Epigrammata
- Edition reference
- Epigrammata, AG: 10.38; 11.296.
- CTS identifier
urn:cts:greekLit:tlg1735.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
10
38
{〈ΤΙΜΩΝΟΣ〉}
Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
11
296
{ΤΙΜΩΝΟΣ}
Τίς δ' οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;
μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.
{Σίλλοι}{Σίλλων αʹ}{prooemium}{⊗} ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί{Σίλλων βʹ}οὔτε μοι ἡ Τεΐη μᾶζ' ἁνδάνει οὔτε καρύκκηἡ Λυδῶν, λιτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳἙλλήνων ἡ πᾶς' ἀπερισσοτρύφητος ὀϊζύς.ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,ὅς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ' ἀρυταίνας.{Protagoras} † ὥστε καὶ μετέπειτα σοφιστῶνοὔτ' ἀλιγυγλώσσῳ οὔτ' ἀσκόπῳ οὔτ' ἀκυλίστῳΠρωταγόρῃ. ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,ὅττι θεοὺς κατέγραψ' οὔτ' εἰδέναι οὔτε δύνασθαιὁπποῖοί τινές εἰσι καὶ εἴ τινες ἀθρήσασθαι,πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱχραίσμης', ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτωςΣωκρατικὸν πίνων ψυχρὸν πότον Ἀΐδα δύη.{Σίλλων γʹ}{Epicurus}γαστρὶ χαριζόμενος τῆς οὐ λαμυρώτερον οὐδέν{Σίλλων libri incerti}{Pyrrho}οὐκ ἂν δὴ Πύρρωνί γ' ἐρίσ〈σ〉ειεν βροτὸς ἄλλος{Pyrrho}ἀλλ' οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ' ἀδάμαστονπᾶσιν, ὅσοις δάμνανται ὁμῶς ἄφατοί τε φατοί τε,λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν' ἔνθα καὶ ἔνθαἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.σχέτλιοι ἄνθρωποι, κάκ' ἐλέγχεα, γαστέρες οἶον,τοίων ἔκ τ' ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε.ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί{philologi in Museo Alexandrino}πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳβιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντεςΜουσέων ἐν ταλάρῳ{Stoici}καὶ τὸ φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκενεἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννουμύκλος καλός τε μέγας τε{Ctesibius}δειπνομανές, νεβροῦ ὄμματ' ἔχων, κραδίην δ' ἀκύλιστον{Dionysius Heracleota}ἡνίκ' ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
10
38
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
{Prodicus}λαβάργυρος ὡρολογητής{Plato}ὡς ἀνέπλασσε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς ἐν δὲ πλατυσμὸςπουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα,Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος·ἥ τ' ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειταἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.τίς γὰρ τούσδ' ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;Ἠχοῦς σύνδρομος ὄχλος. ὁ γὰρ σιγῶσι χολωθεὶςνοῦσον ἐπ' ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί.{Thales}οἷόν θ' ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα{Anaxagoras}καί που Ἀναξαγόρην φάς' ἔμμεναι ἄλκιμον ἥρωΝοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξαπίνης ἐπεγείραςπάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν.{Socrates}ἐκ δ' ἄρα τῶν ἀπέκλινεν 〈ὁ〉 λαξόος ἐννομολέσχης,Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.{Xenopho, Aeschines}ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,οἷος Ξεινοφόων ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉γράψαι ...{Aristippus}οἷά τ' Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντοςψεύδη{Phaedo, Euclides}ἀλλ' οὔ μοι τούτων φλεδόνων μέλει· οὐδὲ γὰρ ἄλλουοὐδενός, οὐ Φαίδωνος ὅτις γένετ' οὐδ' ἐριδάντεωΕὐκλείδου, Μεγαρεῦσιν ὃς ἔμβαλε λύσσαν ἐρισμοῦ.{Menedemus}†λόγον ἀναστήσας, ὠφρυωμένος, ἄφροσι βόμβαξ{Plato}τῶν πάντων δ' ἡγεῖτο πλατίστακος, ἀλλ' ἀγορητὴςἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ' Ἑκαδήμουδένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν.{Arcesilas}τῇ γὰρ ἔχων Μενέδημον ὑπὸ στέρνοισι μόλυβδονθήσεται ἢ Πύρρωνα τὸ πᾶν κέρας ἢ Διόδωρον{Arcesilas}νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον{Arcesilas}†καὶ νέον μηλήσεις† ἐπιπλήξεσιν ἐγκαταμειγνύς{Arcesilas}ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν.οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζα〈ι〉 τερατοῦντοἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος.οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς;{Academici}οὐδ' Ἀκαδημιακῶν πλατυρημοσύνης ἀναλίστου{Aristoteles}οὐδ' ἄρ' Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς{Antisthenes}παντοφυῆ φλέδονα{Zeno}καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳπάντων ἱμείρουσαν· ὁ δ' ἔρρει γυργαθὸς αὐτῇσμικρὸς ἐών· νοῦν δ' εἶχεν ἐλάσσονα κινδαψοῖο.{Zenonis discipuli}ὄφρα πενεστάων σύναγεν νέφος, οἳ περὶ πάντωνπτωχότατοί τ' ἦσαν καὶ κουφότατοι βροτοὶ ἀστῶν{Aristo}καί τις Ἀρίστωνος γέννης ἄπο αἱμύλον ἕλκων{Cleanthes}
11
296
τίς δ' οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;
μωλυτὴς ἐπέων, λίθος Ἄσσιος, ὅλμος ἄτολμος
{Empedocles} καὶ Ἐμπεδοκλῆς ἀγοραίωνληκητὴς ἐπέων· ὅσα δ' ἔσθενε τόσσα διεῖλενἀρχῶν ὡς διέθηκ' ἀρχὰς ἐπιδευέας ἄλλων.{Heraclitus}τοῖς δ' ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος,αἰνικτὴς ἀνόρουσε{Parmenides}Παρμενίδου τε βίην μεγαλόφρονος οὐ πολύδοξον,ὅς ῥ' ἀπὸ φαντασίης ἀπάτης ἀνενείκατο νώσεις.{Zeno Eleates, Melissus}ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸνΖήνωνος πάντων ἐπιλήπτορος ἠδὲ Μέλισσονπολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω ...{Democritus}οἷον Δημόκριτόν τε περίφρονα ποιμένα μύθων,ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων.{Protagoras}Πρωταγόρης τ' ἐπίμ〈ε〉ικτος ἐριζέμεναι εὖ εἰδώς{Pyrrho}ὦ γέρον, ὦ Πύρρων, πῶς ἢ πόθεν ἔκδυσιν εὗρεςλατρείης δοξῶν κενεοφροσύνης τε σοφιστῶν,καὶ πάσης ἀπάτης πειθοῦς τ' ἀπελύσαο δεσμά;οὐδ' ἔμελέν σοι ταῦτα μεταλλῆσαι, τίνες αὖραιἙλλάδ' ἔχουσι, πόθεν τε καὶ εἰς ὅ τι κύρει ἕκαστα.{Philo Pyrrhoneus}ἢ τὸν ἀπ' ἀνθρώπων αὐτόσχολον αὐτολαλητὴνοὐκ ἐμπαζόμενον δόξης ἐρίδων τε Φίλωνα.{Epicurus}ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼνγραμμοδιδασκαλίδης, ἀναγωγότατος ζωόντων.εἰκάζω, τί θέλεις; ὀλίγον κρέας, ὀστέα πολλά.{Plato}καὶ σύ, Πλάτων· καὶ γάρ σε μαθητείης πόθος ἔσχεν,πολλῶν δ' ἀργυρίων ὀλίγην ἠλλάξαο βίβλον,ἔνθεν ἀπαρχόμενος τιμαιογραφεῖν ἐδιδάχθης.{Pythagoras}Πυθαγόρην τε γόητας ἀποκλίνοντ' ἐπὶ δόξαςθήρῃ ἐπ' ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.{Anaxarchus}ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππῃ ὀρούσαιφαίνετ' Ἀναξάρχου κύνεον μένος, ὅς ῥα καὶ εἰδώς,ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγενἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.{Xenophanes}ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαιἀμφοτερόβλεπτος. δολίῃ δ' ὁδῷ ἐξαπατήθηνπρεσβυγενὴς ἔτ' ἐὼν καὶ ἀμενθήριστος ἁπάσηςσκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμιεἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ' ἐὸν αἰεὶπάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ' ὁμοίην.{Xenophanes}Ξεινοφάνης ὑπάτυφος, Ὁμηραπάτης ἐπικόπτηςὃς τὸν ἀπ' ἀνθρώπων θεὸν ἐπλάσατ' ἶσον ἁπάντῃ,†ἀσκηθῆ νοερώτερον ἠὲ νόημαγραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδ' ἀνάθρησιςἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου.πάντῃ γὰρ ἐπεῖχε γαλήνητὸν δ' ὡς οὖν ἐνόης' ἐν νηνεμίῃσι γαλήνηςπολλῶν ληκεδόνων λυμάντορες ἐλπιδοδῶται.φῆ δέ τις αἰάζων, οἷ' ἄμμοροι αἰάζουσιν·