Fragmenta
- Edition reference
- Fragmenta, FHG 1: 36–44.
- CTS identifier
urn:cts:greekLit:tlg1751.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
8b
μασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βιβλίῳ,
ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως.
9
Etym. M.: Ἑρμαῖον, τὸν σορὸν τῶν
λίθων, καὶ συνόλως τοὺς ἐνοδίους λίθους· λέγει δὲ περὶ
αὐτῶν Ξάνθος, ὅτι ἀποκτείναντος Ἑρμοῦ τὸν Ἄργον,
καὶ δίκας εἰσπραττομένου καὶ ὑπέχοντος
ἐν τοῖς
θεοῖς διὰ τὸ πρῶτον ἅψασθαι,
τοὺς λοιποὺς ἀφοσιουμένους
τὸ ἄγος, καὶ
ἀπολύοντας τοῦ φόνου προσβάλλειν αὐτῷ τὴν
ψῆφον· ὅθεν διαμένειν ἔτι καὶ νῦν.
10
Suidas:
Ξάνθος ἱστορεῖ, Ἄλκιμόν τινα βασιλεῦ-
σαι τῆς ἐκεῖσε χώρας, εὐσεβέστατον καὶ πρᾳότατον
ἄνθρωπον· καὶ ἐπ' αὐτοῦ γενέσθαι εἰρήνην βαθεῖαν καὶ
πλοῦτον πολὺν, ἀδέως δὲ καὶ ἀνεπιβουλεύτως ζῇν ἕκα-
στον· εἶτα ἐπειδὴ ἑπτὰ ἔτη ἦν τῷ Ἀλκίμῳ, προσελ-
θόντας τοὺς Λυδοὺς παγγενῆ τε καὶ πανδη-
μεὶ προσεύξασθαι, καὶ αἰτῆσαι τῷ Ἀλκίμῳ τοιαῦτα
ἔτη δοθῆναι ἐς τὸ Λυδῶν ἀγαθόν· ὃ καὶ γέγονε καὶ ἐν
εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ πολλῇ διῆγον.
11
Mnaseas apud Athenaeum VIII:
Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς,
ὑπὸ Μόξου τοῦ Λυδοῦ ἁλοῦσα, κατεποντίσθη μετὰ
Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν
ὕβριν, καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.
11a
Hesychius: <Ἀτταγάθη>, Ἀθάρη, παρὰ τῷ Ξάνθῳ.
11b
Idem: <Βουλεψίη>· ἡ λέξις παρὰ Ξάνθῳ· λέ-
γει δὲ τὰς Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄρρεν, ἐξορύσ-
σειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ.
12
Athenaeus X: Ξάνθος δὲ, ἐν
τοῖς Λυδιακοῖς, Κάμβλητα φησὶ, τὸν βασιλεύσαντα
Λυδῶν, πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ
γαστρίμαργον· τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυ-
ναῖκα κατακρεουργήσαντα καταφαγεῖν· ἔπειτα πρωῒ,
εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόμα-
τι, ἑαυτὸν ἀποσφάξαι περιβοήτου τῆς πράξεως γενο-
μένης.
13
Parthenii Erotic. c. 33: <Περὶ Ἀσσάονος>.
Ἱστορεῖ Ξάνθος Λυδιακοῖς
καὶ Νεάνθης βʹ καὶ Σιμμίας ὁ Ῥόδιος. Διαφόρως
δὲ καὶ τοῖς πολλοῖς
ἱστορεῖται καὶ τὰ Νιόβης· οὐ γὰρ Ταντάλου φασὶν
αὐτὴν γενέσθαι, ἀλλ' Ἀσσάονος μὲν
θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομέ-
νην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε·
τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι· τὸν δὲ Ἀσ-
σάονα, τῆς θυγατρὸς πόθῳ σχόμενον, αὐτὴν αὑτῷ
γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης,
τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι·
καὶ τὴν μὲν διὰ ταύ-
την τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν
ῥῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημά-
των, διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.
13a
Schol. Eurip. Phoen. 159: Ξάνθος δὲ ὁ Λύδιος (sc.
τὴν Νιόβην φησὶ παῖδας ἔχειν) δέκα καὶ δέκα ἐκ Φιλότ-
του τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ· [ὃς ἀνῃρέθη ἐν
κυνηγεσίῳ ὑπὸ ἄρκτου.]
t14-16
{LIBER PRIMUS.}
14
Stephan. Byz.: Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυ-
διακῶν πρώτῳ· τὸ ἐθνικὸν Λυδὸς καὶ Λυδαῖος.
14a
Joann. Lydus De mensib.
III, c. 14: Ὅτι δὲ τὸν ἐνιαυτὸν ὡς θεὸν ἐτίμησαν, δῆ-
λον ἐξ αὐτῆς τῆς Λυδῶν βασιλίδος πόλεως. Σάρδιν γὰρ
αὐτὴν καὶ Ξυάριν ὁ Ξάνθος καλεῖ· τὸ δὲ Σάρδιν ὄνομα
εἴ τις κατὰ ἀριθμὸν ἀπολογίσεται, πέντε καὶ ἑξήκοντα
καὶ τριακοσίας εὑρήσει συνάγων μονάδας· ὡς κἀντεῦθεν
εἶναι δῆλον, πρὸς τιμὴν Ἡλίου, τοῦ τοσαύτοις ἡμέραις
τὸν ἐνιαυτὸν συνάγοντος, Σάρδιν ὀνομασθῆναι τὴν πό-
λιν. Νέον δὲ Σάρδιν τὸ νέον ἔτος ἔτι καὶ νῦν λέγεσθαι
τῷ πλήθει συνομολογεῖται· εἰσὶ δὲ οἵ φασι τῇ Λυδῶν
ἀρχαίᾳ φωνῇ τὸν ἐνιαυτὸν καλεῖσθαι Σάρδιν.
15
Stephan. Byz.: Λυκοσθένη, πόλις Λυδίας. Ξάν-
θος πρώτῃ Λυδιακῶν· ἣν καὶ Λυκοσθένειαν Νικόλαός
φησιν· ὁ πολίτης Λυκοσθενεὺς, ὡς Βερενικεύς· παρὰ
δὲ Λυδοῖς Λυκοσθενίτης, ὡς Δικαιαρχίτης.
16
Plinius H. N. lib. XXV, cap. V:
«Xanthus historiarum auctor in primo carum
tradit, occisum draconis catulum revocatum ad
vitam a parente, herba quam balin nominat:
eadem Thylonem, quem draco occiderat, resti-
tutum saluti.»
t17-19
{LIBER SECUNDUS.}
17
Stephan. Byz.: Ἀρδύνιον, πόλις ἐν Θήβης πεδίῳ,
ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Ἀρδύ-
νιος.
18
Stephan. Byz.: Στρόγωλα, πόλις Λυδίας· Ξάνθος
ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Στρογωλεύς.
19
Athenaeus XII, c. 11: Λυδοὶ δὲ εἰς
τοσοῦτον ἦλθον τρυφῆς, ὡς καὶ πρῶτοι γυναῖκας εὐ-
νουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς, ἢ ὁ εἰς αὐτὸν τὰς
ἀναφερομένας ἱστορίας συγγεγραφὼς, Διονύσιος ὁ Σκυ-
τοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς, ἐν τῷ
περὶ συναγωγῆς βιβλίων· ἀγνοῶν ὅτι Ἔφο-
ρος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ, ὡς παλαιοτέρου
ὄντος καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος· ὁ δ' οὖν
Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν Ἀδραμύτην
φησὶ τῶν Λυδῶν βασιλέα πρῶτον γυναῖκας εὐνουχί-
σαντα, χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων.
t20
{LIBER TERTIUS.}
20
Stephan. Byz.: Εὐπάτρια, πόλις Λυδῶν· οἱ πολῖται
Εὐπατρίδαι, μᾶλλον δὲ Εὐπατρεῖς. Ξ. ἐν γʹ Λυδικῶν
t21-27
{LIBER QUARTUS.}
21
Stephan. Byz.: Ἀστελέβη, πόλις Λυδίας. Ξάνθος ἐν
τετάρτῃ Λυδιακῶν· οἱ οἰκοῦντες Ἀστελεβαῖοι.
22
Stephan. Byz.: Ἀστερία, πόλις Λυδίας· Ξάνθος ἐν
τετάρτῃ Λυδιακῶν λέγεται καὶ Ἀστερίς· ὁ πολίτης
Ἀστεριώτης καὶ Ἀστέριος.
23
Stephan. Byz.: Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ
Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν, ὅτι
Τάνταλος καὶ Ἄσκαλος, παῖδες Ὑμεναίου· τὸν δὲ
Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέν-
τα στρατηγὸν, εἰς Συρίαν στρατεῦσαι· κἀκεῖ παρθένου,
πόλιν κτίσαι, ἣν ἀφ' ἑαυτοῦ οὕτως ὠνό-
μασε· τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστορίᾳ
... Λέγεται καὶ Ἀσκα-
λώνιον ἡ πόλις. Τὸ ἐθνικὸν Ἀσκαλωνίτης καὶ Ἀσκα-
λώνιος, ὡς Ξάνθος ὁ Λυδὸς, καὶ Ἀσκαλωνὶς θη-
λυκόν.
24
Stephan. Byz.: Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος
ἐν Λυκιακῶν τετάρτῳ. τὸ ἐθνικὸν Σι-
δηνὸς, ὡς Σοφηνός.
25
Stephan. Byz.: Μελάμπεια, πόλις Λυδίας, ἀπὸ
Μελάμπου, ὡς Ξάνθος ἐν Λυκιακοῖς.
26
Stephan. Byz.: Ἔλγος, πόλισμα Λυκίας
ὡς Ξάνθος ἐν Λυκιακοῖς.
27
Clemens Alex. Stromat. I:
Ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλά-
νικός γ' οὖν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι.
Φανείας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέ-
σβιον, Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον·
διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ, καὶ νενικηκέ-
ναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην,
ὡς δὲ Διονύσιος περὶ τὴν πεντε-
καιδεκάτην, Θάσον ἐκτίσθαι.
27a
Hephaestion. De metris: Προτάσσε-
ται δὲ ἡμίφωνον ὑγροῦ .. καὶ τὸ σ τοῦ λ, κατὰ πάθος,
ὡς ἐν τῷ <μάσλης>, καὶ σπανίως τοῦ ν, ὡς <Πάσνης>
καὶ <Μάσνης>, ἃ δὴ ὀνόματα (sc. ποταμῶν) παρὰ
Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς.
t28-29
{ΜΑΓΙΚΑ.}
28
Clem. Alex. Strom. III,: Ξάν-
θος (δὲ) ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς, Μίγνυν-
ται δὲ, φησὶν, οἱ μάγοι μητράσι καὶ θυγατράσι· καὶ
ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι· κοινάς τε εἶναι τὰς
γυναῖκας, οὐ βίᾳ καὶ λάθρα, ἀλλὰ συναινούντων ἀμ-
φοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου.
29
Diogenes Laertius, prooem.:
Ἀπὸ δὲ τῶν Μάγων, ὧν ἄρξαι Ζωροάστρην τὸν
Πέρσην, Ἑρμόδωρος μὲν ὁ Πλατωνικὸς ἐν τῷ περὶ
μαθημάτων φησὶν, εἰς τὴν Τροίας ἅλωσιν ἔτη γεγονέ-
ναι πεντακισχίλια. Ξάνθος δὲ ὁ Λυδὸς, εἰς τὴν Ξέρξου
διάβασιν ἀπὸ τοῦ Ζωροάστρου, ἑξακόσια
φησί· καὶ μετ' αὐτὸν γεγονέναι πολλούς
τινας Μάγους κατὰ διαδοχὴν, Ὀστάνας καὶ Ἀστρα-
ψύχους, καὶ Γωβρίας καὶ
Παζάτας, μέχρι τῆς Περσῶν ὑπ' Ἀλεξάνδρου κατα-
λύσεως.
30t
{ΠΕΡΙ ΕΜΠΕΔΟΚΛΕΟΥΣ}
30
Diogenes Laertius, philosophi Vita VIII, 63:
Φησὶ δ' αὐτὸν καὶ Ἀριστοτέλης
ἐλεύθερον γεγονέναι, καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε
τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, καθάπερ
Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλον-
ότι πλέον ἀγαπήσας.