The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. J. Mette, "Die 'Kleinen' griechischen Historiker heute," Lustrum 21 (1978) 38.
CTS identifier
urn:cts:greekLit:tlg1751.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2 bis

HERODIANOS Καθολικὴ προσωιδία 7, Cod. Vindob. Hist. Gr. 10

fol. 6v. ed. H. Hunger, Jahrb. Österr. Byz. Gesellsch. 16, 1967, 10. 17:

τὰ εἰς ‘–υος’ λήγοντα καθαρὸν ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῶι ‘υ’ ...

συνεσταλμένωι προπαροξύνεται ... ἔστι δὲ ποταμὸς περὶ Λυδίαν, ὥς φησι

<Ξάνθος ἐν α̅ Λυδιακῶν>, ‘Ἄρυος’.

{FRAGMENTA}{ΛΥΔΙΑΚΑ.} Dionys. Halicarn. Antiq. I, 28:Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς, εἰ καί τις ἄλ-λος, ἔμπειρος ὢν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂνοὐδενὸς ὑποδεέστερος νομισθεὶς, οὔτε Τυῤῥηνὸν ὠνό-μακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν, οὔτεἀποικίαν Μηϊόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίστα-ται, Τυῤῥηνίας τε μνήμην ὡς Λυδῶν ἀποικήσεως,ταπεινοτέρων ἄλλων μεμνημένος, οὐδεμίαν πεποίηται·Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόῤῥηβον·τούτους δὲ, μερισαμένους τὴν πατρῴαν ἀρχὴν, ἐνἈσίᾳ καταμεῖναι ἀμφοτέρους, καὶ τοῖς ἔθνεσιν, ὧνἦρξαν, ἐπ' ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας λέγωνὧδε· «Ἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ δὲ ΤοῤῥήβουΤόῤῥηβοι· τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦνἔτι συλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴω-νες καὶ Δωριεῖς.» Steph. Byz.:Τόῤῥηβος, πόλις Λυδίας ἀπὸ Τοῤῥήβου τοῦ Ἄτυος.Ἐν δὲ τῇ Τοῤῥηβίδι ἔστιν ὄρος Κάριος καλούμενον,καὶ ἱερὸν τοῦ Καρίου ἐκεῖ. Κάριος δὲ Διὸς παῖς καὶΤοῤῥηβίας, ὡς Νικόλαος τετάρτῳ· ὃς πλαζόμενος περίτινα λίμνην, ἥτις ἀπ' αὐτοῦ Τοῤῥηβία ἐκλήθη, φθογ-γῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι,καὶ μουσικὴν ἐδιδάχθη, καὶ αὐτὸς Λυδοὺς ἐδί-δαξε, καὶ τὰ μέλη διὰ τοῦτο Τορρήβια ἐκαλεῖτο. Eratosthen. apud. Strabon. I: Ταῦτα δ'εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαντοῦ φυσικοῦ, καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ· τοῦ μὲνΞάνθου λέγοντος, ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαναὐχμὸν, ὥστ' ἐκλιπεῖν ποταμοὺς, καὶ λίμνας καὶφρέατα· αὐτὸν δὲ εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆςθαλάσσης λίθους τε κογχυλιώδεις,καὶτὰ κτενώδεα, καὶ χηραμίδων τυπώματα, καὶ λι-μνοθάλασσαν ἐν Ἀρμενίοις καὶ ἐν Ματτιηνοῖςκαὶ ἐν Φρυ-γίᾳ τῇ κάτω· ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θά-λατταν γενέσθαι. Strabo XII: Ἀκούειν δ' ἔστι καὶ τῶν πα-λαιῶν συγγραφέων· οἷα φησὶν ὁ τὰ Λύδια συγγράψαςΞάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολ-λάκις τὴν χώραν ταύτην, ὧνἐμνήσθη μέν που καὶ ἐν τοῖς πρόσθεν· καὶ δὴ καὶ τὰπερὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι, καὶ τοὺςἈρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φα-σιν· οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶΛυδῶν ἅπανθ' ὑπονοεῖν τοιαῦτα· καὶδιὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν, καὶ τοὺς πολ-λαχοῦ κευθμῶνας τῆς γῆς. Ἡ δὲ μεταξὺ Λαοδικείαςκαὶ Ἀπαμείας λίμνη, καὶ βορβορώδη καὶ ὑπόνομοντὴν ἀποφορὰν ἔχει πελαγία οὖσα· φασὶ δὲ καὶ δίκαςεἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας, ὅτανπερικρουσθῶσιν οἱ ἀγκῶνες· ἁλόντος δὲ τὰς ζημίαςἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν. Idem, XIII:Μετὰ δὲ ταῦτ' ἐστὶν ἡ Κατακεκαυμένη λεγομένηχώρα, μῆκος μὲν καὶ πεντακοσίων σταδίων, πλάτος δὲτετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν· εἴτε Μῃονίαν·λέγεται γὰρ ἀμφοτέρως· ἅπαντα ἄδενδρος, πλὴν ἀμ-πέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον, οὐ-δενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. Ἔστι δὲ ἡἐπιφάνεια τεφρώδης τῶν πεδίων· ἡ δὲ ὀρεινὴ καὶ πε-τρώδης, μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. Εἰκάζουσι μὲνοὖν τινὲς ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναιτοιοῦτο· καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐν-ταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγειτῶν τόπων τούτων βασιλέα. Aristotel. De mirab. auscult. c. 39: Λέγεταιδὲ καὶ περὶ Λυδίαν ἀναφέρεσθαι πῦρ πάμπληθες καὶκαίεσθαι ἐφ' ἡμέρας ἑπτά. Strabo XIV: Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς,μετὰ τὰ Τρωϊκὰ φησὶν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆςΕὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου· ἀγαγεῖνδ' αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. Schol. Venet. et Vatican. ad Eurip. Androm. 10:Λυσανίαςκατηγορεῖ Εὐριπίδου, κακῶς λέγων αὐτὸν ἐξειληφέναιτὸ παρ' Ὁμήρῳ (Il. ω, 734) λεχθέν· ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου·οὐχ ὡς πάντως γενησόμενον,ἀλλ' εἰκαζόμενόν ἐστιν ὑπ' αὐτῆς,ὡς εἰ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο.[Ξάν]θον δὲ τὸν Λυδιακὰ [συντάξαν] τά φασιν ὅτι Εὐρι-πίδῃ σύνηθες προσέχειν περὶ τοῖς Τρωικοῖς ......... τοῖςδὲ χρησιμωτέροις ......φοις. Στησίχορον μέντοι ἱστορεῖνὅτι τεθνήκοι, καὶ τὸν τὴν Περσίδα συντεταχότα ...ποιητὴν ὅτι καὶ ἀπὸ τοῦ τείχους ῥιφείη. Steph. Byz.: Λόκοζος πόλις Φρυγίας, ἣν ᾤκουνΘρᾷκες Λοκόζιοι· κατεκλύσθη δὲ, ὡς Ξάνθος ὁ Λυδὸς,ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις, Λοκοξίτας τούτουςκαλῶν. Schol. Apollon. II, 724: Σαγγάριος, ποταμὸςΦρυγίας· ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαιφησίν. Ἑρμογένης δὲ ἐν τῷ περὶ Φρυγίας φησὶν, Σάγ-γαν τινὰ ἀσεβήσαντα περὶ τὴν Ῥέαν, μεταβαλεῖν εἰςτοῦτο τὸ ὕδωρ, καὶ ἀπ' αὐτοῦ τὸν ποταμὸν Σαγγάριονὀνομασθῆναι· πλησίον δὲ αὐτοῦ ὀρείας Δήμητρος ἱερόνἐστιν, ὥς φησι Ξάνθος. Strabo XII: Ὅτι τοὺς Μύσους, οἱ μὲνΘρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήκασι κατ' αἰτίαν παλαιὰνἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκρά-της ὁ Ἐλαΐτης· ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶνΜυσῶν ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί·πολλὴ δ' ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναίφασι τοὺς δεκατευθέντας· ἐκείνων δὲ ἀπογόνους εἶναιτοὺς ὕστερον Μυσοὺς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγο-ρευθέντας· μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιονγάρ πως εἶναι καὶ μιξοφρύγιον. Τέως μὲν γὰρ οἰκεῖναὐτοὺς περὶ τὸν Ὄλυμπον· τῶν δὲ Φρύγων ἐκ τῆςΘρᾴκης περαιωθέντων, εἵλοντο τόν τε τῆς Τροίας ἄρ-χοντα, καὶ τῆς πλησίον γῆς· ἐκείνους μὲν ἐνταῦθαοἰκῆσαι· τοὺς δὲ Μυσοὺς περὶ τὰςτοῦ Καΐκου πηγὰς πλησίον Λυδῶν. Nicolaus Damasc. histor. lib. 18: Θρακήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τῆς τοιαύτης αἰ-τίας. Ἐπὶ Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως ἀνήρτις μετὰ γυναικὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίαςτῆς τῶν Θρᾴκων χώρας ὁρμώμενος, ἧς καὶ Ὅμηροςμνημονεύει λέγων οὕτως, Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν,διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας, εἰς χώραν τὴν λε-γομένην Λυδίαν, καὶ κατῴκησε πλησίον τῆς πόλεωςΣάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχοςκαθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς, ἐπὶ μὲντῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶνἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνηνἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στά-μνος ἦν μεστὸς ὕδατος· ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νή-θουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον· ὄπισθεν δὲ πρὸςτὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτι-σμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασεκαὶ ἠρώτησε, πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡδὲ ἀπεκρίνατο, Μυσὴν μὲν εἶναι τὸ γένος· Θρᾴκης δ'ἔστιν αὐτὸ πολίχνιον. Λαβὼν οὖν βασιλεὺς ἀπὸ τῆςγυναικὸς ἀφορμὴν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκηςβασιλέα ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθενἔλαβεν ἄνδρας μετοίκους, μετὰ γυναικῶν καὶ τέκνων,ὄχλον ἱκανόν. Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ Δα-