The Greek Library Author

Anonymous

Vita G

Authority group
Vitae Aesopi (catalogue association; authorship remains anonymous)
Edition reference
Vita G (e cod. 397 Bibliothecae Pierponti Morgan) (recensio 3), ed. B. E. Perry, Aesopica, vol. 1, Urbana: University of Illinois Press, 1952: 35–77.
CTS identifier
urn:cts:greekLit:tlg1765.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΒΙΒΛΟΣ ΞΑΝΘΟ〈Υ〉 ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΑΙΣΩΠΟΥ ΔΟΥΛΟΥ ΑΥΤΟΥ

ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΡΟΦΗΣ ΑΙΣΩΠΟΥ}

1

Ὁ πάντα βιωφελέστατος Αἴσωπος, ὁ λογοποιός, τῇ μὲν τύχῃ ἦν δοῦλος,

τῷ δὲ γένει Φρὺξ τῆς Φρυγίας· κακοπινὴς τὸ ἰδέσθαι, εἰς ὑπηρεσίαν σαπρός, προγάστωρ,

προκέφαλος, σιμός, σόρδος, μέλας, κολοβός, βλαισός, γαλιάγκων, στρεβλός,

μυστάκων, προσημαῖνον ἁμάρτημα. πρὸς τούτοις ἐλάττωμα μεῖζον εἶχε τῆς

ἀμορφίας τὴν ἀφωνίαν· ἦν δὲ καὶ νωδὸς καὶ οὐδὲν ἠδύνατο λαλεῖν.

2

Τοῦτον ὁ δεσπότης κατὰ πάντα σιγηλὸν ἔχων καὶ ἀποίητον τῇ πολιτικῇ

ἐργασίᾳ, ἔπεμψεν εἰς τὸν ἀγρόν ... εἷς δέ τις τῶν συνδούλων αὐτοῦ ἰδὼν αὐτὸν

ἀλγούμενον λέγει τῷ ἑταίρῳ “σύνδουλε, οἶδά σέ τι ἐνθυμῆσαι, διότι τὰ σῦκα

καταφαγεῖν θέλεις.” ὁ δὲ ἔφη “ναὶ μὰ τὸν Δία, πῶς τοῦτο οἶδας;” ὁ δὲ λέγει “ἀπὸ

τοῦ τῆς ὄψεως χαρακτῆρος τὸ τῆς ψυχῆς βούλευμα γινώσκω. δώσω οὖν γνώμην

πῶς αὐτὰ φάγωμεν οἱ δύο.” ὁ δέ· “οὐ γὰρ καλὴν τὴν γνώμην ἔδωκας· ὅταν γὰρ

ὁ δεσπότης ἐπιζητήσῃ τὰ σῦκα καὶ μὴ ἔχωμεν δοῦναι, τί ἔσται;” ὁ δὲ εἶπεν “εἰπὲ

αὐτῷ ὅτι Αἴσωπος εὑρὼν τὸ ταμεῖον εὐκαίρως ἀνεῳγμένον εἰσπηδήσας κατέφαγεν

τὰ σῦκα. ὁ δὲ Αἴσωπος λαλεῖν μὴ δυνάμενος οὕτως δαρήσεται, καὶ τὴν ἐπιθυμίαν

σου εἶ πεπληρωκώς.” ταῦτα εἰπόντες περικαθίζουσι τοῖς σύκοις καὶ κατεσθίουσιν

αὐτὰ καὶ ἔλεγον “οὐαὶ τῷ Αἰσώπῳ. ἀληθῶς σαπρός ἐστι, καὶ οὐδὲν ἄλλο πρέπει

αὐτῷ εἰ μὴ δέρεσθαι. ἅπαξ οὖν συμφωνήσωμεν εἰς ἑαυτούς, καὶ ὃ ἐὰν κατεαγῇ ἢ

ἀπόληται ἢ ἐκχυθῇ, λέγομεν ὅτι Αἴσωπος αὐτὸ πεποίηκεν, καὶ πάντοτε ἀμάχητοι

γινόμεθα.” καὶ οἱ μὲν κατέφαγον τὰ σῦκα.

3

τῇ δὲ τακτῇ ὥρᾳ ὁ δεσπότης

λουσάμενος καὶ ἀριστήσας, εὐπέπτως ἔχων πρὸς τὰ σῦκα, ἐπεζήτησε τὴν ὀπώραν,

καί φησιν “Ἀγαθόπου, δὸς τὰ σῦκα.” [ἄλλος Ἑρμᾶ, φέρε τὰ σῦκα]. ἰδὼν ὁ δεσπότης

ὅτι διαπαίζεται διαπονηθείς, καὶ μαθὼν ὅτι Αἴσωπος ἔφαγε τὰ σῦκα, εἶπεν “Αἴσωπόν

τις καλείτω.” καὶ δὴ κληθέντος παρεγένετο. ὁ δέ φησιν [λέγει] αὐτῷ “ἐπικατάρατε,

οὕτως μου κατεφρόνησας, ἵνα εἰσελθὼν εἰς τὸ ταμιεῖον τὰ ἐμοὶ ἑτοιμασθέντα σῦκα

καταφάγῃ;” ὁ δὲ ἀκούων, λαλεῖν δὲ μὴ δυνάμενος διὰ τὸ τῆς γλώττης ἐμπόδιον,

θεωρῶν τοὺς κατηγόρους φανεροὺς ἀπὸ τῆς ὄψεως, μέλλων δαίρεσθαι, πεσὼν εἰς

τὰ τοῦ δεσπότου γόνατα παρεκάλει μικρὸν ἐπισχεῖν. αὐτοῦ δὲ ἀνασχομένου, ἰδὼν

παρακείμενον ξέστην ἔλαβεν αὐτὸν καὶ διὰ τῶν νευμάτων ᾔτησεν ὕδωρ χλιαρόν,

καὶ λεκάνην παραθεὶς εἰς τὸ μέσον Αἴσωπος καὶ πιών, ἔβαλεν τοὺς δακτύλους εἰς

τὸ στόμα καὶ σπαράξας ἑαυτὸν ἀνέβαλεν τὸ χλιαρὸν ὅπερ ἔπιεν· οὐδαμῶς γὰρ

ἦν γευσάμενος. διὰ δὲ τῆς πολυπειρίας δοὺς ἀπόδειξιν, τοῦτο ἠξίωσε καὶ τοὺς

συνδούλους αὐτοῦ ποιῆσαι, ἵνα γνωσθῇ τίς ἐστιν ὁ φαγὼν τὰ σῦκα. θαυμάσας δὲ

ὁ δεσπότης τὸ ἐνθύμημα αὐτοῦ ἐκέλευσεν καὶ τοὺς ἄλλους πιόντας ἐμέσαι. οἱ δὲ δοῦλοι

εἰς ἑαυτούς· “τί ποιήσωμεν, Ἑρμᾶ; πίωμεν, καὶ μὴ κάτω τοὺς δακτύλους βάλωμεν

ἀλλὰ παρὰ τὰς γωνίας.” ἅμα δὲ τῷ πιεῖν αὐτοὺς τὸ χλιαρὸν χολοποιοῦντα τὰ σῦκα

ἐπέπλευσαν ἄνω· καὶ ἅμα τῷ χαλάσαι τὸν δάκτυλον ἀνέδραμον τὰ σῦκα. ὁ δὲ

δεσπότης ἔφη “ὁρᾶτε πῶς κατεψεύσασθε τῷ μὴ δυναμένῳ λαλῆσαι; ἔκδυσον αὐτούς.”

δερόμενοι δὲ ἐκεῖνοι ἔγνωσαν ἀσφαλῶς ὅτι ὁ κατὰ ἄλλου μηχανευόμενος κακὸν αὐτὸς

καθ' ἑαυτοῦ τοῦτο λανθάνει ποιῶν.

4

Οἱ μὲν οὖν ἔτισαν δίκας ἀνθ' ὧν ἥμαρτον εἰς τὸν μὴ δυνάμενον 〈λαλεῖν〉 ...

πόλιν [ἰδεῖν]. σκάπτοντος δὲ τοῦ Αἰσώπου εἰς τὸν ἀγρὸν ἔτυχεν ἱεροφόρον τῆς Ἴσιδος

πλανηθῆναι τῆς δημοσίας ὁδοῦ εἴς τε τὸν ἀγρὸν εἰσελθεῖν, ὅπου συνέβη τὸν Αἴσωπον

σκάπτειν. ἰδοῦσα δὲ αὐτὸν μοχθηρῶς τὸ ἔργον ἐπιτελοῦντα, καὶ τὴν περὶ αὐτοῦ

ἀγνοοῦσα τύχην, φησίν “ἄνθρωπε, εἰ κάτοιδας ἐλεᾶν τὰς θνητὰς ψυχάς, πεπλανημένῃ

μοι δεῖξον τὴν ὁδόν [μοι], τὴν εἰς τὴν πόλιν εἰσάγουσαν.” ἐπιστραφεὶς δὲ ὁ Αἴσωπος

καὶ θεασάμενος τὸ τῆς θεοῦ σχῆμα ἀνθρώπινον περικείμενον, θεοσεβὴς ὑπάρχων

προσεκύνησεν καὶ ἤρξατο διανεύειν καὶ δηλοῖν “διὰ τί ἀπολιποῦσα τὴν δημοσίαν

ὁδὸν εἰς τοῦτο τὸ κτῆμα εἰσελήλυθας;” ἡ δὲ νοήσασα ὅτι ἀκούει μέν, λαλεῖν δὲ

οὐ δύναται, ἤρξατο αὐτῷ νεύειν, ἅμα δὲ καὶ λαλεῖν· “ξένη εἰμὶ τῶν τόπων τούτων·

ὡς δὲ ὁρᾷς ἱεροφόρος εἰμί. μὴ εἰδὼς δέομαί σου, ἐπεὶ πεπλάνημαι, ὑπόδειξόν μοι

τὴν ὁδόν.” ἀναλαβόμενος δὲ τὴν ξοΐδα ὁ Αἴσωπος, ἐν ᾧ ἔσκαπτεν, ἐπιλαμβάνεται

τῆς χειρὸς αὐτῆς καὶ ἤγαγεν ἐπὶ τὴν σύνδενδρον καὶ προέθηκεν ἐκ τοῦ μάνδικος ἄρτον

καὶ ἐλαίας, καὶ ἄγρια λάχανα ἀποκείρας ἐκόμισεν· ἠνάγκασεν δὲ αὐτὴν μεταλαβεῖν

τροφῆς. ἡ δὲ μετέλαβεν. ἀγαγὼν δὲ αὐτὴν εἴς τινα πηγὴν ὕδατος ἔδειξεν αὐτῇ, εἰ

καὶ τούτου θέλει μεταλαβεῖν. ἡ δὲ τροφῆς καὶ ποτοῦ μεταλαβοῦσα τὰ κάλλιστα

ηὔχετο τῷ Αἰσώπῳ. καὶ πάλιν δεομένη ἐνένευεν τελείαν τὴν χάριν ποιῆσαι καὶ τὴν

ὁδὸν δεῖξαι. ὁ δὲ ἤγαγεν αὐτὴν ἐπὶ τὴν λεωφόρον ὁδὸν τὴν ἁμαξευομένην καὶ δείξας

ἀπέστη, καὶ περὶ τὸ ἔργον εἶχεν τὸν νοῦν.

5

ἡ δὲ ἱεροφόρος τῆς Ἴσιδος πάλιν τῆς

ὁδοῦ λαβοῦσα καὶ μνησθεῖσα τῆς τοῦ Αἰσώπου φιλοφροσύνης, ἐπάρασα τὰς χεῖρας

εἰς τὸν οὐρανὸν εἶπεν “διάδημα τῆς ὅλης οἰκουμένης, Ἶσι μυριώνυμε, ἐλέησον τόνδε

τὸν ἐργάτην, τὸν κακοπαθοῦντα, τὸν εὐσεβῆ, ἀνθ' ὧν εὐσέβησεν, οὐκ εἰς ἐμέ, δέσποινα,

ἀλλ' εἰς τὸ σὸν σχῆμα. καὶ εἰ μὴ πολυτάλαντον τὸν βίον αὐτοῦ διορθώσασθαι βούλει,

ὃν ἄλλοι θεοὶ ἀφῄρηνται, τὸ γοῦν λαλεῖν αὐτῷ χάρισαι· δυνατὴ γὰρ σὺ καὶ τὰ ἐν

σκότει πεπτωκότα πάλιν εἰς φῶς προελέσθαι.” εὐξαμένης δὲ ταῦτα τῆς ἱεροφόρου

ἡ Ἶσις, ἡ κυρία, ὑπήκουσεν· ταχὺ γὰρ ὁ περὶ εὐσεβείας λόγος εἰς τὰς τῶν θεῶν

ἀκοὰς καταντᾷ.

6

Ὁ δὲ Αἴσωπος, σφοδροῦ καύματος ὄντος, εἶπεν πρὸς ἑαυτόν “δύο ὥρας ἔχω

ἀπὸ τοῦ προστάτου εἰς ἀνάπαυσιν· κοιμηθήσομαι τὰς τοῦ καύματος ταύτας.” ἐπιλεξά-

μενος δέ τινα τόπον τοῦ κτήματος εὐθαλέστερον καὶ ἀπαρενόχλητον, δενδρώδη καὶ

κατάσκιον, εἰς ὃν χλοερᾶς βοτάνης παμποίκιλον ἄνθος ἐπηύξανεν καὶ διὰ τὴν παρακει-

μένην ὕλην καὶ λιβάδα τὸν τόπον κατέλιξεν, 〈Αἴσωπ〉ος ταῖς βοτάναις προσκλίνας

καὶ τῇ γῇ [πόνω] προσβαλὼν 〈τὴν〉 δίκελλαν, τὸν μάνδικα καὶ τὴν μηλωτὴν πρὸς

κεφαλὴν θέμενος, ἀνεπαύετο. ἔνθα [τῶν πέριξ δένδρων] ὁ ποταμὸς ἤχει· 〈καὶ〉 μαλακοῦ

πνεύματος ὄντος [ἀνέμου] Ζεφύρου, 〈τὰ〉 χλοερὰ τιναχθέντα φυτὰ κατέπνευσεν

αὔραν 〈τῆς πέριξ ὕλης〉 [τὴν περὶ φυτῶν τῶν ἄνθεων ὕλην] ἡδέαν καὶ προσηνῆ.

[προσέφερον]. καὶ πολὺς ἐπὶ κλάδοις ἐτερετίζετο τέττιξ, καὶ ποικίλων ὀρνέων

καὶ πολυνόμων ἤχει τὸ θρύλημα. ὅπου μὲν γὰρ ἦν καὶ πολύθρους † ἔνδον, συνπαθων

ἐλαίας ἐν παθοι μὲν οἱ κλάδοι, † ἐπὶ δὲ λεπτοτάτης πίτυος ὁρμὴ ἀεροπετὴς ἀπεδίδου

μίμημα κοσσύφου· καὶ μιγνυμένη συνῳδὸς ἡ φωνόμιμος ἅμα πᾶσι κατέκραζεν

ἠχώ. αὐτὸ δὲ τὸ κεκραμένον ἐξ ἁπάντων εὐμελὲς ψιθύρισμα. ἐφ' ὧν ψυχαγωγούμενος

ὁ Αἴσωπος εἰς ἡδὺν ὕπνον κατήγετο.

7

ἐνταῦθα δὴ ἡ θεός, ἡ κυρία Ἶσις, παραγίνεται

ἅμα ταῖς ἐννέα Μούσαις, εἶτα ἔφη “ὁρᾶτε, θυγατέρες, [εὐσεβείας κατακάλλυμμα]

τὸν ἄνθρωπον τοῦτον, πεπλασμένον μὲν ἀμόρφως, νικῶντα δὲ εἰς εὐσέβειαν πάντα

ψόγον· οὗτός ποτε τὴν ἐμὴν διάκονον πεπλανημένην ὡδήγησεν· πάρειμι δὲ σὺν

ὑμῖν ἀνταμείψασθαι τὸν ἄνθρωπον. ἐγὼ μὲν οὖν τὴν φωνὴν ἀποκαθίστημι, ὑμεῖς

δὲ τῇ φωνῇ τὸν ἄριστον χαρίσασθε λόγον.” εἰποῦσα δὲ ταῦτα καὶ τὸ τραχὺ

τῆς γλώττης ἀποτεμοῦσα, τὸ κωλῦον αὐτὸν λαλεῖν, αὐτὴ δὴ ἡ Ἶσις ἐχαρίσατο

〈τὴν φωνήν〉 [τὸν λόγον καὶ Ἕλληνα λόγων μυθικῶν εὑρέσεις], ἔπεισεν δὲ καὶ τὰς

λοιπὰς Μούσας ἑκάστη〈ν〉 τι τῆς ἰδίας δωρεᾶς χαρίσασθαι. αἱ δὲ ἐχαρίσαντο λόγων

εὕρεμα καὶ μύθων Ἑλληνικῶν πλοκὴν καὶ ποιήσεις. κατευξαμένη δὲ ἡ θεὸς ὅπως

ἔνδοξος γένηται, εἰς ἑαυτὴν ἐχώρησεν. καὶ αἱ Μοῦσαι δέ, ἑκάστη τὸ ἴδιον χαρισάμεναι,

εἰς τὸ Ἑλικῶνα ἀνέβησαν ὄρος.

8

ὁ δὲ Αἴσωπος αὐτὸ τὸ ταχθὲν ὑπὸ τῆς φύσεως

ὑπνώσας διεγέρθη καί φησιν “οὐᾶ, ἡδέως ὕπνωσα.” [γελυὸν αὐτῷ τοῦτο]. καὶ τὰ

βλεπόμενα ὀνομάζων—δίκελλα, πήρα, μηλωτή, μάνδιξ, βοῦς, ὄνος, πρόβατον—

“λαλῶ,” 〈ἔφη〉, “μὰ τὰς Μούσας. πόθεν ἔλαβον τὸ λαλεῖν; πόθεν; νενόηκα

πάντως ἀνθ' ὧν εὐσέβησα εἰς τὴν ἱεροφόρον τῆς Ἴσιδος. ὥστε καλόν ἐστιν εὐσεβεῖν.

προσδέχομαι οὖν ἀπὸ θεῶν λήψεσθαι χρηστὰς ἐλπίδας.”

9

Περιχαρὴς δὲ γενάμενος καὶ πάλιν ἀνελόμενος τὴν δίκελλαν ἤρξατο σκάπτειν.

ὁ δὲ τῶν ἀγρῶν προστάτης ἐπεισελθὼν εἰς τοὺς ἐργάτας ἕνα τῶν τοῦ Αἰσώπου συνεργῶν

ῥάβδῳ κατέξανεν. ὁ δὲ Αἴσωπος οὐκέτι δυνάμενος ἑαυτοῦ κρατεῖν, φησίν “ἄνθρωπε,

τὸν μηδὲν ἀδικήσαντα τί οὕτως αἰκίζεις πικρῶς καὶ τύπτεις ἀφειδῶς, σὺ καθ' ἑκάστην

ὥραν πλεῖστα ἀδικήματα ποιῶν καὶ ὑπὸ μηδενὸς τυπτόμενος;” ὁ δὲ Ζηνᾶς πρὸς

ἑαυτὸν εἶπεν “τί ἐστιν τοῦτο; ὁ Αἴσωπος λαλεῖ; μὰ τοὺς θεούς, ἀρξάμενος λαλεῖν

πρὸς οὐδένα κέκρουκεν εἰ μὴ πρὸς ἐμὲ τὸν λαλοῦντα αὐτῷ καὶ ἐπιτάσσοντα. τοῦτον

ἐγὼ ἐὰν μὴ κατηγορήσω προφάσει, ἀποστῆσαί με ἔχει τῆς οἰκονομίας· ὅτε γὰρ

ἔτι νωδὸς ἦν διένευέν μοι ὅτι ‘ἐὰν ἔλθῃ ὁ δεσπότης μου μεταστήσω σε τῆς οἰκονομίας·

κατηγορήσω γάρ σου διὰ τῶν νευμάτων.’ εἰ οὖν νεύμασιν ἐπηγγείλατο, πολλῷ μᾶλλον

λαλῶν πείσει. προλαβεῖν οὖν καλόν ἐστιν.”

10

καθίσας οὖν ἵππῳ ῥόθιος ἐφέρετο

εἰς τὴν πόλιν. παραγενάμενος δὲ εἰς τὴν τοῦ δεσπότου οἰκίαν ἀφήλατο τοῦ ἵππου·

ἅψας δὲ τὸν ἱμάντα ἀπὸ τοῦ κρίκου τοῦ πυλῶνος, εἰσελθὼν εἰς τὴν οἰκίαν καὶ εὑρὼν

τὸν δεσπότην, φησίν “δέσποτα—” ὁ δὲ ἔφη “Ζηνᾶ, τί εἶ τεταραγμένος;” ὁ δὲ Ζηνᾶς

ἔφη “τερατῶδές τι πρᾶγμα συνέβη ἐν τῷ κτήματί σου.” ὁ δὲ λέγει “μή τι δένδρον

πάρωρον καρπὸν ἤνεγκεν [ὁ δὲ εἶπεν ”οὐχί, δέσποτα, ἀλλὰ] 〈ἢ〉 τετράπουν ἀνθρωπό-

μορφόν τι ἐγέννησεν;“ [λέγει ὁ κύριος αὐτοῦ] Ζηνᾶς λέγει ”οὐχί, δέσποτα.“ ὁ

δέ· ”τί οὖν νομίζεις τερατῶδες εἶναι; ἀπάγγειλόν μοι τἀληθῆ.“ ὁ δὲ Ζηνᾶς εἶπεν

”Αἴσωπος ὁ σαπρός, ὃν ἀπεπέμψω εἰς τὸν ἀγρὸν σκάπτειν, ὁ προγάστωρ—“ ὁ δὲ

κύριος· ”τί τέτοκεν;“ ὁ δέ· ”οὔ τι τοιοῦτον, ἀλλὰ νωδὸς ὢν ἐλάλησεν.“ ὁ δεσπότης·

”μηδέν σοι τῶν ἀγαθῶν γένηται. [τί] τοῦτο νομίζεις τερατῶδες εἶναι;“ Ζηνᾶς·

”ναί, καὶ μάλα.“ ὁ δεσπότης· ”διὰ τί; εἰ οἱ θεοὶ χολωθέντες ἀνθρώπῳ πρὸς ὀλίγον

χρόνον ἀφείλαντο τὴν φωνὴν αὐτοῦ, νῦν δὲ πάλιν καταλλαγέντες ἐχαρίσαντο, ὅπερ καὶ

ἐγενήθη, τερατῶδες εἶναι νομίζεις;“ Ζηνᾶς· ”ναί, δέσποτα· λαλεῖν γὰρ ἀρξάμενος

πάντα ὑπὲρ ἀνθρωπίνην φύσιν φθέγγεται· καὶ εἰς ἐμὲ μεγάλως βλασφημεῖ καὶ εἰς

σέ, ἅτινα οὔτε αἱ ἀκοαί μου φέρουσιν ἀκούειν.“

11

ὁ δὲ κινηθεὶς λέγει τῷ Ζηνᾷ

”πορεύου, πώλησον αὐτόν.“ ὁ δὲ Ζηνᾶς· ”παίζεις, δέσποτα; οὐκ οἶδας αὐτοῦ τὴν

ἀμορφίαν; τίς αὐτὸν θελήσει ἀγοράσαι καὶ κυνοκέφαλον ἀντὶ ἀνθρώπου ἔχειν;“ ὁ

δεσπότης· ”ἄπελθε τοιγαροῦν, χάρισαι αὐτόν τινι. εἰ δὲ μηδεὶς θέλει λαβεῖν αὐτόν,

δέρων ἀπόκτεινον αὐτόν.“ ὁ δὲ Ζηνᾶς τὴν ἐξουσίαν αὐτοῦ λαβὼν κατὰ πάντα

τρόπον πάλιν ἁλλόμενος τῷ ἵππῳ παρεγένετο ἐπὶ τὸ κτῆμα. καί φησιν πρὸς

ἑαυτὸν ὁ Ζηνᾶς· ”ἔδωκέν μοι κατὰ πάντα ὁ δεσπότης τὴν ἐξουσίαν κατὰ τοῦ

Αἰσώπου, πωλῆσαι, χαρίσασθαι, φονεῦσαι. τί γάρ μοι κακὸν ἐποίησεν ἵνα αὐτὸν

ἀποκτείνω; πωλήσω αὐτόν.“ τοιγαροῦν τῷ Αἰσώπῳ πάντα ὑπηρετεῖτο τὰ ὑπὸ

τῶν θεῶν δωρηθέντα αὐτῷ.

12

Συνέβη δὲ σωματέμπορον ἵππῳ καθεζόμενον ἀπὸ τῶν ἀγρῶν πορεύεσθαι εἰς

τὴν πόλιν· θέλων γὰρ ἀπᾶραι ἀπὸ τῶν σωματίων ἐζήτει ἀπὸ τῶν ἀγρῶν κτήνη

μισθώσασθαι, εἶτα οὐχ εὑρὼν ἐπορεύετο πάλιν εἰς τὴν πόλιν. ἀπαντήσας οὖν ὁ

Ζηνᾶς γνωστὸν ὄντα ἠσπάσατο αὐτὸν λέγων ”Ὠφελίων, ἀρχέμπορε, χαῖρε.“ ὁ

δέ· ”Ζηνᾶ, ἀρχιγεωργέ, χαῖρε.“ ὁ δὲ Ὠφελίων λέγει αὐτῷ ”Ζηνᾶ, μή τι ἔχεις

κτήνη μισθώσασθαι ἢ πωλῆσαι;“ ὁ δὲ Ζηνᾶς· ”οὔ, μὰ τὸν Δία· σωμάτιον δὲ

ἔχω ἀρρενικὸν πωλῆσαι εὔωνον, εἰ σὺ θέλεις.“ ὁ δὲ ἔμπορος ἐκ τούτων εἰωθὼς ζῆν·

”σωματέμπορόν με ὄντα ἐρωτᾷς εἰ βούλομαι σωμάτιον εὔωνον ἀγοράσαι;“ ὁ δέ·

”ἐλθὲ πρὸς τὰ παρακείμενα κτήματα.“

13

ὁ δὲ Ζηνᾶς ἤνεγκεν αὐτὸν εἰς τὸν ἀγρὸν

καί φησιν ”ἀπελθέτω τις τῶν συνδούλων εἰς τὰ ἔργα καὶ Αἴσωπον καλείτω.“

πορευθεὶς δέ τις τῶν συνδούλων καὶ ἰδὼν τὸν Αἴσωπον σκάπτοντα εἶπεν αὐτῷ ”Αἴ-

σωπε, ῥίψας τὴν δίκελλαν ἀκολούθει, καλεῖ σε ὁ δεσπότης.“ ὁ δέ φησιν ”ποῖος δεσ-

πότης, ὁ κατὰ φύσιν ἢ 〈ὁ〉 οἰκονόμος; κατάδηλον οὖν καὶ διαστήσας λέγε ‘ὁ οἰκονό-

μος’, καὶ μὴ ‘ὁ δεσπότης·’ καὶ γὰρ καὶ αὐτὸς ὑπὸ τὸν ζυγὸν τῆς δουλείας τέτακται

ὡς δοῦλος“ ... ”ἡ δὲ καταστροφὴ αὐτοῦ τί; ἀφ' οὗ ἤρξατο λαλεῖν περίεργος

γέγονεν.“ ὁ δὲ Αἴσωπος ῥίψας τὴν δίκελλαν φησίν· ”ὡς πονηρὰ παραδεδομένη δουλεία,

καὶ πρὸς τούτῳ θεοῖς ἦν ἐχθρά. ‘Αἴσωπε, τὸν τρίκλινον στρῶσον. Αἴσωπε, τὸ βαλα-

νεῖον ὑπόκαυσον. Αἴσωπε, ὕδωρ πλῆσον. Αἴσωπε, τοῖς κτήνεσιν τροφὰς παράβαλε·’

ὅσα ἐστὶν μοχθηρὰ ἢ κοπηρὰ ἢ λύπης μεστὰ ἢ δούλια, πάντα τῷ Αἰσώπῳ ἐπι-

τάσσεται ἄγειν. μὴ γὰρ οὐκ ἔχω τὸν ἀπὸ θεῶν μοι μερισθέντα λόγον; ἐλεύσεται ὁ

δεσπότης 〈καὶ〉 εὐκαίρως κατηγορήσας αὐτοῦ μεταστήσω τῆς οἰκονομίας· νῦν δὲ

ἀνάγκη ὑποτάσσεσθαι. οὕτως ἡγοῦ, σύνδουλε.“ παρεγένοντο δέ· καί φησιν ”ἰδού,

κύριε, ὁ Αἴσωπος.“ ὁ δὲ Ζηνᾶς φησιν ”ἀρχέμπορε, καταμάνθανε.“

14

ἐπιστραφεὶς

δὲ ὁ σωματέμπορος θεωρεῖ τὸν Αἴσωπον τοιουτόμορφον ἀπόμαγμα καὶ λέγει ”οὗτος

τῆς γερανομαχίας σαλπιστής ἐστιν. οὗτος ῥιζοκάλαμός ἐστιν ἢ ἄνθρωπος; οὗτος

εἰ μὴ φωνὴν εἶχεν, εἰρήκειν ἂν ὅτι ἢ χυτρόπους ἐστὶν ἢ ἀγγεῖον τροφῆς ἢ χηνὸς

ᾠόν. Ζηνᾶ, μέμφομαί σοι. τί δυνάμενόν με ἤδη τὰ τῆς ὁδοιπορίας ἐκτε〈τε〉λεκέναι

[με] περιέσπασας, ὡς ἔχων τι ἀγαθὸν πωλῆσαι, καὶ οὐ περικάθαρμα;“ καὶ ταῦτα

εἰπὼν ἐπορεύετο.

15

πορευομένου δὲ αὐτοῦ ὁ Αἴσωπος ἐξ ἀναβολῆς τοῦ ἱματίου

εἵλκυσεν καί φησιν ”ἄκουσον.“ ὁ δὲ ἔμπορος εἶπεν ”ἄφες. μηδέν σοι τῶν ἀγαθῶν

γενήσεται. τί με μετεκαλέσω;“ ὁ δὲ Αἴσωπός φησιν ”ἕνεκα τίνος ἐνθάδε ἦλθες;“

ὁ δέ· ”ἕνεκεν σοῦ, ἵνα σε ἀγοράσω.“ ὁ Αἴσωπος ”διὰ τί οὖν,“ φησίν, ”οὐκ ἀγοράζεις

με;“ ὁ ἔμπορος· ”〈μὴ〉 περίθες μοι πρᾶγμα, ὅτι οὐ θέλω σε ἀγοράσαι.“ Αἴσωπος·

”ἀγόρασόν με, ἄνθρωπε, καὶ μὰ τὴν Ἶσιν πολύ σε ὠφελήσω.“ ὁ σωματέμπορος·

”καὶ τί με ἔχεις ὠφελῆσαι, ἵνα ἐφ' ἐλπίδι ἐξαπατηθεὶς ἀγοράσω σε;“ ὁ Αἴσωπος·

”οὐκ ἔχεις ἐν τῷ σωματεμπορίῳ σου παιδία τινὰ ἀπαιδεύτιστα καὶ τροφὴν αἰτοῦντα

παρ' ἕκαστα;“ ὁ σωματέμπορος· ”ναί.“ ὁ Αἴσωπος· ”ἀγόρασόν με καὶ ποίησόν με

ἐκείνων παιδαγωγόν· φοβούμενοι γάρ μου τὴν κακοπινὴν ὄψιν παύσονται τῆς

προνικότητος.“ ὁ σωματέμπορος· ”ὡραίως ἐπενόησας, μὰ τὴν σκοτίαν σου.“

ἐπιστραφεὶς δὲ ὁ σωματέμπορος λέγει τῷ Ζηνᾷ ”πόσου τὸ κακὸν τοῦτο πωλεῖς;“

Ζηνᾶς λέγει ”φέρε τριώβολον.“ ὁ σωματέμπορος· ”ὅμως πόσου;“ Ζηνᾶς· ”δὸς ὃ

θέλεις.“ δοὺς δὲ ὀλίγον τι ὁ σωματέμπορος ἠγόρακεν αὐτόν.

16

Εἰσιὼν δὲ εἰς τὴν πόλιν εἰσήγαγεν αὐτὸν ἐν τῷ σωματεμπορίῳ. δύο δὲ παῖδες

ὑπὸ μητρὸς τρεφόμενοι ἰδόντες τὸν Αἴσωπον ἀνεκραύγασαν καὶ κατεκρύβησαν. ὁ δὲ

Αἴσωπος τῷ σωματεμπόρῳ· ”ἔχεις μου ἤδη ἀπόδειξιν τῆς ἐπαγγελίας, ὅτι κατὰ

παιδίων προνικῶν ἑτοίμην ἀφορμίαν ἠγόρακας.“ γελάσας ὁ σωματέμπορος λέγει

αὐτῷ ”εἰς ἐκεῖνον τὸν τρίκλινον οἱ σύνδουλοί σου καθέζονται· εἰσελθὼν ἄσπασαι

αὐτούς.“ ἐπεισέρχεται οὖν ὁ Αἴσωπος καὶ θεωρεῖ παῖδας καλλίστους, πάντας καθαι-

ρέτους, ὡς Διονύσους καὶ Ἀπόλλωνας. ἀσπάζεται δὲ αὐτοὺς λέγων ”χαίρετε,

συνδουλίονες.“ ὁμοφωνία πάντων ἐγένετο. ὁ Αἴσωπος· ”ἄνδρες σύνδουλοι, ὑμῶν

εἰμι· ἀλλ' ὅμως σαπρός εἰμι.“ οἱ δὲ δοῦλοι πρὸς ἑαυτούς· ”νὴ τὴν Νέμεσιν, τί ἐγένετο

τῷ δεσπότῃ τοιοῦτον κακοπινὲς σῶμα ἀγοράσαι;“ ἄλλος· ”οἶδας γὰρ διὰ τί αὐτὸν

ἠγόρασεν;“ ἄλλος· ”πρὸς τί;“ ”ἵνα αὐτὸν προσβάσκανον τοῦ σωματεμπορίου

ποιήσῃ.“

17

ὁ δὲ σωματέμπορος πρὸς τὰ σωμάτια εἰσελθών φησιν ”παιδία,

στέρξατε τὴν ἑαυτῶν τύχην· μὰ τὴν ὑμῶν σωτηρίαν, κτήνη οὔτε μισθώσασθαι οὔτε

ἀγοράσαι εὗρον. τοιγαροῦν διέλεσθε τὰ σκεύη· αὔριον γὰρ περῶμεν εἰς τὴν Ἀσίαν.“

οἱ μὲν οὖν σύνδυο γενόμενοι διαιροῦνται τὰ σκεύη. ὁ δὲ Αἴσωπος ὑποπεσὼν πάντας

φησίν ”δέομαι ὑμῶν, σύνδουλοι, ἐπεὶ νεώνητός εἰμι καὶ ἀσθενὲς σῶμα ἔχω, παρα-

χωρήσατέ μοι τὸ ἐλαφρὸν ἆραι σκευάριον.“ οἱ δὲ εἶπον ”ὅλως μηθὲν ἄρῃς.“ ὁ δὲ

Αἴσωπος λέγει ”αἰσχρόν ἐστιν πάντων τῶν συνδούλων κοπιώντων ἐμὲ τῷ δεσπότῃ

ἀχρήσιμον φανῆναι.“ καί οἱ σύνδουλοι πρὸς ἑαυτούς· ”τί καὶ πέρπερός ἐστιν; ἆρον

ὃ θέλεις.“

18

περιβλεψάμενος δὲ ὁ Αἴσωπος θεωρεῖ σκεύη τοῦ σωματεμπόρου πρὸς

τὴν ἀποδημίαν, κίστην, κάνητας, σάκκους μεστοὺς πρὸς τὴν διακονίαν,

στρώματα, κεράμια, γουργάθους. ἰδὼν δὲ γούργαθον μεστὸν ἄρτων κείμενον,

ὃν ἐβούλοντο τέσσαρες διαφορτώσασθαι, λέγει ὁ Αἴσωπος· ”ἄνδρες, ἐμοὶ μόνον

τοῦτον ἐπίθετε τὸν γούργαθον.“ οἱ δὲ δοῦλοι εἰς ἑαυτούς· ”οὐδένα μωρότερον τούτου

τοῦ ἀνθρωπαρίου εἴδομεν· ἠρώτησεν ἵνα τὸ πάντων ἐλαφρότερον ἄρῃ, καὶ τὸ πάντων

βαρύτερον ἐξελέξατο.“ ἄλλος· ”οὐκ ἔστιν μωρός, ἀλλὰ λιμόξηρος· θέλει γὰρ ὑπὸ

χεῖρα κλάνειν τοὺς ἄρτους καὶ πλέον πάντων τρώγειν. ἐπιθῶμεν αὐτῷ τὸν γούργα-

θον.“ καὶ πάντες περιστάντες ἐπιτιθέασιν αὐτῷ τὸν γούργαθον. ὁ δὲ ἐξήρχετο ὡς

ἄτλαστον βαστάζων τὸν γούργαθον, ὅλος διακλονούμενος. ἰδὼν δὲ αὐτὸν ὁ σωμα-

τέμπορος ἐθαύμασεν καί φησιν ”ἴδε πῶς ὁ Αἴσωπος προθυμότερός ἐστιν εἰς τὸ κοπιᾶν,

καὶ προτρέπεται τοὺς λοιποὺς εὐψύχως τὸν κάματον φέρειν. ἤδη γὰρ αὐτοῦ τὴν τιμὴν

σέσωκα· τὸ γὰρ φορτίον τοῦτο κτήνους ἐστίν.“

19

οἱ δὲ λοιποὶ σύνδυο βαστά-

ζοντες τὰ σκεύη κατεγέλων αὐτοῦ. ἐξελθὼν γὰρ εἰς τὴν ὁδὸν περιπατεῖν τὸν γούργα-

θον ἐδίδασκεν· εἰς γὰρ ἀνάβασιν ἐλθὼν ἀνέτρεπεν τὸν γούργαθον καὶ τοῖς ὀδοῦσιν

ἀνεῖλκε μέχρις ἀναβῇ, εἰς δὲ κατάβασιν εὐκόπως κατέβαινεν· κατεκύλιεν γὰρ τὸν

γούργαθον καὶ αὐτὸς ἐπάνω αὐτοῦ ἀνεκυλίετο. καὶ κακινκάκως ἦλθον εἰς πανδοχεῖον.

καί φησιν ὁ 〈σωματέμπορος〉· [πανδοχεύς· δὸς ἑκάστῳ προσφάγην· ἀσσαρίου ἄρτους

γὰρ ἔχομεν] ”Αἴσωπε, δὸς ἑκάστῳ ἀνὰ ζεῦγος ἄρτον.“ καὶ τοσούτοις δούλοις

ἀρτοδοτοῦντος [καὶ] ὁ γούργαθος ἡμίκενος ἐγένετο. μετὰ δὲ τὸ ἀναλαβεῖν πάλιν ὡδοι-

πόρουν. ὁ δὲ Αἴσωπος ἐλαφρὸς ἐγίνετο. καὶ πάλιν εἰς πανδοχεῖον γίνονται,

καὶ πάλιν αὐτοῖς ἀρτοδοτεῖ καὶ ὁ γούργαθος κενὸς γίνεται. καὶ βαλὼν τὸν γούργαθον

ἐπὶ τὸν ὦμον πρῶτος πάντων ἔτρεχεν. οἱ δὲ δοῦλοι πρὸς ἑαυτούς· ”ὁ πρῶτος τρέχων

τίς ἐστιν, παρ' ἡμῶν ἢ ξένος;“ ἄλλος· ”οὐκ οἶδα· δοκῶ δὲ ὅτι ὁ νεώνητός ἐστιν, ὁ

σαπρός, ὁ ἀρὼν τὸν γούργαθον, ὃν οὐκ ἐβάσταζεν κτῆνος.“ ἄλλος· ”ἀγνοεῖς τὸ

ἀνθρωπάριον ὡς ἔστιν πολύνουν.“ ἄλλος· ”ταῦτα τὰ ἀνθρωπάρια τὰ λειπόμενα τῇ

μορφῇ φρένας ἔχει· ἠρώτησεν γὰρ βαστάσαι τοὺς ἄρτους 〈τοὺς〉 ὑπὸ χεῖρα δαπανω-

μένους· ἡμεῖς δὲ σχιστὰς καὶ στρώματα καὶ χαλκώματα βαστάζομεν, τὰ μὴ

δυνάμενα δαπανηθῆναι.“ ἄλλος· ”οὐᾶ, ταύρου ἄξιον τὸ ἀνθρωπάριον.“

20

Διανύσαντες δὲ τὰ πέρα ἦλθον εἰς Ἔφεσον. καὶ δὴ ὁ ἔμπορος πρᾶσιν τῶν

σωματίων ποιήσας ἐκέρδησεν. κατελείφθη δὲ αὐτῷ σωμάτια τρία· δύο μὲν βούπαιδες,

ὧν ὁ εἷς γραμματικός, ὁ δὲ ἕτερος ψάλτης, καὶ ὁ Αἴσωπος. οὔτε γὰρ ἐκεῖνοι τὴν

δέουσαν τιμὴν ἔσωζον οὔτε ὁ Αἴσωπος. [ὅλως τιμὴν οὐχ εὕρισκον διὰ τὸ μὴ θέλειν

αὐτούς τινα ἀγοράσαι]. καί τις τοῦ σωματεμπόρου φίλος φησίν ”εἰ βούλει τῶν σωμα-

τίων τὴν τιμὴν λαβεῖν, διαπέρασον εἰς Σάμον τὴν νῆσον· ἔστιν γὰρ εὐπορουμένη,

καὶ Ξάνθος ὁ φιλόσοφος ἐκεῖ καταμένει σχολάζων, καὶ πολλοὶ τῶν ἀπὸ τῆς Ἀσίας

καὶ τῆς Ἑλλάδος παρ' αὐτῷ σχολάζουσιν. καὶ ἀγοράσει τις τὸν γραμματικόν, ἵνα

ἔχῃ συνγυμναστὴν τῆς παιδείας· ἕτερος δὲ ὠνήσεται τὸν ψάλτην σπαταλός, ἵνα

ἔχῃ παρὰ νεωτερικοῖς εὐφροσύνην τέρπεσθαι· καὶ τοῦτόν τις ἀγοράσει ᾧ ἐὰν ὁ

θεὸς ὤργισται, καὶ ποιήσει πασανάρχην ἢ θυρωρὸν ἢ μάγειρον.“ πεισθεὶς οὖν

ὁ ἔμπορος τῇ τοῦ φίλου γνώμῃ πλοιαρίῳ ἐπιβὰς σὺν τοῖς σώμασιν διεπέρασεν εἰς

Σάμον, καὶ ἀποβάς, ξενίαν λαβών, ἐκόσμησεν εἰς πρᾶσιν τὰ σωμάτια.

21

τὸν μὲν

ψάλτην εὐσχήμονα ὄντα λευκὸν ἐνέδυσεν χιτῶνα, καὶ λεπτὸν ὑποδήσας στολά-

ριον καὶ κτενίσας τὴν τρίχα, δοὺς ὁράριον ἐπὶ τοὺς ὤμους, ἔστησεν ἐπὶ τοῦ

πρατῆρος. τὸν δὲ γραμματικὸν λεπτὸν ἀπὸ τῶν σφυρῶν τυγχάνοντα βαθὺν ἐνέδυσεν

χιτῶνα καὶ βαθὺν ὑπόδημα ὑπέδησεν, ἵνα τὸ βαθὺ τῶν χιτωνίων ἅμα τῇ τοῦ

ὑποδήματος σκέπῃ τὴν αἰσχρὰν καλύψῃ κνήμην· καὶ κτενίσας τὴν κόμην, δοὺς ὁράριον

ἔστησεν ἐπὶ τοῦ πρατῆρος. τοῦ δὲ Αἰσώπου μηδὲν δυνάμενος καλύψαι ἢ κοσμῆσαι,

ἐπείπερ ἦν ὅλος ἁμάρτημα χύσεων, ἐνέδυσεν αὐτὸν σάκκον χιτῶνα, καὶ λακινάριον

αὐτὸν ὑποζώσας μέσον αὐτὸν τῶν καλῶν ἔστησεν. τοῦ δὲ κήρυκος τὰ σωμάτια κηρύτ-

τοντος πολλοὶ κατενόουν, καὶ ἔλεγον ”οὐᾶ, οὗτοι καλλίοψοι, τὸ δὲ κακὸν τοῦτο

πόθεν; οὗτος καὶ τούτους ἀφανίζει· ἆρον ἀπ' αὐτῶν τὸν μέσον.“ πολλῶν οὖν σκοπούν-

των ὁ Αἴσωπος ἕστηκεν μὴ πτυρόμενος.

22

Ἔτυχεν δὲ τὴν γυναῖκα τοῦ Ξάνθου φόρῳ βασταζομένην ἐκεῖνον τὸν τόπον

διαβαίνειν. ἀκούσασα δὲ τοῦ κήρυκος παρεγένετο εἰς τὴν οἰκίαν καὶ περιτυχοῦσα τῷ

ἀνδρὶ λέγει ”ἄνερ, οὐ πολλὰ ἔχομεν ἀρρενικὰ σωμάτια, ἀλλὰ τὰ πλείονα ὑπὸ τῶν

ἐμῶν παιδαρίων ὑπηρέτησαι. εὐκαίρως σωμάτια κηρύσσονται· παρελθὼν εἰς διακονίαν

καθαρόν μοι σωμάτιον ἀγόρασον.“ ὁ δὲ Ξάνθος ”ποιήσω“ φησίν. καὶ προσελθὼν ὁ

Ξάνθος καὶ τοὺς σχολαστικοὺς ἀσπασάμενος, καὶ ὀλίγα φιλολογήσας, ἐξῆλθεν τῆς

μελέτης καὶ τοὺς μαθητὰς ἐπαγόμενος ἦλθεν σὺν αὐτοῖς εἰς τὴν ἀγοράν.

23

θεασάμε-

νος δὲ πόρρωθεν τοὺς μὲν δύο εὐπρεπεῖς τὸν δὲ ἕνα σαπρόν, ἐθαύμασεν τὴν ἐπίνοιαν τοῦ

σωματεμπόρου καὶ ἀνεκραύγασεν ”οὐᾶ, καλῶς, νὴ τὴν Ἥραν· εὐεπινόητος καὶ φιλό-

σοφος, μᾶλλον δὲ καὶ θαυμαστὸς ἔμπορος καὶ ἄκρος.“ οἱ σχολαστικοί· ”καθηγητά,

τί ἐπαινεῖς; τί τῆς σῆς θαυμασιότητος ἄξιον; καὶ ἡμῖν μετάδος, μὴ φθονέσῃς

μετασχεῖν τοῦ καλοῦ.“ ὁ δὲ Ξάνθος εἶπεν ”ἄνδρες φιλόλογοι, μὴ νομίσητε τὴν

φιλοσοφίαν διὰ λόγων μόνον συστάναι, ἀλλὰ καὶ διὰ τῶν ἔργων· πολλάκις γὰρ

ἡ σιγωμένη φιλοσοφία 〈τὴν〉 διὰ τῶν λόγων ὑπερέβαλεν [ἢ πιστοῦται]. τοῦτο

δὲ ἀπὸ ὀρχηστῶν ἐστιν ἐπιγνῶναι, ὅπως διὰ τῆς τῶν χειρῶν κινήσεως τὰ

διὰ πολλοῦ κινηθέντα [ὅπως φιλοσοφεῖ τὰ κράτιστα τοῖς ἔργοις] καὶ σιγωμένην

καὶ αὐτὰ ἐνδείκνυται φιλοσοφίαν. οὗτος γὰρ ἔχων μὲν δύο παῖδας καλοὺς καὶ τὸν

ἕνα σαπρόν, 〈ἔστησε μέσον τῶν καλῶν τὸν σαπρόν〉, ἵνα τὸ τούτου αἰσχρὸν τὸ

τούτων κάλλος ἐκφαίνῃ· εἰ μὴ γὰρ παρετέθη τὸ αἰσχρὸν τῷ κρείττονι, ἡ τῶν καλῶν

εἴδησις οὐκ 〈ἂν〉 ἠλέγχετο.“ οἱ σχολαστικοί· ”θεῖος, καθηγητά, σύ, καὶ κάλλιστος ὁ

τὴν ἐκείνου ἐνθύμησιν γνωρίσας ἀκριβῶς.“ ὁ Ξάνθος· ”ἀλλὰ μὴν συνέλθετε, ὅπως ἓν

τῶν σωματίων ὠνήσωμεν· ἔστιν γάρ μοι χρεία πρὸς ὑπηρεσίαν.“

24

ἐπιστὰς δὲ

τῷ πρώτῳ παιδίῳ εἶπεν ”ποταπὸς εἶ;“ ἐκεῖνος ἀπεκρίθη ”Καππάδοξ.“ ”τί ὄνομά

σου;“ ὁ δὲ λέγει ”Λίγυρις.“ Ξάνθος λέγει ”τί οἶδας ποιεῖν;“ ὁ δέ· ”ἐγὼ πάντα.“

ὁ Αἴσωπος ἑστὼς ἐγέλασεν ἀθρόον. οἱ σχολαστικοὶ θεασάμενοι αὐτὸν γελάσαντα

καὶ ...

25

”〈φέρε〉 οὖν, ἐπιγνῶ εἰ οἶδέν τι, μὴ τὸ κερμάτιον κενῇ χάριτι προαπο-

λέσητε.“ προσελθὼν δὲ ὁ Ξάνθος τῷ Αἰσώπῳ φησίν ”χαῖρε.“ Αἴσωπος· ”τί γὰρ

λυποῦμαι;“ οἱ σχολαστικοί· ”καλῶς, μὰ τὰς Μούσας. τί γὰρ ἐλυπεῖτο;“ 〈κατε-

πλάγησαν οὖν〉 τῷ εὐστόχῳ λόγῳ. καί φησιν αὐτῷ ὁ Ξάνθος ”ποταπὸς εἶ;“

ὁ Αἴσωπος· ”Σάρκινος.“ ὁ Ξάνθος· ”οὐ τοῦτο λέγω, ἀλλὰ ποῦ ἐγεννήθης;“ ὁ

Αἴσωπος· ”ἐν τῇ κοιλίᾳ τῆς μητρός μου.“ ὁ Ξάνθος· ”πάντα αὐτῷ κακά. οὐ τοῦτό

σε ἐρωτῶ, ἀλλὰ ποίῳ τόπῳ ἐγεννήθης;“ ὁ Αἴσωπος· ”τοῦτό μοι οὐκ εἶπεν ἡ μήτηρ

μου, πότερον ἢ ἐν τῷ κοιτῶνι ἢ ἐν τῷ τρικλίνῳ.“ ὁ Ξάνθος λέγει ”γένει λέγε

ποταπὸς εἶ.“ ὁ Αἴσωπος· ”Φρύξ.“ ὁ Ξάνθος· ”τί οἶδας ποιεῖν;“ ὁ Αἴσωπος· ”ἐγὼ

ὅλως οὐδέν.“ ὁ Ξάνθος· ”διὰ τί οὐδέν;“ Αἴσωπος· ”ὅτι οἱ παρεκάτεροι παῖδες

ὅλα ἐπίστανται.“ οἱ σχολαστικοί· ”οὐᾶ, μακάριος· οὗτοι γὰρ κακῶς ἀπεκρίθησαν.

ἄνθρωπος γὰρ οὐκ ἔστιν πάντα εἰδώς. διὰ τοῦτο εἶπεν οὗτος ὅτι οὐδὲν οἶδα, διὰ

τοῦτο οὖν ἐγέλασεν.“

26

ὁ Ξάνθος· ”θέλεις ἀγοράσω σε;“ ὁ Αἴσωπος· ”τί γὰρ

ἤδη ἐννοεῖς σύμβουλόν 〈με〉 κεκτῆσθαι, παρ' ἐμοῦ ἵνα μου συμβουλίαν λάβῃς; εἰ

ἀγοράσαι με θέλεις, ἀγόρασον. εἰ οὐ θέλεις, πάραγε. οὐ μέλει μοι. οὐ γὰρ ὁ πωλῶν

με ἄνθρωπος δίκτυα ἔχων βίᾳ τοὺς μὴ βουλομένους ἐφέλκεται, οὐδὲ σοί τις ἐγγύην

περιτίθησιν ἵνα με ὠνήσῃ, ἀλλὰ τῆς ἰδίας προαιρέσεως ἐξουσίαν ἔχεις. εἰ βούλει

λαβεῖν με, τὴν τιμήν μου ἀρίθμει· λῦε βαλαντίου πύλας. εἰ δὲ οὐ θέλεις, μή με σκῶπ-

τε.“ ὁ Ξάνθος· ”τί οὖν πολύλαλος εἶ;“ [μηδέν σοι τῶν ἀγαθῶν γένηται] 〈ὁ

Αἴσωπος· ”τὰ πολύλαλα στρουθία πολλοῦ πωλεῖται“〉. οἱ σχολαστικοί· ”καλῶς,

μὰ τὴν Ἥραν· ὁ Αἴσωπος ἀπεστομάτισεν τὸν καθηγητήν.“ ὁ Ξάνθος· ”βούλομαί

σε ἀγοράσαι, ἀλλὰ μὴ ἄρξῃ δραπετεύειν;“ ὁ Αἴσωπος· ”τοῦτο ἐὰν θέλω ποιῆσαι

οὐ λήψομαι σὲ σύμβουλον ὡς σὺ ἐμέ. τὸ δὲ δραπετεύειν ἐν τίνι ἐστίν, ἐν σοὶ ἢ ἐν ἐμοί;“

ὁ Ξάνθος· ”δῆλον ὅτι ἐν σοί.“ ὁ Αἴσωπος· ”οὔ, ἀλλ' ἐν σοί.“ ὁ Ξάνθος· ”διὰ τί ἐν

ἐμοί;“ ὁ Αἴσωπος· ”ἐὰν ᾖς καλόδουλος, οὐδεὶς φεύγων τὸ ἀγαθὸν ἐπὶ τὸ φαῦλον

ἔρχεται [ἐὰν], ἑαυτὸν εἰς πλάνας διδούς, λιμόν τε καὶ φόβον προσδοκῶν· ἐὰν δὲ

ᾖς κακόδουλος, ὥραν μίαν οὐ μένω πρὸς σέ, οὐδὲ ἡμιώριον, οὐδὲ στιγμήν.“ ὁ

Ξάνθος· ”οὗτος φεύγει ἑαυτῷ τι γένηται. ὅσα μὲν οὖν λέγεις ἀνθρώπινα, ἀλλὰ

σαπρὸς εἶ.“ ὁ Αἴσωπος· ”μή μου βλέπε τὸ εἶδος, ἀλλὰ μᾶλλον ἐξέταζε τὴν ψυχήν.“

ὁ Ξάνθος· ”τί ἐστιν τὸ εἶδος;“ ὁ Αἴσωπος· ”ὅ τι πολλάκις εἰς οἰνοπώλιον παρα-

γενάμενος ὠνήσασθαι οἶνον· θεωροῦμεν κεράμια ἀειδῆ, τῷ δὲ γεύματι χρηστά.“

27

Ξάνθος ἐπαινέσας αὐτοῦ τὸ ἕτοιμον τῶν λόγων προσελθὼν τῷ ἐμπόρῳ λέγει ”τοῦτον

πόσου πωλεῖς;“ ὁ ἔμπορος· ”ἐπισκῶψαι μου θέλεις τὴν ἐμπορίαν;“ ὁ Ξάνθος·

”διὰ τί;“ ὁ ἔμπορος· ”ἀλλ' ἀπολιπὼν τούτους τοὺς ἀξίους ἐπὶ τὸ κατάπτυστον

τοῦτο ἀνδραπόδιον ἦλθες; ἐξ ἐκείνων ἀγόρασον καὶ λάβε τοῦτον ἐπιθήκην.“ ὁ Ξάνθος·

”ὅμως πόσου τοῦτον;“ ὁ ἔμπορος· ”ἑξήκοντα δηναρίων τοῦτον ἠγόρακα, πεποίηκεν

δὲ δαπάνας δέκα πέντε· ἴσωσόν μοι ἀπ' αὐτοῦ.“ οἱ δὲ τελῶναι ἀκούσαντες ὅτι

σωμάτια πέπρανται παραγενάμενοι ἐπηρώτων τίς πέπρακεν ἢ τίς ὁ ἀγοράσας.

διετρέπετο δὲ εἰπεῖν ὁ Ξάνθος ὅτι ”ἠγόρασα ἑβδομήκοντα πέντε δηναρίων δοῦλον,“

καὶ ὁ ἔμπορος ᾐσχύνετο. τούτων δὲ σιωπώντων ὁ Αἴσωπος κέκραγεν ”ὁ πεπραμένος

ἐγώ, ὁ πωλήσας οὗτος, ὁ ἀγοράσας ἐκεῖνος. οὗτοι εἰ σιωπῶσιν, δῆλον ὅτι ἐλεύθερός

εἰμι ἐγώ.“ ὁ δὲ Ξάνθος· ”ἐγὼ ἠγόρασα ο̅ε̅ δηναρίων δοῦλον.“ καὶ γελάσαντες

οἱ τελῶναι ἐχαρίσαντο τῷ Ξάνθῳ ἅμα τοῖς σχολαστικοῖς τὴν τιμὴν τοῦ Αἰσώπου,

καὶ ἀποταξάμενοι ἀνεχώρησαν.

28

Ὁ δὲ Αἴσωπος ἠκολούθει. καυματίνης δὲ ὥρας ὑπαρχούσης καὶ τοῦ ἡλίου ἐπὶ

τὸ μεσουράνημα ὄντος καὶ ἐρημαζούσης τῆς ὁδοῦ διὰ τὸ καῦμα, ὁ Ξάνθος ἀναστείλας

τὰ ἱμάτια ἤρξατο ἅμα περιπατῶν οὐρεῖν. θεασάμενος δὲ ὁ Αἴσωπος ἠγανάκτησεν·

εἶτα δραξάμενος αὐτὸν ἐξ ἀναβολῆς τοῦ ἱματίου εἵλκυσεν αὐτὸν καί φησιν ”πώλει

με, ἐπεὶ οὐ μή με ὑπομείνῃς δραπετεύοντα.“ ὁ Ξάνθος· ”Αἴσωπε, τί σοι συνέβη;“

ὁ Αἴσωπος ”πώλει μέ“ φησιν· ”οὐ δύναμαί σοι δουλεύειν.“ ὁ Ξάνθος· ”ὁ ἐνέγκας

σε πάντως τις τῶν εἰωθότων τὰς εὐσταθούσας οἰκίας διαβολαῖς ἀνατρέπειν·

προσελθών σοί τις διέβαλέν με, ἀποκαλῶν ὡς κακόδουλον ἢ πάροινον ἢ πλήσσοντα

ἢ στομαχώδη ἢ ὀργίλον. μὴ πρόσεχε διαβολαῖς· μάτην ὀξύνει διαβολὴ

τερπνὴ ἀκοῦσαι. οὕτως γὰρ περὶ ἐμοῦ τὰ σημάντια.“ ὁ Αἴσωπος· ”χύσις σε

διέβαλεν, Ξάνθε· ὅτε γὰρ αὐτὸς ὁ δεσπότης μὴ φοβούμενός τινα μὴ εἰσελθὼν

εἰς τὴν οἰκίαν πληγῶν πεῖραν λάβῃς, ἢ δεσμῶν ἢ δεινοτέρας ἀνάγκης κόλασιν

ὑπομείνῃς, ἀλλὰ τὴν ἰδίαν ἐξουσίαν ἑαυτοῦ ἔχων τοῖς φυσικοῖς ὅροις οὐκ ἔδωκας

ἡμιώριον εἰς ἀνάπαυσιν, ἀλλὰ περιπατῶν οὔρησας—τί 〈δεῖ〉 με τὸν δοῦλον ποιῆσαι

ἐπὶ ἀπόκρισιν πεμφθέντα 〈ἄλλ〉ο ἢ πάντως πετόμενον χέζειν;“ Ξάνθος· ”τούτου

ἕνεκα 〈ἐταράχθης〉“; Αἴσωπος· ”καὶ μάλα.“ ὁ Ξάνθος· ”τρία βουλόμενος ἐκφυγεῖν

φαῦλα περιπατῶν οὔρησα.“ Αἴσωπος· ”τίνα ταῦτα;“ Ξάνθος· ”ζεστότητα

γῆς, οὔρου δριμύτητα, καὶ φλογὴν ἡλίου.“ ὁ Αἴσωπος· ”πῶς;“ ὁ Ξάνθος· ”ὁρᾷς μὲν

ὅτι ὁ ἥλιος μεσουρανεῖ καὶ τῇ θερμότητι τὴν γῆν ἐξέκαυσεν· ὅταν δὲ συνεστὼς

οὐρῶ τὸ ἔδαφος ζέον τοὺς πόδας μου κατακαίει, καὶ ἡ δριμύτης τοῦ οὔρου ἀνατρέχει

μου εἰς τὰς ὀσφρήσεις [καὶ τὰς ἀκοάς μου φράσσει], καὶ ὁ ἥλιος δὲ τὴν κεφαλήν

μου φλέγει. ταῦτα τὰ τρία θέλων ἐκφυγεῖν περιπατῶν οὔρησα.“ ὁ Αἴσωπος·

”πέπεικάς με, σαφῶς ἐπενόησας· περιπάτει λοιπόν·“ Ξάνθος· ”ἠγνόουν ἑαυτοῦ

δεσπότην πριάμενος.“

29

Φθασάντων δὲ αὐτῶν εἰς τὸν οἶκον ὁ Ξάνθος λέγει αὐτῷ· ”Αἴσωπε, ὅτι μου

τὸ γύναιον καθαρόν ἐστιν, περίμενε πρὸ τοῦ πυλῶνος μέχρις οὗ πρὸς τὴν γυναῖκα

καταγγείλω, ἵνα μὴ ἐξαίφνης τὴν σαπρίαν σου ἰδοῦσα τὴν προῖκα ἀπαιτήσασα

φύγῃ.“ Αἴσωπος· ”εἰ γυναικοκρατεῖ σύ, ἄπιθι καὶ ταχὺ ποίησον.“ εἰσελθὼν οὖν

ὁ Ξάνθος φησίν ”κυρία, οὐκέτι μου καταγογγύζεις καὶ λέγειν ἔχεις ὅτι ‘ἀπὸ τῶν

ἐμῶν παιδισκαρίων ὑπηρέτησαι’. ἴδε κἀγὼ σωμάτιον ἀρρενικὸν ἠγόρασα.“ ἡ δὲ γυνὴ

τοῦ Ξάνθου· ”εὐχαριστῶ σοι, κυρία Ἀφροδίτη. μεγάλη ἦς· ἀληθινά σου τὰ ἐνύπνια.

κοιμηθεῖσα γὰρ εὐθὺς ὄνειρον εἶδον ᾧ πάγκαλον σωμάτιον ὠνησάμενος ἐχαρίσω

μοι.“ ὁ Ξάνθος· ”μένε, κυρία, καὶ ὄψει ὃ οὐδέποτε ἐθεάσω κάλλος· λάθομαι λέγων

Ἀπόλλωνα ὄψει, ἢ Ἐνδυμίωνα ἢ Γανυμήδην.“ τὰ παιδισκάρια ἔχαιρον, καὶ

ἓν τῶν κορασίων εἶπεν ”ἐμοὶ ὁ δεσπότης ἄνδρα ἠγόρασεν.“ ἄλλη· ”οὔ, ἀλλ' ἐμοί· ἐγὼ

γὰρ ἐν τοῖς ὕπνοις εἶδον.“ [ταῦτα ἑαυταῖς]. ἄλλη· ”ἄλλη πιθανωτέρα λήψεται.“

”σὺ οὖν πιθανωτέρα εἶ;“ ”ἀλλὰ σύ;“ καὶ ἄρχονται μάχεσθαι. ἡ γυνὴ τοῦ Ξάνθου

λέγει ”ὑπὲρ τοῦ ἐγκωμίου ὃ εἶπας, ποῦ ἐστιν;“ Ξάνθος· ”κυρία, πρὸ τῶν θυρῶν.

δόγμα δέ ἐστιν παιδείας τὸ εἰς ἀλλοτρίαν οἰκίαν ἄκλητον μὴ εἰσιέναι· ἠκολούθησεν

πρὸ τοῦ πυλῶνος καὶ μέχρις οὗ κληθῇ μένει.“ ἡ γυνὴ τοῦ Ξάνθου λέγει ”καλέσῃ

τις τὸν νεώνητον.“ ἡ μία συνετὴ οὖσα, τῶν ἄλλων κορασίων μαχομένων, πρὸς

ἑαυτὴν εἶπεν ”ἐξέρχομαι,“ φησίν, ”νῦν ἐγὼ καὶ προαρραβωνίζω αὐτὸν ἐμαυτῇ.“

καὶ ἐξέρχεται καί φησιν ”ποῦ ὁ νεώνητος;“ ἐπιστραφεὶς ὁ Αἴσωπος λέγει ”ὧδε,

παιδισκάριον.“ ἡ δὲ λέγει ”σὺ εἶ ὁ νεώνητος;“ Αἴσωπος λέγει ”ἐγώ εἰμι.“ ἡ παιδίσκη

εἶπεν ”ποῦ ἐστιν ἡ κέρκος σου.“ Αἴσωπος ἰδὼν τὸ παιδάριον καὶ νοήσας ὅτι εἰς

κυνοκέφαλον αὐτὸν ἔσκωψεν λέγει ”οὐχ ὡς σὺ ὑπονοεῖς, ὅτι τὴν κέρκον ὄπισθεν

ἔχω, ἀλλ' ἔμπροσθεν.“ τὸ παιδισκάριον εἶπεν ”αὐτοῦ μένε, μὴ εἰσέλθῃς καὶ φύγωσι

πάντες τὸ τέρας ἰδόντες.“ καὶ εἰσελθοῦσα θεωρεῖ ἔτι μαχομένας τὰς συντρόφους

καὶ λέγει ”τί οὐκ ἐμπυρίζω αὐτάς, κοράσια, τὰς Μούσας ὑμῶν; τί πυκτεύετε

περὶ τούτου τοῦ ἀνδρός; πρῶτον ἴδετε αὐτοῦ τὸ κάλλος.“ ἐξέρχεται μία καὶ

λέγει ”ποῦ ἐστιν ὁ κῦρις, ὁ ἀγορασθείς, ὁ καλός μου;“ Αἴσωπος εἶπεν ”ὧδε.“ ἡ

παιδίσκη λέγει ”πατάξῃ σου τὸ κακὸν πρόσωπον ἡ Ἀφροδίτη. ἕνεκεν σοῦ ἐμαχόμην,

κάθαρμα; πολλά σοι κακά. δεῦρο εἴσω, καὶ μή μοι κολλῶ· μακρὰν ἀπ' ἐμοῦ.“ Αἴσωπος

εἰσελθὼν ἔστη ἄντικρυς τῆς δεσποίνης.

31

ἡ γυνὴ τοῦ Ξάνθου, τοῦ Αἰσώπου ἰδοῦσα

τὸ κακοπινὲς τοῦ προσώπου, ἀπεστράφη καὶ πρὸς τὸν Ξάνθον λέγει ”οὐᾶ, Ξάνθε,

εὐεπινοήτως 〈καὶ〉 φιλοσόφως καὶ πρεπόντως ἔπραξας· ἑτέραν λαβεῖν βουλόμενος

γυναῖκα καὶ μὴ τολμῶν μοι κατ' ὄψιν εἰπεῖν ‘πορεύου ἀπ' ἐμοῦ,’ ἐπιστάμενός μου

τὸ φιλοκάθαρον ἤνεγκάς μοι τοῦτον ἐπίτηδες, ἵνα μὴ ὑποφέρουσα ὑπ' αὐτοῦ δουλεύε-

σθαι φύγω ἐπ' ἐμαυτῆς τὴν οἰκίαν καταλιποῦσα. δός μοι οὖν τὴν προῖκα καὶ

ἐγὼ πορεύσομαι καθ' ἑαυτήν.“ ὁ Ξάνθος λέγει ”οἴμοι, ἵνα 〈μὴ〉 εἰς τὴν ὁδὸν περι-

πατῶν οὐρήσω, ἑπτασφόνδυλά μοι ῥήματα εἶπας, καὶ νῦν οὐδὲν λέγεις πρὸς αὐτήν;“

Αἴσωπος εἶπε ”τοιγὰρ πορεύηται καθ' ἑαυτὴν εἰς τὸ σκότος.“ ὁ Ξάνθος εἶπεν

”σιώπα, κάθαρμα, οὐκ οἶδας ὅτι φιλῶ αὐτὴν ὑπὲρ ἐμαυτόν;“ Αἴσωπος λέγει ”φιλεῖς

τὸ γύναιον;“ ὁ Ξάνθος εἶπεν ”καὶ μάλα.“ Αἴσωπος λέγει ”θέλεις οὖν ἵνα μένῃ;“

ὁ Ξάνθος εἶπεν ”θέλω, ταπεινέ.“ Αἴσωπος λέγει ”ὑποκρινοῦμαι ὡς θέλεις.“

〈καὶ〉 ῥήξας τὸν πόδα εἰς τὸ μέσον ὁ Αἴσωπος ἀνέκραγεν ”εἰ Ξάνθος ὁ φιλόσοφος

γυναικοκρατεῖται, αὔριον αὐτὸν ἐγὼ δείξω ἐν τοῖς ἀκροατηρίοις οἷόν ἐστιν περικάθαρ-

μα.“ ὁ Ξάνθος εἶπεν ”καλῶς, Αἴσωπε;“

32

Αἴσωπος πρὸς τὴν κυρὰν εἶπεν ”τάδε

πρὸς σέ, γύναι, βούλει, ἵνα σου ὁ ἀνὴρ ἐξιὼν ποταπὸν ὠνήσῃ σωμάτιον εὐήλικον,

περικαλλῆ, εὐηδῆ, εὐόφθαλμον, ξανθόν.“ ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν ”ἵνα τί;“ [φησίν]

Αἴσωπος λέγει ”ἵνα ὁ καλὸς δοῦλος ἀκολουθῇ σοι εἰς τὸ βαλανεῖον, εἶτα ὁ καλὸς

δοῦλος λάβῃ παρὰ σοῦ τὰ ἱμάτιά σου, εἶτα ὁ καλὸς δοῦλος ἐξερχομένης σοῦ ἀπὸ

τοῦ βαλανείου ἐπιβάλῃ τὸ θερίστριον καὶ συγκαθεσθεὶς ὑποδήσῃ σε τὸ ὑπόδημά

σου, εἶτα συμπαίξῃ σοι καὶ ἀντιβλέψῃ σ〈οι〉 ὡς εὐαρέστῃ ἀργυρωνήτῳ,

εἶτα σὺ ἀντιμειδιάσῃς καὶ νέον βλέπουσα ἐρεθισθῇς καὶ καλέσῃς εἰς τὸν

κοιτῶνα ἵνα τρίβῃ τοὺς πόδας σου, εἶτα σὺ κατανυγεῖσα ἐπισπάσῃ καὶ καταφιλήσῃς

αὐτὸν καὶ πράξῃς τὰ σοὶ πρέποντα τῇ αἰσχρᾷ ὕβρει, καὶ καταισχυνθῇ ὁ φιλόσοφος

καὶ διαπαιχθῇ. εὖγε Εὐριπίδη, χρυσῶσαί σου ἔδει τὸ στόμα ὅτε ἔλεγες [ψευδέστα-

τον οὐδὲ ἕν].

δεινὴ μὲν ὀργὴ κυμάτων θαλασσίων,

δειναὶ δὲ ποταμοῦ καὶ πυρὸς 〈θερμοῦ〉 πνοαί,

δεινὴ δὲ πενία, δεινὰ δ' ἄλλα μυρία,

πλὴν οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν.

σὺ δὲ φιλοσόφου οὖσα γυνὴ σοφή, ἡ ἀπὸ ὡραίων σωματίων θέλουσα δουλεύεσθαι,

φέρεις οἱ οὐ μετρίαν διαβολὴν καὶ μέγα ὄνειδος. σὺ δέ μοι δοκεῖς κινητιᾶν, καὶ

οὐ πράσσεις τὰ ἴδια μή σοι δείξω ἀνδρὸς νεωνήτου θυμόν, ἱπποπόρνη.“ ἡ γυνὴ τοῦ

Ξάνθου εἶπεν ”πόθεν μοι τοῦτο τὸ κακόν;“ ὁ Ξάνθος λέγει ”καὶ ταῦτα μέν σοι οὕτως

εἶπεν, κυρά· βλέπε 〈δὲ〉 μή σε ἴδῃ χέζουσαν ἢ οὐροῦσαν, ἐπεὶ ὄψει Αἴσωπον Δημοσθένην

καθαρόν.“ ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν ”μὰ τὰς Μούσας, γοργόν μοι φαίνεται τὸ ἀνθρωπά-

ριον καὶ εὐτράπελον. διαλλάσσομαι τοίνυν αὐτῷ.“ ὁ Ξάνθος εἶπεν ”Αἴσωπε, διήλλακ-

ταί σου ἡ κυρία.“ Αἴσωπος λέγει ”μέγα πρᾶγμα, εἰ γύναιον καταπλήξει ἐπράυνα.“

ὁ Ξάνθος εἶπεν ”οὐᾶ, δραπέτα.“

33

Ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν ”Αἴσωπε, ὅτι μὲν εἶ λόγιος ἀπὸ τῶν εἰρημένων

ἐμφανές ἐστιν, ἀλλ' ἐγὼ ἐπλανήθην τῷ ὀνείρῳ· καλὸν γὰρ ὑπελάμβανον ἠγοράσθαι

μοι δοῦλον, σὺ δὲ σαπρὸς εἶ.“ Αἴσωπος λέγει ”μὴ ξενίζου, κυρά, ἐπὶ τῷ ἐσκελίσθαι

σε τῷ ἐνυπνίῳ· οὐ γὰρ πάντες ἀληθεῖς εἰσιν οἱ ὄνειροι. δεομένῳ γὰρ τῷ προστάτῃ

τῶν Μουσῶν ὁ Ζεὺς ἐχαρίσατο τὴν μαντικήν, ὥστε καὶ πάντας τοὺς ἐν τῷ χρησμῷ

ὑπερέχειν. ὁ δὲ προστάτης τῶν Μουσῶν ὑπὸ πάντων θαυμαζόμενος ἀνθρώπων,

τῶν ἄλλων ὑπερφρονεῖν πάντων νομίσας, ἀλαζονότερος ἦν ἐν τοῖς ἄλλοις ἅπασιν.

διὸ ὁ τούτου μείζων, ὀργισθεὶς καὶ μὴ θέλων τοῦτον παρὰ ἀνθρώποις τοσοῦτον ἰσχύειν.

ἔπλασέν τινας ὀνείρους ἀληθεῖς, οἵτινες ἔλεγον ἐν τοῖς ὕπνοις τὰ μέλλοντα γίνεσθαι.

ἐπιγνοὺς δὲ ὁ μείζων τῶν Μουσῶν ὡς οὐδεὶς αὐτοῦ χρείαν ἔχει τῆς μαντικῆς ἕνεκεν,

ἠρώτησεν τὸν Δία καταλλαγῆναι αὐτῷ καὶ μὴ ἀκυρῶσαι αὐτοῦ τὴν μαντικήν. ὁ δὲ

καταλλαγεὶς αὐτῷ, καὶ οὕτως ὀνείρους ἑτέρους ἔπλασεν εἰς τοὺς ἀνθρώπους ὅπως

αὐτοῖς καθ' ὕπνους ψευδῆ δεικνύωσιν, ἵνα πλανηθέντες τὴν ἀκρίβειαν πάλιν ὑπὸ

τὴν τοῦ πρωτοτύπου καταφύγωσι μαντείαν. διὰ ταύτην τοίνυν τὴν αἰτίαν ὁ προπλασ-

θεὶς ὄνειρος, ἐὰν ἐπιστῇ, ἀληθινὸν ἐμφαίνει ὂν τὸ ἐνύπνιον. ὥστε οὖν μὴ θαυμάσῃς

ὅτι ἄλλα μὲν καθ' ὕπνους ἑώρακας, ἄλλα δὲ ἀπέβη· οὐ γὰρ ἦν ὁ πρότερος ὃν

ἐθεάσω, ἀλλὰ σοί τις τῶν ψευδηγόρων παρέστη ψευδέσιν ἐξαπατῶν ἐνυπνίοις.“

34

Ὁ Ξάνθος τὸν Αἴσωπον ἐπαινέσας, καὶ τὸ φρόνιμον αὐτοῦ γνοὺς καὶ ὅτι

ἐστὶν εὑρεσίλογος, λέγει ”Αἴσωπε, ἆρον ὠμόλινον καὶ ἀκολούθησόν μοι, ὅπως ἀπὸ

τῶν κήπων λάχανα εἰς ἕψησιν πριώμεθα.“ Αἴσωπος ἐπιθέμενος κατὰ τοῦ ὤμου

τὸ ὠμόλινον ἠκολούθησεν. ὁ Ξάνθος παραγενάμενος σὺν τῷ Αἰσώπῳ εἰς τὸν κῆπον

καὶ περιτυχὼν τῷ κηπουρῷ, λέγει ”δός μοι λάχανα εἰς ἕψησιν.“ ὁ κηπουρὸς ἄρας

τὸ δρέπανον ἀπεθέρισεν καυλοὺς κράμβης, σεύτλου, ἀσπαράγου κεφαλωτοῦ, καὶ

τῶν λοιπῶν ἀρτυμάτων, 〈καὶ〉 κοσμήσας εὐτελές τι φορτίον ἐπέδωκεν τῷ Αἰσώπῳ.

ὁ Ξάνθος ἀνοίξας τὸ γλωσσόκομον ἐδίδου τὸ κέρμα τῶν λαχάνων.

35

ὁ κηπουρὸς

λέγει ”πρὸς τί τοῦτο, καθηγητά;“ ὁ Ξάνθος εἶπεν ”τῶν λαχάνων ἡ τιμή.“ ὁ κηπουρὸς

λέγει ”ποῦ μοι ὑπάγει; καὶ ὁ κῆπος καὶ ἡ φυτεία, περίψημά σοι ποίει. μόνον ἑνὸς

λόγου καταξίωσόν με.“ ὁ Ξάνθος εἶπεν ”καὶ μὰ τὰς Μούσας, οὐ λήψομαι οὔτε

τὸ κέρμα οὔτε τὰ λάχανα, εἰ μή μοι εἴπῃς πρότερον τί σε δύναται ὠφελῆσαι ὁ ἐμὸς

λόγος κηπουρὸν ὄντα σε· οὔτε γὰρ χειροτέχνης εἰμὶ οὔτε χαλκεύς, ἵνα σοι ποιήσω

σκαλίδα ἢ πρασόκουρον, ἀλλὰ φιλόσοφος ὑπάρχω.“ ὁ κηπουρὸς λέγει ”δέσποτα,

πολλά με ὠφελήσεις· ζητηματίῳ γάρ τινι λυπούμενος τὰς νύκτας οὐ κοιμῶμαι, λογιζό-

μενος καὶ συζητῶν δι' ὅ τι φυτὰ βάλλω εἰς τὴν γῆν—ταῦτα σκάλλω, ποτίζω, ἐπιμελείας

πολλῆς καταξιῶ—καὶ τάχιον ἀναβαίνει τὰ ἄγρια τὰ ἀπὸ τῆς γῆς ἢ τὰ ἀπ' ἐμοῦ

τιθέμενα.“ ὁ Ξάνθος ἀκούσας φιλοσόφου μὲν ζήτημα, μὴ εὑρίσκων αὐτὸ δὲ ταχέως

ἀναλῦσαι, [τῷ Αἰσώπῳ ἑστῶτι] λέγει ”πάντα τῇ θείᾳ προνοίᾳ διοικεῖται.“

36

Αἴσωπος ὀπίσω ἑστὼς τοῦ Ξάνθου ἀνεγέλασεν. ὁ Ξάνθος λέγει ”Αἴσωπε, γελᾷς ἢ

καταγελᾷς;“ Αἴσωπος εἶπεν ”μὴ γὰρ σοῦ;“ Ξάνθος εἶπεν ”ἀλλὰ τίνος;“ Αἴσωπος

εἶπεν ”τοῦ σε διδάξαντος καθηγητοῦ.“ ὁ Ξάνθος λέγει ”κατάρατε, εἰς τὸ κοινὸν

τῆς Ἑλλάδος βλασφημῶν λέγεις· ἐν Ἀθήναις γὰρ ἐσχόλασα παρὰ φιλοσόφοις,

ῥήτορσι, γραμματικοῖς. ἔξεστιν οὖν σοὶ εἰς τὸν Ἑλικῶνα τῶν Μουσῶν εἰσελθεῖν;“

Αἴσωπος εἶπεν ”ἐὰν μηδὲν λέγῃς χλευάζεσθαί σε δεῖ.“ ὁ Ξάνθος λέγει ”ἔχει οὖν

τὸ ζήτημα ἑτέραν λύσιν; τὰ γὰρ ὑπὸ θείας φύσεως διοικούμενα ὑπὸ φιλοσόφων

ζητεῖσθαι οὐ δύναται. σὺ οὖν αὐτῷ δύνασαι διαλῦσαι;“ Αἴσωπος εἶπεν ”ὑπόσχου

καὶ διαλύσω αὐτό.“

37

ὁ Ξάνθος διατρεπόμενος λέγει ”κομψότατε, ἀπρεπές ἐστιν

ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεγόμενον νῦν ἐν κήποις διαλέγεσθαι, ἀλλ'

ἀκολούθει μοι.“ πορευομένων δὲ αὐτῶν ὁ Ξάνθος τῷ κηπουρῷ λέγει ”παῖς πολύπειρός

ἐστίν μοι ὁ σὺν ἡμῖν βαδίζων, αὐτῷ ἀνάθου καὶ διαλύσει τὸ ζήτημα.“ ὁ κηπουρὸς

λέγει [καὶ ποῦ ἐστιν; ὁ Ξάνθος λέγει] ”ἴδε, οὗτος ὁ σαπρὸς γράμματα οἶδεν;“

Αἴσωπος γελάσας λέγει τῷ κηπουρῷ ”ὧδε…

πα…

The complete text is available when the reading interface loads.