Vita W
- Authority group
- Vitae Aesopi (catalogue association; authorship remains anonymous)
- Edition reference
- Vita W (vita Aesopi Westermanniana) (recensio 2), ed. Perry, op. cit., 81–107.
- CTS identifier
urn:cts:greekLit:tlg1765.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὁ δεσπότης αὐτοῦ ζεύγῳ καθίσας εἰς τὴν πόλιν
εἰσῄει. τοῦ δὲ Αἰσώπου εἰς τὸν ἀγρὸν σκάπτοντος συνέβη τοὺς τῆς Ἴσιδος ἱερεῖς
πλανηθέντας τῆς λεωφόρου ἐλθεῖν εἰς τὸν ἀγρόν, οἳ καὶ παρεκάλουν τὸν Αἴσωπον
δεῖξαι τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν πόλιν. ὁ δὲ Αἴσωπος ἀγαγὼν αὐτοὺς ὑπὸ σύσκιον
δένδρον παρέθηκεν αὐτοῖς ἄρτον καὶ ἐλαίας καὶ ἰσχάδας καὶ ἠνάγκασε φαγεῖν, καὶ
δραμὼν εἰς τὸ φρέαρ ἀνιμήσατο ὕδωρ καὶ ἤνεγκεν αὐτοῖς πιεῖν, καὶ κρατήσας τῆς
χειρὸς ἐξήγαγεν αὐτοὺς εἰς τὴν εὐθεῖαν καὶ τετριμμένην ὁδόν.
5
οἱ δὲ ἐπάραντες
τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ εὐξάμενοι αὐτῷ ὡς ὑπ' αὐτοῦ εὐεργετηθέντες ὑπεχώρη-
σαν.
6
Αἴσωπος δὲ στραφεὶς καὶ ὑπὸ τοῦ καύματος χαυνωθεὶς εἰς ὕπνον ἐτράπη.
7
ἡ δὲ Τύχη ἐπιστᾶσα καθ' ὕπνους ἐχαρίσατο αὐτῷ ἄριστον λόγον καὶ τὸ ταχὺ
τῆς γλώττης καὶ ἑτοιμολογίας εὕρεσιν διὰ ποικίλων μύθων, ὡς φιλοθέῳ ὄντι καὶ
φιλοξένῳ.
8
ὁ δὲ Αἴσωπος ἐκ τοῦ ὕπνου ἐγερθείς φησιν “οὐᾶ, πῶς ἡδέως κεκοίμημαι·
ἀλλὰ καὶ καλὸν ὄναρ ἐθεασάμην, καὶ ἰδού, νῦν ἀκωλύτως λαλῶ καὶ τὰ βλεπόμενα
ὀνομάζω· δίκελλα, ὄνος, βοῦς, ἅμαξα. λαλῶ, νὴ τοὺς θεούς. πόθεν ἔλαβον τὴν χάριν;
νενόηκα,” φησίν, “εὐσεβήσας εἰς τοὺς ξένους, ὥστε εὐπρόσδεκτον παρὰ τῷ θεῷ τὸ
ἀγαθοποιεῖν· ὁ δὲ καλῶς πράσσων λήψεται καλὰς ἐλπίδας.”
9
Περιχαρὴς οὖν γενόμενος ὁ Αἴσωπος καὶ πάλιν τὴν δίκελλαν λαβὼν ἤρξατο
σκάπτειν. ὁ δὲ τῶν ἀγρῶν οἰκονόμος εἰς τὸ ἔργον παραγενόμενος ἕνα τῶν οἰκετῶν
ῥάβδῳ κατέξαινεν. ὁ δὲ Αἴσωπος προσπαθήσας ἔφη “ἄνθρωπε, τί τὸν μηδέν σε
ἀδικήσαντα οὕτως εἰκῇ καὶ μάτην κατὰ πᾶσαν ἀποκτείνεις ἡμέραν, μηδὲν αὐτὸς
ἐργαζόμενος; ἀλλ' ἐγὼ τῷ δεσπότῃ ἀπαγγελῶ ἅπαντα.” ὁ δὲ Ζηνᾶς ἀκούσας τοῦ
Αἰσώπου οὕτως λαλοῦντος ἐθαμβήθη καί φησιν “Αἴσωπος λαλεῖν ἀρξάμενος ἐμὲ
κέκρουκε· προκαταλάβωμαι αὐτοῦ, ἐπεὶ τοῦ δεσπότου ἐλθόντος κατηγορήσας μετα-
στήσει με τῆς οἰκονομίας.”
10
καὶ ταῦτα εἰπὼν ὑποζυγίῳ ἐπιβὰς εἰς τὴν πόλιν
εἰσῄει. παραγενόμενος δὲ πρὸς τὸν δεσπότην εἶπε “χαίροις.” ὁ δέ φησι “τί τεταραγ-
μένος πάρει;” καὶ ὁ Ζηνᾶς· “δέσποτα, πρᾶγμά τι τερατῶδες ἐν τῷ ἀγρῷ σου συνέβη.”
ὁ δὲ “τί,” φησι, “μὴ δένδρον ὄψιμον παρὰ καιρόν τινα καρπὸν ἤνεγκεν, ἢ κτῆνος
τετράπουν παρὰ φύσιν ἐγέννησεν;” ὁ δὲ “οὔ,” φησιν, “ἀλλ' Αἴσωπος ὁ σαπρὸς
λαλεῖν ἤρξατο στωμύλως.” καὶ ὁ δεσπότης· “μηδέν σοι τῶν ἀγαθῶν γένοιτο, τοῦτο
νομίζεις τερατῶδες εἶναι σημεῖον;” “καὶ μάλα,” φησίν. 〈ὁ δεσπότης· “διὰ τί; εἰ〉
οἱ θεοὶ χολωθέντες ἀνθρώπῳ πρὸς ὀλίγον 〈χρόνον ἀφείλαντο τὴν φωνὴν αὐτοῦ,
νῦν δὲ〉 πάλιν διαλλαγέντες ἐχαρίσαντο.” ὁ δὲ Ζηνᾶς· “δέσποτα, λαλεῖν ἀρξάμενος
πάντα ὑπὲρ ἄνθρωπον φθέγγεται· εἰς ἐμὲ γὰρ ὕβρεις τραχείας φέρει, εἰς σὲ δὲ καὶ
τοὺς θεοὺς μεγάλα βλασφημεῖ.”
11
ὁ δὲ ὀργισθεὶς λέγει τῷ Ζηνᾷ “ἰδού, ἀπὸ τοῦ
νῦν κεχάρισταί σοι· πώλησον, χάρισον, ἀπόλυσον, ὃ βούλει εἰς αὐτὸν πρᾶξον.”
ὁ δὲ Ζηνᾶς λαβὼν αὐτοῦ τὴν ἐξουσίαν, ἐλθὼν εἰς τὸν ἀγρὸν τῷ Αἰσώπῳ ἔφη “ἐχαρίσθης
μοι παρὰ τοῦ δεσπότου ἵνα ὃ δοκήσει μοι εἰς σὲ διαπράξω. συνεῖδον οὖν πιπράσαι σε.”
12
Ἔτυχεν οὖν σωματέμπορόν τινα διὰ τοῦ ἀγροῦ παριέναι, καὶ ὃς ζητῶν
μισθώσασθαι κτήνη, συναντήσας τῷ Ζηνᾷ γνωστῷ αὐτῷ ὄντι, ἠσπάσατο αὐτὸν
καί φησιν “ἔχεις μοι κτήνη μισθώσασθαι ἢ πωλῆσαι;” Ζηνᾶς εἶπεν “οὔ, σωμάτιον
δὲ ἔχω ἀρρενικὸν εὔωνον· εἰ θέλεις, ἀγόρασον.” ὁ ἔμπορος ἔφη “δεῖξόν μοι αὐτό.”
13
ὁ δὲ Ζηνᾶς στείλας ἤνεγκε τὸν Αἴσωπον καί φησιν “ἰδοὺ ὁ παῖς, καταμαθὼν
ἀγόρασον.”
14
στραφεὶς δὲ ὁ ἔμπορος καὶ τὸν Αἴσωπον ἰδών, γελάσας ἔφη “πόθεν
σοι ἡ χύτρα αὕτη; ῥιζοκάλαμός ἐστιν ἢ ἄνθρωπος; οὗτος τῆς τερατομαχίας σαλπιστής
ἐστιν. εἰ μὴ φωνὴν εἶχεν εἰρήκειν ἂν ὅτι ἀσκοκήλη ἐστίν. ὦ Ζηνᾶ, μόνον τῆς ὁδοῦ με
ἐπλάνησας ἕνεκα τοῦ καθάρματος τούτου, δοκῶν τι ἀγαθὸν πιπράσκειν;” καὶ ταῦτα
εἰπὼν ἐπορεύετο.
15
καταδραμὼν δὲ ὁ Αἴσωπος ἔφη “περίμεινον.” ὁ δὲ πρὸς αὐτόν·
“ἄφες με, μηδέν σοι τῶν ἀγαθῶν γένοιτο· τί προσεκαλέσω με;” [παρατήρημα].
Αἴσωπος ἔφη “ἕνεκα τίνος ἐνθάδε ἐλήλυθας;” ὁ ἔμπορος· “δοκῶν τι ἀγαθὸν ὠνήσεσθαι,
σαπρὸς δὲ εἶ πάνυ καὶ κακὸν οὐ χρῄζω.” Αἴσωπος λέγει “ἀγόρασόν με καὶ πολύ σε
ὠφελήσω.” ὁ δὲ πρὸς αὐτόν· “τί δύνασαι σὺ ὠφελῆσαί με;” καὶ ὁ Αἴσωπος· “οὐκ
ἔχεις ἐν τῷ σωματεμπορίῳ σου παιδία κλαίοντα ἢ ἀτακτοῦντα; ἀγόρασόν με καὶ
κατάστησόν με παιδαγωγόν, καὶ ἔσομαι αὐτοῖς ἀντὶ μορμολυκίου.” ὁ δὲ ἔμπορος
πεισθεὶς τῷ λόγῳ καὶ στραφεὶς λέγει τῷ Ζηνᾷ “πόσου τὸ κακὸν τοῦτο πωλεῖς;”
Ζηνᾶς λέγει “δὸς τριώβολον.” ὁ δὲ ἔμπορος γελάσας ἔδωκε τὸ τριώβολον, λογιζόμενος
ὅτι οὐδὲν τοῦ μηδενὸς ἠγοράκει.
16
Ὁδεύσαντες δὲ εἰς τὴν πόλιν εἰσῆλθον εἰς τὸ σωματεμπόριον.
δύο δὲ παιδία ὑπὸ μητέρα ὄντα, ὡς εἶδον τὸν Αἴσωπον, ἀνέκραξαν καὶ κατεκρύβησαν.
ὁ δὲ Αἴσωπος τῷ ἐμπόρῳ ἔφη “ἔχεις μου ἤδη τῆς ἐπαγγελίας ἀπόδειξιν, ὅτι κατὰ
παιδίων προυνικῶν ἕτοιμον ὠνήσω μορμολύκιον.” ὁ δὲ γελάσας λέγει “Αἴσωπε,
εἴσελθε εἰς τὸν ἐνδότερον τρίκλινον καὶ ἄσπασαι τοὺς συνδούλους σου.” εἰσελθὼν
οὖν εὑρίσκει παῖδας καλλίστους καὶ ἀμώμους, καὶ ἀσπάζεται αὐτοὺς λέγων “χαίρετε,
σύνδουλοι.” οἱ δὲ ὁμοφώνως εἶπον “σαπρόν, νὴ τὸν Ἥλιον. τί γέγονε τῷ δεσπότῃ,
ὅτι τοιοῦτον [οὐδέποτε] κακοπινὲς ἠγόρακε σωμάτιον; πλὴν πρὸς βασκανίαν τοῦ
σωματεμπορίου αὐτὸν ὠνήσατο.”
17
ὁ δὲ ἔμπορος πρὸς τοὺς παῖδας εἰσελθὼν
ἔφη “στενάξατε τὴν ἑαυτῶν τύχην· κτήνη γὰρ οὔτε ἀγοράσαι οὔτε μισθώσασθαι
εὗρον. διέλεσθε οὖν τὰ ἐφόδια σκεύη· αὔριον γὰρ ἀπαίρομεν εἰς τὴν Ἀσίαν.” οἱ οὖν
παῖδες σύνδυο γενόμενοι ἐμερίζοντο τὰ σκεύη. ὁ δὲ Αἴσωπος ὑποπεσὼν εἶπε “καλοὶ
σύνδουλοι, ἐπεὶ νεώνητός εἰμι καὶ ἀσθενής, παραχωρήσατέ μοι τὸ ἐλαφρότερον
φορτίον.” οἱ δέ φασιν “ἐὰν οὐ δύνῃ, μηδὲν ἄρῃς.” Αἴσωπος λέγει “ἀπόπληκτόν
ἐστι πάντων κοπιώντων ἐμὲ μόνον τῷ δεσπότῃ ἀχάριστον φαίνεσθαι.” οἱ δέ φασιν
“ὃ θέλεις ἆρον.”
18
ὁ δὲ περιβλεψάμενος ὧδε κἀκεῖσε θεωρεῖ σκεύη καὶ ἀγγεῖα
διάφορα τὰ πρὸς ἐκδημίαν, σάκκους καὶ στρώματα καὶ γοργάθους. ἰδὼν δὲ ἕνα γόργαθον
μεστὸν ἄρτων, ὃν ἐβούλοντο δύο ἆραι, εἶπεν “ἐμοὶ τοῦτον φορτώσατε.” οἱ δὲ ἔλεγον
“τί μωρότερον τοῦ ἀνθρώπου τούτου; παρεκάλει τὸ πάντων ἐλαφρότερον φορτίον
ἆραι καὶ τὸ βαρύτερον πάντων ἐξελέξατο. τὴν ἐπιθυμίαν αὐτοῦ πληρώσωμεν.”
ἐπιτιθέασιν οὖν αὐτῷ τὸν γόργαθον καὶ ἐκίνησε διακλονούμενος. ὁ δὲ ἔμπορος ἰδὼν
αὐτὸν ἐθαύμασε καί φησιν “Αἴσωπος πρόθυμος εἰς τὸ κοπιᾶν, καὶ τοὺς λοιποὺς
προτρεπόμενος γενναίως φέρειν. ἤδη αὐτοῦ τὴν τιμὴν ἔσωσα· κτήνους γὰρ φορτίον
ἦρεν.”
19
οἱ δὲ λοιποὶ σύνδυο βαστάζοντες κατεγέλων αὐτοῦ. ἐκεῖνος δὲ εἰς τὴν
ὁδὸν ἐλθών, τὸν γόργαθον θεὶς περιπατεῖν ἐδίδασκεν· εἰ γὰρ εἰς ἀνάβασιν ἐληλύθει,
ταῖς χερσὶ καὶ τοῖς ὀδοῦσιν ἕλκων ἀνεκύλιε τὸν γόργαθον, εἰ δὲ εἰς κατάβασιν, συντο-
μώτερον ἐκύλιε αὐτόν. καὶ οὕτως ἐκοπία ἕως εἰς πανδοχεῖον ἦλθον. ὁ δὲ ἔμπορος θέλων
τὰ σωμάτια ἀναλαβέσθαι ἐκέλευσεν αὐτοὺς ἀναπεσεῖν. καί φησι τῷ Αἰσώπῳ “ἀρτο-
δότησον.” ὁ δὲ ἑκάστῳ ζεύγει ἄρτον παρέθηκε. πολλῶν δὲ ἄρτων δοθέντων ἡμίκενος
ὁ γόργαθος ἐγένετο. μετὰ δὲ τὸ ἀναλαβέσθαι τὰ σωμάτια, πάλιν ὁδοιπορούντων ὁ
Αἴσωπος προθυμότερος εἰς τὴν μονὴν παρεγένετο. ἀρτοδοτήσας δὲ τῇ ἑσπέρᾳ τὸν
γόργαθον ἐκένωσε. τῇ δὲ ἐπαύριον κενὸν αὐτὸν ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἔμπροσθεν
πάντων ἔτρεχεν. οἱ δὲ σύνδουλοι εἰς ἀλλήλους ἔλεγον “τίς ἐστιν ὁ ἔμπροσθεν τρέχων;
ξένος ἢ ἐξ ἡμῶν ἐστιν;” ἄλλος ἔφη “ὁ σαπρὸς ἐκεῖνός ἐστιν.” ἄλλος ἔφη “οὐκ οἴδατε
τὸ ἀνθρωπάριον τοῦτο πῶς φρονίμως ἔδρασεν ὑπὲρ πάντας ἡμᾶς· ἡμεῖς γὰρ στρώματα
καὶ τὰ λοιπὰ σκεύη τὰ μὴ δυνάμενα δαπανηθῆναι ἄραντες κοπιῶμεν, ἐκεῖνος δὲ
τοὺς προχείρως δαπανωμένους ἄρτους ὡς πανοῦργος ἦρεν.”
20
Ὁδοιπορήσαντες οὖν ἦλθον εἰς Ἔφεσον, καὶ πιπράσας ἐκεῖ
τὰ σωμάτια ἐκέρδησε. κατελείφθησαν δὲ αὐτῷ τρία· γραμματικός, ψάλτης, καὶ
ὁ Αἴσωπος. φίλος δέ τις λέγει τῷ ἐμπόρῳ “ἐὰν θέλῃς τὰ σωμάτια πιπράσαι, πέρασον
εἰς τὴν Σάμον· Ξάνθος γὰρ ὁ φιλόσοφος ἐκεῖ οἰκεῖ καὶ πολλοὶ τῆς Ἑλλάδος καὶ
τῶν νήσων πρὸς αὐτὸν φοιτῶσιν ἐν εὐπορίᾳ ὄντες, 〈καὶ〉 ἀγοράσουσιν αὐτούς.”
πεισθεὶς οὖν ὁ ἔμπορος τῇ τοῦ φίλου γνώμῃ παρεγένετο εἰς τὴν Σάμον.
21
καὶ
τὸν μὲν ψάλτην εὔκνημον ὄντα λευκοὺς ὑπενέδυσε χιτῶνας καὶ ὑποδήματα, καὶ τὴν
τρίχα κτενίσας ἔστησεν ἐπὶ τοῦ πρατείου· τὸν δὲ γραμματικὸν λεπτὸν ὄντα βαθεῖς
ἐνέδυσε χιτῶνας καὶ ὑποδήματα, κτενίσας δὲ τὴν τρίχα καὶ σουδάριον δοὺς ἔστησεν
ἐπὶ τοῦ πρατείου. τοῦ δὲ Αἰσώπου μὴ ἔχων τι ἀποκρύψαι ἤ τι κοσμῆσαι, ἐπείπερ
ὅλως ἦν ἁμάρτημα, ἐνέδυσεν αὐτὸν σακκοχίτωνα καὶ τῶν καλῶν ἔστησεν εἰς μέσον.
πολλοὶ δὲ κατανοοῦντες τὰ σωμάτια, ὁρῶντες τὸν Αἴσωπον πρὸς ἀλλήλους ἔλεγον
“πόθεν τὸ κακὸν τοῦτο; οὗτος καὶ τοὺς ἄλλους ἀφανίζει.” ὁ δὲ Αἴσωπος ὑπὸ πολλῶν
σκωπτόμενος τολμηρῶς εἱστήκει.
22
Ὁ δὲ Ξάνθος εἰς τὴν σχολὴν προελθὼν καὶ τὴν μελέτην στερεώσας ἧκε
σὺν τοῖς φίλοις εἰς τὴν ἀγοράν.
23
θεασάμενος δὲ τοὺς μὲν δύο παῖδας εὐπρεπεῖς,
τὸν δὲ μέσον σαπρόν, ἐθαύμασε τοῦ ἐμπόρου τὴν ἐπίνοιαν, καί φησι πρὸς τοὺς φίλους
“ὁ ἔμπορος οὐ χάριν τῆς πράσεως τοὺς μὲν εὐειδεῖς παῖδας ἔξωθεν ἔστησε καὶ μέσον
τὸν σαπρόν, ἀλλὰ ἵνα τὸ ἀειδὲς τῷ κάλλει παρατεθὲν τὴν τούτων ἀρετὴν ἐμφανεστέραν
δείξῃ.”
24
ἐπιστὰς οὖν τῷ πρώτῳ παιδὶ εἶπε “πόθεν εἶ καὶ τί σου τὸ ὄνομα;”
ἐκεῖνος ἔφη “Καππάδοξ εἰμί, Τύρος καλοῦμαι.” “τί οὖν οἶδας ποιεῖν;” ὁ δέ, “πάντα.”
Αἴσωπος ἑστὼς ἐγέλασεν. οἱ δὲ σχολαστικοὶ ὡς εἶδον αὐτὸν ἐξαίφνης γελάσαντα
καὶ τὸ πρόσωπον αὐτοῦ στυγνὸν καὶ σκυθρωπὸν γεγονός, μόνον δὲ τοὺς ὀδόντας
φανεροὺς ὄντας, τέρας ἐδόκουν θεωρεῖν. ἔλεγον δὲ πρὸς ἀλλήλους “οὐχὶ κήλη ἐστὶν
ὀδόντας ἔχουσα;” ἄλλος ἔλεγε “τί ἰδὼν ἐγέλασεν;” ἕτερος ἔφη “οὐ γελᾷ, ἀλλὰ
ῥιγᾷ. γνώσωμεν δὲ τί λαλεῖ.” ἐλθὼν οὖν εἵλκυσεν αὐτὸν ἐξόπισθεν καί φησι “κομ-
ψότατε, τί ἐγέλασας;” ὁ δὲ στραφεὶς πρὸς αὐτὸν λέγει “ὑποχώρει, θαλάσσιον πρό-
βατον.” ὁ δὲ σχολαστικὸς διαπορηθεὶς ἐπὶ τὸ ῥηθὲν ὑπεχώρησεν. ὁ δὲ Ξάνθος τῷ
ἐμπόρῳ ἔφη “πόσου ὁ ψάλτης οὗτος;” ὁ δέ, “χιλίων δηναρίων.” ὡς οὖν ἤκουσεν ἐν
ὑπερβολῇ τὸ τίμημα, πρὸς τὸν ἕτερον ἦλθε καί φησι “σὺ πόθεν εἶ;” ὁ δὲ ἔφη “Λυδός.”
“ὄνομα δέ σοι τί;” ὁ δέ, “Φιλόκαλος.” Ξάνθος λέγει “τί οἶδας ποιεῖν;” ὁ παῖς
λέγει “πάντα”. καὶ ὁ Αἴσωπος πάλιν ἐγέλασεν. οἱ δὲ σχολαστικοὶ ἰδόντες ἔλεγον
“τί ἄρα πρὸς πάντα γελᾷ;” ἕτερος εἶπεν “ἐὰν θέλω πάλιν θαλάσσιος τράγος
ἀκοῦσαι, ἐπερωτήσω αὐτόν.” Ξάνθος τῷ ἐμπόρῳ ἔφη “πόσου τὸν γραμματικὸν
πωλεῖς;” ὁ δέ, “τρισχιλίων δηναρίων.” ὁ Ξάνθος ἀκούσας ἠκηδίασε καὶ στραφεὶς
ἐπορεύετο. οἱ δὲ σχολαστικοὶ εἶπον “καθηγητά, οὐκ ἤρεσάν σοι τὰ σωμάτια;”
“ναί,” φησίν, “ἀλλὰ δόγμα ἐστὶ πολύτιμα μὴ ὠνεῖσθαι παιδάρια, δι' εὐτελῶν δὲ
σωματίων δουλεύεσθαι.” εἷς δὲ τῶν σχολαστικῶν φησι “εἰ παράγγελμά ἐστι πολυτελῆ
μὴ ὠνεῖσθαι, ἀγόρασον τοῦτον τὸν ἀειδῆ· τὴν γὰρ αὐτὴν παρέχεται διακονίαν,
ἡμεῖς δὲ κατὰ κοινοῦ δώσομεν τὸ τίμημα.” ὁ δέ φησι “γελοῖόν ἐστιν ὑμῶν τὴν τιμὴν
διδόντων ἐμὲ δοῦλον ἀγοράσαι, καὶ καθαρὸν ὂν τὸ γύναιον οὐκ ἀνέξεται ὑπὸ αἰσχροῦ
δουλεύεσθαι σωματίου.” οἱ δὲ σχολαστικοὶ εἶπον “καθηγητά, αἱ πλείους σου διδαχαί
εἰσι μὴ πείθεσθαι γυναικί.”
25
ὁ Ξάνθος ἔφη “ἐπιγνῶμεν εἰ οἶδέ τι, μὴ καὶ τὸ
τίμημα κενῇ χάριτι προσαπόληται.” προσελθὼν οὖν τῷ Αἰσώπῳ ἔφη “χαῖρε”.
ὁ δέ φησι “τί γὰρ λυποῦμαι;” ὁ Ξάνθος ἔφη “ἀσπάζομαί σε.” ὁ δέ, “κἀγὼ σέ.”
ὁ δὲ Ξάνθος καταπλαγεὶς ἐπὶ τὸ ἕτοιμον τῆς ἀπολογίας πάλιν πρὸς αὐτὸν λέγει
“ποταπὸς εἶ;” ὁ δέ, “Σάρκινος.” καὶ ὁ Ξάνθος· “οὐ τοῦτο λέγω, ἀλλὰ ποῦ ἐγεννήθης;”
“ἐν τῇ κοιλίᾳ τῆς μητρός μου,” ἔφη. “οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ ποίῳ τόπῳ ἐγεννήθης;”
καὶ ὁ Αἴσωπος· “οὐκ ἀνήγγειλέ μοι ἡ μήτηρ μου πότερον ἐν κοιτῶνι ἢ ἐν τρικλίνῳ.”
ὁ Ξάνθος ἔφη “τί οἶδας ποιεῖν;” ὁ δέ· “παντελῶς οὐδέν.” “διὰ τί;” φησιν. “ὅτι
οὗτοι πάντα εἰδέναι σοι ἐπηγγείλαντο.” οἱ δὲ σχολαστικοὶ θαυμάσαντες εἶπον
“καλῶς ἀπελογήθη, οὐκ ἔστι γὰρ ἄνθρωπος πάντα εἰδώς· διὰ γὰρ τοῦτο καὶ ἐγέλα-
σεν.”
26
ὁ Ξάνθος εἶπε “θέλεις ἀγοράσω σε;” καὶ ὁ Αἴσωπος· “ἐμοῦ εἰς τοῦτο
συμβουλίας δεῖ σοί; θέλεις ἀγόρασον, θέλεις πορεύου· οὐδείς σου βίαν ποιεῖ· τῆς
σῆς ἐξουσίας τοῦτο. καὶ εἰ μὲν βούλει, λύσας θύρας βαλαντίου ἀργύριον ἀρίθμει,
εἰ δὲ οὐ βούλει, μή με σκῶπτε.” ὁ Ξάνθος εἶπε “τί οὕτω πολύλαλος εἶ;” Αἴσωπος
εἶπεν “εἰ πετεινὸν λαλεῖ, πολύτιμον εὑρίσκεται· τί με ἐξουθενεῖς;” οἱ σχολαστικοί·
“καλῶς, νὴ τοὺς θεούς, ἔστησε τὸν καθηγητήν.” ὁ Ξάνθος εἶπεν “ἐάν σε ἀγοράσω,
μὴ δραπετεύσεις;” Αἴσωπος γελάσας εἶπε “τοῦτο εἰ θελήσω πρᾶξαι, οὐ λήψομαι
σὲ σύμβουλον, ὡς σὺ ἐμέ, τὸ δὲ δραπετεύειν ἐν σοί ἐστιν, οὐχὶ ἐν ἐμοί· ἐὰν γὰρ ᾖς
καλόδουλος, οὐδεὶς τὸ καλὸν φεύγει, ἐὰν δὲ ᾖς κακόδουλος καὶ φθορὰν ἐργάζῃ τῶν
ἀναγκαίων μὴ φροντίζων, ὥραν μίαν οὐ μένω πρὸς σέ.” καὶ ὁ Ξάνθος· “καλῶς λέγεις,
ἀλλὰ σαπρὸς εἶ.” ὁ Αἴσωπος ἔφη “εἰς τὸν νοῦν δεῖ ἀποβλέπειν, καὶ οὐκ εἰς τὴν
θέαν.”
27
προσελθὼν οὖν ὁ Ξάνθος τῷ σωματεμπόρῳ λέγει “πόσου τοῦτον πωλεῖς;”
ὁ δὲ ἔφη “σκῶψαί μου πάρει τὴν ἐμπορίαν.” καὶ ὁ Ξάνθος “διὰ τί;” φησιν. ὁ δέ·
“ὅτι ἀφεὶς τοὺς ἀξίους σου παῖδας τὸν σαπρὸν ᾑρετίσω. ἕνα ἐκείνων ὤνησαι καὶ
τοῦτον λάβε πρόσδομα.” ὁ Ξάνθος· “εἰπὲ τὴν τούτου τιμήν.” ὁ δὲ πρὸς αὐτόν· “δὸς
ἑξήκοντα δηνάρια καὶ λάβε αὐτόν.” οἱ δὲ σχολαστικοὶ δεδώκασι μέν, ὁ Ξάνθος δ'
ἠγόρασε. μαθόντες δὲ οἱ τελῶναι τὴν πρᾶσιν παρεγένοντο ἐρωτῶντες τίς πέπρακε,
τίς ἠγόρακε. διετρέποντο οὖν ἀμφότεροι εἰπεῖν διὰ τὸ ἐλάχιστον τίμημα, ὁ δὲ Αἴσωπος
ἀνακέκραγεν “ὁ πραθεὶς ἐγώ, ὁ πωλήσας οὗτος, καὶ οὗτος ὁ ἀγοράσας. εἰ δὲ οὗτοι
σιωπῶσιν, ἐγὼ ἐλεύθερός εἰμι.” οἱ δὲ τελῶναι γελάσαντες ἐχαρίσαντο τῷ Ξάνθῳ
τὸ τέλος, ἀλλήλοις δὲ συνταξάμενοι ἐχωρίσθησαν.
28
Ὁ δὲ Αἴσωπος ἠκολούθει τῷ Ξάνθῳ. καύματος δὲ μεσημβρινοῦ
ὄντος καὶ τῆς ὁδοῦ ἐκκαείσης ὁ Ξάνθος περιπατῶν, τὰ ἱμάτια ἀνασυράμενος, οὔρει.
ὁ δὲ Αἴσωπος θεασάμενος καὶ ἐκ τῶν ὄπισθεν τὸ ἱμάτιον δραξάμενος εἵλκυσε καί
φησι “πώλησόν με ταχύ, ἐπεὶ δραπετεύω.” ὁ Ξάνθος ἔφη “τί ἔχεις;” ὁ δέ φησιν
“οὐ δύναμαι τοιούτῳ ἀνδρὶ δουλεύειν.” ὁ Ξάνθος· “διὰ τί;” καὶ ὁ Αἴσωπος· “ἐπειδὴ
σύ, δεσπότης ὢν καὶ μηδένα φοβούμενος εἰ καὶ τύχοι βραδῦναί σε, οὐκ ἔδωκας τῇ
φύσει ἄνεσιν, ἀλλὰ περιπατῶν οὐρεῖς, εἰ τύχοι ἐμὲ τὸν δοῦλον ἐπὶ διακονίᾳ ταχῦναι
σταλέντα, ἀνάγκη πετόμενον χέζειν.” ὁ Ξάνθος· “τούτου ἕνεκεν ἐταράχθης; τρία
βουλόμενος ἐκφυγεῖν κακὰ περιπατῶν οὔρησα.” ὁ δέ· “ποῖα ταῦτα;” ὁ Ξάνθος·
“ἑστῶτός μου τὴν κεφαλὴν ὁ ἥλιος κατέφλεξεν ἄν, τοὺς δὲ πόδας μου ἐν τῷ οὐρεῖν
ἑστῶτος ἡ γῆ κατέκαυσεν, ἡ δὲ τοῦ οὔρου δριμύτης τὰς ὀσφρήσεις μου ἔβλαψεν ἄν.
ταῦτα οὖν τὰ τρία ἐκφεύγων φαῦλα περιπατῶν οὔρησα.” ὁ Αἴσωπος λέγει “περιπάτει,
πέπεικάς με.”
29
Ξάνθος λέγει “Αἴσωπε, ἐπεὶ καθάριόν μοί ἐστι τὸ γύναιον, μὴ θέλον ὑπὸ
αἰσχροῦ σωματίου δουλεύεσθαι, μεῖνον πρὸ τοῦ πυλῶνος ἕως οὖ εἰσελθὼν πρὸς τὴν
κυρίαν σου ἐγκώμιόν τι γελοίου ἀπαγγείλω, ἵνα μή σου ἐξαίφνης τὴν σαπρίαν
ἰδοῦσα, ἀπαιτήσασα τὴν προῖκα φύγῃ.” Αἴσωπος εἶπεν “ἄπιθι καὶ ταχὺ ποίει.”
εἰσελθὼν δὲ ὁ Ξάνθος πρὸς τὴν γυναῖκα φησί “κυρία, οὐκέτι με ὀνειδίσεις ὅτι ἀπὸ
σῶν δουλεύομαι παιδισκαρίων· ἴδε κἀγὼ σοὶ παῖδα ἠγόρασα, καὶ ὄψει κάλλος οἷον
οὐδέποτε ἐθεάσω.”
30
αἱ δὲ θεραπαινίδες ἀκούσασαι καὶ νομίσασαι ἀληθῆ εἶναι
τὰ λεγόμενα ἤρξαντο πρὸς ἑαυτὰς μάχεσθαι καὶ λέγειν “ἐμοὶ ὁ δεσπότης ἄνδρα
ἠγόρασεν.” ἄλλη δέ φησι “κενή σοι ἡ χαρά, ἐμοὶ γὰρ εἰς ὕπνους τοῦτον συνέθετο.”
ἄλλη δὲ ἔφη “ἐγὼ ἐν ὀνείροις ἐνυμφευόμην.” τούτων δὴ διαμαχομένων ἡ γυνὴ τῷ
Ξάνθῳ ἔφη “περὶ οὗ τοσαῦτα κατεβάλου ἐγκώμια, ποῦ ἐστιν;” ὁ δὲ ἔφη “μέχρι
τοῦ πυλῶνος ἠκολούθησε, μὴ κληθεὶς δὲ εἰσελθεῖν ἔξω ἔμεινεν.” ἡ δέ φησι “τὸν νεώνητόν
τις καλεσάτω.” μία οὖν καπριῶσα, τῶν ἄλλων μαχομένων, “προδραμοῦμαι,”
φησί, “καὶ ἀρραβωνήσομαι αὐτόν.” ἐξελθοῦσα δὲ πρὸ τοῦ πυλῶνος ἐβόα “ποῦ ὁ
νεώνητος, ὁ ἐμοὶ ἀγορασθείς;” Αἴσωπος ἔφη “ὧδέ εἰμι.” ἡ δὲ κόρη θαμβηθεῖσα
εἶπε “σὺ εἶ;” ὁ δέ “ναί, ἐγώ.” ἡ δέ φησιν “ἀβάσκαντε, ποῦ σου ἡ κέρκος; μὴ εἰσέλθῃς
αἰφνιδίως καὶ φύγωσι πάντες.” προλαβοῦσα δὲ ἐκείνη ταῖς λοιπαῖς ἔφη “ἐξελθοῦσαι
ὄψεσθε πηλίκον κακόν, περὶ οὗ πᾶσαι διαμαχόμεθα.” ἐξελθοῦσα δὲ ἄλλη καὶ ἰδοῦσα
αὐτὸν εἶπε “ψῶ! παταχθήτω σου τὸ πρόσωπον. δεῦρο εἴσελθε, καὶ μή μοι κολλῶ.”
εἰσελθὼν δὲ ἄντικρυς ἔστη τῆς δεσποίνης.
31
θεασαμένη δὲ αὐτὸν ἐκείνη ἀπεστράφη
καί φησι πρὸς τὸν ἄνδρα “πόθεν μοι τὸ τέρας τοῦτο; οὗτός ἐστιν ὃν ἐγκωμιάζεις;
ἔκβαλε αὐτὸν ἀπὸ τῆς ὄψεώς μου.” ὁ Ξάνθος εἶπεν “ἀρκεῖ, κυρία, μὴ σκῶπτέ μοι
τὸν νεώνητον.” ἡ γυνὴ ἔφη “μεμίσηκάς με, Ξάνθε· ἑτέραν γῆμαι θέλων καὶ αἰδούμενός
μοι εἰπεῖν, ἵνα τῆς οἰκίας ὑποχωρήσω, ἤνεγκάς μοι τὸν κυνοκέφαλον τοῦτον ἐπίτηδες,
ἵνα μὴ θέλουσα ὑπ' αὐτοῦ δουλεύεσθαι φύγω. δός μοι οὖν τὴν προῖκά μου καὶ πορεύ-
σομαι.” ὁ δὲ Ξάνθος τῷ Αἰσώπῳ ἔφη “ἵνα μὴ εἰς τὴν ὁδὸν περιπατῶν οὐρήσω τοιαῦτά
μοι ἔφης ῥήματα, καὶ νῦν οὐδὲν λέγεις πρὸς αὐτήν;” Αἴσωπος εἶπε “ῥῖψον αὐτὴν
εἰς τὸ σκότος.” ὁ δέ· “σιώπα, κάθαρμα· οὐκ οἶδας ὅτι θέλω αὐτὴν ὡς ἐμαυτόν; Αἴσωπος
λέγει ”ποθεῖς τὸ γύναιον;“ ὁ Ξάνθος· ”ναί, δραπέτα.“ ῥίψας δὲ τὸν πόδα ὁ Αἴσωπος
εἰς τὸ μέσον ἀνέκραγεν ”Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται.
32
σὺ δέ, κυρία,
ἐβούλου ἵνα ὁ ἀνήρ σου ὠνήσηταί σοι παῖδα νέον, εὐόμματον, οὐλόκομον, λευκόν,
ὀφείλοντα εἰς τὸ βαλανεῖον ὑπηρετεῖν καὶ γυμνὴν βλέπειν σε καὶ εἰς τὸν κοιτῶνα
κιρνᾶν καὶ τοὺς πόδας σου τρίβειν καὶ προσπαίξαντά σοι αἰσχῦναι τὸν φιλόσοφον.
ἀλλ' ὦ Εὐριπίδη, χρυσοῦν σου τὸ ἀψευδὲς στόμα, ὅτε ἔλεγες
πολλαὶ μὲν ὀργαὶ κυμάτων θαλασσίων,
δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοιαί,
δεινὸν δὲ πενία, δεινὰ δ' ἄλλα μυρία,
πλὴν οὐδὲν οὕτως ὡς γυνὴ ἐν ὑπερβολῇ κακῶν.
σὺ δὲ φιλοσόφου γυνὴ οὖσα ὑπὸ καλῶν νεανιῶν δουλεύεσθαι θέλεις, ἵνα βινητιῶσα
ὕβριν τῷ ἀνδρὶ ὑπενέγκῃς;“ ἡ δὲ ταῦτα ἀκούσασα ἔφη ”πόθεν τοῦτο τὸ κακὸν ἤγρευσας;
ὅμως στωμύλος μοι ὁ σαπρὸς φαίνεται καὶ εὐτράπελος. διαλλαγήσομαι αὐτῷ.“
ὁ Ξάνθος ἔφη ”Αἴσωπε, διήλλακταί σοι ἡ κυρία.“ ὁ δέ φησι ”μέγα πρᾶγμα εἰ γύναιον
πτῆξαν κατεπραΰνθη ...
34
Ὁ Ξάνθος ἔφη “σιώπα τοῦ λοιποῦ· ὠνησάμην σε εἰς δουλείαν,
οὐ μὴν δὲ εἰς ἀντιλογίαν. ἄρας οὖν ὠμόλινον ἀκολούθει μοι, ὅπως ἀπὸ τῶν κήπων
πριώμεθα λάχανα.” ὁ δὲ θεὶς ἐπὶ τῶν ὤμων τὸ ὠμόλινον ἠκολούθει τῷ Ξάνθῳ. ἐλθόντων
δὲ αὐτῶν εἰς ἕνα κῆπον λέγει τῷ κηπουρῷ “δὸς ἡμῖν λάχανα.” ὁ δὲ λαβὼν τὸ δρέπανον
ἀπεθέριζεν αὐτῷ ἀσπαράγους, σεῦτλα, μαλάχας καὶ ἀρτύματα. εὐτελὲς δὲ δεσμήσας
φορτίον ἐπέδωκε τῷ Αἰσώπῳ. ὁ δὲ Ξάνθος ἀνοίξας τὸ μαρσίπιον ἐπεδίδου τὸ κέρμα
τῶν λαχάνων.
35
ὁ δὲ κηπουρὸς ἔφη πρὸς τὸν Ξάνθον “ἔα, κύριε· ἑνὸς γάρ σου
λόγου χρείαν ποιοῦμαι ζητήματος ἕνεκεν.” ὁ δέ φησιν “ὃ βούλει λέγε.” καὶ ὁ κηπουρός·
“καθηγητά, διὰ τί τὰ παρ' ἐμοῦ βαλλόμενα λάχανα εἰς τὴν γῆν σκαλιζόμενά τε
καὶ ἀρδευόμενα βραδεῖαν ἔχει τὴν αὔξησιν, τὰ δὲ αὐτοματὶ ἀπὸ τῆς γῆς φυόμενα
καὶ μηδαμῶς ἐπιμελούμενα τάχιον αὔξεται;” ὁ δὲ ἀκούσας ἐμφιλόσοφον ζήτημα καὶ
μὴ εὑρὼν λῦσαι, “τῇ θείᾳ προνοίᾳ,” ἔφη, “πάντα διοικεῖται.”
36
Αἴσωπος δὲ
ἀκούσας ἐγέλασε. καὶ ὁ Ξάνθος φησὶ πρὸς αὐτόν “γελᾷς ἢ καταγελᾷς;” ὁ δὲ “κατα-
γελῶ,” φησιν, “οὐ σοῦ ἀλλὰ τοῦ διδάξαντός σε· τὰ γὰρ ὑπὸ θείας προνοίας διοικούμενα
ὑπὸ σοφῶν διαλύονται. ὑπόσχου οὖν, κἀγὼ διαλύσω αὐτό.”
37
ὁ Ξάνθος τῷ κηπουρῷ
λέγει “κομψότατε, ἀπρεπές ἐστιν ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεχθέντα
νῦν ἐν κήποις αἰνίγματα διαλύειν. παῖς δὲ πολύπειρος ἀκολουθεῖ μοι· αὐτῷ προσανάθου
καὶ διαλύσει τὸ ζήτημα.” ὁ κηπουρὸς ἔφη “οὗτος ὁ σαπρὸς γράμματα οἶδεν; οὐαὶ
τῇ ἀτυχίᾳ. εἰπέ” φησιν “εἰ ἐπίστασαι.” καὶ ὁ Αἴσωπος· “τοῦτο ζητεῖς ἀκοῦσαι,
διὰ ποίαν αἰτίαν τὰ φυτὰ εἰς τὴν γῆν βάλλεις καὶ ταῦτα ἐπιμελῶς ἐργάζῃ, τὰ δὲ
ἄγρια τάχιον ἀναβαίνει καὶ μᾶλλον τῶν ὑπὸ σοῦ βαλλομένων· ἄκουε καὶ πρόσεχε.
ὃν τρόπον γυνὴ πρὸς δεύτερον ἐρχομένη γάμον, τέκνα ἔχουσα ἐκ προτέρου ἀνδρός,
εὗρε δὲ καὶ τὸν ἄνδρα τέκνα ἔχοντα ἐκ προτέρας γυναικός· γίνεται ὧν μὲν ἐπιφέρεται
μήτηρ, ὧν δὲ εὑρίσκεται μητρυιά. τούτων δὲ ἡ διαφορὰ γίνεται πολλή. τὰ γὰρ ἐξ
αὐτῆς γεννηθέντα φιλοστόργως τρέφει, τὰ δὲ ἐξ ἀλλοτρίων ὠδίνων τεχθέντα μισεῖ
ζήλῳ χρωμένη, καὶ περικόπτουσα μᾶλλον τὴν ἐκείνων τροφὴν τοῖς ἰδίοις δίδωσι
τέκνοις. τὰ γὰρ ἴδια ὡς φύσει φιλεῖ, τὰ δὲ τοῦ ἀνδρὸς ὡς ξένα μισεῖ. τὸν αὐτὸν
οὖν τρόπον καὶ ἡ γῆ τῶν μὲν αὐτομάτως φυομένων ἐστὶ μήτηρ, τῶν δὲ παρὰ σοῦ
βαλλομένων ἐστὶ μητρυιά, καὶ μᾶλλον τὰ ἴδια τρέφουσα θάλλειν ποιεῖ ἢ τὰ παρὰ
σοῦ ὡς νόθα φυτευθέντα.” ἀκούσας δὲ ὁ κηπουρὸς λέγει “πολύ με τῆς λύπης ἐκούφισας.
ἔχε τὰ λάχανα δωρεάν. ἐὰν δέ τινος ἑτέρου χρείαν ἔχῃς ὡς εἰς ἴδιον παραγίνου
κῆπον.”
39
Ἐγένετο δὲ μεθ' ἡμέρας τινὰς λουομένου τοῦ Ξάνθου εὑρεῖν φίλους,
καί φησι τῷ Αἰσώπῳ “πρόλαβε εἰς τὸν οἶκον καὶ βαλὼν φακὸν εἰς κάκκαβον ἕψησον
ἡμῖν.” δραμὼν δὲ ὁ Αἴσωπος καὶ εἰσελθὼν εἰς τὸ ταμεῖον, λαβὼν ἕνα κόκκον φακοῦ
εἰς κάκκαβον βαλὼν ἥψει. ὁ δὲ Ξάνθος σὺν τοῖς φίλοις λουσάμενος “καταξιώσατε”
φησί “εὐτελῶς ἀριστῆσαι· πρὸς φακὸν ἡμῖν ἐστιν. οὐ δεῖ γὰρ τῇ ποικιλίᾳ τῶν ἐδεσ-
μάτων τοὺς φίλους κρίνειν, ἀλλὰ τῇ προθυμίᾳ δοκιμάζειν.”
40
καὶ ἀγαγὼν αὐτοὺς
εἰς τὴν οἰκίαν φησίν “Αἴσωπε, δὸς πιεῖν ἀπὸ βαλανείου.” ὁ δὲ τὸν ξέστην λαβὼν
καὶ εἰς τὸ βαλανεῖον δραμὼν πλήσας τε ἐκ τοῦ ἀπορρύματος καὶ κεράσας ἐπέδωκε
τῷ Ξάνθῳ. ὁ δὲ δυσωδίᾳ ληφθείς φησι “ψῶ, Αἴσωπε, τί τοῦτο;” ὁ δὲ “ἀπὸ βαλανείου”
ἔφη. ὁ δὲ Ξάνθος καὶ ἐν τούτῳ γυμνάσας αὐτοῦ τὸν νοῦν ἡσύχασε. καί φησι “παράθες
μοι λεκάνην.” θεὶς δὲ κενὴν τὴν λεκάνην εἱστήκει. καὶ ὁ Ξάνθος· “οὐ νίπτεις;” Αἴσωπος
ἔφη “ἐντέταλκάς μοι ἵνα, ὅσα ἂν ἀκούσω, ἐκεῖνα καὶ πράξω. οὐκ εἶπας ‘βάλε ὕδωρ
εἰς τὴν λεκάνην καὶ νίψον μου τοὺς πόδας καὶ θὲς τὰ σανδάλια’ καὶ ὅσα καθεξῆς.”
ὁ δὲ Ξάνθος τοῖς φίλοις ἔφη “μὴ γὰρ δοῦλον ἑαυτῷ ἠγόρασα; μᾶλλον δὲ καθηγητήν.”
41
ἀνακλιθέντων δὲ τῶν φίλων ὁ Ξάνθος φησίν “Αἴσωπε, ὁ φακὸς ἕψηται; δός,
φαγώμεθα.” ὁ δὲ ἀναλαβὼν κοχλιαρίῳ τὸν κόκκον τοῦ φακοῦ ἐπέδωκεν αὐτῷ. λαβὼν
δὲ ὁ Ξάνθος καὶ δοκῶν ὅτι πρὸς τὸ πειρᾶσαι τὴν ἕψησιν ἐπεδόθη, ἐκθλίψας ἔφη “καλῶς
ἕψηται, κόμιζε καὶ φαγώμεθα.” τοῦ δὲ βραδύνοντος ἔφη “ποῦ ὁ φακός;” “ἔλαβες
αὐτόν,” φησίν. ὁ Ξάνθος εἶπεν “ἕνα κόκκον ἕψησας;” ὁ δὲ “ναί,” φησι· “φακὸν
γὰρ εἶπας καὶ οὐ φακούς. τὸ μὲν γὰρ ἑνικόν ἐστι, τὸ δὲ πληθυντικόν.” ὁ Ξάνθος
φησί “ἄνδρες σοφοί, οὗτός με ταχὺ εἰς μανίαν περιτρέψει.
42
ἀλλ' ἵνα μὴ δόξω
τοὺς φίλους ὑβρίζειν, ἀπελθὼν ὤνησαι χοίρου ἑνὸς πόδας τέσσαρας καὶ ἐκζέσας
παράθες”. ὁ δὲ Αἴσωπος λαβὼν ἕψει. ὁ Ξάνθος οὖν θέλων εὐλόγως δαμάσαι αὐτόν,
τοῦ Αἰσώπου διά τινα χρείαν εἰς τὸ ταμεῖον εἰσελθόντος, λαβὼν ἀπὸ τῆς χύτρας
ἕνα πόδα ἔκρυψεν. Αἴσωπος δὲ ἐλθὼν καὶ εἰς τὴν χύτραν βλέψας, ὡς εἶδε τρεῖς μόνον
πόδας, ἔγνω ὅτι ἐνέδρα αὐτῷ ἐγένετο, καὶ κατελθὼν εἰς τὸ περιαύλιον, μάχαιραν
λαβών, τοῦ σιτουμένου χοίρου τὸν πόδα κόψας μαδίσας τε καὶ ἁλμίσας, εἰς τὴν
χύτραν ἔρριψε καὶ συνήψει. ὁ δὲ Ξάνθος, ὑποπτεύσας μή πως ὁ Αἴσωπος τὸν λείποντα
πόδα μὴ εὑρὼν δραπετεύσῃ, πάλιν αὐτὸν εἰς τὴν χύτραν ἔβαλε. γίνονται οὖν πόδες
πέντε, οὐδεὶς δὲ αὐτῶν ᾔδει τὸ γεγονός.
43
καὶ μετ' ὀλίγον ἔφη “Αἴσωπε, εἰ τοὺς
χοιρείους ἕψησας πόδας, δός, φάγωμεν.” ὁ οὖν Αἴσωπος κατακενοῖ τοὺς πόδας εἰς
τὸν πίνακα καὶ ἰδού, πέντε. ὁ δὲ Ξάνθος· “τί τοῦτο;” Αἴσωπος ὠχριάσας ἔφη “οἱ
δύο χοῖροι πόσους πόδας ἔχουσιν;” ὁ Ξάνθος ἔφη “ὀκτώ.” Αἴσωπος εἶπεν “εἰσὶν
ὧδε πέντε καὶ ὁ χοῖρος κάτω τρίπους νέμεται.” ὁ δὲ Ξάνθος τοῖς φίλοις ἔφη “οὐκ
εἶπον ὅτι οὗτος ταχέως εἰς μανίαν με περιτρέψει;” Αἴσωπος ἔφη “δέσποτα, ἔδει
σε μὴ ὁρίσαι μοι νόμον καὶ διηκόνησα ἄν σοι πρεπόντως. τὰ γὰρ ἐκ περισσείας
λεγόμενα κατὰ προσθήκην καὶ ὑφειλμὸν οὐ μέτριά εἰσιν ἁμαρτήματα.” ὁ οὖν Ξάνθος
μηδεμίαν ἀφορμὴν εὑρηκὼς τοῦ μαστιγῶσαι αὐτὸν ἡσύχασε.
44
Τῇ δὲ ἑξῆς εἰς τὸ ἀκροατήριον σὺν αὐτῷ παρεγένετο. εἷς δὲ τῶν
σχολαστικῶν δεῖπνον μέγα παρασκευάσας ἐκάλεσε τὸν Ξάνθον ἅμα τοῖς λοιποῖς
σχολαστικοῖς. ὁ οὖν Ξάνθος ἐν τῷ δείπνῳ λαβὼν μέρη πολλὰ ἐπέδωκε τῷ Αἰσώπῳ
καί φησιν “ὕπαγε, δὸς τῇ εὐνοούσῃ.” ὁ δὲ ἐν ἑαυτῷ ἔφη “νῦν καιρὸς τοῦ ἀνταμύνασθαί
με τὴν κυρίαν μου ἀνθ' ὧν ἀγορασθέντα με ἔσκωπτεν. ὄψεται τοίνυν τίς τῷ κυρίῳ
εὐνοεῖ.”
45
ἐλθὼν οὖν εἰς τὴν οἰκίαν ἐκάλεσε τὴν κυρίαν αὐτοῦ, παρέθηκε τὴν σπυρίδα
ἔμπροσθεν αὐτῆς, καί φησι “κυρία, μή τι τέτρωκται;” ἡ δέ· “πάντα ὑγιῆ καὶ ἀσινῆ.”
Αἴσωπος εἶπεν “ταῦτα πάντα ὁ δεσπότης πέπομφεν οὐ σοί, ἀλλὰ τῇ εὐνοούσῃ.”
καὶ ἡ γυνὴ τοῦ Ξάνθου φησί “καὶ τίς αὐτῷ πλεῖον μου εὐνοεῖ;” ὁ δὲ ἔφη “μεῖνον
καὶ ὄψει.” φωνήσας οὖν τὴν κύνα, “ἔρχου” φησι “Λύκαινα καὶ φάγε.” ἡ δὲ ποππύσασα
προσέδραμεν αὐτῷ, καὶ ἔρριψε τῇ κυνὶ ἓν καθ' ἓν ὅλα τὰ μέρη, λέγων “σοὶ εἶπεν
ὁ δεσπότης δοθῆναι.” μετὰ οὖν τὸ φαγεῖν τὴν κύνα ἀπῆλθεν Αἴσωπος πάλιν πρὸς
τὸν δεσπότην.
46
ὁ δὲ Ξάνθος λέγει αὐτῷ “δέδωκας τῇ εὐνοούσῃ τὰ μέρη;” ὁ δὲ
ἔφη “πάντα λαβοῦσα ἐνώπιόν μου κατέφαγε.” καὶ ὁ Ξάνθος· “τί ἔλεγεν ἐσθίουσα;”
Αἴσωπος εἶπεν “ἐμοὶ μὲν οὐδέν, τοῖς δὲ νεύμασιν ἐν ἑαυτῇ ηὔχετό σοι.” ἡ δὲ γυνὴ
τοῦ Ξάνθου περίλυπος γενομένη ἔλεγε “τὴν κύνα προκέκρικέ μου, πῶς αὐτῷ εὐνοήσω;
οὐ μένω μετ' αὐτοῦ.” καὶ εἰσελθοῦσα εἰς τὸν κοιτῶνα ἐπένθει.
47
Τοῦ δὲ πότου προκόπτοντος ζητήματα πρὸς ἀλλήλους ἐτίθεντο. ἑνὸς δὲ εἰπόντος
“πῶς ἔσται μεγάλη ταραχὴ ἐν ἀνθρώποις;” Αἴσωπος ὄπισθεν ἑστὼς ἔφη “ἐὰν οἱ
νεκροὶ ἀνιστάμενοι τὰ ἴδια ἀπαιτήσωσι.” γελάσαντες οὖν οἱ σχολαστικοὶ “νοήμων,”
ἔφησαν, “ὁ νεώνητος καὶ οὐκ ἄχαρις. ἀλλὰ πάντα ὁ Ξάνθος ἐξάπινα διδάσκει αὐτὸν,
πλὴν πάντα καλῶς λέγει.”
48
ἄλλος ἔφη “διὰ τί τὸ μὲν πρόβατον ἑλκόμενον εἰς
θυσίαν οὐ βοᾷ, ὁ δὲ χοῖρος μεγάλα κράζει;” Αἴσωπος πάλιν ἑστὼς ἔφη “τὸ μὲν
πρόβατον συνήθως ἀμελγόμενον καὶ κειρόμενον ἑλκόμενον ἀκολουθεῖ, σκελιζόμενον
δὲ καὶ τὸν σίδηρον βλέπον οὐδὲν ὑποπτεύει· δοκεῖ γὰρ τὸ τοῦ πόκου βάρος ἀποτίθεσθαι
καὶ τὴν τοῦ γάλακτος ἄμελξιν. ὁ δὲ χοῖρος μήτε γάλα εὔχρηστον ἔχων μήτε τρίχας,
εἰδὼς ὅτι πρὸς χρῆσιν τῶν κρεῶν τὸ αἷμα αὐτοῦ τις κενῶσαι θέλει, κέκραγε, μὴ
ἔχων τι ἕτερον προσδοῦναι.” οἱ δὲ σχολαστικοὶ θαυμάσαντες ἐπῄνεσαν αὐτόν.
καὶ οὕτως ἀνέλυσαν ἐκ τοῦ δείπνου.
49
Ὁ δὲ Ξάνθος εἰσελθὼν πρὸς τὴν γυναῖκα αὐτοῦ ἐν τῷ κοιτῶνι ἐκολάκευεν
αὐτήν. ἡ δὲ αὐτὸν ἀπεστρέφετο λέγουσα “μὴ θίγῃς μου· δός μοι τὴν προῖκά μου,
οὐκέτι μένω μετὰ σοῦ. ἀπελθὼν τὴν κύνα κολάκευε, ᾗτινι τὰ μέρη πέπομφας.”
ὁ Ξάνθος ἐν ἑαυτῷ· “τί ποτέ μοι πάλιν ὁ Αἴσωπος ἤρτυσε;” καί φησι “κυρία, ἐγὼ
πέπωκα καὶ σὺ μεθύεις. τίνι ἔστειλα τὰ μέρη, οὐχὶ σοί;” ἡ δὲ ἔφη “οὐκ ἐμοί, ἀλλὰ
τῇ κυνί.” Ξάνθος εἶπεν “Αἴσωπόν μοί τις καλεσάτω.”
50
ἐλθόντος δὲ αὐτοῦ λέγει
“τίνι ἔδωκας τὰ μέρη;” ὁ δὲ ἔφη “τῇ εὐνοούσῃ.” ὁ Ξάνθος φησίν “οὐδὲν ἔλαβε.” καὶ
ἡ γυνὴ ἐφώνησεν “οὐδὲν εἴληφα ἐγώ.” Αἴσωπος ἔφη “τίνι εἶπας δοθῆναι τὰ μέρη;”
ὁ Ξάνθος εἶπε “τῇ εὐνοούσῃ.” καὶ ὁ Αἴσωπος· “μὴ οὖν αὕτη σοι εὐνοεῖ;” ὁ Ξάνθος·
“ἀλλὰ τίς, δραπέτα;” Αἴσωπος φωνήσας τὴν κύνα φησίν “αὕτη σοι μᾶλλον εὐνοεῖ·
γυνὴ δὲ κἂν λέγῃ εὐνοεῖν οὐκ εὐνοεῖ. εἰ γὰρ ἐπ' ἐλαχίστῳ λυπηθῇ, ὑβρίζει, ἀντιλέγει,
ἀναχωρεῖ. τὴν δὲ κύνα δεῖρον, δίωξον, καὶ οὐ μὴ ὑποχωρήσει, ἀλλ' εὐθὺς ἐπιλαθομένη
πάλιν τὴν κέρκον τῷ δεσπότῃ σείει. ἔδει σε οὖν εἰπεῖν ‘τῇ γυναικί μου ταῦτα ἀπόφερε’
καὶ μὴ ‘τῇ εὐνοούσῃ’.” ὁ Ξάνθος τῇ γυναικὶ εἶπε “βλέπεις, κυρία, ὅτι οὐκ ἐμὸν τὸ
αἴτιον, ἀλλὰ τοῦ ἐνέγκαντος. μακροθύμησον οὖν καὶ εὑρήσω πρόφασιν δι' ἧς αὐτὸν
μαστιγώσω.”
50a
Ἡ δέ· “ἀπὸ τοῦ νῦν οὐ συνοικήσω μετὰ σοῦ οὐκέτι.” ἐξελθοῦσα δὲ λαθραίως
ἐπορεύθη πρὸς τοὺς ἑαυτῆς γονεῖς. ὁ δὲ Αἴσωπος ἔφη τῷ κυρίῳ αὐτοῦ· “οὐκ εἶπόν
σοι ὅτι ἡ κύων σοι εὐνοεῖ καὶ οὐχὶ ἡ κυρία μου;” ἡμερῶν δὲ διελθουσῶν καὶ αὐτῆς
ἀδιαλλάκτου μενούσης ἔπεμψέ τινας ὁ Ξάνθος παρακαλῶν ὅπως ὑποστρέψει πρὸς
αὐτόν. ἡ δὲ οὐκ ἐπείθετο· ἐν πολλῇ οὖν ἀθυμίᾳ ὑπάρχων ὁ Ξάνθος διὰ τὴν τῆς γυναικὸς
στέρησιν, προσελθὼν ὁ Αἴσωπος λέγει αὐτῷ “μὴ λυποῦ, ὦ κύριέ μου· ἐγὼ γὰρ τὴν
αὔριον αὐτὴν ποιήσω ὅπως μόνη ἀνακάμψει πρὸς σέ.” καὶ λαβὼν νομίσματα ἐξῄει
εἰς τὴν ἀγοράν, καὶ ὠνησάμενος ὄρνιθας, χῆνάς τε καὶ ἕτερά τινα ἀπῄει βαστάζων
αὐτά, διερχόμενος κατὰ τὸν τόπον ἐν ᾧ ἦν ἡ κυρία αὐτοῦ, προσποιούμενος δῆθεν μὴ
γινώσκειν ὅτι ἐκεῖσε ὑπάρχει ἡ τοῦ Ξάνθου γυνή. εὑρὼν δέ τινα τῶν οἰκετῶν τῶν
αὐτῆς γονέων ἔφη αὐτῷ “ἆρά γε, ἀδελφέ, μὴ ἔχωσιν ἐν τῷδε τῷ οἴκῳ χῆνας ἢ ἄλλο
τι τῶν πρεπόντων εἰς γάμους;” ὁ δέ· “καὶ τί τούτων χρείαν ἔχεις;” καὶ ὁ Αἴσωπος·
“Ξάνθος ὁ φιλόσοφος τῇ αὔριον μέλλει γυναικὶ συζευχθῆναι.” ὁ δὲ δρομαίως ἀναβὰς
ἀπήγγειλε ταῦτα τῇ τοῦ Ξάνθου γυναικί. ἡ δὲ ἀκούσασα ἀπῄει μετὰ πολλῆς σπουδῆς
πρὸς τὸν Ξάνθον καὶ κατεβόα αὐτοῦ λέγουσα “ὦ Ξάνθε, ἐμοῦ ἐν τοῖς ζῶσιν ὑπαρχούσης
ἑτέρᾳ γυναικὶ ἁρμοσθῆναι οὐ δύνασαι.”
51
Μεθ' ἡμέρας δὲ ὀλίγας καλέσας ὁ Ξάνθος σχολαστικούς τινας
εἰς ἄριστον τῷ Αἰσώπῳ ἔφη “ἄπελθε καὶ ὀψώνησον εἴ τι καλὸν καὶ χρηστόν.” Αἴσωπος
ἀπιὼν πρὸς ἑαυτὸν ἔλεγεν “ἐγὼ αὐτῷ δείξω μὴ μωρὰ διατάσσεσθαι.” φθάσας δὲ
εἰς τὸ μάκελλον πάντων τῶν τεθυμένων χοίρων ἠγόρασε τὰς γλώσσας, καὶ ἐλθὼν
ἐσκεύασεν. ἀνακλιθέντων δὲ τῶν φίλων σὺν τῷ Ξάνθῳ μετὰ τὸ πιεῖν “Αἴσωπε,”
φησί, “δὸς ἡμῖν φαγεῖν.” ὁ δὲ παρέθηκεν ἑκάστῳ γλῶσσαν ἐκζεστὴν καὶ ὀξύγαρον.
οἱ δὲ σχολαστικοὶ τὸν Ξάνθον ἐπῄνεσαν λέγοντες “ὦ καθηγητά, καὶ τὸ ἄριστόν σου
φιλοσοφίας μεστόν. εὐθέως γὰρ γλώττας ἐπέδωκας, δι' ἧς πᾶσα φιλοσοφία ἐκπέμπεται,
καὶ τὸ κρεῖττον ἐξ ὕδατος· πᾶσα γὰρ γλῶσσα ἐν ὑγρῷ καθέστηκεν.” ἔφαγον οὖν
ἡδέως.
52
μετὰ δὲ τὸ πιεῖν ὁ Ξάνθος φησίν “Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.” ὁ δὲ
παρέθηκεν ἑκάστῳ γλῶσσαν ὀπτὴν δι' ἁλὸς καὶ πεπέρεως. οἱ δὲ σχολαστικοὶ εἶπον
“οὐᾶ, καθηγητά, οἰκείως καὶ μεγάλως γλῶσσα ὀπτή· πᾶσα γὰρ γλῶσσα πυρὶ ἠκόνηται.
καὶ τὸ κρεῖττον δι' ἁλοπεπέρεως· τὸ γὰρ ἁλυκὸν τῷ δριμεῖ συγκέκραται καὶ τὸ δάκνον
ἐπιδέξεται.” πάλιν οὖν ἔφαγον ἡδέως. καὶ μετ' ὀλίγον ὁ Ξάνθος· “Αἴσωπε, δὸς ἡμῖν
φαγεῖν.” ὁ δὲ ἑκάστῳ γλῶσσαν ἔθηκεν ἀρτυτήν. οἱ σχολαστικοὶ πρὸς ἀλλήλους
ἔλεγον “ἡμεῖς τὰς γλώσσας ἠλγήσαμεν γλώσσας τρώγοντες. οὐκ ἔχομέν τι ἕτερον
φαγεῖν;” πάλιν Αἴσωπος ἑκάστῳ γλῶσσαν παρέθηκε ζωμευτήν. οἱ δὲ σχολαστικοὶ
ἀγανακτοῦντες ἔλεγον “ἕως πότε γλώσσας; ψῶ, τὸ ἄριστον τοῦτο.” θυμωθεὶς
οὖν ὁ Ξάνθος ἔφη “Αἴσωπε, οὐκ ἔχεις τι ἕτερον;” ὁ δὲ εἶπεν “οὔ.”
53
καὶ ὁ Ξάνθος·
“οὐκ εἶπόν σοι, κατάρατε, εἴ τι καλὸν καὶ χρηστόν, ὤνησαι;” ὁ δέ φησι “χάριν
ἔχω ὅτι ἀνδρῶν φιλολόγων παρόντων μέμφῃ μοι. εἶπας εἴ τι καλὸν καὶ χρηστόν.
καὶ τί μεῖζον ἐν βίῳ γλώσσης; διὰ γλώσσης πᾶσα φιλοσοφία καὶ παιδεία συνέστηκε,
διὰ γλώσσης δόσις, λῆψις, ἀσπασμοί, ἀγορασίαι, δόξαι, μοῦσαι, γάμοι, πόλεις
ἀνορθοῦνται καὶ πάλιν καταβάλλονται, γλῶσσα ἄνδρα ταπεινοῖ καὶ πάλιν ὑψοῖ,
διὰ γλώσσης πᾶς ὁ βίος συνέστηκεν. οὐδὲν οὖν αὐτῆς ἐστι κρεῖττον.” οἱ δὲ σχολαστικοὶ
εἶπον “καλῶς λέγει, οὐδὲν κρεῖττον γλώσσης. σὺ ἥμαρτες, καθηγητά.” ὕβριν δὲ
τοῦτο λογισάμενοι ἀνέστησαν τοῦ δείπνου, ὁλονυκτὶ δυσφορήσαντες.
54
τῇ δὲ ἑξῆς
ἡμέρᾳ μεμφθεὶς ὑπὸ τῶν φίλων ὁ Ξάνθος ἔφη “οὐ γέγονε κατὰ τὴν ἐμὴν θέλησιν,
ἀλλὰ κατὰ τὴν τοῦ ἀχρείου δούλου. σήμερον ἀνταλλάξω τὸ δεῖπνον καὶ ἐνώπιον
ὑμῶν διαλεχθήσομαι αὐτῷ.” καί φησιν “Αἴσωπε, ἐπεὶ δοκεῖ σοι τὰ εὔχρηστα λαλεῖν,
κἀγώ σοι τὰ ἐναντία διατάξομαι. ἀπελθὼν ἀγόρασον, εἴ τι σαπρόν, εἴ τι χεῖρον,
ἐπεὶ πρὸς δεῖπνον καλῶ τοὺς σχολαστικούς.” Αἴσωπος δὲ μηδὲν ταραχθεὶς ἀπῆλθεν
εἰς τὸ μάκελλον καὶ πάλιν γλώσσας ἀγοράσας ἐποίησεν ὡσαύτως. ἐλθόντες οὖν οἱ
σχολαστικοὶ κατεκλίθησαν. μετὰ δὲ τὸ πιεῖν ἑκάστῳ γλῶσσαν παρέθηκεν ἐξ ὕδατος
καὶ ὄξους. οἱ δὲ πρὸς ἑαυτοὺς ἔλεγον “χοίρειαι πάλιν γλῶσσαι. πάντως θέλων ἀπὸ
τῆς χθὲς διαρροίας τὸν στόμαχον τῷ ὄξει ἀνακτήσασθαι ταῦτα προσήνεγκεν.”
καὶ μετ' ὀλίγον πάλιν παρέθηκε γλώσσας. οἱ δὲ σχολαστικοὶ ἐταράχθησαν.
55
ὁ δὲ Ξάνθος φησίν “Αἴσωπε, τί τοῦτο; μὴ εἶπόν σοι ‘εἴ τι καλόν, εἴ τι χρηστόν’;
οὐκ εἶπόν σοι ‘εἴ τι σαπρόν, εἴ τι χεῖρον’;” ὁ δὲ ἔφη “καὶ τί ἐστι χεῖρον γλώσσης;
διὰ γλώσσης ἔχθραι, διαβολαί, μέμψεις, ἔριδες, φθόνοι, ζηλοτυπίαι, καὶ πόλεων
ἀφανισμοί. καὶ τί λέγω τὰ πολλά; οὐδέν ἐστι χεῖρον γλώσσης.” εἷς δὲ τῶν ἀνακει-
μένων τῷ Ξάνθῳ ἔφη “καθηγητά, τούτῳ ἐὰν πρόσσχῃς εἰς μανίαν σε περιτρέψει·
οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ ἡ ψυχή.” Αἴσωπος ἔφη “σύ μοι δοκεῖς κακεντρεχέστερος
εἶναι παροξύνων δεσπότην κατ' οἰκέτου, ὡς περίεργος καὶ τὰ ἀλλότρια μεριμνῶν.”
56
Ὁ δὲ Ξάνθος ζητῶν ἀφορμὴν τοῦ μαστιγῶσαι τὸν Αἴσωπον
λέγει “δραπέτα, ἐπεὶ περίεργον εἶπας τὸν φίλον, δεῖξόν μοι ἄνθρωπον ἀπερίεργον.”
ὁ δέ φησι “δέσποτα, εἰσὶ πολλοὶ τὰ οἰκεῖα τρώγοντες καὶ πίνοντες καὶ τὰ ἴδια
μεριμνῶντες, ἔνιοι δὲ τῶν ἀνθρώπων τὰ ἴδια οὐ μνημονεύοντες τὰ ἀλλότρια περιερ-
γάζονται.” Ξάνθος εἶπεν “ἕτερον δεῖπνον ἑτοιμάσω· σὺ δὲ πορευθεὶς κάλει μοι
ἄνθρωπον ἀπερίεργον, ἵνα ὃ ἐὰν ἴδῃ ἢ ἀκούσῃ μὴ περιεργάσηται.”
57
ὁ δὲ Αἴσωπος
ἐξελθὼν ἐζήτει ἄνθρωπον ἀπερίεργον. καὶ ἐλθὼν εἰς τὴν ἀγορὰν εὗρε γινομένην
μάχην καὶ ὄχλον πολὺν συνεστῶτα, ἕνα δὲ παρὰ ἓν μέρος αὐτῶν καθεζόμενον καὶ
ἀναγιγνώσκοντα. Αἴσωπός φησι καθ' ἑαυτόν “τοῦτον καλέσω, ἀπερίεργος φαίνεται,
καὶ μενῶ ἄπληγος.” ἀπελθὼν οὖν πρὸς αὐτόν, φησί “κομψότατε, Ξάνθος ὁ φιλόσοφος
μαθών σου τὴν πραότητα ἐπὶ δεῖπνόν σε καλεῖ.” ὁ δέ φησιν “ἐλεύσομαι, εὑρήσεις
δέ με πρὸ τοῦ πυλῶνος.” ἐλθὼν οὖν ὁ Αἴσωπος ηὐτρέπισε τὸ δεῖπνον. ὁ δὲ Ξάνθος
φησίν “Αἴσωπε, ποῦ ὁ ἀπερίεργος ἄνθρωπος;” ὁ δέ· “πρὸ τοῦ πυλῶνος ἕστηκε.”
τῇ δὲ τακτῇ ὥρᾳ εἰσήγαγεν αὐτόν, καὶ κατεκλίθη μετὰ τῶν φίλων.
58
ὁ δὲ Ξάνθος
ἔταξε δοθῆναι τῷ ξένῳ πρῶτον οἰνόμελι. ὁ δέ φησιν “οὐχί, κύριε· σὺ πρῶτον πίε,
εἶτα ἡ γυνή σου, ἔπειτα ἡμεῖς οἱ φίλοι σου.” ὁ δὲ Ξάνθος νεύει τῷ Αἰσώπῳ· “ἔχω
ἅπαξ.” καί πως ἐφαίνετο [ἀ]περίεργος. εἶτα ἰχθύων λοπὰς παρετέθη. ὁ Ξάνθος ἐπαφορμι-
ζόμενος ἔφη “τοσαῦτά μου ἀρτύματα δεδωκότος κατεφρονήθη μου ἡ μαγειρία· οὔτε
γὰρ ἀρώματα οὔτε ἔλαιον, οὔτε ὁ ζωμὸς σύγχυλος. τυφθήτω ὁ μάγειρος.” ὁ ξένος
φησί “παῦσαι, δέσποτα, οὐδὲν αἴτιον, πάντα καλά.” ὁ Ξάνθος πάλιν νεύει τῷ
Αἰσώπῳ· “ἴδε, δύο.” εἶτα εἰσφέρεται πλακοῦς πολυσήσαμος. ὁ Ξάνθος γευσάμενος
λέγει “κάλει τὸν ἀρτοκόπον. διὰ τί ὁ πλακοῦς οὔτε μέλι οὔτε σταφίδας ἔχει;” ὁ
ξένος πάλιν ἔφη “δέσποτα, καὶ ὁ πλακοῦς καλὸς καὶ οὐδὲν τῷ δείπνῳ λείπει· μὴ
εἰκῆ τύψῃς τοὺς δούλους.” ὁ Ξάνθος πάλιν νεύει τῷ Αἰσώπῳ· “ἰδού, τρίτον.” ὁ δὲ
“ἀνέχω” φησίν. ἀναστάντων δὲ αὐτῶν ἀπὸ τοῦ δείπνου κρεμᾶται ὁ Αἴσωπος καὶ
τύπτεται. ὁ Ξάνθος αὐτῷ φησι “καὶ ταῦτα μὲν ἔχεις. εἰ δὲ μὴ καλέσῃς μοι ἄνθρωπον
ἀπερίεργον, πεδήσας διαρρήξω σε.”
59
Τῇ δὲ ἐπαύριον ἔξω τῆς πόλεως ἀπελθὼν ἐζήτει εὑρεῖν ἄνθρωπον ἀπερίεργον.
πολλοὺς οὖν βλέπων παροδίτας εἶδέ τινα τῇ μὲν θέᾳ ἄγροικον, τοῖς δὲ ἤθεσι πολιτικὸν
ὄντα, ὀνάριον ἐλαύνοντα μεστὸν ξύλων καὶ τῆς λεωφόρου ὁδοῦ ἐκνενευκότα καὶ τὴν
τῶν πολλῶν ἀπάντησιν ὑπεσταλμένον καὶ πρὸς τὸ ὀνάριον λαλοῦντα. ὁ δὲ ἐπηκολούθει
αὐτῷ, τοῦτον ἀπερίεργον στοχασάμενος. ὁ δὲ χωρικὸς τῷ ὀναρίῳ φησί “περιπάτει,
ὅπως ταχέως φθάσωμεν εἰς τὴν πόλιν καὶ πραθῶσι τὰ ξυλάρια ἀσσαρίων δώδεκα.
καὶ ἕξεις σὺ δύο εἰς χόρτον καὶ κριθήν, κἀγὼ δύο εἰς ἐμαυτόν, τὰ δὲ ὀκτὼ τηρήσωμεν
εἰς ἑτέρας τύχας, μή τις ἀσθένεια ἐπιδράμῃ ἢ αἰφνιδίως γένηται χειμών.”
60
Αἴσωπος
λέγει ἐν ἑαυτῷ “τί ταῦτα; τῷ ὀναρίῳ διαλέγεται; ὡς μᾶλλον ἀπερίεργός ἐστιν·
ἀσπάσομαι αὐτόν.” καὶ ἀσπασάμενος “χαῖρε” φησίν. ὁ δὲ ἀντησπάσατο. Αἴσωπός
φησι “πόσου τὰ ξυλάρια;” ὁ χωρικὸς ἔφη “δώδεκα ἀσσαρίων.” Αἴσωπος λέγει
“Ξάνθον οἶδας τὸν φιλόσοφον;” ὁ δέ φησιν “οὔ, τέκνον.” Αἴσωπος λέγει “διὰ
τί;” ὁ ξένος ἔφη “ἐγὼ ἄγροικός εἰμι, οὐδένα ἐπίσταμαι.” ὁ Αἴσωπος ἔφη “ἐκείνου
δοῦλός εἰμι.” ὁ ξένος ἔφη “〈μή〉 τι ἠρώτησά σε πότερον δοῦλος εἶ ἢ ἐλεύθερος; ἐμοὶ
τί διαφέρει;” Αἴσωπος ἔφη “ἀγαθά σοι γένοιτο, ἀκολούθει μοι κἀγώ σοι δώσω τὸ
ἀργύριον μετὰ καὶ τοῦ ἀρίστου.”
61
ἀγαγὼν δὲ αὐτὸν εἰς τὴν οἰκίαν καθεῖλε τὰ
ξυλάρια δεδωκὼς τὸ τίμημα, καί φησιν “ὁ δεσπότης μου ἐρωτᾷ παρ' αὐτῷ ἀριστῆσαι.”
ὁ δὲ ἄγροικος οὐ περιεργασάμενος διὰ ποίαν αἰτίαν καλεῖται, εἰσελθὼν σὺν τῷ
πηλῷ καὶ τοῖς ὑποδήμασιν οὕτως ἀνέπεσεν. ὁ Ξάνθος ἔφη “τίς οὗτος;” Αἴσωπος
ἔφη “ἄνθρωπος ἀπερίεργος.” ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ἄγροικον ὄντα λέγει τῇ γυναικί
“κυρία, ὑποκρίθητί μοι ἵνα δαμάσω τὸν Αἴσωπον. καὶ ἀναστᾶσα, βαλοῦσα ὕδωρ εἰς
τὴν λεκάνην πρόσφερε τῷ ξένῳ ὡς νίψουσα αὐτοῦ τοὺς πόδας· ἴσως εὐλαβηθεὶς φανῇ
περίεργος καὶ ὁ Αἴσωπος δαρήσεται.” ἡ δὲ θέλουσα τὸν Αἴσωπον τυφθῆναι ὑπεκρίθη,
καὶ λαβοῦσα λέντιον προσέφερε τῷ ξένῳ τὴν λεκάνην. ὁ δὲ θεασάμενος καὶ γνοὺς
ὅτι ἐστὶν ἡ οἰκοδέσποινα, φησὶ πρὸς ἑαυτόν “πάντως τιμῆσαί με θέλει, καὶ διὰ τοῦτο
αὐτοχείρως νίπτει μου τοὺς πόδας· εἰ δὲ ἤθελέ μου τοὺς πόδας ὑπὸ δούλου νιφθῆναι
εἶχεν ἂν ἐπιτάξαι,” καὶ προτείνας τοὺς πόδας φησί “νίψον, κυρία,” καὶ νιψάμενος
ἀνέπεσεν.
62
ὁ Ξάνθος φησί “δοθήτω τῷ ξένῳ πρῶτον οἰνόμελι.” ὁ ξένος πρὸς
ἑαυτόν· “αὐτοὺς μὲν ἔδει πρῶτον πιεῖν, ἐπεὶ δὲ αὐτοῖς οὕτως δοκεῖ, οὐ περιεργάσομαι.”
καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ αὐτῶν παρετέθη ἰχθύων λοπάς. ὁ Ξάνθος τῷ ξένῳ
λέγει “φάγε.” ὁ δὲ ὡς δελφὶς ἤσθιε τοὺς ἰχθύας. ὁ Ξάνθος ἐπαφορμιζόμενος λέγει
τῷ…
“κα…
The complete text is available when the reading interface loads.