The Greek Library Author

Vettius Valens

Anthologiarum libri ix

Scientific editors
Wilhelm Kroll
Edition reference
Anthologiarum libri · Berlin · Weidmann · 1908
CTS identifier
urn:cts:greekLit:tlg1764.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Vettii Valentis Anthologiarum liber I.

α΄. Περὶ τῆς τῶν ἀστέρων φύσεως.

Paragraph 1

Ὁ μὲν οὖν παντεπόπτης Ἥλιος, πυρώδης ὑπάρχμν καὶ φῶς νοερόν, ψυχικῆς αἰσθήσεως ὄργανον, σημαίνει μὲν ἐπὶ γενέσεως βασιλείαν, ἡγεμονίαν, νοῦν, φρόνησιν, μορφήν, κίνησιν, ὕψος τύχης, θεῶν χρηματισμόν, κρίσιν, δημοσίωσιν, πρᾶξιν, προστασίαν ὀχλικήν, πατέρα, δεσπότην, φιλίαν, ἔνδοξα πρόσωπα, τιμὰς εἰκόνων ἀνδριάντων στεμμάτων, ἀρχιερατείας πατρίδος, τόπων τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν καρδίας, πνευματικῆς ἤτοι αἰσθητικῆς κινήσεως, νεύρων· οὐσίας δὲ χρυσοῦ, καρπῶν δὲ σίτου καὶ κριθῶν· ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ κάτοινος, τῇ δὲ γεύσει δριμύς.

Paragraph 2

Ἡ δὲ Σελήνη γενομένη μὲν ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς καὶ νόθον φῶς κεκτημένη σημαίνει μὲν κατὰ γένεσιν ἀνθρώποις ζωήν, σῶμα, μητέρα, σύλληψιν, μορφήν πρόσωπον, θέαν, συμβίωσιν ἤτοι γάμον νομικόν, τροφόν, ἀδελφὸν μείζονα, οἰκουρίαν, βασίλισσαν, δέσποιναν, χρήματα, τύχην, πόλιν, ὄχλων συστροφήν, λήμματα, ἀναλώματα, οἰκίαν, πλοῖα, ξενιτείας, πλάνας· οὐ γὰρ εὐθείας παρέχει διὰ τὸν Καρκίνον. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης, σπληνῶν, μηνίγγων, μυελοῦ, ἔνθεν καὶ ὑδρωπικοὺς ἀποτελεῖ· οὐσίας δὲ ἀσήμου καὶ ὑέλου. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά.

Paragraph 3

Ὁ δὲ τοῦ Κρόνου ποιεῖ μὲν τούς ὐπʼ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὁρασιν ἔχοντας, αὐχμηρούς, μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστικούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπάς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνασκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωργοὺς ποιεῖ διὰ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημάτων καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητάς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μολύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει σκελῶν, γονάτων νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμονισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας, ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ὕδατι ἢ διʼ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός.

Paragraph 4

Ὁ δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρωτας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώνια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίωσιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην, χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον ἐν ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς.

Paragraph 5

Ὁ δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυγάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγαδείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθοράς γυναικῶν, 5 an πλευστικοὺς ut Neap.? 7 ἐκκοπὰς M 18 δαιμονισμοὺς M 22 cf. B. L. 94 1 30 τῶν δὲ] τοῦ δὲ M 31 δρόμον ἄθλοις anon. ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φίλων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φδνους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώσεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγεσίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς, ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός.

Paragraph 6

Ἡ δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσοφορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμούς κόσμου, συναλλαγάς ἐπὶ ἀγαθόν, γάμους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐμορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυροβαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορικὰς ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαντουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκαθαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ περὶ τὰ τῶν ζῳδίων αὐτῆς ὄρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχήλου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύμονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας 2 συλλήσεις M a 6 καὶ del. aut ἢ reponit Rad. 7 σκληρουργούς] cf. CIG. 4716d 15. 20. 25 8 an στρατηγίας καὶ πολεμαρχίας? an ὁπλίτας? 14 διὰ τὸν Κριόν] nempe propter lanam Arietis, Martis domicilii 19 κόσ- μους M 22 προπάτορας — inventores? cf. Petron. 132 Firmic. 144, 5 182, 25 23 λιθαίας M 24 φιλοκαθαρσίους M 25—26 περὶ . . . μοίρας i. e. si in suis finibus stat. 26 ἀγορονομίας M 27 ἐμπορείας M 29 possis οἴκων 29—30 an ἀπὸ παντοίων? 33 possis ἑταιρικῆς τρυφῆς δεικτικὴ. δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου καὶ κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευνή τῇ δὲ γεύσει ἐλλιπωτάτη.

Paragraph 7

Ὁ δὲ τοῦ Ἑρμοῦ σημαίνει παιδείαν, γράμματα, ἔλεγχον. λόγον, ἀδελφότητα, ἑρμηνείαν, κηρυκείαν, ἀριθμόν, ψῆφον γεωμετρίαν, ἐμπορίαν, νεότητα, παίγνια, κλοπήν, κοινότητα, ἀγγελίαν, ὑπηρεσίαν, κέρδος, εὑρέματα, ἀκολουθίαν ἄθλησιν, πάλην, φωνασκίαν, σφραγίζεσθαι, ἐπιστέλλειν, ἱστάναι, κρέμασθαι, δοκιμάζειν, ἀκούειν, ποικιλεύεσθαι. ἐστὶ δὲ δοτὴρ καὶ διανοίας καὶ φρονήσεως, κύριος ἀδελφῶν καὶ τέκνων νεωτέρων καὶ πάσης ἀγοραίου καὶ τραπεζιτικῆς τέχνης ποιητής· κυρίως δὲ ποιεῖ ἱεροτεύκτας, πλάστας, ἀγαλματογλύφους, ἰατρούς, γραμματικούς, νομικούς, ῥήτορας, φιλοσόφους, ἀρχιτέκτονας, μουσικούς, μάντεις. θύτας, ὀρνεοσκόπους, ὀνειροκρίτας, πλοκεῖς, ὐφάντας, μεθοδικοὺς καὶ τοὺς ἐπὶ πολεμικῶν στρατηγικῶν ἔργων προεστῶτας καὶ ἐπιχειροῦντας τὰ παράδοξα καὶ μεθοδικὰ διὰ ψήρῶν ἢ παραλογισμῶν, ἰσχυροπαίκτας ἢ μιμῳδούς, ἀπὸ ἐπιδείξεως τὸν βίον ποριζομένους, ἔτι δὲ πλάνης καὶ ἀλητείας καὶ ἀκαταστασίας. οὓς δὲ τῶν οὐρανίων ἴδριας ἢ καὶ ἐρευνητὰς γινομένους, διὰ τέρψεως καὶ εὐθυμίας θαυμαστὸν ἔργον ἐνδοξοκοποῦντας τῆς ὠφελείας χάριν. οὗτος γὰρ ὁ ἀστὴρ πολλῆς μεθόδου δύναμιν ἔχων κατὰ τὰς τῶν ζῳδίων ἐναλλαγάς ἢ καὶ τὰς τῶν ἀστέρων συμπλοκὰς ἑτεροσχήμονας παρέχει πράξεις, οἷς μὲν εἴδησιν, οἷς δὲ προπωλήν, τισὶ δὲ ὑπηρεσίαν, τοῖς δʼ αὖ ἐμπορίαν ἢ διδασκαλίαν περιποιῶν, τισὶ δὲ καὶ γεωργίας ἢ νεωκορίας ἢ δημοσίας ἀρχάς, οἷς δʼ αὖ αὐθέντησιν ἢ προμίσθωσιν ἢ ἐργολαβίαν ἢ ἐπίδειξιν ἢ ῥυθμικὴν ἢ προεστάναι λειτουργίας ἢ καὶ δορυφορίας ἢ λινοστολίας θεῶν ἢ δυναστῶν τῦφον περιτιθείς. πάντας ἀνωμάλους ταῖς τύχαις καὶ πολυπερισπάστους πρὸς τὰ τέλη ποιήσει, πλέον δὲ τοὺς ἐπὶ κακοποιῶν ζῳδίων ἢ μοίρας αὐτῶν ἔχοντας τὸν ἀστέρα τοῦτον περιτρέπεσθαι πρὸς χεῖρον ἔτι ποιήσει. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει χειρῶν, ὤμων, δακτύλων, ἄρθρων, κοιλίας, ἀκοῆς, ἀρτηρίας, ἐντέρων, γλώσσης. οὐσίας δὲ κυριεύει 1 καὶ γυναικείου κόσμου καὶ ποικίλης τέρψεως excerptor 3 ἐνλιπο- τάτη M 6 ἐμπορείαν cod. 8 ἑστάναι M (ἱστ. libra pendere) 14 ὀρνεο- κόπους M a 16 noti ψηφοπαῖκται: Firmic. 161, 4; Maneth. IV 448; an σχοινο- παίκτας? 17 ἢ μιμῳδούς] ἡμιμώδους M 18 ἀληθείας M 19 ἴδρυας M 20 ἐπιθυμίας M expectas θ. ἐνδεικνυμένους, ὁοξοκοποῦντας 23 μὲν] δὲ M προπολὴν H (προπομπὴν Cumont) 24 ἐμπορείαν M 25 νεοκορίας M 29 an κέρδη? χαλκοῦ καὶ νομίσματος παντός, δόσεως λήψεως· κοινὸς γὰρ ὁ θεός.

Paragraph 8

Οἱ μὲν οὖν ἀγαθοποιοὶ ἐπιτόπως καὶ καλῶς κείμενοι τὰ ἴδια ἀποτελοῦσι κατά τε τὴν ἰδίαν καὶ τὴν τοῦ ζῳδίου φύσιν, συνεπικιρναμένης τῆς ἑκάστου ἀστέρος μαρτυρίας ἢ συμπαρουσίας. παραπεπτωκότες δὲ ἐναντιωμάτων εἰσὶ δηλωτικοί· ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ χρηματίζοντες ἐπιτόπως καὶ τῆς αἱρέσεως ἀγαθῶν δοτῆρες καὶ μειζόνων τάξεων καὶ προκοπῶν δηλωτικοί, ἀχρημάτιστοι δὲ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσι.

Paragraph 9

Τούτων δὲ οὕτως διατεταγμένων λεκτέον καὶ περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.

Paragraph 10

Ἕκαστος δὲ ἀστὴρ ἰδίας ἐστὶ κύριος πρὸς τὸν κόσμον οὐσίας πρός τε συμπάθειαν καὶ ἀντιπάθειαν καὶ ἀλληλοπάθειαν ταῖς τε συγκρατικαῖς ἀλλήλων ὅτε κατὰ συναφὴν καὶ ἀπόρροιαν καὶ καθυπερτέρησιν ἢ καὶ ἐμπερίσχεσιν καὶ δορυφορίαν καὶ ἀκτινοβολίαν καὶ προσφορίαν τῶν δεσποτῶν Σελήνη μὲν προνοίας, Ἥλιος δὲ αὐγῆς, ἀγνοίας δὲ καὶ ἀνάγκης Κρόνος, δόξης δὲ καὶ στεμμάτων καὶ προθυμίας Ζεὺς κύριος καθέστηκε, πράξεως δὲ καὶ μόχθου ὁ τοῦ Ἄρεως, ἔρωτος δὲ καὶ ἐπιθυμίας καὶ κάλλους ὁ τῆς Ἀφροδίτης, νόμου δὲ καὶ συνηθείας καὶ πίστεως ὁ τοῦ Ἑρμοῦ. οἵτινες ἀστέρες τῶν ἰδίων εἰσὶν ἀποτελεσμάτων.

β΄. Περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.

Paragraph 1

Κριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερσαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγαθόν, εὐμετάβολον, διοικικόν , δημόσιον , πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λειχῆνας· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπικόν. ἔσονται οὖν οἱ γεννώμενοι τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι, μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες, μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητικοί, 7 „si suam sequuntur αἵρεσιν“ his verbis dixit Valens 10—11 verba Τούτων . . . φύσεως a compilatore transposita esse videntur nonnullis (v. 12—21), quae primum omiserat, posterius additis 12 expectas οὐσίας 〈μεταλλασσο- μένης〉 14 scribere poterat συγκρατικαὶς ἀ. μαρτυρίαις ταῖς κατά συνα- τήν . . . 16 προσφορίαν dubium 21 extrema aut insiticia sunt aut fere corr.: εἴπερ δοτῆρες τῶν . . . 28 cf. Hephaest. 47, 8 ss. 25 nempe διοικητι- κόν 26 cf. Firmic. 91, 19. 26—27 ἐπεὶ ὁ . . . λειχῆνας aliunde irrepsisse videntur ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλικοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες.

Paragraph 2

Κριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνεμώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιε΄ μοίρας εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων· ἔχει δὲ λαμπρούς ἀστέρας ζῴδιον ιθ΄, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγ΄ λαμπροὺς δὲ κδ΄, σκιεροὺς δὲ κζ, καὶ ὑπολάμπρους κη΄, ἀμαυροὺς δὲ μη΄ συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου. νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου λειπόμενον. Ἐστι δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βαβυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βαβυλωνία· κατὰ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ρυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός.

Paragraph 3

Ταῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον τῇ ἐαρινῇ τροπῇ. ὀστῶδες, μελεοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος τῳ ἀφανεῖ κόσμῳ κεῖται. ἴστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας α΄ ἕως ε΄ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βροντοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπάς γεννῶντα· δὲ ἑξῆς β΄ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ δὲ δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγ΄ ἐν ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχόμενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζ΄ βορρόθεν 4 ss. ex Valente habet Hephaestio p. 47, 15 Val. ipse num sic orationem conexuerit dubito 5 ergo solstitium ponitur in part. VIII, cf. Boeckh, Sonnen- 184 ss. 6 s. καὶ πολύσπορα . . . μαλιστα ex Hephaest. 7 τετράποδον M 8 an τὴν ζώνην? 9 ailquid deesse videtur 10 cf. Boll Sphaera 67 11 τὰ πρῶτα del. Boll 12 βορόθεν M a: θορρόθεν pro βορρᾶθεν semper dicit Valens ex analogia verbi νοτόθεν 13 ἄρκτος· φύλακες M 14 ss. cf. excerptum e L(aurentiano) post Ammonis rel., ed. Ludwich p. 113, 9 15 ἐλοι μαίς M 16 βαβυλωνία aut hic aut supra v. 14 corruptum 17 ὑπὸ τὴν κοιλ. L 18 Σουσσα L; Συρία Heph. 19 Ῥυπ. mare mortuum putat Wuensch 22 οὗτο M 23 εὐδινόν M 27 an ψυκτικά? 29 ἔαρι M. corr. Cumont λοφιοποιὰ M φθαρτικὰ M συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δήμητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ αἱ κνῆμαι τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν δὲ συνανατέλλει ὁ Ὠρίων ξίφος ἔχων τῇ δεξιᾷ χειρὶ ἀνατετακώς, τῇ εὐωνύμῳ κατέχει λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ ζῳδιον κόσμου περιποιητικόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλιγόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν , ἀμετάβολον, ἐργαστικόν, ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτικὸς τόπος τῷ βορρᾷ κατὰ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώμενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλήδονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ καὶ ὁ οἰκοδεσπότης καλῶς πέση, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάντων, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί.

Paragraph 4

Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῳ Ἡνιόχῳ δεξιά, Σκυθία· ἡ Πλειάς, ἡ Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ κύρτωμα ἄρχονται· ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.

Paragraph 5

Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν 2 πρῶτα Boll: λοιπὰ M 3 ἔτι Boll: ἔστι M 4 κνῆμαι suppl. Boll. 6 κηρίκειον M cf. Boll, Hermes 1899 p. 644 s. 11 haec sana ease non spondeo 13 εὐματαδότοι M 15 οἰκοδεσπότη M 18 ss. L apud Ludwich p. 113, 24 ss. 18 μήδεια M 19 τῷ δὲ . . . Σκυθία ex L supplevi, cf. Hephaest. 49, 16 21 ἀρραβία M: Ἀρμενία Hephaestio 22 κίρτωμα M Σαρμάται opinor (om. L Heph.) 23 ἐλοιμαίς M 24 Καρμανία Th. Reinach 25 φῶνα M χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ γ΄ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γ΄ ἕως ζ΄, εὔυγρα εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζ΄ ἕως ιε΄· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει κα΄. κεῖται δὲ ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικά κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὖ ἡ δορά. εἰς νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γρσμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῳ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ λοι πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἡφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου ἥμισυ.

Paragraph 6

Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία Γαλατία, Θρᾴκη καὶ ἡ βοιωτία. μέσα, Ἀἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία. Συρία.

Paragraph 7

Καρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης, σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ι΄ ποιεῖ τὸν ἀέρα κάθυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμβρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δ΄ Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡροσκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν, 1 fort. μὴ 〈πολλάκις〉 2 εὐδινοὶ M μέρος αἱ δὲ M 5 λιβίω M 6 Σφαιρικά] cf. Boll 59 7 τῶν νοτίων H 8 ἔξω Boll de Satyro, qui pro 0rione ponitur, cf. Boll Sphaera 284 11 αὐτοὺς M 12 ἐπὶ add. Boll τῶν ἡμῶν M 13 Kύων πρὸ Boll: προκύων M ποδός. 〈καὶ ὁ Λαγωὸς πρὸ τοῦ ἀριστεροῦ〉 Boll 23 εὐδινός M 24 νοταπηλιώτης M πηγώδης M: πνιγώδης corr. ex Heph. p. 52, 8. 25 ποεῖ: ἐπὶ M 26 κα θορᾶν M cf. καταφορὰν ὄμβρων Plat. Ax. 370 C Firmic. V f. 104v 29 ιδ΄ Boll Πανός: πόνος M εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, εὐφθαρτικοί, φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμη ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες, ἐπὶ μιᾶς πράξεως ἢ πολὺ δύο μὴ μένοντες, πλάναις καὶ ξενιτείαις γινόμενοι.

Paragraph 8

Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη καὶ τῇ Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρμενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος.

Paragraph 9

Λέων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχη ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κ΄ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα πυρώδη, τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος , νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Μράκοντος, 1 εὖματάβολον M 2 πολυευμετάβολοι M 3 εὐφθαρτικοί dittographia ut opinor 5 [ἢ] πολὺ μὴ ὁιαμένοντες Cumont 7— 13 cf. L apud Ludwich p. 115, 3 10 fort. leg. καὶ ἡ Ἐρυθρὰ καὶ ἡ Ὑρκανία θαλάσσα 11 Βρετανία L 12 ἄραὀος ML: corr. ex Hephaestione p. 57, 18: Ῥόδος. Κῶς καὶ Ἰλίου νῆσοι 13 τρωγλοδυξία M ante Ἰωνία Λυδία add. L, Λυδία pro Ἰωνία Heph. Ἑλλήσποντος aut hic aut in v. 10 delendum 15 an ἀμετάβ. cl. v. 17? 16 ἀρχμκὸν Cumont 19 τύχοι M 22 μέχρις κ΄ M 24 alterum τυρώδη om. Hephaest. p. 54, 3 27 βραχίον καὶ ὁ ἀρκτοφύλαξ M corr. Boll 19 Σκορπίου . . . τοῦ suppl. Boll 31 μικρέ] immo μεγάλη (Boll) ἡν βαστάζει Ὀφιοῦχος μέχρι τοῦ Κρατῆροςβορρόθεν δέ ἐστι Δελφίν, Λύρα, Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῳ Λέοντι ὑποτεταγμένα κλίματα· τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη. Ἀδρίας, Λιβύη· τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς.

Paragraph 10

Π αρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποειδές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλελεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφωνον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκονόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοι περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, δὲ τοῖς μέσοις εὐποροῦντες.

Paragraph 11

Ζ υγὸς οἶκὸς Ἀρροδίτης, ἀρρενικόν, τροπικόν, ἀνθρωποειδὲς, ἀνωφερές, ἀερῶδες, θηλυνόμενον, φμωνῆεν, ἀγαθόν, εὐμετάβολον. ὑπαρχόντων μειωτικόν, ὑπόγειον κόσμου, δημόσιον, ἐκλειπτικόν. προεστὸς καρπῶν, οἰνικῶν, ἐλαικῶν, μυρεψικῶν, σταθμῶν, μέτρων, ἐργαστηριακῶν. οἱ γεννώμενοι ἀγαθοὶ μὲν καὶ δίκαιοι ἀλλὰ βάσκανοι, ἀλλοτρίων ἀγαθῶν ἐπιθυμηταί, μέτριοι, τὰ πρῶτα κτηθέντα ἀπολλύντες καὶ ὑψοταπεινώματι γινόμενοι, ἀνωμάλως βιοῦντες. προῖστάμενοι δὲ ἐπὶ μέτρων ἢ σταθμῶν ἢ εὐθηνίας.

Paragraph 12

Σ κορπίος οἶκος Ἄρεως, θηλυκόν, στερεόν, ὑδατῶδες, πολύσπερμον, φθοροποιόν, κατωφερές, ἄφωνον, δουλικόν, ἀμετάβλητον, δυσωδίας αἴτιον, ὑπαρχόντων ἀφαιρετικόν, ἐκλειπτικόν, πολύχουν οἱ δὲ γεννώμενοι δόλιοι, πονηροί, ἅρπαγες, φονικοί, προδόται, ἀμετάβλητοι, ὑπαρχόντων ἀφαιρετικοί, λαθρεπίβουλοι, κλῶπες. 1 ἣν] malim ὃν (Boll) μέχρι τοῦ κρατῆρος] haec verba huc aperto errore transposita sunt; verum locum habebant post Καρκίνου p. 9, 30 (Boll) 3 αὐτοῦ Boll (fort. ipsum corrigcns): ἀετοῦ M 4—8 L apud Ludwich p. 115, 18 s. 4 nempe κλίματα 〈τάδε〉 ἐπὶ τῇ κ. L 7 Κελτική aut hic aut supra (v. 5) mutandum ὤμοις Cumont: ὁμοίως M, om. L 8 πισηνούς ML inveniuntur formae Πεσσινοῦς, Πεσινοῦς, Πισινοῦς. Notabilis Phrygiae et Pessinuntis distinctio 9 ss. laterculi regionum quae Virgini, Librae, Scorpio, Sagittario subiacent, tempore quo excerpta codicis Laurentiani saec. Χ facta sunt, in arche- typo iam omissi erant, cum in L pariter atque in M desiderentur 10 σχῆμα M 19 φωνάεν M 21 προεστὼς M μυρεψικόν M 25 προϊστά- μενοι . . . εὐθηνίας i. e. fiunt aediles sive ἀγορανόμοι ἐπίορκοι, ἀλλοτρίων ἐπιθυμηταί, συνίστορες φόνων ἢ φαρμακειῶν ἢ κακούργων πραγμάτων, μισοΐδιοι.

Paragraph 13

Τοξότης οἶκος Διός, ἀρρενικόν, πυρῶδες, ἀνωφερές, φωνῆεν, κάθυγρον διὰ τὴν Ἀργώ, ἀγαθόν, πτερωτόν, εὐμετάβολον δίσωμον, διφυές, αἰνιγματῶδες, ὀλιγόγονον, ἡμιτελές, ἡγεμονικόν, βασιλικόν· οἱ δὲ γεννώμενοι ἀγαθοί, δίκαιοι, μεγαλόψυχοι, κριτικοί, εὐμετάδοτοι, φιλάδελφοι, φιλόφιλοι· τὰ δὲ πρῶτα κτηθέντα μειοῦντες, πάλιν κτώμενοι, ἐχθρῶν καθυπερτεροῦντες, φιλόδοξοι, εὐεργετικοί, ἐπίσημοι, αἰνιγματωδῶς διαπλέκοντες τὰ πράγματα.

Paragraph 14

Ἀἰγόκεερμως οἶκος Κρόνου θηλυκόν, τροπικόν, γεῶδες, φθοροποιόν, ἄγονον, κατωφεερές, κατεψυγμένον, ἄφωνον, δουλικόν, κακῶν σἴτιον, ἀσελγές, λατρευτικόν, αἰνιγματῶδες, διφυές, κάθυγρον, ἡμιτελές, κυρτοειδές, χωλόν, δύσις κόσμου, μόχθων καὶ πόνων δηλωτικόν, λαοξοϊκόν, γεμωργικόν. οἱ γεννώμενοι κακοί, ἑτερότροποι, ὑποκρίσει ἀγαθοὶ καὶ ἁπλοῖ, πονικοί, πολυμέριμνοι, ἐπάγρυπνοι, φιλογέλωτες, μεγάλων ἔργων ἐπίβουλοι, δυσαμάρτητοι, εὐμετανόητοι, κακοῦργοι, ψεῦσται, ἐπίψογοι, ἔπαισχροι. ἐστὶ δὲ καὶ εὔκρατος ἐπʼ ἀμφότερον· κατὰ μέρος ἔχει δὲ τὰ πρῶνα χθαρτικά, τὰ δὲ δεύτερα κάθυγρα, ὀμβρικά, κινητικά, τὰ δὲ μέσα τυρώδη, τὰ δὲ ἔσχατα φθαρτικά. ἀστέρας δὲ ἔχει κατὰ τὰ Σφαιρικά βορρόθεν ἀνατέλλει Κασσιέπεια καὶ τὰ δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος. εἰσὶ δὲ θεοί· Ἀφροδίτη, Σελήνη, Δημήτηρ, Ἑρμῆς. βορρόθεν οὐδέν ἐστιν.

Paragraph 15

Ἔστι δὲ τῷ Αἰγόκερῳ ὑποτεταγμένα κλίματα τάδε, πρὸς ἑσπέραν καὶ μεσημβρίαν πάντα. κατὰ τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος· κατὰ τὴν ζώνην Σικυών κατὰ τὸν νῶτον θάλασσα Μεγάλη· κατὰ τὴν οὐρὰν βηρία· κατὰ τὴν κεφαλὴν Γυρρηνικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν τὰ ἐνοι κοῦντα ἔθνη. μέση Αἴγυπτος, Συρία, Καρία.

Paragraph 16

Ὑ δροχόος ἐστὶν οὐρανῷ ζῴδιον ἀρρενικόν, στερεόν, ἀνθρωπόμορφον, πάρυγρον, μονογενές· ἐστὶ δὲ ἄφωνον, κατάψυχρον, 2 δισοίδιοι M corr. Cumont i. e. suos odio prosequentes cf. p. 12,4 14 λαοξι- κόν M, corr. Boll γινόμενοι M 16 μεγάλων . . . ἐπίβουλοι finis hexametri? at potius ἐπήβολοι scrib. δυσαμάρτιστοι M, corr. Wendl. 18 an ἀμφότερον [κατὰ] μέρος· ἔχει δὲ ? 19 an ὄμβρων κινητικά? cf. Heph. 62, 28 21 κασσιε- πείαν Μ 24 δήμητρα M οὐκ ἔνεστιν M: corr. Boll. — οὐδὲν δύνει cf. p. 13, 15 25 ss. cf. Ludwich p. 118, 2 ss. Hephaest, p. 63, 2 29 Πυλθη- νία, Γυρηνία, κατὰ στῆθος Γυρρηνμκόν πέλαγος Hephaestio lacunam Signavit Cumont; κατὰ τὴν κοιλίαν μέση Αἴγυπτος Συρία, Καρία L et Heph. 30 μέσα M 32 φωνῆεν Heph. ἐλεύθερον, ἀνωφερές, θηλυνόμενον, ἀμετάβλητον, κακόν, ὀλιγόγονον, αἴτιον μόχθων τῶν διʼ ἀθλήσεως ἢ βασταγμάτων καὶ σκληρουργίας, ἐργαστικόν, δημόσιον· οἱ δὲ γεννώμενοι βάσκανοι καὶ μισοΐδιοι, ἀμετάβλητοι, μονογνώμονες, τυφώδεις, δόλιοι, ἀποκρυπτόμενοι πάντα, μισάνθρωποι, ἄθεοι, κατήγοροι, προδόται δόξης καὶ ἀληθείας, ἐπίφθονοι, μικρολόγοι, ὅτε δὲ εὐμετάδοτοι διὰ τὴν ἔκρυσιν τοῦ ὕδατος, ἀκόλαστοι· ἐστὶ δὲ ὁλοσχερῶς κάθυγρος, καὶ τὰ μὲν μέρη τὰ πρῶτα κάθυγρα, τὰ δὲ ἀνωτέρω πυρώδη, τὰ δὲ κατωτέρω εὐτελῆ καὶ ἀχρεῖα. ἀστέρας ἔχει. κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά. νοτόθεν ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς. Ἥρας, Ἡρακλέους, Ἡφαίστου, Κρόνου. βορρόθεν δύνει οὐδέν. νοτόθεν δὲ τοῦ Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος. εἰσὶ δὲ τῷ Ὑδροχόῳ ὑποτεταγμένα κλίματα τάδε. κεῖται δὲ ζῴδιον ἀνέμῳ λιβί, πρόσκειται δὲ τῷ κλίματι τῳ τῆς Αἰγύπου καὶ ταῖς πέριξ πόλεσιν, ἐκ μὲν τῶν νοτίων αὐτοῦ μερῶν ἄχρι Ψελχέως καὶ Δωδεκασχοίνου καὶ Συκαμίνου, ἐκ δὲ τῶν πρὸς λίβα μερῶν ἄχρι τῆς Ἀμμωνιακῆς χώρας καὶ τῶν πέριξ πόλεων, ἐκ δὲ τῶν πρὸς ἀπηλιώτην μερῶν ἄχρι τῆς Ἐρυθρᾶς θαλάσσης κατὰ θίξιν ἐκ δὲ τῶν βορείων αὐτοῦ ἄχρι Σεβεννύτου τόπων καὶ στόματος Ἡρακλεωτικοῦ. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατὰ τὸν νότιον πόλον ποταμὸς ὁ καλούμενος Ἠριδανὸς καὶ Ἰχθὺς ὁ μέγας, ψαύων τῆς οὐρᾶς τοῦ Ἰχθύος. δὲ τοῖς βορεινοῖς τόποις ἔσω τοῦ βορείου πόλου ἐστὶν ὁ λεγόμενος Ὄρνις, ὑπὲρ ὃν Ὀϊστὸς παρατείνει, ὅπου ἡ Ἄρκτος ἡ λεγομένη Κυνόσουρα ἀποβλέπουσα εἰς βορρᾶν.

Paragraph 17

Πρόσκειται δὲ αὐτῷ κλίματα τάδε· ἐμπρόσθια, Συρία· μέσα, Εὐφράτης καὶ Τίγρις, Αἴγυπτος καὶ Λιβύη καὶ οἱ συνεχεῖς Αίγυπτίων ποταμοὶ καὶ Ἰνδὸς ποταμός· κατὰ δὲ μέσον τῆς Κάλπης Γάναϊς καὶ οἱ λοιποὶ ποταμοὶ ἐκ τοῦ ὑπὸ τοὺς πόδας ῥέοντες πρὸς νότον καὶ ζέφυρον.

Paragraph 18

Ἰχθύες εἰσὶν οὐρανῷ θῆλυ, κάθυγρον, πάρυγρον, δίσωμον, πολύγονον, λιχηνῶδες, λεπιδωτόν, νευρῶδες, κυρτωτόν, ἀλφῶδες, δίμορφον, ἄφωνον, πολυκίνητον, λεπρῶδες, ἀντικείμενον ἑαυτῷ διὰ τὸν μὲν νότιον εἶναι, τὸν δὲ βόρειον· ἐστὶ δὲ καὶ κάθυγρον, κατωφερές, δουλικόν, εὐμετάβολον, πολύγονον, δίσωμον, συνουσιαστικόν, μελοκοπούμενον, πλάνης αἴτιον, ποικίλον· οἱ οὖν γεννώμενοι ἀστατοι, ἀμφίβολοι, ἐκ κακῶν εἰς ἀγαθὰ μεταβάλλοντες, ἐρωτικοί, λατρευτικοί, ἀσελγεῖς, πολύγονοι, ὀχλικοί. εἰσὶ δὲ ὁλοσχερῶς ψυχεινοί, πνευματώδεις· κατὰ μέρος δʼ ἔχουσι τὰ πρῶτα εὔκρατα, μέσα κάθυγρα, ἔσχατα φθαρτικὰ καὶ εὐτελῆ. ἀστέρας δὲ ἔχει. βορρόθεν συνανατέλλει τὰ λειπόμενα τῆς Ἀνδρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, τὰ δὲ δεξιῷ καὶ ὑπὸ τὸν Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος ἡ κεφαλή. Ποσειδῶνος, Ἄρεως, Ἑρμοῦ, Ἀφροδίτης, Διός. νοτόθεν δύνει Θυμιατήριον καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν. πρόσκειται δὲ ἀνέμῳ βορρᾷ. πρόσκειται δὲ κλίματι τῆς Ἐρυθρᾶς θαλάσσης, ἔχον νήσους οὐκ ὀλίγας παῤ ἑαυτό, ἃς ὑπέρκειται ἡ Ἰνδία καὶ ὁ λεγόμενος Ἰνδικὸς ὠκεανός· δὲ τοῖς ἀπηλιωτικοῖς αὐτοῦ μέρεσι τὴν Παρθίαν ἔχει καὶ τὴν Ἰνδικὴν χώραν κατὰ θίξιν καὶ τὸν Ἀπηλιωτικὸν ὠκεανόν, ἐκ τῶν βορείων αὐτοῦ μερῶν τὴν Σκυθιμὴν χώραν· ἐκ δὲ τῶν πρὸς λίβα αὐτοῦ μερῶν ψαύει προσκλύζον Μυοσόρμου, Ὄρθοῦ ὅρμου καὶ τῶν πέριξ πόλεων. πρόσκειται δὲ αὐτοῖς κατὰ τὰ Σφαιρικὰ πρὸς μὲν τὰ βόρεια μέρη τεμνόμενος ὑπὸ τοῦ βορείου πόλου Ἀετὸς καὶ κατά τι μέρος Ὀϊστός, ἔσω δὲ τοῦ βορείου πόλου, οὐ πολὺ διεστώς, ἐστι ὁ καλούμενος Πήγασος ἔσω τοῦ ἀρκτικοῦ πόλου.

Paragraph 19

Ἀφέστηκε δὲ τῶν ὅλων τμημάτων ὁ ἀρκτικὸς πόλος μέσῳ τῶν πάντων κείμενος, ἔχων ἑαυτῷ τὴν Ἄρκτον τὴν λεγομένην Κυνόσουραν, φερομένην ἀπὸ τῶν βορείων ἐπὶ τὰ ἀπηλιωτικά, ποτὲ δὲ καὶ ἀπὸ τῶν νοτίων, τὴν δὲ ἑτέραν, τὴν καλουμένην μικράν 2 κιρτωτόν M 6 μελεοκοπούμενον M 12 λοιπὰ] malim πρῶτα, sed λ. tolerari potest, nam altera Persei pars supra p. 6, 11 in de Ariere nominata est (Boll) ὑπὲp Boll 13 ἡ add. Boll 16 πρόκειται M 19 s. cf. Paul. Alexandr. A = Ludwich p. 119, 11: Κεῖται κλίματι τῷ Ἐρυθρᾶς θαλάσσης καὶ Ἰνδικῆς χώρας, ἀπομεμερισμένον ἀνέμῳ βορρᾷ 21 ψαύει προσκλύζον (sic) Μυοσόρμου ante τὴν Σκυθνὴν M, transq. Cumont 22 ὀρθοῦ ὅρμου] portus ignotus; fort. vetus nomen Berenices 24 κατά τε Μ 25 διεστώς, 〈Δελφίν〉· ἔτι δὲ ὁ Boll 26 immo ἔξω τοῦ βορείου (Boll) 30 μικρὰν: lege μεγάλην, nam Cynosura est Ursa minor, Arcturus ad maiorem pertinet. „Sed fere omnia quae de Arctis hoc loco inveniuntur futilia et absurda sunt (Boll)“ Ἄρκτον, ἥτις μεσαζούσης τῆς νυκτὸς ἀνατέλλει, ἃς κατέχει ὁ καλούμενος Ἀρκτοφύλαξ περίτασιν φέρων κατὰ τοῖν δυεῖν ἄρκτοιν· ὅς ἐστιν ἀφανὴς κατὰ τὴν ἀνάδοσιν τῶν δύο Ἄρκτων· ἡ μὲν γὰρ εἰς τὰ βόρεια ἀποβλέπει, ὁ δὲ εἰς τὰ νότια. Εἰσὶ δὲ καὶ κατὰ μέρος ὑποτεταγμένα κλίματα τάδε. ἐμπρόσθια, Εὐφράτης καὶ Τίγρις. μέσα, Συρία, Ἐρυθρὰ θάλασσα· τὰ ἐμπρόσθια Ἰνδικὴ μέση, Περσὶς καὶ οἱ συνεχεῖς τόποι, Ἀραβικὴ θάλασσα καὶ Ἐρυθρὰ καὶ Βορυσθένης ποταμός. οὐρά , ὁ δὲ σύνδεσμος πρὸς ἀνατολὴν καὶ ἀπηλιώτου βορείου ἀστέρος· ὁ νότιος, Θρᾴκη, μέσον πέλαγος Βορυσθένης καὶ Ἀσία καὶ Σαρδώ.

γ΄. Περὶ ὁρίμν.

Paragraph 1

Π εντήκοντα Κριὸς καὶ μοῖραι πρῶται Διός εἰσιν, εὔκρατοι, εὔρωστοι, πολύσπερμοι, ἀγαθοποιοί· δὲ Ϛ΄ Ἀρροδίτης, ἱλαραί, εὔτεχνοι, διαυγεῖς, ἄρτιοι, καθαροί, εὔχροοι. αἱ δὲ ἐχόμεναι Ἑρμοῦ ἐπαμφοτερίζουσαι, μεταβολικαὶ καὶ εὐφυεῖς, ἀκίνητοι, ἀνεμώδεις χαλαζώδεις βροντώδεις κεραυνοβόλοι. αἱ δὲ ε΄ Ἄρεος φθοροποιοὶ διάπυροι ἄστατοι ἀνθρώπων κακούργων προπετῶν καὶ σἱ δὲ ἐξῆς ε΄ Κρόνου κατάψυχροι στειρώδεις βάσκανοι ἐπισινεῖς.

Paragraph 2

Ταύρου δὲ αἱ μὲν πρῶται η΄ Ἀφροδίτης πολύσπερμοι πολύγονοι ὑγραὶ καταφερεῖς ἔλεγχοι μεσωνικώτεραι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ συνεταὶ φρόνιμοι κακοῦργοι ὀλιγόσποροι κακόψιδες θανατοποιαί. αἱ δὲ ἑξῆς η΄ Διὸς μεγαλόφρονες ἔπανδροι εὐερμεῖς ἀρχοντικαὶ καὶ εὐεργετικαὶ μεγαλόψυχοι εὔκρατοι φιλαιδεῖς. αἱ δὲ τέταρται ε΄ Κρόνου κατάστειροι ἄγονοι εὐνουχικαὶ ἀγυρτικαὶ ἐπίψογοι θεατρώδεις ἀνεύφραντοι ἐπίμοχθοι. αἱ δὲ ἐπὶ πᾶσι γ΄ Ἄρεως ἀρρενικαὶ τυραννικαὶ πυρώδεις χαλεπαὶ φονικαὶ ἱερόσυλοι παμπόνηροι, οὐκ ἄσημοι δέ, πλὴν φθοροποιοὶ καὶ οὐ πολυχρόνιοι.

Paragraph 3

Τῶν δὲ Διδύμων αἱ μὲν πρῶται Ϛ΄ Ἑρμοῦ εὔκρατοι εὔδιοι συνετοὶ πολύτεχνοι ἐπιστημονικαὶ πρακτικαὶ ἀοίδιμοι πολύσπερμοι. αἱ δʼ ἑξῆς Ϛ΄ Διὸς ἀγωνιστικοὶ εὔκρατοι εὔδιοι πολύσπερμοι εὐτραφεῖς εὐεργετικαί αἱ δὲ τρίται ε΄ Ἀφροδίτης ἀνθηραὶ μουσικαὶ ἀκροαματικαὶ ποιητικαὶ στεφανηφόροι ὀχλικαὶ εὐφρόσυναι πολύσπερμοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως πολύμοχθοι ἀνάδελφοι σπανότεκνοι ἐπιδημητικαὶ εὔποροι φθαρτικαὶ ὠμαὶ πολυπράγμονες. αἱ δὲ ἑξῆς Ϛ΄ ἐπὶ πᾶσι Κρόνου εὔκρατοι διοικητικαὶ κτητικαὶ νοητικαὶ πολύγνωστοι ἐπίσημοι, συνέσει διάφοροι, μεγάλων κατορθωτικαί, εὐδοξότατοι.

Paragraph 4

Τοῦ δὲ Καρκίνου πρῶται ζ΄ Ἄρεως κεραυνοβόλοι ἄλλεσι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπανιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἀρροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ πάμμικτοι. αἱ δὲ ἑπόμεναι Ϛ΄ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημοσίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. / αἱ δὲ τέταρται ζ΄ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δʼ ἐπὶ πᾶσι δ΄ Κρόνου, καθ ὃ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ τῶν ἰδίων καὶ περὶ τέλος ἐνδεητικαί.

Paragraph 5

Τοῦ δὲ Λέοντος αἱ πρῶται Ϛ΄ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν ταπεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς ε΄ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζ΄ Κρόνου πολύπειροι φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων,…

Paragraph 6

Τ…

The complete text is available when the reading interface loads.