Fragmenta et tituli
- Edition reference
- Fragmenta et tituli, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 368–394.
- CTS identifier
urn:cts:greekLit:tlg1735.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
840
‘οἴμοι ἐγώ, τί πάθω; τί νύ μοι σοφὸν ἔνθα γένηται;
πτωχὸς μὲν φρένας εἰμί, νόου δέ μοι οὐκ ἔνι κόκκος.
†ἦ με μαθεῖν† φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες
μήτε κατατρώξαντες ἐνὶ σχολῇ ὅσς' ἐπέπαντο.
νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι
καὶ πενίῃ καὶ ὅς' ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ.’
841-843(+844)
{Ἰνδαλμοί}
841
τοῦτό μοι, ὦ Πύρρων, ἱμείρεται ἦτορ ἀκοῦσαι,
πῶς ποτ' †ανηροταγεις† ῥῇστα μεθ' ἡσυχίης
αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτὰ
μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης,
μοῦνος δ' ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις,
ὃς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται,
δεικνὺς εὐτόρνου σφαίρης πυρικαύτορα κύκλον.
842
ἦ γὰρ ἐγὼν ἐρέω, ὥς μοι καταφαίνεται εἶναι,
μῦθον, ἀληθείης ὀρθὸν ἔχων κανόνα,
ὡς ἡ τοῦ θείου τε φύσις καὶ τἀγαθοῦ αἰεί,
ἐξ ὧν ἰσότατος γίνεται ἀνδρὶ βίος
843
ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ
844
ἀλλὰ πρὸς ἀνθρώπων ταῦτα νόῳ κέκριται
845
{incerti carminis}
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί
846
{incerti carminis}
ἀφυγὴς καὶ ἀναίρετος ἔσται