· <«Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάν-
δρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῆι τεταγμένηι μεμε-
νηκότος, ἅμα δὲ τοῖς Γελώιοις χαρίσασθαι βουλόμενος, μετα-
πεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων
τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνωι παρέδωκεν»’.> (es folgt F 21).
19a
SCHOL. PINDAR. Ol.
5, 19a: νέοικον ἕδραν εἶπε τὴν Καμά-
ριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος
ἐν τῆι δεκάτηι. εἰσὶ δὲ οὗτοι οἱ
Καμαριναῖοι, 〈οἳ〉 ὑπὸ τοῦ Γέλωνος
τυράννου ἀνηιρέθησαν, εἶτα ὑπὸ Γε-
λώων συνωικίσθησαν ἐπὶ τῆς * ὀλυμ-
πιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ
τὴν Δαρείου τοῦ Πέρσου διάβασιν.
19b
——19b: † Ἱπποκράτης ὑπὸ τοῦ
τῶν Γελώων τυράννου ἀνηιρέθη, εἶτα
ὑπὸ Γελώων συνωικίσθη ἡ Καμάρινα
κατὰ τὴν † μ̅β̅ ὀλυμπιάδα, ὥς φησι
Τίμαιος· διὸ καὶ νέοικον εἶπε τὴν
πόλιν. ἡ δὲ ἅλωσις αὐτῆς ἐγένετο
κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου
στρατείαν.
20*
SCHOL. PINDAR. Pyth. 2, 2: Μεγαλοπόλιες ὦ Συράκοσαι, βα-
θυπολέμου τέμενος Ἄρεος] τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ
Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῆι νήσωι
ἐπιπλεύσαντας καθηιρῆσθαι, ἀλλὰ καὶ ὑπ' αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι,
ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος (IV) ἐν τῶι
Περὶ Τυρρηνῶν παύσασθαι αὐτούς, Γέλωνος προστάξαντος. <ὅτι δὲ καὶ
ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος διὰ τῆς ι̅α̅ ἀν-
έγραψεν.>
21*
SCHOL. PINDAR. Nem. 9, 95a: (F 18) ὅτι δὲ καὶ ὁ Γέλων τῶι
Χρομίωι ἐχρῆτο ἑταίρωι, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῆι 〈̅ι̅〉̅β̅
γράφων οὕτως· <«ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ' ἐκεῖνον κατέ-
στησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις γὰρ
ὁ Γέλων δέδωκε τὰς ἀδελφάς».>
22*
POLYB. 12, 25k § 2: (T 19 p. 596b 21 ff.) ὅτι τῶν δεδυναστευ-
κότων ἐν Σικελίαι μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμο-
κράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστ' ἂν δέοι περιάπτειν μειρακιώδεις
καὶ διατριβικοὺς λόγους. (3) ὁ δέ φησιν ἐν τῆι † μιᾶι καὶ εἰκοστῆι βίβλωι,
καθ' ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις
εἰς τὸν κατὰ τῶν Συρακουσίων πόλεμον, τότε τοὺς Γελώιους κάμνοντας τῶι
πολέμωι διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν. (4) τῶν δὲ προθύ-
μως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμά-
χους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν
βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῆι συμφερόντων. (5) παραγενο-
μένων δὲ τῶν συνέδρων, καὶ τοῦ διαβουλίου προτεθέντος, τοιούτοις τισὶ χρώ-
μενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην.
(6) ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελώιους καὶ τοὺς Καμαρι-
ναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι 〈τοῦ〉 τοὺς
περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν
τοῦ μὴ βουλεύεσθαι τὰ (πλ)ήθη περὶ τῶν διαλύσεων ἀλλὰ τοὺς προεστῶτας τῶν
πολιτευμάτων καὶ σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης· (7)
μετὰ δὲ ταῦτα δύο ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπὸν οἴεται
αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης,
μικρῶι πρότερον εἰρηκὼς ὅτι κατ' αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελώιοις, τὸ μὴ γίνεσθαι τοὺς
λόγους ἐν (τοῖς πολλοῖς, ἀλλ') ἐν συνεδρίωι καλῶς γινώσκοντι τὰς τοιαύτας παρα(λλα)γάς.
(8) ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ
καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπι(χειρήσεων οὐκ ὀλίγων ἐλαττοῦσθαι) .... (26) ὅς γε
πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους, διότι κοινωμένους
τὸν ὄρθρον ἐν μὲν τῶι πολέμωι διεγείρουσι σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην
οἱ ὄρνιθες. (2) μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα
θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὐτοῦ προαιρέσεως, ὅσοις δ'
ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατ' ἐπιταγήν,
ἑκουσίως δὲ παραίτιον κακῶν οὐδενὶ γεγονέναι τῶν ἀνθρώπων. (3) ἑξῆς δὲ
τούτοις παρὰ μὲν τῶι ποιητῆι (Il. Ε 890/1) τὸν Δία παρεισάγεσθαι δυσα-
ρεστούμενον τῶι Ἄρει καὶ λέγοντα «ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον
ἔχουσιν· / αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε». (4) ὁμοίως δὲ
καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν (I 63/4) «ἀφρήτωρ ἀθέμιστος ἀνέ-
στιός ἐστιν ἐκεῖνος, / ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος». (5) ὁμογνω-
μονεῖν δὲ τῶι ποιητῆι καὶ τὸν Εὐριπίδην (F 453 N2) ἐν οἷς φησιν «Εἰρήνα
βαθύπλουτε, / καλλίστα μακάρων θεῶν, / ζῆλός μοι σέθεν, ὡς χρονίζεις. / δέ-
δοικα δὲ μὴ πρὶν ὑπερβάλληι με γῆρας, / πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν /
καὶ καλλιχόρους ἀοιδὰς / φιλοστεφάνους τε κώμους». (6) ἔτι δὲ πρὸς τούτοις
ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῆι νόσωι, τὴν δ' εἰρήνην τῆι ὑγιείαι·
τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ὧι δὲ καὶ τοὺς ὑγιαίνοντας
ἀπόλλυσθαι. (7) καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων
θάπτεσθαι κατὰ φύσιν, ἐν δὲ τῶι πολέμωι τἀναντία. (8) τὸ δὲ μέγιστον, ἐν
μὲν τῶι πολέμωι μηδ' ἄχρι τῶν τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ δὲ τὴν
εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων· καὶ τούτοις ἕτερα παραπλήσια.
23
ATHEN. 7, 132 p. 327 B: Τίμαιος δ' ἐν τῆι ι̅γ̅ τῶν Ἱστοριῶν
περὶ τοῦ Σικελικοῦ πολιχνίου—λέγω δὲ τῶν Ὑκκάρων—διαλεγόμενος, προσα-
γορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας
ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένας ὕκας, καὶ τούτους ἐγκύους· δι'
οὓς οἰωνισαμένους Ὕκκαρον ὀνομάσαι τὸ χωρίον.
24a
ATHEN. 13, 54/55 p. 588 B—589 A: Λαίδος δὲ τῆς ἐξ
Ὑκκάρων—πόλις δ' αὕτη Σικελική, ἀφ' ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς
Κόρινθον, ὡς ἱστορεῖ Πολέμων (IV) ἐν τῶι ἕκτωι τῶν πρὸς Τίμαιον— ....
Νυμφόδωρος δ' ὁ Συρακόσιος (572 F 1) ἐν τῶι Περὶ τῶν ἐν Σικελίαι θαυμα-
ζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δ'
ἐν Μακεδόσιν ἢ Παυσανίαι (I 718, 26 K) Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ
τούτων· «εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; / —νυνὶ μὲν ἥκουσιν Μεγα-
ρόθεν, εἰσὶ δέ / Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους». <Τίμαιος δ' ἐν τῆι
τρισκαιδεκάτηι τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων,> καθὰ καὶ Πολέμων
εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίαι, ἐρασθεῖ-
σάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν [ταῖς] ξυλίναις
χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῶι· διὸ καὶ τὸ τέμενος κληθῆναι Ἀνο-
σίας Ἀφροδίτης. δείκνυσθαι δ' αὐτῆς τάφον παρὰ τῶι Πηνειῶι σημεῖον ἔχοντα
ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· «Τῆς δέ ποθ' ἡ μεγάλαυχος ἀνίκητός
τε πρὸς ἀλκήν / Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου / Λαίδος, ἣν ἐτέκνωσεν
Ἔρως, θρέψεν δὲ Κόρινθος· / κεῖται δ' ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις».
αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθωι τετάφθαι πρὸς τῶι Κρα-
νείωι.
24b
STEPH. BYZ. s. v. Εὐκαρπία· .... ἔστι καὶ Εὐκαρπία φρούριον
Σικελίας, 〈ὡς Πολέμων〉 ἐν τοῖς 〈Ἀντι〉λεγομένοις 〈πρὸς〉 Τίμαιον, καὶ
γενέσθαι ἐν τούτωι Λαίδα τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ
Κορινθίαν φασί.
25*
DIODOR. 13, 80:
(5) τέλος δὲ τῶν δυνάμεων
ἀθροισθεισῶν εἰς Καρχηδόνα, <συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν
ἱππεῦσιν οὐ πολλῶι πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα
μυριάδων,> ὡς δ' Ἔφορος (70 F 203), τριάκοντα μυριάδες. Καρχηδόνιοι
μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον
καὶ φορτηγὰ πλοῖα συνήγαγον πλείω τῶν χιλίων.
26a
DIODOR. 13, 81:
(3) Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῆι τῶν Καρχηδονίων ἐπικρατείαι, διελάμβανον (ὅπερ ἦν)
ἐπ' αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος· ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς
ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν.
(4) κατ' ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαν-
τίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη, περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται
διελθεῖν, καὶ γὰρ ἀμπελῶνες ** τοῖς μεγέθεσι καὶ τῶι κάλλει διαφέροντες,
καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι
καρπὸν ἐπώλουν εἰς Καρχηδόνα· (5) οὔπω γὰρ κατ' ἐκείνους τοὺς χρόνους
τῆς Λιβύης πεφυτευμένης, οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης
ἀντιφορτιζόμενοι πλοῦτον, οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. πολλὰ
δὲ τοῦ πλούτου παρ' αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα
διελθεῖν. (82) ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς
ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων· τῶν μὲν γὰρ ἄλλων ἱερῶν
τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν
πόλιν. τὸ δ' οὖν Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν,
ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι
τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. (2) ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος
πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν
εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. μέγιστος δ' ὢν τῶν ἐν Σικελίαι καὶ τοῖς
ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως· καὶ γὰρ
εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά.
(3) τῶν δ' ἄλλων ἢ μετὰ τοίχων τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλωι κίοσι τοὺς
οἴκους περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων·
συνωικοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δ'
ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον· καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ
περιφέρεια ποδῶν εἴκοσι, καθ' ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον
ἐναρμόζεσθαι σῶμα, τὸ δ' ἐντὸς ποδῶν δώδεκα. (4) τῶν δὲ στοῶν τὸ μέγεθος
καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῶι πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν
ἐποιήσαντο γλυφαῖς καὶ τῶι μεγέθει καὶ τῶι κάλλει διαφερούσαις, ἐν δὲ τῶι
πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ἧι τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν
οἰκείως τῆς περιστάσεως δεδημιουργημένον.
(5) ἦν δὲ καὶ λίμνη κατ' ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος,
ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν· εἰς ἣν
ἐπαγομένων ὑδάτων, ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῆι ποιῆσαι παντοίων
εἰς τὰς δημοσίας ἑστιάσεις· μεθ' ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων
ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις.
(6) δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἅ τινα μὲν
τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ
παίδων ἐν οἴκωι τρεφομένοις ὀρνιθαρίοις, ἃ <Τίμαιος ἑωρακέναι φησὶ
μέχρι τοῦ καθ' ἑαυ-
τὸν βίου διαμένον-
τα.> (7) καὶ κατὰ τὴν
προτέραν δὲ ταύτης ὀ-
λυμπιάδα, δευτέραν ἐπὶ
ταῖς ἐνενήκοντα,
νικήσαντος Ἐξαινέτου
Ἀκραγαντίνου, κατήγα-
γον αὐτὸν εἰς τὴν πόλιν
ἐφ' ἅρματος, συνεπόμ-
πευον δ' αὐτῶι χωρὶς
τῶν ἄλλων συνωρίδες
τριακόσιαι λευκῶν ἵπ-
πων, πᾶσαι παρ' αὐτῶν
τῶν Ἀκραγαντίνων. (8)
καθόλου δὲ καὶ τὰς ἀγω-
γὰς εὐθὺς ἐκ παίδων ἐ-
ποιοῦντο τρυφεράς, τήν
τ' ἐσθῆτα μαλακὴν φο-
ροῦντες καθ' ὑπερβολὴν
καὶ χρυσοφοροῦντες, ἔτι
δὲ στλεγγίσι καὶ ληκύ-
θοις ἀργυραῖς τε καὶ
χρυσαῖς χρώμενοι.
(83) ὁ δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατ' ἐκεῖνον τὸν χρόνον
Γελλίας, [ὃς] κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους, πρὸς ταῖς πύλαις ἔταττεν
οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίαι. πολλοὶ
δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαικῶς καὶ
φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς (Vorsokr.5 31 [21] B 112)
λέγει περὶ αὐτῶν «ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι». (2) <καὶ δή
ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας, χειμερίου
περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῆι πεντεκαιδε-
κάτηι βίβλωι, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν
ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν.> (3—4) καὶ
Πολύκριτος (559 F 3) ἐν ταῖς Ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν
πιθεῶνος .... (84) οὐ μόνον δὲ περὶ τὸν Γελλίαν συνέβαινεν εἶναι τοῦ πλού-
του μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους Ἀκραγαντίνους. Ἀντι-
σθένης γοῦν ὁ ἐπικαλούμενος Ῥόδος, γάμους ἐπιτελῶν τῆς θυγατρός, εἱστίασε
τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ὤικουν ἕκαστοι· καὶ ζεύγη τῆι νύμφηι
συνηκολούθησε πλείω τῶν ὀκτακοσίων, πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατ' αὐτὴν
τὴν πόλιν ἱππεῖς ἀλλὰ καὶ τῶν ἀστυγειτόνων πολλοὶ κληθέντες ἐπὶ τὸν γάμον
συμπροέπεμψαν τὴν νύμφην. (2) περιττότατον δέ φασι γενέσθαι τὸ περὶ τὴν
τοῦ φωτὸς κατασκευήν· τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς
ἐν τοῖς στενωποῖς καθ' ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν
ἐργαστηρίων 〈ἔδωκε〉 σχίδακας καὶ κληματίδας, παραγγείλας ὅταν ἀπὸ τῆς
ἀκροπόλεως ἀναφθῆι πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον· (3) ὧν ποιη-
σάντων τὸ προσταχθέν, καθ' ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν
τῶν τὰς δᾶιδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουθοῦν πλῆθος
οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῆι
τἀνδρὸς μεγαλοπρεπείαι· κατ' ἐκεῖνον γὰρ τὸν χρόνον Ἀκραγαντῖνοι μὲν
ἦσαν πλείους τῶν δισμυρίων (?), σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους
τῶν εἴκοσι μυριάδων. (4) φασὶ δὲ τὸν Ἀντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα
πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῶι τὸ ἀγρίδιον
πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δ' ἐπιθυμίας ἐπίτασιν λαμβανούσης,
φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσηι τὸν γείτονα, ἀλλὰ τοὐναντίον
ὅπως πλούσιος ὑπάρχηι· οὕτως γὰρ αὐτὸν ἐπιθυμήσειν μὲν ἀγροῦ μείζονος,
οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι, τὸν ὑπάρχοντα πωλήσειν.
(5) διὰ δὲ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε
τρυφὴν εἶναι παρὰ τοῖς Ἀκραγαντίνοις, ὥστε μετ' ὀλίγον τῆς πολιορκίας γινο-
μένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως
μή τις ἔχηι πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίων καὶ δυεῖν προσκεφα-
λαίων. (6) τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι
λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν. περὶ μὲν οὖν τούτων οὔτε παρα-
δραμεῖν ἠθελήσαμεν οὔτ' ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν.
(85) οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν
πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο κτλ.
26b
DIOG. LAERT. 8, 51:
Ἐμπεδοκλῆς, ὥς φησιν
Ἱππόβοτος (IV), Μέ-
τωνος ἦν υἱὸς τοῦ Ἐμ-
πεδοκλέους Ἀκραγαντῖ-
νος. τὸ δ' <αὐτὸ καὶ
Τίμαιος ἐν τῆι πεν-
τεκαιδεκάτηι τῶν
Ἱστοριῶν, 〈προσι-
στορῶν〉 ἐπίσημον
ἄνδρα γεγονέναι τὸν
Ἐμπεδοκλέα τὸν
πάππον τοῦ ποιη-
τοῦ.> ἀλλὰ καὶ Ἕρμιπ-
πος (IV) τὰ αὐτὰ τού-
τωι φησίν· ὁμοίως Ἡ-
ρακλείδης ἐν τῶν Περὶ νόσων (F 74 Voss), ὅτι
λαμπρᾶς ἦν οἰκίας, ἱπποτροφηκότος τοῦ πάππου.
λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις
(241 F 7) τὴν πρώτην καὶ ἑβδομηκοστὴν ὀλυμ-
πιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πα-
τέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει (IV).
26c
AELIAN. V. H. 12,
29: Πλάτων ... ἰδὼν
Ἀκραγαντίνους καὶ οἰ-
κοδομοῦντας πολυτελῶς
καὶ ὁμοίως δειπνοῦντας,
εἶπεν ὅτι ἄρα οἱ Ἀκρα-
γαντῖνοι οἰκοδομοῦσι μὲν
ὡς ἀεὶ βιωσόμενοι, δει-
πνοῦσι δὲ ὡς αὔριον τε-
θνηξόμενοι. <λέγει δὲ
Τίμαιος ὅτι καὶ ἀρ-
γυραῖς ληκύθοις καὶ
στλεγγίσι ἐχρῶντο,
καὶ ἐλεφαντίνας κλί-
νας εἶχον ὅλας.>
27*
DIODOR. 13, 85, 3: συνεμάχει δ' αὐτοῖς (scil. τοῖς Ἀκρα-
γαντίνοις) Δέξιππός τε ὁ Λακεδαιμόνιος, προσφάτως ἐκ Γέλας παρὼν μετὰ
ξένων χιλίων πεντακοσίων. <οὗτος γὰρ κατ' ἐκεῖνον τὸν χρόνον, ὡς
Τίμαιός φησιν, ἐν Γέλαι διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πα-
τρίδα·> (4) διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατι-
ώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα. ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ
οἱ πρότερον Ἀννίβαι συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες·
οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον,
κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.
28a*
DIODOR. 13, 90, 4:
ἐν οἷς καὶ
τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δ' ἄλλην ὠφέλειαν ἐλαφυροπώ-
λησεν. (5) <τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς Ἱστορίαις
διαβεβαιωσάμενος μὴ γεγόνεναι τὸ σύνολον,> ὑπ' αὐτῆς τῆς τύχης
ἠλέγχθη· Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ
διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα, τοῖς Ἀκραγαντίνοις μετὰ τῶν
ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον,
ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ἀκράγαντι. (6) περὶ δὲ τούτου
φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων
πικρότατα κατηγορήσας (T 11) .... αὐτὸς εὑρίσκεται σχεδιάζων ἐν οἷς
μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον.
28b
POLYB. 12, 25: ὅτι
περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκρά-
γαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους ... (3) τούτου δὲ τοῦ ταύρου κατὰ τὴν
ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ
τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, δι' ἧς συνέβαινεν καθίεσθαι τοὺς
ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, δι' ἣν ἐν Καρχηδόνι κατεσκευάσθη
τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, (4) <ὅμως Τί-
μαιος ἐπέβαλε καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς
ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων
μήτ' εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε
γεγονέναι τοιοῦτον ἐν τῆι προειρημένηι πόλει. (5) καὶ πολλοὺς
δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους.>
28c
SCHOL. PINDAR. Pyth. 1, 185: τὸν δὲ ταύρωι χαλκέωι καυ-
τῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾶι φάτις] <τὸν δὲ τοῦ Φαλά-
ριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τί-
μαιος· τὸν γὰρ ἐν τῆι πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλά-
ριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ' εἰκόνα Γέλα τοῦ
ποταμοῦ.> κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον, καὶ πρῶτον ἐν αὐτῶι
κατακαῆναι· Καλλίμαχος (F 119 Schn = 46 Pf) «πρῶτος ἐπεὶ τὸν ταῦρον
ἐκαίνισεν, ὃς τὸν ὄλεθρον / εὗρε τὸν ἐν χαλκῶι καὶ πυρὶ γιγνόμενον».
29*
SCHOL. AISCHIN. 2, 10: ἐνεχείρησε δ' ἀπει-
κάζειν με Διονυσίωι τῶι Σικελίας τυράννωι, καὶ .... παρεκελεύσαθ' ὑμῖν
φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίαι διηγήσατο] περὶ τὴν
γραφὴν ἡμάρτηται· δεῖ γὰρ γεγράφθαι Ἱμεραίας. Τίμαιος γὰρ ἐν τῆι 〈̅ι̅〉̅Ϛ̅ ἱστορεῖ
γυναῖκά τινα τὸ γένος Ἱμεραίαν ἰδεῖν ὄναρ ἀνιοῦσαν αὑτὴν εἰς τὸν οὐρανὸν καὶ
πρός τινος ἄγεσθαι θεασομένην τὰς τῶν θεῶν οἰκήσεις· ἔνθα ἰδεῖν καὶ τὸν
Δία καθεζόμενον ἐπὶ θρόνου, ὑφ' οὗ ἐδέδετο πυρρός τις ἄνθρωπος καὶ μέγας
ἁλύσει καὶ κλοιῶι. ἐρέσθαι οὖν τὸν περιάγοντα ὅστις ἐστί, τὸν δὲ εἰπεῖν ‘ἀλά-
στωρ ἐστὶ τῆς Σικελίας καὶ Ἰταλίας, καὶ ἐάνπερ ἀφεθῆι, τὰς χώρας διαφθερεῖ’.
περιαναστᾶσαν δὲ χρόνωι ὕστερον ὑπαντῆσαι Διονυσίωι τῶι τυράννωι μετὰ
τῶν δορυφόρων· ἰδοῦσαν δὲ ἀνακραγεῖν, ὡς οὗτος εἴη ὁ τότε ἀλάστωρ δειχθείς·
καὶ ἅμα ταῦτα λέγουσαν περιπεσεῖν εἰς τὸ ἔδαφος ἐκλυθεῖσαν. μετὰ δὲ τρίμηνον
οὐκέτι ὀφθῆναι τὴν γυναῖκα, ὑπὸ Διονυσίου διαφθαρεῖσαν λάθρα. οὗτος ἱέρειάν
φησιν εἶναι τὴν γυναῖκα, μηδενὸς τοῦτο ἱστορήσαντος.
30
DIOG. LAERT. 8, 60: φησὶ δὲ καὶ Τίμαιος ἐν τῆι ὀκτωκαιδε-
κάτηι(?) κατὰ πολλοὺς τρόπους τεθαυμάσθαι τὸν ἄνδρα (scil. Ἐμπεδοκλέα)·
καὶ γὰρ ἐτησίων ποτὲ σφοδρῶς πνευσάντων, ὡς τοὺς καρποὺς λυμῆναι,
κελεύσας ὄνους ἐκδαρῆναι καὶ ἀσκοὺς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρω-
ρείας, διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα· λήξαντος δὲ Κωλυσανέμαν
κληθῆναι.
31a
POLYB. 12, 25, 7 (T 19 p. 585, 29 f.) ἐν γὰρ τῆι μιᾶι
(?) καὶ εἰκοστῆι βίβλωι, καὶ ταύτης ἐπὶ τελευτῆι, λέγει (Timaios) κατὰ τὴν
τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι <«τῆς γῆς τῆς ὑπὸ τῶι κόσμωι
κειμένης εἰς τρία μέρη διηιρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς
δὲ Λιβύης, τῆς δ' Εὐρώπης προσαγορευομένης».>
31b
POLYB. 12,
26a: (F 22) τί δὲ πάλιν ὅταν ὁ Τιμολέων ἐν τῆι αὐτῆι βίβλωι, παρακαλῶν
τοὺς Ἕλληνας πρὸς τὸν ἐπὶ τοὺς Καρχηδονίους κίνδυνον, καὶ μόνον οὐκ ἤδη
μελλόντων συνάγειν εἰς τὰς χεῖρας τοῖς ἐχθροῖς πολλαπλασίοις οὖσι, πρῶτον
μὲν ἀξιοῖ μὴ βλέπειν αὐτοὺς πρὸς τὸ πλῆθος τῶν ὑπεναντίων ἀλλὰ πρὸς τὴν
ἀνανδρίαν; (2) <«καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης
καὶ πληθυούσης ἀνθρώπων, ὅμως ἐν ταῖς παροιμίαις, ὅταν περὶ
ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσαι, λέγειν ἡμᾶς ‘ἐρημότερα
τῆς Λιβύης’, οὐκ ἐπὶ τὴν ἐρημίαν φέροντας τὸν λόγον, ἀλλ'
ἐπὶ τὴν ἀνανδρίαν τῶν κατοικούντων.> (3) <καθόλου δέ»> φησί
<«τίς ἂν φοβηθείη τοὺς ἄνδρας, οἵτινες τῆς φύσεως τοῦτο τοῖς
ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ λοιπὰ τῶν ζώων, λέγω
δὲ τὰς χεῖρας, ταύτας παρ' ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων
ἔχοντες ἀπράκτους περιφέρουσι; (4) τὸ δὲ μέγιστον, οἵ γε καὶ
ὑπὸ τοῖς χιτωνίσκοις (φησί) περιζώματα φοροῦσι, ἵνα μηδ' ὅταν
ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοις».>
32
ATHEN. 6, 56 p. 250 A—D: Τίμαιος δ' ἐν τῆι δευτέραι καὶ
εἰκοστῆι τῶν Ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα,
ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις
καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς,
ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς,
ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθ' ἑτέρων
† ὡς τὸν Διονύσιον, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους, κατηγορούμενος ὑπὸ
τῶν ἄλλων, ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι [τοῦ Διονυσίου]
τὰς κοινὰς πράξεις, καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος, ἔφησεν τὴν δια-
φορὰν γενέσθαι αὑτῶι πρὸς τοὺς συμπρέσβεις, ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν
τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου † παιᾶνα † τῶν ναυτῶν τινες
ἀνειληφότες ἦιδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ Διονυσίου
πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγεί-
λατο· τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ἀισμάτων
κατέχειν, αὐτὸς δ' ἕτοιμος εἶναι πάντας ἐφεξῆς ἄιδειν. λήξαντος δὲ τῆς
ὀργῆς τοῦ Διονυσίου, πάλιν ὁ Δημοκλὴς ἔφη ‘χαρίσαιο δ' ἂν…
…
The complete text is available when the reading interface loads.