Fragmenta
- Edition reference
- Fragmenta, ed. R. Kannicht and B. Snell, Tragicorum Graecorum fragmenta, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1981: 3–173, 177–218, 220–319.
- CTS identifier
urn:cts:greekLit:tlg1738.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
51a*
οὐκ οἶδα· δεινὸν δ' ἐστὶν ἡ μὴ 'μπειρία
53*
ξυναυλίαν ×–⏑ Οὐλύμπου νόμον
55*
λεπτή τις ἐλπίς ἐστ' ἐφ' ἧς ὀχούμεθα
56*
Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον
56a*
? ὦ φίλτατος σὺ καὶ μόνος τούτων ἀνήρ
57*
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
59*
ναὶ ναί, καταιδέσθητι πατρῷον Δία
60
τί δ' ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
61*
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου
61a*
τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
61b*
τῆς συμφορᾶς
ταύτης σε παύσειν, ἧς ἔχεις ×–⏑–
61c*
Πυθικὴν σείσας δάφνην
63*
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς
63a*
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ' ἁπλῶν τρόπων
67*
×–⏑–× στρέψον ἀνταυγεῖς κόρας
67a*
ἐχθρῶν παρ' ἀνδρῶν δυσμενῆ ×–⏑–
69*
ἄγ' ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου 〈θεοῦ〉
70
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;
70a*
{ΑΜΦΙΑΡΕΩΣ}ἀλλ' ὦ θύγατερ,
ἔλεξ', Ἰασοῖ, πρευμενής
71
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου ⏑–
73*
ἄκων κτενῶ σε, τέκνον
75a*
οὐδεὶς ἑκὼν πονηρὸς οὐδ' ἄκων μάκαρ
76*
ἅλις ἐγὼ δυστυχῶν
76a
ἄνθρωπον ὄντα δεῖ φρονεῖν ἀνθρώπινα
77*
×–⏑–× μόχθος οἱ τηλοῦ φίλοι
78
οἵ τοι πέρᾳ στέρξαντες οἵδε καὶ πέρᾳ
μισοῦσι
79
ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν
80
εἴπερ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν
ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν,
οὐδ' ἢν ἀναγκασθείς τις εὖ δράσῃ τινά,
προσῆκον εἶναι τῷδ' ὀφείλεσθαι χάριν
81
καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ·
Οἰνεὺς δ' ἄρ' οὐχί, {τὸν Ἑλλάδος} κλεινὸν ἀπολέσας γόνον;
82
πολλοῖς ὁ δαίμων οὐ κατ' εὔνοιαν φέρων
μεγάλα δίδωσιν εὐτυχήματ', ἀλλ' ἵνα
τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας
83
λιμένας εἰς Ἀχαϊκούς
83a*
ἄχορδον (μέλος)
83b*
ἄλυρον μέλος
84a
δυσμαὶ βίου
85
σπείρων θεοκτίσταν φλόγα
86
Ἀχιλλέως πέρι
87
στέψατε δώματα
88
οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ' αἰσχρῶς θανεῖν
88a
οὐκ ἔστι δ' ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ
89
καὶ τὴν μὲν ἐξηντλοῦμεν, ἡ δ' ἐπεισρέει
89a
×–⏑– εὔσημος ἀστέρων χορός
90
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
στρῶσόν τε κοίτας καὶ πυρὸς φλέξον μένος,
κρατῆρά τ' αἴρου καὶ τὸν ἥδιστον κέρα
91
ἀπόλωλα· πέπλων μ' ὤλεσαν περιπτυχαί
91a*
τῶν Ἑλλήνων πολὺ πρῶτοι
92
κακός σε δαίμων καὶ κακὴ τύχη λάβοι
92a*
χαριτογλωσσεῖν ἡμᾶς θέμις 〈-〉
93
μέλη πάραυλα κἀκρότητα κύμβαλα
95
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανών
τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός·
μικροῦ δὲ βιότου ζῶντ' ἐπαυρέσθαι χρεών
96
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου
97
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος
99
πῶς οὖν τάδ' εἰσορῶντες ἢ θεῶν γένος
εἶναι λέγωμεν ἢ νόμοισι χρώμεθα;
100,101
πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον,
σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται
102a*
τάχ' ὡς ἔοικεν ἡ φρενῶν ἐναλλαγή
103a
τοῖς εὐποροῦσι κἂν ⏑–×– ἀπῇ,
τοῖς πενομένοις δὲ καὶ παροῦσα λανθάνει
103b
οὐκ οἶδ' ὅπως χρὴ [τὸν] σαφῶς κατειδότα
[τ]ῆς Ἡρακλείας φροντίδος κατηγορεῖν
103c
οὐκ οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς φράσαι
103d
οὐκ ἀξιῶ μικῶν σε, μεγάλα δ' οὐκ ἔχω
105
ἄλλοις ἐπ' ἐσθλοῖς τόνδ' ἀπωθοῦνται ψόγον
107a*
ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς
107b*
χθὼν πόντου τε βένθη
{καὶ} ἀέρος 〈τ'〉 ἀμέτρητον εὖρος
108*
ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ
109*
Μιλησία
σμάραγδος, ἐμπόλημα τιμηέστατον
109a
ἐμοὶ μὲν οὐδ' ὁ πᾶς ἂν ἀρκέσαι χρόνος
109b*
× γήϊνοι γῆς ὄντες ἐργάται ⏑–
109c*
μαλθακὴν ἐμάλαξε σάρκα
109d*
μεγαλόκλονος
110
{ΑΙΑΣ}· οὐκ ἦν ἄρ' οὐδὲν πῆμ' ἐλευθέρου δάκνον
ψυχὴν ὁμοίως ἀνδρὸς ὡς ἀτιμία.
οὑγὼ πέπονθα καί με †συμφοροῦσα†
βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει
λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον
110a*
οὗτοι γάρ, οὗτοι καὶ διὰ σπλάγχνων ἔσω
χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ
114*
ἃ δ' ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός,
οὔτ' ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου
δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας
πύθοι' ἄν, οὐδ' εἰ δεσμὰ πάντα προσβάλοις
115
τοῦ σώματος γὰρ οὕνεχ' οἱ πολλοὶ πόνοι,
τοῦδ' οὕνεχ' οἶκον στεγανὸν ἐξηυρήκαμεν
λευκόν τ' ὀρύσσειν ἄργυρον σπείρειν τε γῆν,
τά τ' ἄλλ' ὅς' ἡμεῖς †ὀνόμασι† γιγνώσκομεν
117
ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερές
118a*
×– ἐγώ σε προσκυνήσω, βάρβαρε;
118b*
ὦ παντὸς ἔργου καὶ θεηγόρου λόγου
120a*
ἀπλανῆ τρίβον
120b*
ταμίαν νότου
122
κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με
123a
μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα
123b
σμικροῖς τὰ μεγάλα 〈–⏑〉 πῶς ἕλοι τις ἄν
πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε
123c*
τοῦτ' ἔστ' ἐκεῖνο τὸ ποτὸν 〈–⏑〉 ἄφθονον
124*
σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ' οὐκ εὐτυχής
125*
×–⏑ αἰσχρὰ κερδανεῖ θεάματα
126
{ΗΡΑΚΛΗΣ}· ποῖ μεταστρέφεσθ', ὦ κακοί
κἀνάξιοι τῆς ἐμῆς σπορᾶς,
Αἰτωλίδος ἀγάλματα μητρός;
126a
χαλκέων περιβόλων ἐφρούρησαν εἱρκταῖς
127
φρονεῖτέ νυν αἰθέρος ὑψηλότερον
καὶ μεγάλων πεδίων ἀρούρας,
φρονεῖθ' ὑπερβαλλόμενοι
†δόμων† δόμους, ἀφροσύνᾳ
πρόσω βιοτὰν τεκμαιρόμενοι.
ὁ δ' ἀμφιβάλλει ταχύπους
κέλευθον ἕρπων σκοτίαν,
ἄφνω δ' ἄφαντος προσέβα
μακρὰς ἀφαιρούμενος ἐλ-
πίδας θνατῶν πολύμοχθος Ἅιδας
128
Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος
129
ὦ χρυσέ, βλάστημα χθονός,
οἷον ἔρωτα βροτοῖσι φλέγεις,
πάντων κράτιστε, πάντων τύραννε.
πολεμοῦσι δ' Ἄρε͜ω͜ς
κρείσσον' ἔχων δύναμιν
πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ᾠδαῖς
εἵπετο δένδρεα καὶ θηρῶν ἀνόητα γένη,
σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ
πόντος καὶ ὁ παμμήστωρ Ἄρης
130
πότνια σοφία, σύ μοι ἅνδανε·
ὄλβου δ' ἐμοὶ μὴ χρυσέου φαεννάν
ἀκτῖνα δαίμων διδοί-
η πάρος σοφίας ἢ τυραννίδα.
Διὸς ἀπωτάτω
κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβα
137*
ποίαν δῆθ' ὁρμάσω, ταύταν
ἢ κείναν, κείναν ἢ ταύταν;
138
ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου
144a
πτερωτὸν οἶστρον ἄφετος ἐν μορφῇ βοός
145
ὦ τόνδ' ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
Λητοῦς Διός τε τοξόδαμνε παρθένε
145a*
ἀλλ' ἀντόμεθα πρὸς Ζηνὸς Ὀλυμπίου
145b
ἄραρε γὰρ 〈×〉 ὅρκος ἐκ θεῶν μέγας
145c
ἀντίον δορὸς ὀρνύμενος Ἀχιλλέως
146a
ὦ πᾶσιν ἀρχὴ καὶ πέρας κακῶν ὄφις,
σύ τ' ὦ βαρὺν τίκτουσα θησαυρὸν κακῶν
πλάνη, τυφλοῦ ποδηγὲ ἀγνοίας βίου,
χαίρουσα θρήνοις καὶ στενάγμασι βροτῶν,
ὑμεῖς ἀθέσμους εἰς ὕβρεις ὁμοσπόρων
τὰς μισαδέλφους ὁπλίσαντες ὠλένας
Κάϊν μολῦναι φοινίῳ πρῶτον λύθρῳ
ἐπείσατον γῆν, καὶ τὸν ἐξ ἀκηράτων
πεσεῖν αἰώνων πρωτόπλαστον ἐς χθόνα
ὑμεῖς ἐτεκτήνασθε
146b*
οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν
147
×–⏑–×–⏑ ἀκταῖνον μένος
148
ἦ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών;
149
ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ
150*
δίφρου τέτυκται βλῶσις, εὔζυγον τέρας
151
ὦ Ζεῦ, γενέσθαι τῆσδέ μ' ἐξάντη νόσου
151a
τὸν σὸν κατέκταν παῖδα
152a
μισῶ παρ' ἐχθρῶν θῶπας εὐειδεῖς λόγους
153
Χρυσεὺς δ' ὁ μάντις
155
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών
158*
ἐπεὶ δ' ὁ λαμπρὸς ἐξέλαμψεν ἥλιος
159
ἀνὴρ ἐς οὐδὲν χρεῖος
160
×–⏑– πανοῦχον ἅψαντες φλόγα
160a
πόθεν τὸ φῖτυ; τί τὸ γένος; τίς ἡ σπορά;
161
χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί
αἰγυπτιώσει
162
Κίλιξ δὲ χώρα καὶ Σύρων ἐπιστροφαί
163
ἄτρυτος ἐν πόνοις
163a
ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας
164
ὃς τόνδ' ἔχεις τὸν σηκόν, ἵλεως γενοῦ
165
ἡ δὲ προυκαλεῖτό με
βαυβᾶν μεθ' αὑτῆς
166
μικρόν γ' ἔλεξας βασιλικοῦ σηκὸν τάφου·
διπλάσιος ἔστω. τοῦ καλοῦ δὲ μὴ σφαλείς
δίπλαζ' ἕκαστον κῶλον ἐν τάχει τάφου
167
τῶν εὐτυχούντων ἀνταγωνιστὴς φθόνος
167a
φοιτᾷ γὰρ ἐπ' οἶδμά τε πό[ντο]υ
γᾶν τε καὶ λειμῶνας εὐ-
φύλλους διαπε!!α![!]!ο?ιον ὕδωρ
Ζεὺς ὁ πάντ' ἐποπτεύων
167b
εἷς μοῦν[ος] ἀνθρώποις θεὸς? [!!!!]το κοιν[άν]
ἁλίο[υ] μοῖραν φυλάττων τάνδε
167c
×–⏑ μῶρος δ' ὅστις ἀνθρώπων πόλιν,
κείναν σεβίζειν μοῦνον ἐλπίζει καλοῖς***
εἰσὶν γάρ, εἰσὶν ἀξιοπάμονες ἄλλαι
κ?αὶ μέλονται
πρός τινος, ἢ Διὸς ἢ γλαυκᾶς Ἀθάνας
168
θε͜ὸ͜ς οὐ〈χὶ〉 ληπτός· εἰ δὲ ληπτός, οὐ θεός
170*
σιγᾶν γε μέντοι πολλὰ πολλαχοῦ καλόν
171*
τὴν εὐγένειαν, ἢν θέλῃς ἀνασκοπεῖν,
ἐν τοῖς καλῶς φρονοῦσιν εὑρήσεις βροτῶν
172*
τοῦ λαμβάνειν γὰρ πάντες ἡσσῶνται βροτοί
173*
οὐκ ἔστιν ἐπιτήδευμα χρησιμώτερον
τῆς πραότητος
174
{〈ΕΛΕΝΗ?〉} εἴθ' ὤφελεν τὸ κάλλος ὅ με διώλεσεν
κακῶς ὀλέσθαι
175
ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρ' ἄνω
176
πηδῶν δ' ὁ θυμὸς ἔνδοθεν μαντεύεται
177
σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς,
σὺ δ' ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηί〈δ〉ας
178
εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο
181
ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν·
κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους
πένητα ναίειν δόξαν ἠμποληκότα
182a
ὀπισθόπους δίκη
183
οὗτος μὲν οὖν μοι δεῦρ' ἀεὶ τείνει λόγος
184,185
κλύειν μαίεται*
τὸν ἐγχώριον
185a*
Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων
186
πλήρει γὰρ ὄγκῳ γαστρὸς αὔξεται Κύπρις
188
ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ
188a*
τόξων τε πλήθει
188b*
λαγβατὰ ὅρκια
188c*
Αἴσωνος υἱὸς Κρηθέως ἀφ' αἵματος
189*
νεοσσιὰν τέκνων
190*
Αἴαντε δ' ὁρμήσαντες ἐκ ξυνωρίδος
191*
ἦλθε〈ν〉 δὲ λαοὶ μυρίοι πρὸς ᾐόνα
192*
χεῖρας δὲ Τρώων ὅπλ' ἔδωκαν Ἑλλάδος
193*
τιμᾶν Μακεδόνων οὕνεκ' εὐανδρησίας
194*
ἐγάμησεν Ἑλένη τὸν θεοῖς στυγούμενον
195*
γαμεῖ δ' ὁ μὲν δὴ Τυνδάρεω κόρην μίαν
196*
αὐλῶνά θ' ἣν ἄρδουσι
197*
τοίων γὰρ ἀνδρῶν σπέρμ' ἔδωκεν Ἑλλάδος
197b
Ἄπολλον Ἀγρεῦ
197c*
ἀεινεφὴς τύφλωσις
197d*
ἀεροκέλαδοι πιτυοκάμπται
198a*
ἄμφω μὲν ἤστην τὴν ὁδὸν ποιουμένω
199
ἀργῆν ἔπεφνεν
200
ἄσειρος ἵππος
201
αὐτόχθον' ἑστίαν
201a
ἀφάρμακον χρῶμα
202
Ἀχίλλειον πλάκα
203
βαθυρρίζου πέτρας
204
Βάκχου Διώνης
204a
βᾶριν †ακέδα†
206
δεσπότην κεκαρμένοι
207a
ἐκ λάρνακος
208
×–⏑–× ἐμπεδὴς 〈δὲ〉 γαμόρος
〈ἔ〉μαρψεν Ἅιδης
210a*
×–⏑– οἱ δ' ἀ〈μ〉φινίσονται Νέδαν
ἐσκληκότα
211*
ἐς μέσον συνῄεσαν
213
εὔπλουτον κανοῦν
213a
θαλάμων ἄνασσα
214*
ἱππικὴ βάσις
215
θώμιγγα νευρῶν ἱππικὴν
216
? ×– καταῖθυξ ὄμβρος
218
καταλλαγὴν δορός
219*
κενῶν φάους
220*
κεχήλευμαι πόδας
221
Κιμμερὶς θεά
222
κλῃδοῦχος γυνή
223*
κλύετ' οἰμωγῆς
224
κνάπτειν κελεύω γλῶσσαν
225
Κνώσια κῶλα
226
οὔτ' εἶπον οὐδὲ〈ν〉 πρὸς 〈σὲ〉 κῦρον, ὦ γύναι
226a
πισσοκώνητον μόρον
227
λαιθάργῳ ποδί
228
λακὶς χθονός
228a*
λάσκουσι κύνες
228b
λεκτρίτῃ θρόνῳ
228c
λεόντειος πόρος
230
〈? ὅπλον〉 λεοντόκρανον
231*
λεπάργου βοός
232
λιβρὸν σέλας
233
Λίβυς τ' ἀηδών
234
λιτῆρα θαλ〈λ〉όν
234a*
Λυδίῳ νόμῳ
235
λύθρον ˈ μαστιγόφορον
236
? × λωτοβοσκὸν φῦλον
237
μέγ' ἀχήσεται
238
ὡς οἰνοπλῆγες 〈–〉 μεθυστάδες γάμων
239
μονοστραβὴς ὄχος
239a
ναυκληρώσιμοι
στέγαι
239b*
Νεμεάδες πύλαι
240
νεόφθιτος κόρη
242a*
οἰο〈σ〉φάγῳ
... σιδήρῳ
244
ὀρείοις ποσί
245
ὀρσίπους βοή
246
ὁσίους θαλάμους
247
ὄτοβος ἅλιμος
248*
οὐκ ἄμοιρος ἦν
250
×– ὀχᾶσθαι ...
οὐ βαρυσκελῆ ποεῖ
251
ὀχεία ποντία
252
παμβῶτις †τύχη† ˈ ἐλπίς
253
παρεμβάλοιτο κλῆρον
254
περισπερχοῦς βοῆς
255
πηκτὸς θάνατος
256
Ποιναῖς ἐφικταῖς
257
πολλὴ φαρέτρα
258
πόντια ῥάκη
259
πρέμνον ἑστίας
260
×– προσαιθρίζουσα πόμπιμον φλόγα
261
〈νοτὶς〉 προσαυρίζουσα χερσαίᾳ τροχῇ
262
Πυθίων ἀνακτόρων
262a*
ῥυσίοισιν ἐν ταφαῖς
263
σαρκήρη στάχυν
264
? × σαυροβριθὲς ἔγχος
265
σηματίζονται πέδον
266
τετραέλικτον ἅλμαν
267
τέχνης γὰρ οὐχ ἥμαρτες
268*
τίεσκε μύθους
269a
Τιρύνθιον πλίνθε〈υ〉μα
269b
Κυκλώπων ἕδος
270
τραπεζίτην Πάριν
271
φοινικελίκτην καὶ λόγων ἀλαζόνα
272
χαλκόδοντας στόλους
273
χθονίαν λώβαν
274
χθονίους Ἰναχίδας
275
× χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ
276
χυτλὸς δὲ κρατὸς ὄγκος εὔσκιος παρῆν
278
ὥσπερ ὀφθαλμὸς Διός
279a*
†μία μία χαρεις·† καὶ κάτω θεοὺς ἔχεις
279b*
ἐν τοῖς ἱεροῖς τοῖς παχυδένδροις
ἄλσεσι ––
279c*
πτερῷ πορεύσιμος
279d*
ὁρᾷ τε δεινὰ θιγγάνει τ' ἀηδόνων
279e*
καλὸν Διὸς φῶς
279f*
Διὸς κεραυνόν, ὅπλον α[***
ἔπος δ' ἐφώνη⸤σεν τόδ⸤ε 〈?***
ἐπεὶ λιπόντες τὰς ἱερὰς Χίω〈ν
279g
×–⏑–×] πολεμικωτέρα θεός***
αυτη γ!λ!!κωλυσι αυτη δείματα***
ἀλλ' οὔτε μ[ε]ί[ζ]ω κόμπον ἐξοίσω λόγων
οὔτ' ἐνδέοντα τῆς ἀληθείας ἐγώ***
ἐπεὶ γὰρ ἔξω α!λολους σκηνωμάτων***
***[]υ· τὸν καθ' αὑτὸν τύμβον !σ!!υνει δόμος***
⏔]ων ἀκοῶν ˈ ἀλλὰ τόδ' έξω***
×–⏑–× συμ]φορὰ θεήλατον
279h
βραχὺς ὁ βίος, μακρὸν δέ
τὸν κατὰ γᾶς αἰῶνα τελε〈υ〉τῶμεν βροτοί·
πᾶσι δὲ μοῖρα φέρεσθαι δαίμονος
αἶσαν, ἅτις ἂν τύχῃ
279i*
μάτην, Προμηθεῦ,
ἔνατον ἀπολέσας γένος
279k*
φιλ! δ' ἐμαυτὴν †πιστευσας† ἀπωλόμην
279u*
παλίμπους τύχη
281*
ἐν γῆς φίλης ὄχθοισι κρυφθῆναι καλόν
282
ἔξεστ' ἐρωτᾶν πότνιά ς' ἢ σιγὴν ἔχω;
283
γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως
λαλεῖς;
285
τάδ' ἔστ' ὀνείρων νερτέρων φαντάσματα
286
ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος
288
οὐ μνημονεύω· μὴ λίαν μ' ἡγοῦ σοφόν
289
ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες
290a
? ⏔ ἔλιπον γᾶν,
βαίνω δ' ἐς Ὄλυμπον ⏑–– ‖?
291
λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον
291a
×–⏑ πολλὰ πολλάκις δινουμένη
292
χαῖρ', ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας
293
οὐκ οἶσθ', ἐπεί τοι κἂν ἐκώκυες μέγα
294
χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη
295
δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει
πηδᾶν ἐπ' ἀνδρῶν σώμαθ', ὡς πλησθῇ φόνου,
ἄνδρας δ' ὁπλίτας πολέμιον ταρβεῖν δόρυ
295a
γλυκὺς ὀδοὺς ὁ τοῦ πόθου
296
ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά,
τοῦτ' αὐτὸ πρῶτον, ἐξ〈αφ〉αιρεῖται φρενῶν
τὸν νοῦν τὸν ἐσθλόν· εἰς δὲ τὴν χείρω τρέπει
γνώμην, ἵν' εἰδῇ μηδὲν ὧν ἁμαρτάνει
297
οὐδ' ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον,
ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν
302a*
οὐχ ὁρᾷς
ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;***
τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας
τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ' ἔχειν;
302b
θεῶν βοηθῶν καὶ τύχης δεῖται ⏑–
302c*
μὴ συνεπιθρηνεῖν, μὴ σφύζειν
303
θεόθεν δὲ πνέοντ' οὖρον ἀνάγκη
τλῆναι καμάτοις ἀνοδύρτοις
304
δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου
305*
ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας
305a
×– ὄλοιτο κεῖνος ἐξ ἀνδρῶν ⏑–
306*
οὐκ ἂν γένοιτ' ἐρῶντος ἀθλιώτερον
οὐδὲν γέροντος
307a
ὦ δαῖ]μον, ὃν βα[!!!]ν[
!!!]!![!]αρα[
ἄνθρωπος· ὑπ?[***
ἀπροσδοκήτου πράγμα[τος] κ?α?ὶ α?[
307b
εἰ δ' ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφ' οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ
323*
δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς
323a*
ἴσασι〈ν〉 Ἀργείων 〈⏑〉 οἱ πεπληγμένοι
323h*
τρωθεὶς ἀκάνθῃ τρυγόνος θαλασσίας
324*
πολλῷ δὲ κρεῖσσόν ἐστι μὴ δεδοικότα
παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα
325*
πάσης μὲν ὠμότητος ἀνάπλεων φόνον,
παντὸς δὲ θανάτου δυσποτμώτερον μόρον
326
οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ
327
ἐγὼ δ' ἐμαυτοῦ καὶ κλύειν ἐπίσταμαι
ἄρχειν θ' ὁμοίως, τἀρετῇ σταθμώμενος
τὰ πάντα
327a
τό τοι γενόμενον κατθανεῖν ὀφείλεται
327b
παιδοφόνται
327c
{ΑΙΓΙΣΘΟΣ (Soph. fr. 26 Pears.)
ΜΥ[ΣΟΙ (Eur. p. 531 Nck.2)
ΟΙ[ΝΕΥΣ (Soph. fr. 470 Pears.)}
ἡλιωπός
327d
×– [κε]ραυνοῦν πυ[ρι]βόλους μέλ?[λω] πλάκας
327e
ῥ]ύεντα νά[ματα
327f
ἔξω βέβηκε κ[ρατὸς] ὀφθαλμοῦ [κ]ύκλ?[ος
ὡς] ἡμιόπτο[υ] μ[–⏑–×] ἰχθύ[ος
κα]λῶς τε θερμανθέντος
327g
σπιν]θῆρες Ἁφαίστου σταλαγμοί
327h
ἐν 〈 〉 ἡμέρας βραχεῖ μέρει
327i
ἀ?εὶ τε[!!!!!!!!] θεὸς ποιεῖν
327s
χαμαί, γυναικῶν ἔργον ἐκ 〈θεοῦ〉 μέγα
328c
αἱμόφθορος θέσπις
328d
ὦ δέσποτ' Ἀμφιάραε, πολυτίμητ' ἄναξ
328e
ἀτερπὲς ἔργον
328f
ἄτρυτον λῆμα
328g
ἄφιμος ἵππος
328h
γνώσῃ δὲ τέχνην τὴν ἐμὴν ἐτητύμως
ἀψευδόμαντιν οὖσαν
328i
τὸν πλησσόμενον
328k
ἐμβριθῆ νοῦν
328l
? –⏑ ἐξέλεψε μήτηρ
328m
×– ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν
329
μηδὲ σὺ ζήτει {τι} πυθέσθαι
331
οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν
332
ἄνδρες Ἑλλήνων ἄριστοι
333
περισφάτως ἔχων
333a*
ταχυβάμονας ὅρκους
334
τὴν ἐμὴν κάμνεις νόσον
335
τυφλῶν ὀνείρων
336
ἀκύματος δὲ πορθμὸς ἐν φρίκῃ γελᾷ
336a
ἄψοφον 〈 〉 ἔχειν στόμα
336b
ἀνίερος τύχη
337
ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον
337a*
δημεχθής
338
δισχιδὴς ὁδός
339
δυσμάραντον κακόν
339a
δυσπρόσωπα ὄμματα
340
δυσήλιον θέρος
340a*
δημοφανὲς πρᾶγμα
341
διχόρροπος γνώμη
342*
ἐλαφρὸν παραινεῖν 〈τῷ〉 κακῶς πεπραγότι
343
εὔορνις τύχη
343a*
λόγοις πιαίνειν
344*
οὐδὲν κακὸν 〈×〉 ῥᾳδίως ἀπόλλυται
345
σκοτεινὸς ὀργήν
346*
χωρὶς γὰρ οἰκοῦς' ἁρεταὶ τῶν ἡδονῶν
346a
ὁ βάρβαρος δὲ τῷ λόγῳ καὶ τῷ τρόπῳ
346b
χαλκῷ διελέσθαι τὰ πατρῷα τοὺς ὑεῖς
346c
τοιοῦτος ὢν τύραννος οἰκήσεις μόνος
347
φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι
347a
τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ
348a*
πολλάκις ἄρα εἷς φρονῶν μυρίων μὴ φρονούντων κρείττων ἐστίν
348b*
τὴν εἱμαρμένην οὐδ' ἂν εἷς ἐκφύγοι
348c
οὔτ' ἀκούομεν
ἀκριβὲς οὐδὲν οὔθ' ὁρῶμεν
348d
ἐμὲ δὲ νῦν ἤδη καλεῖ !!! ἡ εἱμαρμένη
348e
ἐκπεσὼν οἰχήσεται
348f*
μὴ τήν γε πρώτην χάριν ἀπαρνηθεὶς γένῃ,
τοσόνδε δ' ἡμῖν φράζε
348g
× Ζεὺς κυβερνᾶν θε͜ῶ͜ν τε κἀνθρώπων ⏑–
348h
×–⏑– οὔτ' ἦλθεν οὔθ' ἥξει ποτέ
{τῷ} θνητῷ γένει δωρηθὲν ἐκ θεῶν ⏑–
349
ὦ μηχάνημα λυγκὸς αἰολώτερον
351
ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;
352
εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς
353
Ζεὺς γὰρ τὰ μὲν τοιαῦτα φροντίζει βροτῶν,
τὰ μικρὰ δ' ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ
354
τόδ' ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ
τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ
355
{〈Α.〉} πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα;
{〈Β.〉} ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος
356
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν
357
τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα
359
ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη
360
ἡ βροτῶν τ' εὐπραξία
τῶν τἀλάχιστα γίγνεται λυπουμένων
361
κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν
363
οὐ παῖς Ἀχιλλέ͜ω͜ς, ἀλλ' ἐκεῖνος αὐτὸς εἶ
365
σύνθημ' ἐρωτῶν, ἄλλο μαστεύων χρέος
365a
λισσάδα πέτραν
φιλοκέρτομον ὣς παρανηχομένους
366
αὐτός τε πράσσων εὖ τίθησιν εἰς μέσον
τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται
367
ἀλλ' ἓν διδοῦσα πάντα μαλθάσσει τάδε
368*
τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποεῖν
368a
τροχοῦ περιστείχοντος ἄλλοθ' ἁτέρα
ἁψὶς ὕπερθε γίγνετ', ἄλλοθ' ἁτέρα
369
λιμὴν Ἀίδας ἀνιᾶν
369a
ὦ θάνατε παιάν, 〈–⏑ ?〉 ἰατρὸς μόλοις
370
Ἅιδην δ' ἔχων βοηθὸν οὐ τρέμω σκιάς
371
μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων
372*
ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίης
μέγας δυνάστης Κροῖσος, ἢ Ξέρξης βαρύν
ζεύξας θαλάσσης αὐχέν' Ἑλλησποντίας;
? ἅπαντες Ἅιδαν ἦλθον καὶ Λάθας δόμους
375
{〈ΧΟΡΟΣ〉} ἀλλ' εἴ ς' ἔνυπνον φάντασμα φοβεῖ
χθονίας θ' Ἑκάτης κῶμον ἐδέξω
376
δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορά
δούλοις γενέσθαι δεσπότας τε δυσχερεῖς
λαβεῖν
378a*
πτεροῖς ἐλαφρίζουσα κούφοισιν δέμας
ἀκρώνυχον καθεῖς' ὑπὲρ σφαίρας ἴχνος
379
εἴκει γὰρ ἤδη θυμὸς οὐδ' ἔτ' ἀντέχει
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ
380
ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτηται βρόχοις,
πνεῖ δ' οὖρος, ἡμῖν δ' οὐ κρατεῖ τὰ πείσματα
381
οὔτοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες
καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει
382
ἄνδρ' ἠδίκησας· ἄνδρ' ἀνεκτέον τόδε;
383
καὶ γὰρ κάπρον φριξαύχεν' οὐ μόνον γυνή,
παῖς δ' ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ
κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον
384
φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος
μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ
384a
–⏑ Ἀσκραίῳ Διί
Λυδίων καρπῶν ἀπαρχὰς
386
οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας
ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν
388
ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς
391
θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ
392
{ΗΡΑΚΛΗΣ·} Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι
μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς
393*
σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν
397
λήγει δὲ Κύπρις θαλίαι τε νέων
οὐδ' ἔτι θύρσος †φῦλα Βακχίου†
398
〈ὦ〉 γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις,
ἔξειπε
399
τὸν παῖδά μοι τόνδ' ἀξίως Ἡρακλέους
ἡμῶν τε θρέψαι
400
ἐγένοντο, τοῦ μὲν Ἡρακλῆς, τοῦ δ' Ἴφικλος
401
μισεῖς· ἐγὼ δὲ ῥᾳδίως μισήσομαι
πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν
402
βίᾳ δ' ἔπραξας χάριτας ἢ πείσας κόρην;
404
τόδ' ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών
405
{〈ΘΑΝΑΤΟΣ·〉} οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας,
οὐ μάντιν οὐδ' ἰατρόν, ἀλλὰ †θνητὸν ἅμα†
ψυχαῖς
406
τί[ς καλλί]καρπον θύρσον ἀνασείει θεῶν;
407
ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας
408
πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος
περᾶν ἕτοιμος
408a
ἔπτηξ' ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν
409
ὕβρις τάδ', οὐχὶ Κύπρις ἐξεργάζεται
410
πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ
410a
καὶ μή τι παυσώμεσθα δρῶντες εὖ βροτούς
412
δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς
413
μικρὸν δὲ ποδὸς
χαλάσαι μεγάλῃ κύματος ἀλκῇ
415
στείχει πολίταις ὄμμ' ἔχων ἰδεῖν πικρόν
415a*
πολλοῖς μὲν ἐνάλου,
ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις
ἀγλαΐσας
416
×– κραταιῷ περιβαλὼν βραχίονι
εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον
416a*
στῆναι μὲν οὐ θέμις
οὐδὲ παύσασθαι φορᾶς
416b
φλοιὸς ἐβρώθη ξύλου
***ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ
418a*
ὡς γῇ προσέξων {τὸ} σῶμα
419
Κρητικοὺς αὐλοὺς θανοῦσι κῶλα ποικίλης νεβροῦ
420
σύμμικτον ὥστε γλεῦκος αὐλητήριον
421*
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ
422
σοφοὶ σοφοὺς σῴζουσιν, ἢν ὦσιν σοφοί
423
ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον
424
ἁγνὸν εἰς σηκὸν θεοῦ
425
×–⏑ ἔργων μυστικῶν προφάντιδες
426
ῥινηλάτην κύνα
427*
στηρίγματ' οἴκου
428*
χωρίτης λεώς
429
ἀπτέρῳ τάχει
430a
γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν
430b
ἀναδρομὴ γένοιτο, κοὐ σφαλούμεθα
432a*
πύργους εἴκοσι μιᾷ στολῇ, πεζοῖς μὲν ἕνδεκα, ναυσὶ δὲ δυώδεκα
433*
ἢν καλὰς ἀρχὰς λάβῃ,
καλῶς τελευτᾶν 〈καὶ〉 μεσοῦν φιλεῖ βροτοῖς
438a*
κυρταύχενα
439*
πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται
440a*
Ἔρως μέθη ζῆλός τε καὶ δαίμων ἴσα
440b*
ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται
441*
τοῖς δευσοποιοῖς φαρμάκοις ξανθίζεται
442
χρημάτων τε γάργαρα
443a*
πασῶν δ' ἀρίστη γαῖα Μεσσήνη 'λάχεν,
εὔδενδρος, ὡς οὐδείς τις Ἑλλάδος χθονός
443b*
ἵππων κυβερνητῆρες
443c*
Ἀγαμέμνονος πέρι
443d*
ἔνδον γένοιτο
445*
ἐν πρώτοις ἄγω
445a*
ἠδ' ἄγκος ὑψίκρημνον ὄρεσι περίδρομον
447
ὡς αἰσχρόν ἐστι †μὴ καλῶν† ἀπ' ὀμμάτων
κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν
448
θεὸς †γὰρ† ἐπὶ σμικροῖσ〈ιν〉 οὐ θερμαίνεται,
ἀλλ' ὡς λέβης τις μείζονος δεῖται πυρός
449*
ὅ τοι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός
450
τραύματ' ἐξόπισθ' ἔχων
τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους
450a
ὠκυάλοις ποδῶν ἀναρρήγμασιν
451
ἄνθρωπον ἦθος
452
ἥλιος,
ὅτου δι' αὐγῆς πάντα βλαστάνει βροτοῖς
φθίνει τε
453
καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους
453a*
[ ] ἢ τιμᾶν χάριν
ἢ [–⏑–× τὴν] ἀλήθειαν πάρα
453b*
τὰ λανθάνοντα [–⏑–×–] μόνος
454
σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγών
Ἄβαντα φύει διάδοχον τυραννίδος
455
ὅταν δ' ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακά,
τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται
456*
μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος
457*
〈×–〉 λαλεῖν δεῖ μηδὲ μηκύνειν λόγον
458
{〈ΕΤΕΟΚΛΗΣ〉 vel 〈ΠΟΛΥΝΕΙΚΗΣ〉}†ἀεὶ δ' ὁρῶντί τ' ὀξὺ καὶ τυφλὸς ἦν†
θυσίας {γὰρ} ἀπαρχὴν γέρας ἐπέμπομεν πατρί
περισσὸν ἀρνῶν ὦμον, ἔκκριτον κρέας.
τὸ δή γε συγκόψαντες, οὐ μεμνημένοι,
λήσειν δοκοῦντες, ἀντὶ τοῦ κεκομμένου
ἐπέμψαμεν βόειον· ὁ δὲ λαβὼν χερί
ἔγνω 'παφήσας εἶπέ τ' ἐκ θυμοῦ τάδε·
‘τίς μοι τόδ' †ἀντόμοιον† μισητὸν κρέας
πέμπων; γέλωτα δή με ποιοῦνται κόροι
θύοντες, ὕβρει „τυφλός· οὔ τι γνώσεται“,
οὕτω λέγοντες. ὦ θεοί, μαρτύρομαι
ἐγὼ τάδ' ὑμᾶς καὶ κατεύχομαι κακά
αὐτοῖσιν ἀντὶ τῶνδε δὶς τόσα σχεθεῖν.
χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα
σφάζοιεν ἀμφὶ †κτήμασι βασιλικοῖς†
460
καὶ τοῦτο τοὔπος ἐστὶν ἀνδρὸς ἔμφρονος,
ὅταν καλῶς πράσσῃ τις, ἐλπίζειν κακά
460a
ὁ γὰρ τύραννος
462
δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν,
τοῖς δ' ἔχθος εἶναι
463
σωτῆρες εὐσέλμων νεῶν
464
κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ
464a*
λυπουμένων
παρηγόρημα
465
τολμῶ κατειπεῖν, μήποτ' οὐκ εἰσὶν θεοί·
κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήσσουσί με
466
σημεῖα γάρ τοι ταῦτα γίγνεσθαι φιλεῖ,
ὅταν τι ναοῖς ἐγκατασκήψῃ μύσος
467
Ἀκτῖτις πέτρα
468
Βαρκαῖον αἶπος
469
Φασιανὸν νάπος
471
ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος
473
θεοῦ θέλοντος †μετὰ† πάντα γίγνεται
474
τί δ' οὐ γένοιτ' ἂν θεοῦ †ἐφιέντος τύχῃ;
475
γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα
476
Ζεὺς ἔσθ' ὁ πέμπων τὴν ἐφήμερον τροφήν
477
ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει
478
θείᾳ προνοίᾳ πάντ' ἐγέννησεν φύσις
479
θεὸς νόμος πέφυκεν ἐν βροτοῖς μέγας
480
πάντῃ πάρεστι πάντα τε βλέπει θεός
481
θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί,
καὶ τἀμπλακήματ' ἔρχεται θεοὺς ἔπι·
ὅθεν λαβόντες οἱ κακῶς πεπραγότες
σωτηρίαν ἀπῆλθον ἐκ δυσπραξίας
482
νῦν οὐκέτι μοι δίχα θυμός,
ἀλλὰ †σαφὴς† ὅτι πάντα βροτοῖς
Ζεὺς ἐπικάρσια τέμνει,
καθελὼν μὲν δοκέοντ',
ἀδόκητον δ' ἐξαείρων
483
ὁρῶ γὰρ χρόνῳ
δίκαν πάντ' ἄγουσαν εἰς φῶς βροτοῖς
484
φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν
485
οὐχ εὕδει Διός
ὀφθαλμός, ἐγγὺς δ' ἐστὶ καίπερ ὢν πρόσω
486
οὐ γάρ τις οὐδὲ χρημάτων ὑπεργέμων
νόμον μιαίνων ἀσφαλῶς γηράσεται,
ἀλλ' ἡμέρας ἢ νυκτὸς ἡ Δίκη ποτέ
τῷ δυσσεβοῦντι σῖγ' ἔχους' ἐνήλατο
487
τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς
488
δαίμων βροτοῖσι πόλλ' ἀνευρίσκει κακά
489
λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοί
τοῖσι〈ν〉 διδοῦσιν οὓς ἂν ἐχθαίρως', ἐπεί
οὔ σφιν πονηρόν ἐστιν
490
τιμωρίαν ἔτεισεν ὧν ἦρξε〈ν〉 κακῶν
491
ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντ' ἰδεῖν
492
ἔσθ', ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον
τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον
δαιμόνιον, ᾧ μέλει τι τοῦ θνητοῦ βίου
493
ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην
εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
ἑξῆς δ' ὀπαδεῖ δόχμιον, ἄλλοθ' ὕστερον
494
οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐχέγγυος
495
μόνη 'στὶν ἀπαραίτητος ἀνθρώποις Δίκη
496
μὴ μουσοποίει πρὸς τὸ νηπιώτερον·
πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν κλύει
497
ὅστις λέγει †κακὰν† φρονῶν σιγῇ στένει
498
ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην
499
τὸ δὲ θεῶν κράτος μέγα κατ' ἀνθρώπους·
ἄφρονες δ' ὁπόσοι τὸ δίκαιον ἄγους'
ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές·
μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνους'
ἀμοιβὰς κακῶν
500
Δίκας δ' ἐξέλαμψε θεῖον φάος
501
Ὁσίᾳ δ' Ἀνάγκη πολεμιωτάτη θεός
502
οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος
503
μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται
Μοῖρ' οὐδ' ἐν ἀνθρώποισιν, ἀλλ' αὐτὴ κρατεῖ
504
ὦ Μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι
506*
πάντων τύραννος ἡ τύχη 'στὶ τῶν θεῶν,
τὰ δ' ἄλλ' ὀνόματα ταῦτα πρόσκειται μάτην·
μόνη διοικεῖν γοῦν ἅπαντα βούλεται
507
ὦ δέσποτ', ἀλλ' ἔξεστι τοῖς σοφοῖς βροτῶν
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι
508
μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος
509
χρόνος αὖ χρόνος ἁ κραταιά τε χρησμοσύνα βίου
πόλλ' ἀνευρίσκει σοφὰ μαιομένοις
510
οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν·
ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθ' ὁρᾷ
511
χρόνος τὰ κρυπτὰ πάντα †εἰς φάος† ἄγει
512
ἀλλὰ ταῦτα μὲν χρόνος
δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής
513
ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί·
οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει
514
τῷ λόγῳ μὲν εὖ διέρχῃ πάντα, τῷ δ' ἔργῳ κακῶς
515a
ἐπεὶ πέπρακται πᾶν τὸ τοῦ θεοῦ καλῶς,
χωρῶμεν ἤδη, παῖδες, εἰς τὰ τῶν σοφῶν
διδασκαλεῖα μουσικῆς· παιδεύματα
προσλαμβάνειν δὲ δεῖ καθ' ἡμέραν ἀεί,
ἕως ἂν ἐξῇ μανθάνειν βελτίονα.
παῖς δ' ὢν κακὸν μὲν δρᾶν τι προῖκ' ἐπίσταται,
αὐτὸς παρ' αὑτοῦ μανθάνων ἄνευ πόνου·
τὰ χρηστὰ δ' οὐδ' ἢν τὸν διδάσκαλον λάβῃ
ἐμνημόνευσεν, ἀλλὰ κέκτηται μόλις.
ταῦτ' οὖν φυλαξώμε〈σ〉θα καὶ μοχθητέον,
ὦ παῖδες, ὡς ἂν μήτ' ἀπαιδεύτων βροτῶν
δοκῶμεν εἶναι κἀποδημοῦντος πατρός
516a
ἀεί τι βούλου χρήσιμον προσμανθάνειν
517
ἃ δεῖ παρὼν φρόντιζε, μὴ παρὼν ἀπῇς
518
οὐχ ὡς νομίζεις, τὸ φρονεῖν εἶπας κακῶς
519
οὐ χρὴ ποδώκη τὸν τρόπον λίαν φορεῖν
520*
ἔμβα πορθμίδος ἔρυμα
521
θάλλουσα λυπῇ τοὺς ἄγαν ὑπέρφρονας
523
πόλλ' ἐστὶν ὀργῆς ἐξ ἀπαιδεύτου κακά
525a*
ὡς οὐδὲν ἂν βίαιον ἐξ ἀνδρὸς πάθοι
526
ἅπανθ' ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος
527
θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται
528
κακὴ γὰρ αἰδώς, ἔνθα τἀναιδὲς κρατεῖ
529
αἰσχρόν γ' ὅταν τις †ἐπὶ γλώσσῃ φυείς†
γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους
530
ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον
531
ἅπαν τὸ λίαν συνετόν ἐστ' ἐπίφθονον
532
ἀδικώτατον πρᾶγμ' ἐστὶ τῶν πάντων φθόνος
533*
εἰσίν τινες νῦν οὓς τὸ βασκαίνειν τρέφει
534
οὐδεὶς ἂν εἴποι κεῖνον ἀνθρώπων κακῶς,
οὐδ' εἰ Φθόνου γένοιτο δυσμενέστερος
535
χρὴ δ' ἢ λέγειν τι χρηστὸν ἢ λέγουσιν εὖ
μὴ δυσμεναίνειν τῷ φθόνῳ νικώμενον
536
μέτοικε σύ
〈οὐ〉δ' ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις
537
κρεῖττόν τ' ἀμύνειν· κατθανεῖν γὰρ εὐκλεῶς
ἢ ζῆν θέλοιμ' ἂν δυσκλεῶς †γε κατθανών†
539
γνῶμαι γὰρ ἔργων τῶν ἐν ἀνθρώποις τροφοί
540
βουλαὶ τάδ' ἐξέπραξαν, οὐ χερῶν σθένος
543
οὐκ ἐν γυναικὶ φύεται πιστὴ χάρις
544
τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει,
ἡσσημένῳ δὲ δόξα νικητήριος
546a
τοῖς εὐπλοοῦσιν ἀντιπνεύσας' ἡ τύχη
ἅπαντα συγχεῖ, κᾆτα ναυαγεῖν ποιεῖ
548
σὺ δ', ὦ τεκοῦσα, μή τι σήν
λιβάσι κατάσπενδε †ας† παρηίδα
549
γέροντι δ' οὐχ οἷόν τε μηκύνειν χρόνον
551
×– πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ
552
ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον
553
ἔχω· τὸ γὰρ πρᾶγμ' αὐτό μοι καλῶς ἔχον
καλοὺς παρασχεῖν τοὺς λόγους δυνήσεται
556
αἰδὼς ἀπώλες' αὐτόν, ἐρρέτω, κακή·
πολλὴν γὰρ αὐτὴν δειλὸς ὢν ἐκτήσατο
557
τοῖς γὰρ κακῶς πράσσουσιν οἱ σεμνοὶ λόγοι
κόσμον μὲν ἂν δοίησαν· ἡ δ' εὐπραξία
ξὺν τοῖς ἀναισχύντοισιν ὥρισται βροτῶν
558
ὦ παῖ, τὸ δεῖσθαι τῶν πέλας θνητοῖς μέγα
διδασκαλεῖον τῆς ἀναιδείας ἔφυ
559
εἰς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος
560
{ΤΗΛΕΦΟΣ·} χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα
561
ᾗ μήποτ', ὦ παῖ Ζηνός, ἐς ταὐτὸ〈ν〉 μόλῃς
562
γλώσσαργον ἦθος
562a
εὐφημία γὰρ εὐκολώτατος πόνων
563
Ἰνάχειον ἄστυ
564a
εὐεργετῆσαι γὰρ τὸ σῶμ' οὐ βούλομαι
564b
ποῦ γῆς πέφευγεν;
564c
ἐγὼ δὲ φεύγω γῆν πρὸ γῆς φοβούμενος
τὸν ἄγριον 〈 〉 δεσπότην,
ᾧ μᾶλλον ἵππων ἢ 〈⏑〉 ἀνθρώπων μέλει
564d
ὦ πλεῖον †ἴλως† αἱμύλης ἀλώπεκος
564e
δεινὸν κακοῦ παρόντος ἀρρωδεῖν βροτόν
564f
τὸ μὲν μέλειν οὐκ ἦν, τὸ μεταμέλειν δ' ἐνῆν
565
αὔρα, θεῶν ὄχημα τιμιώτατον
566
πάντας σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει
καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός τις ᾖ
566a
ῥᾷον γένηται καὶ βιῷ
566c
μάντιδος πρὸ Πυθίας
566d
φοίνικι λίνῳ
566e*
ἕως οὗ〈 〉 αὐγάσῃ τὸ φῶς
566f
δάκˈρεϊ χειμαινομένῳ
566g
αἴθωνι βελέμνῳ
566h
γέροντι βάκτρῳ
566i
ἐθάδων ἐδεσμάτων
566k*
ἱπποτᾶ〈ν〉 φηρῶν
567*
ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον
568*
κλύδωνα σαυτῷ προσφέρεις αὐθαίρετον
569
Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ
ὑπὲρ τάφρου πηδῶντας ἔστησε〈ν〉 Φρύγας
570
Οἶνός μ' ἔπεισε δαιμόνων ὑπέρτατος
571*
παρ' οὐδενὸς γὰρ οὐδὲν ἡρμηνεύμεθα
572*
τοῖς καιρίοις γὰρ δεῖ λέγειν τὰ 〈καίρια〉
572a*
οὐ συμπαρέστης, οὐ σύνεργος εὑρέθης
572b*
†κέαρ πεπονημένον ἀρετῆς†
573*
ὅστις καθ' ἑτέρου δόλια μηχανεύεται,
αὐτὸς καθ' αὑτοῦ τοῦτο λανθάνει ποιῶν
579
εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας
580
κουρήτων στόμα
581
φόνου πτερόν
581a
κεῖται δ' ὁ τλήμων
583a
ἀγαί
585
ἀλεκτορίς
585a
ἀλκηστής
585b
ἀμυντής
586a
ἀμφίκρανον
587
ἀπαυλία
587b
βούπρῳρον
587c
ἐπιτάξ
588
ἐριούνης
589
εὐναία
590
Ἥρυλλος
590a
ἡφαιστόδαπτα
590b
θεωρίδες
591
καθηγητής
591a
καῦστις
591b*
λικνοστεφεῖ
591c
λωπιστός
592
μαγείαν
592a
μαδαγένειον
593
μαίμακον
593a
μασχαλίσματα
593b*
μοιρολογχεῖν
593c
νεηλάτης
594
οἰκοδέγμων
594a
ὄμπνιος λειμών
594b
ὀροτύπους
594c
ὄσσος
595
πέλλη
596
περίστασις
597
πολυβέλεμνοι
599
ταλαπείριος
601
χορταιοβάμων
602
ψυχορροφεῖν
602a
ψυχορ〈ρ〉όφους
617
χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει
ὅμοιον ἑαυτῷ σάρκινον καθεστάναι.
οὐκ οἶσθα δ' αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται
ἄπλατος ὁρμῇ, ποτὲ δ' ὕδωρ, ποτὲ γνόφος·
καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής,
ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ.
ὑπηρετεῖ δ' αὐτῷ θάλασσα καὶ πέτραι
καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα·
τρέμει δ' ὄρη καὶ γαῖα καὶ πελώριος
βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα,
ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου.
πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ
618
εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός,
ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν
πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας.
θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι
ἱδρυσάμεσθα πημάτων παραψυχήν
θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων
ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις
στέφοντες οὕτως εὐσεβεῖν νομίζομεν
619
τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα
οὐ χρυσόμορφος οὐδ' ἐπημφιεσμένος
πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν
ὑπημβρύωσεν, ἀλλ' ὁλοσχερὴς ἀνήρ***
ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη
ὁ μοιχός***
ὁ δ' οὔτε δαιτὸς οὔτε χέρνιβος θιγών
πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος·
ὅλην δ' ἐκείνην εὐφρόνην ἐθόρνυτο
620
ἔσται γὰρ ἔσται κεῖνος αἰῶνος χρόνος,
ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ
χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλόξ
ἅπαντα τἀπίγεια καὶ μετάρσια
φλέξει μανεῖσα***
ἐπὰν †δὲ† ἐκλίπῃ τὸ πᾶν,
φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός,
γῆ δ' ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι
πτερωτὰ φῦλα βαστάσει πυρουμένη.
κἄπειτα σώσει πάνθ' ἃ πρόσθ' ἀπώλεσεν
621
οὐδὲ θεοῖσι αὐθαίρετα πάντα πέλονται
νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν
622
θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον;
τὸν πάνθ' ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον
623
ποῖος δ' ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο
δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς;
624
ὁρᾶθ' ὅσοι νομίζετ' οὐκ εἶναι θεόν,
δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως;
ἔστιν γὰρ ἔστιν. εἰ δέ τις πράσσει καλῶς
κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην
625
{ΟΙΝΕΥΣ vel ΜΕΛΕΑΓΡΟΣ?}
frr. a + d + c
×– σί]δηρον μη?[⏑–×]τες φόνωι
[ ]ν? ἀνέξοντ?[!!!!]![!!]οι
×–⏑– ]ς γὰρ τῶν ἐ[μ]ῶν λόγων ἔχεις
×–⏑– ]ει πρᾶξιν [ὁ]ρμήσω ποδί
×– αδ]ελφ[ω]ι Μελ[ε]άγρωι δ[ωρ]ήματα
ὅ]π?ω?ς [γ]ένητ|αι κἀποπληρωθῆι τά?φος,
τύχηι δ' ἀγώ|νων τῶν κεκαλλιστευμ?[ένω]ν
ὥσπερ τυρ[ά]ν|νοις ἀνδράσιν? [×–⏑–
<χοροῦ μ|έ[λος>
{〈 〉} ὅσον ταραγμ[ὸ]ν? [–⏑– δυ]σπρ?α?ξίας
ψυχαῖσιν ἐμ[×–⏑]{ν} τλημόνων βροτῶ[ν·
ἐγὼ γὰρ? [εἶδ]ον? [–⏑–]ν τεθνη?κότ?α
σ?τ?!!τε![ ]ων ζώντων φίλων
τ?ίς ἐστι !![ ] ε?ὔ?νους ἐμοί;
ὀ]χλεῖ![ ]!οι? πλήρης δ' ὅταν
!!]ο?ς? θυ[ ]μονης
[ ] κ?ακοῖς
[ ]ος βλέπει
[ ]ος...quot vss. desint incertum
τί ποτ' ἄρ' ἀκοῦσαι προ[
ὡς ἐκπεπλη[
εἶἑν· τιν?[
ὅσον τάχος κ?[
φε[!!]νε[
{#} ⸏[
⸏[
τινα![...
fr. b
...⸏ἀθῶιος ὢν ![!]![!!!]π[
⸏οὐ μανθάνω σ?ου τ[ὸ]ν? λόγο?[ν
ἀλλ' ὡς συνήσεις ῥαιδίως ἐγὼ φ[ράσω.
ἐπεὶ γὰρ ἦλ[θ!!]!![ ]![
εὐχῆι προχ?[
fr. e
...[ ]ι?α?[!]απ[
[ ]ες
[]εται χρόνοις
[ ]ς γεγώς
[τ]υγχάνει
[ ]ε?ται?σ?ι?ν?ου[...
fr. f
...[]ι?ν!![
[ ]ησση![
[ β]ουλομ?[
[ ]![!]υ?[...
fr. g
...[ ]![!!!]α?γο?ντα γὰρ? [⏑–
[ ]γλ?[!]λ?ε?ν σε μαντε[–⏑–
×–⏑–×] ἄ?νδρες ὦ φρενοβλαβεῖ?[ς
×–⏑–]ειρουσιν ὡς κακὸν μέ[γα
×–⏑–×] ἐμπολῶσιν ἡδονῆς
×–⏑–×]ι πρός σε δεξιᾶς χερ[ός
[ ]σ?τ?[ ]λ?[...
fr. h
[]με τλημ[
[]ημελ?[
[]![!]γ?α?![...
fr. i
...vestigia 3 vss.?[ ]α[
[ ]σ?ς?!!!!
[ ]ι? κλύων
[ μέ]γα σθένει
[ ]λ?ε
[ ]α?
[ βο]ύ?λεται
[ ]!
ἀνά]κ?τορον
[ ]!όμην
[ ]!!![...
...!![
κα![
ν?![
τι?[
[
τλ?[
τιν?[...
626
{ΤΥΡΩ?}
frr. a—c
[ ἱσ]τ?ο?ρεῖς
[ ]ε? χρῶμ' ἅπαν
[ ]
4 vss. desunt
[ ]σ?ωσαν[
×–⏑–× δ]ε?ῖ?μα νύκτερον? [⏑–
×–⏑– ]μεν οὐδ' ἂν εἷς ἔλθοι πέλας
[ ]!υσ?του δέμας
[ ]!υ? π?ό?τ?μος
[ ] [
[ ]π?ων[
[ ] πάθος
[ ]!μενον
[ ] π?[ο]ρσυνῶ...quot vss. desint incertum
[ca. 13 ll. ]τ?ου χάριν φοβου![!]!![
[ca. 8 ll. ]λλοισο?υσε![!!] τ?ε?ταγμ[έ]ν?α?
ἄ?π?οιν|' ἐ?ὰ?ν μὴ βρ?![!!!!!]!π?ε?ς? λ?όγοις
ὁρᾶις γ?' ἄρ', ἆ δέσπο[ινα, ca. 8 ll. ]!ματα
στείχει?ν ὀτρυν![ ca. 15 ll. ]
×]ρ?ει θυρῶνος ει![]τ? ca. 16 ll. ]
ἀ?μφοῖν ἀ?κ?ο?ῦσαι τ![ ca. 12 ll. ]ε?ν![
τὴν ἐντὸς οἴκων ![]!ς![ ca. 9 ll. ]
εὔνους δὲ καὶ τάσδ' εἰσορᾶις πε?ν?[θητρί]ας·
ὁρῶ τ?[!!!!!!]δ?α!!!! μήτε πήματι
μή[τ ca. 9 ll. ]!!ουσαν ἀλγεινῶν π![
[ ca. 18 ll. ]ναν μόνον λε?[
[ ca. 17 ll. ]!τε κ?αὶ κακο?![
καιν![ ca. 10 ll. ]!ον ὡς τὸ σὸν? [⏑–
εἰ καὶ θανεῖν χρὴ π?ρ?ῶ?τον ἐκ?π?ρά?[ξ–⏑–
×–⏑]δ?οιτ[!!]ν?τ' αὐτὸν εὖ φερ?ο?ν?[⏑–
[ ]!!!μ?η κ?ενοῦ χ[...
fr. d
...!!]ρ?!ν?δ[
!!!]!ως χαρίζ?ει? τ?ῆ?ς π?[!!!!!!]!![
φό]β?ος τις αὐτὴν δεῖμά τ' ἔννυχον πλανᾶι
ca. 8 ll. ]!!!εν? τῶιδε κοινωνεῖ τά?δ?ε
ca. 10 ll. καλ]λίρουν ἐπ' Ἀλφειοῦ πόρον
[ ]!!γ?άνος...
...λίαν γὰρ? ης![
/ἀλλ' ἐκ κακῶν !![
ἀλλ' ὦ τέκνον [!!]!![
κούφως φέρειν· ἐγὼ? δ?ὲ τ[
[ ]!!!!! δεσπο[...
fr. e
...[]!ικ![
[]κα καὶ σὺ γνη?σ?ι?[
[ ] ἄ?γαν ὀδυρμα[
[ ]θων τρύχει ![
[ ]!οτ?[!!]!!![...
fr. f
...!!! !!!]!!ωσιν αἱ μετοι?[
!!]!! ἀρωγὸν πατέρα λίσσομα[ι μολεῖν
ἄν]α?κτα πόντου μητρὶ τη?σ?τε![
!!]!!τα παῖδας εἴ?περ? [!]χ?[...
fr. g
... ![!!!!!!!]!!ε?τ?ο?ς? ο?ὐ?κ? ἐνες[
τιδ!![!]!!!!ετενδει?σ?ε κυρι?!![
[]ἑλικ?τὸ[ς] !![!!!βόσ]τρυχος [
νέ?α πρ?ο?ς?![
ετ!!![...
627
fr. a
×–⏑–×] ο?ἶμον ὥρισα?[ς] πόν[ων
[ ]οιδε τοὺς αὐθαιρέτ[ους
[ ]!ε κινδύνους ἄρα
[ ]ς ἤθληται μάτην
[ ]π?ας δετ[!]! Ἀχιλλέω?[ς
[ ]!α?των ἐλέ?γχεται
[ ]νοκ[
[ ]έψευστα?[ι ⏑–
[ ]ας ὑ?περ[⏑–
[ ] κ?ηδεύεις![ (⏑) –
[ ]ησδε ἐπι[
[ ]α συγγαμο?[
[ ] οὐχ ἁπλοῦ?[⏑–
[ ]ε?νους ὑ?π?ε?[ρ ⏑–
[ ]ωνταγες?[
[ ]τος οἰκτις[–⏑–
[ ]τ?αμεσθ' ὑπ?[–⏑–
[ μν]ῆ?μα λάϊν?[ον ⏑–
[ ]σδ' ἀφιδρυ[–⏑–
[ ]α?ντα προὐ![×–⏑–
[ τ]ἀ?πιτύμβι[(α) –⏑–
[ ]τ?ασδεκαζ[×–⏑–
[ ]ωρα τονδε?[–⏑–
[ ]κ?ισαν?[
[ ]γ?α[]ρο[
[ ]!ν?ους![
[ ]των ε!![
[ ]!ειλισσω[⏑–
[ ]!![...
fr. b
...[ ]!!!!!![
×– νο]μίζειν ἴ?σ?α ![⏑–×–⏑–
×– ὁ]μ?οίως ὡς ἐμ[–×–⏑–
×–⏑ ]!ε?ι?α?ς? ειπα?[!!!]!![
×–⏑–]!οι τἀξ ἐ?μο?[ῦ σ]υ?νάπ[τεται
×–⏑ ]τ?ο?ι?ς? ἄπωθ?εν? ἀ?ν?τειπ?[–⏑–
×–⏑– ]τ?ης ἐκγόνο?ις ἐψευ?[σμέ]ν?[–
×–⏑ ]α?ντα τασδε δαιμόνω?[ν ⏑–
×–⏑ ]ιπεις συμφοραῖς δ[×–⏑–
×–⏑–]!ξ?ων ἐστὶν ὧι πεπρ?[–⏑–
×–⏑]!!χ?ε?ι περγάμων κατ?[–⏑–
×–⏑–×]ν κρυπτὸ?ς? α?!!τ?![
×–⏑– ]ν ἔβλαστε μ?[–×–⏑–]
[ ]!!![...
fr. c
...[ ]![
[ ]!ε?ριμ?[
[ ]ν?χρη[
[ ]μεμη[
[ ]τε?οπ[
[ ]δεθυμ?[
[ ]στινα?[
[ ]ρηξ[
[ ]μ?α?ρ[
[ ]α?τ?[
[]!ο?ν?[...
fr. d
...[]τε![
[]!α?ξ[
[]ν?ε?υ?[
[]αλλ[
[] περι[
[]!π?[
[]ρ?α?β?α?[...
628
fr. a
...[ ]!! ο?ὐ?κ? ἐ?μ?[
×–⏑–]!ωι Ζεὺς α[–×–⏑–
[ ] πάροιθεν ο?!!!![
[ ] ἀ?π?ο?τρέψειε τα![
[ ]!ο?![!]!ι?ας ὑπερλ![
[ ]ν?ω?νται δ' Ἰλίαν γα?ιο?[
[ ] Πλούτ?ω?νος εὐχ?[
[ ]ν ἀκτ?ῖ?να δε[ρκ
[ ἄν]δρα τό?νδετε?[
[ ]! καὶ τ?ὸ?ν ἡβη?[
[ ]!!τοτ?[...
fr. b
...[ ]!!!τω[
×–⏑–]κεν ἐγγ[⏑–×–⏑–
[ ]!ενθα!![
[ ]οχθος ου[
[ ] μάστιγος [
[ ]!ο?ι πα[
[ ]τ?ουδ[
[ ]υ?ε?σο![
[ ]ηδε[...
629
...[ ]!οργ[!!!!!!(!)]!α?ν[
[]!ρο!! μ?αλακῆι? σ?υνωι?δά
[]
⏔]ους ὁκόσαις ˈ θεὸς ἡ μεγάλ?η? ˈ
⏔]ης αὐλὸς ˈ κελαδεῖ Φρύγι?[ος ˈ
[ ]! ˈ χ?ορ?ὸν ἐγκύκλιον ˈ νομίμως
[ ]!!!!!!α?χ?ί?η? π?α?λ?άμας
[ ]!!!!! κ?ροτάλων ἱέ?τω
[ ]! ˈ τύμπανον ἰ?ά?χε?[ι ˈ
[ ⏔ ἐ]μβαίνει ˈ ποσὶν? ἀ?θανάτοις ˈ
[]![!]ο?σιην θ' ὑποπ?[!]!σετε παρθενι?κάς
630*
fr. a
...[ ]λ?ωτον εσα[
[Ἀ]κταίων[
[τ]ῶι Κιθαιρῶ[ν
vac.
[ ]ε?ιας πεδ?[
[ ]ικνει [
vac.
[ ]ς? Πενθε[...
fr. b
... vestigia
[ ]ν στρατὸν [
[ ]αι τὴν γῆν [
[ ]ερως ἑλ?ὼ?ν? [
[ ] πύλαι δ' ἡμῖ[ν...
fr. c
vestigia 8 fere vss.
631*
fr. 1
[ ]βλέψας ἐπεί
[ ]ει κακουργίας
[ ]!![!!]α?σμένου
[ ]τε
[ ]ε?ι?ν
[ ]!σ?τρας κόρην
[ ] κακῶς
[ ]ως
deest 1 vs.
[ ]![!]!!
[ ]ρας θανεῖν
[ ]ε?λων
[ ] γένος
[ ]λ?ητον τέφραν
[ ]ενοι
[ σ]υ?ν?α?ρμόσας
deest 1 vs.
[ ]!ς
[ ]ν...
ἀσυλλογι?σ?[τ
εἰ δὴ μολ[
{Α} βάψας?[
λ?α?βὼν [
[!]!ιμ?[
⸏ὡστε[
⸏θετ?[spat. 4 vss. vac.
⸏μος?[
μο?![
π[
επ[
⸏ἐστ?ω?[
{Β} επ[
εκτ[
!η[...
fr. 2
vest. incerta...⸏!ιηι![
νόμος ![
ἥρωες !![
τοῖς ὀρφα?[ν
ἐξ ὧν ς![
μηθεὶς τ[
[!]![!]!ε?π?η?[...
631a
{frr. a—c}
{fr. a} []σβολην
[]!!τ?ο?
[]νόμους
[]π?ολας
[ ]!αισ?θ?α?!!
[ ] ⎫
[ ] ⎪ vestigia
[ ] ⎬ incerta
[ ] ⎭...
fr. b ...[ ]νεο?[
[ ]!!ω?!κ![!!]![
[ ] vestigia 9 fere Il.
[]μ?ου?δ?ε!!
[ ]!ο?ς? δ?αλ?!!![!]!!!...fr. c ...
[]!!!ε?ι?ν
[ ]ψ?α?σ?α?
[ ]
[ ]
[ ]ν
[ ]
⸏ποῖος κυ![
⸏σ?κε?ῦος τι?[
⸏πέραινε β?[
⸏!!!(!)υ?![!]!![
ο!ψ!![!!!(!)]δ?[
⸏δ?α?μα[!!]!α?σ?τ?ι?[
προσ[!]!!η? ψυ?[
δίκαιον εἰπεῖν? [
!!![!]!!![!]!![...
...εὑρεῖν ἐμαυ?[τ
διαρκέσαι μ?[
υ?[!!!]![...
...![!!]!!!!α?[
κ?η?μ!!τι?!![
![!]τ?[!!!]τι?ς?[
!μ?ε?γ?!!![]![
!!!ε!!!!α!![
⸏ὑ?πε?φ?θ?!!ρ?ε?θ?η?![
fr. d
sub margine vestigia incerta 10 versuum; dispiciuntur:
[] (ca. 14 ll.) α?γαθ[
[] (ca. 13 ll.) λ?λ?α?σει?[
[] (ca. 12 ll.) η?γ?ε?π?τ?[...
631b
fr. a
[]π?οισι με?!!![
[]!!ει?!!!![
[]!ο?πασδ?ε![
[]γ?χσ?ει δωρ?[
[]α?νθρ!!![
[]πι?σερω![
[]τιμ!φ?ης[
[]!!η?κ?ειτ[
[ ]!!!!!![
[ ]!!α?!!(!)[
[]!ζ?α?ν?τ?α?![
[]ωμον!!![
[]κ?αγ?ν?!!![
[]!![!]!![...
fr. b
...[ ]!!!σλαβ![
τα]ῦτα οὖν [] π?ρέπε?[ι
[!!]γ?ά?ρ? τι τοι?[ό]νδε οτ![
[!!]!ι?ω?τον ε?!!ι?αισ?ιν ε?τ?[
ἀλ]λὰ? ὦ διοικῶν τὰς βρο[τῶν ×–⏑–
εἴ]τ?ε οὖν ἔχ[ε]ις τι σῶμα [
[!!]!!!!!!!!τ!! πν?ευμ?[
εἴ]τ?ε οἶστρος ἢ κερα[υνὸς
εἴ]σελθε π?ρ?ᾶος τασδ?[
αἰ]σ?χρὸν δὲ μηθὲν ἐρ?!![
[!!]ι?σ?ην γ' ἔγωγε Θεσσα?[λ
[!!]!νοισιν εἶναι τῶ?ν? ι?ω?[
[!!!]!!!ν Ἀθῆναι πα!![
[ ] [...
fr. c
...[ ]!!![
... ]ν?α!!![
[ ]ε?ς![ ]α γάρ
[ ]λ?α?!!![ ]! σώφρονα
[]!υσανπ?[ ] πολύν τινα
631c
...[ ]η?ς ⟦!⟧ ῥα?ι?δ[ι
[ ]τις συμ[
[ ]μ?παντ?[
[ ]!ν ἐκπο[
[]!ς προσεκ[
[]ν?αυστολ?[
[]θ?εσφατο[...
632
{ΜΕΛΕΑΓΡΟΣ?}
×–⏑–×–] τόδ' αἰτιώμενος
[ ]ν· κεῖν[ο] δ' εἰδέναι θέλω
[ ]!ν? ἀγρίου δέρος;
{(Β)} [ ]α?, δέσπ[ο]τ', εἰδέναι
[ ] χ?ρήιζω δόμοις·
{(Α)} [ ] εἰπεῖν ἔχεις
desunt lineae 2
{(Β)} [ ]ί?νεται
[ ]! αὖ
[ ]
[ ]λαβεῖν
[ δ]εδεγμένη·
{(Α)} [ ] Ἀταλάντη, γέρον;
{(Β)} [ κεῖ]ν' οὔπω πάλαι
[ ]ο?υ τινος
[ ]!α?θα?ι
[ ]ης
!!!!!!]!σειται σ?υν?[
τ?[!!!!!!]κ[!!]!αις![
ευ[!!!!!]ειη μᾶλλον ![
το[!!!!] γ?ερόντω?ν δες?[!!]![
[ ]ος κέντρ' αντι!![
[ ]!ρητοιστε![
[ ]δ?ιώκειν τοὺς ε!!!![
[ ]νιους ⟦νιους⟧ οντα![
πεσ![!!!]ων χρή μ' ο?υν!![
τάς τ?[οι] μ?αταίους ἀφρο?σ?[ύνας ×–⏑–
πεφυ[κ!!]ντι τους[
χρὴ χρ[!!!]νοισι και[
ὁρᾶν τ[ὰ] πάνταοι![
!!λ?α] ]ναμ?[
[ ]τ?ων?[
ὅτ' ἐχθρ[
ἀλλ' ερ![
ἐγὼ δ' ἀπ?[
μολὼν ἐπ?[
633
...[ ]κ?αι?[
[ ]φ?[
[ ]!!![
×–⏑–×–⏑]ωι π?ρ?ά?ξει![⏑–
[ ]ωτα πολλα[
[ ]πονη μο?νος[
[ ]υ?δ' ἐπράχθημ[
[ ]!α πιστεύειν [
[ ]τεως ἀπιστ[
[]! πρᾶγμα κα?[
[]α π?ρομη![
[ ]!η μηθεν[
[]ε?ισ?ι? χρήσιμ?[ο]ς? ![
[]ο?ι?τι μὴ πειρω[
[ ]ς ἢ κακοῦ μι[
[ ]!ν ἐν μνήμ[ηι
[] πολλάκις γὰρ ![
[ ]αλλον ἐγκαλ?[
[ ] εὐφήμως θυ?[
[]ινως τι?μ?ῆ?ς? ν?[
634
...×–⏑–×]υσε τὸν δυσώνυμον
[ ] δ' ἐμφανῆ παιδὸς μόρον
[ Με]νέ[λ]εω συνάορον
[ ]υς δὲ καί φησιν κτανεῖν
[ σ]αφῶς ποινὰς ὅπως
[ ἐ]κλέγοιεν ἄ[ν
[ ]ει!οις!!!![
[ ]ος ταυτ[
[…
634a
..…
The complete text is available when the reading interface loads.