Elementa
- Authority group
- Euclides Geom. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Elementa (demonstrationes alterae, lib. 5–9), ed. Stamatis (post Heiberg), op. cit., vol. 2, 2nd edn. (1970) 229–237, 239.
- CTS identifier
urn:cts:greekLit:tlg1799.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
234
ΘΜΝ τομεῖς ἴσοι ἀλλήλοις εἰσίν. ὁσαπλασίων ἄρα ἐστὶν
ἡ ΛΒ περιφέρεια τῆς ΒΓ περιφερείας, τοσαυταπλασίων
ἐστὶ καὶ ὁ ΗΒΛ τομεὺς τοῦ ΗΒΓ τομέως. διὰ τὰ αὐτὰ
δὴ καὶ ὁσαπλασίων ἐστὶν ἡ ΝΕ περιφέρεια τῆς ΕΖ
περιφερείας, τοσαυταπλασίων ἐστὶ καὶ ὁ ΘΕΝ τομεὺς
τοῦ ΘΕΖ τομέως. εἰ ἄρα ἴση ἐστὶν ἡ ΒΛ περιφέρεια τῇ
ΕΝ περιφερείᾳ, ἴσος ἐστὶ καὶ ὁ ΒΗΛ τομεὺς τῷ ΕΘΝ
τομεῖ, καὶ εἰ ὑπερέχει ἡ ΒΛ περιφέρεια τῆς ΕΝ περι-
φερείας, ὑπερέχει καὶ ὁ ΒΗΛ τομεὺς τοῦ ΘΕΝ τομέως,
καὶ εἰ ἐλλείπει, ἐλλείπει. τεσσάρων δὴ ὄντων μεγεθῶν
δύο μὲν τῶν ΒΓ, ΕΖ περιφερειῶν, δύο δὲ τῶν ΗΒΓ,
ΕΘΖ τομέων εἴληπται ἰσάκις πολλαπλάσια τῆς μὲν ΒΓ
περιφερείας καὶ τοῦ ΗΒΓ τομέως ἥ τε ΒΛ περιφέρεια
καὶ ὁ ΗΒΛ τομεύς, τῆς δὲ ΕΖ περιφερείας καὶ τοῦ ΘΕΖ
τομέως ἰσάκις πολλαπλάσια ἥ τε ΕΝ περιφέρεια καὶ ὁ
ΘΕΝ τομεύς· καὶ δέδεικται, ὅτι εἰ ὑπερέχει ἡ ΒΛ περι-
φέρεια τῆς ΕΝ περιφερείας, ὑπερέχει καὶ ὁ ΒΗΛ τομεὺς
τοῦ ΕΘΝ τομέως, καὶ εἰ ἴση, ἴσος, καὶ εἰ ἐλλείπει,
235
ἐλλείπει. ἔστιν ἄρα ὡς ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΕΖ,
οὕτως ὁ ΗΒΓ τομεὺς πρὸς τὸν ΘΕΖ τομέα.
[Πόρισμα]
Καὶ δῆλον, ὅτι καὶ ὡς ὁ τομεὺς πρὸς τὸν τομέα, οὕτως
καὶ ἡ γωνία πρὸς τὴν γωνίαν.
Vulgo ζʹ, κʹ
Ἐὰν τρεῖς ἀριθμοὶ ἀνάλογον ὦσιν, ὁ ὑπὸ τῶν ἄκρων
ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ μέσου. καὶ ἐὰν ὁ ὑπὸ τῶν ἄκρων
ἴσος ᾖ τῷ ἀπὸ τοῦ μέσου, οἱ τρεῖς ἀριθμοὶ ἀνάλογόν
εἰσιν. ἔστωσαν τρεῖς ἀριθμοὶ ἀνάλογον οἱ Α, Β, Γ, ὡς
ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Β πρὸς τὸν Γ. λέγω, ὅτι ὁ ἐκ
τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Β. κείσθω γὰρ τῷ Β
ἴσος ὁ Δ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς
τὸν Γ. ὁ ἄρα ἐκ τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Δ. ὁ δὲ
ἐκ τῶν Β, Δ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Β· ἴσος γὰρ ὁ Β τῷ Δ.
ὁ ἄρα ἐκ τῶν Α, Γ ἴσος τῷ ἀπὸ τοῦ Β.
Ἀλλὰ δὴ ὁ ἐκ τῶν Α, Γ ἴσος ἔστω τῷ ἀπὸ τοῦ Β. λέγω,
ὅτι ἐστὶν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Β πρὸς τὸν Γ. ἐπεὶ
236
γὰρ ὁ ἐκ τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Β, ὁ δὲ ἀπὸ τοῦ
Β ἴσος τῷ ἐκ [τῶν] Β, Δ, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β,
οὕτως ὁ Δ πρὸς τὸν Γ. ἴσος δὲ ὁ Β τῷ Δ. ἔστιν ἄρα ὡς ὁ
Α πρὸς τὸν Β, οὕτως ὁ Β πρὸς τὸν Γ· ὅπερ ἔδει δεῖξαι.
Vulgo ζʹ, κβʹ
Ἐὰν ὦσι τρεῖς ἀριθμοὶ καὶ ἄλλοι αὐτοῖς ἴσοι τὸ πλῆθος
σύνδυο λαμβανόμενοι καὶ ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγ-
μένη αὐτῶν ἡ ἀναλογία, καὶ δι' ἴσου ἐν τῷ αὐτῷ λόγῳ
ἔσονται.
Ἔστωσαν τρεῖς ἀριθμοὶ οἱ Α, Β, Γ καὶ ἄλλοι αὐτοῖς
ἴσοι τὸ πλῆθος οἱ Δ, Ε, Ζ σύνδυο λαμβανόμενοι ἐν τῷ
αὐτῷ λόγῳ, ἔστω δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, ὡς
μὲν ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ε πρὸς τὸν Ζ, ὡς δὲ ὁ Β
πρὸς τὸν Γ, οὕτως ὁ Δ πρὸς τὸν Ε. λέγω, ὅτι καὶ δι' ἴσου
ἐστὶν ὡς ὁ Α πρὸς τὸν Γ, οὕτως ὁ Δ πρὸς τὸν Ζ.
Ἐπεὶ γάρ ἐστιν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ε πρὸς
τὸν Ζ, ὁ ἄρα ἐκ τῶν Α, Ζ ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Ε. πάλιν
ἐπεί ἐστιν ὡς ὁ Β πρὸς τὸν Γ,
οὕτως ὁ Δ πρὸς τὸν Ε, ὁ ἄρα ἐκ
τῶν Δ, Γ ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Ε.
ἐδείχθη δὲ καὶ ὁ ἐκ τῶν Α, Ζ ἴσος
τῷ ἐκ τῶν Β, Ε. καὶ ὁ ἐκ τῶν Α, Ζ
ἄρα ἴσος ἐστὶ τῷ ἐκ τῶν Δ, Γ. ἔστιν
ἄρα ὡς ὁ Α πρὸς τὸν Γ, οὕτως ὁ Δ
πρὸς τὸν Ζ· ὅπερ ἔδει δεῖξαι.
237
ζʹ, λαʹ
ΑΛΛΩΣ
Ἔστω σύνθετος ἀριθμὸς ὁ Α. λέγω, ὅτι ὑπὸ πρώτου
τινὸς ἀριθμοῦ μετρεῖται. ἐπεὶ γὰρ σύνθετός ἐστιν ὁ Α,
μετρηθήσεται ὑπὸ ἀριθμοῦ, καὶ ἔστω ἐλάχιστος τῶν
μετρούντων αὐτὸν ὁ Β. λέγω, ὅτι ὁ Β πρῶτός ἐστιν. εἰ γὰρ
μή, σύνθετός ἐστιν. μετρηθήσεται ἄρα ὑπὸ ἀριθμοῦ τινος.
μετρείσθω ὑπὸ τοῦ Γ. ὁ Γ ἄρα τοῦ Β ἐλάσσων ἐστίν. καὶ
ἐπεὶ ὁ Γ τὸν Β μετρεῖ, ἀλλ' ὁ Β τὸν Α μετρεῖ, καὶ ὁ Γ
ἄρα τὸν Α μετρεῖ ἐλάσσων ὢν τοῦ Β· ὅπερ ἄτοπον. οὐκ
ἄρα ὁ Β σύνθετός ἐστι. πρῶτος ἄρα· ὅπερ ἔδει δεῖξαι.
239
θʹ, κβʹ
ΑΛΛΩΣ
Ἢ καὶ οὕτως· ἐπεὶ οὖν ὁ ΑΒ περιττός ἐστιν, ἀφῃρήσθω
ἀπ' αὐτοῦ μονὰς ἡ ΖΒ· λοιπὸς ἄρα ὁ ΑΖ ἄρτιός ἐστιν.
πάλιν ἐπεὶ ὁ ΒΓ περιττός ἐστιν, καί ἐστι μονὰς ἡ ΖΒ,
ἄρτιος ἄρα ὁ ΖΓ. ἔστι δὲ καὶ ὁ ΑΖ ἄρτιος. καὶ ὅλος
ἄρα ὁ ΑΓ ἄρτιός ἐστιν. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ ΓΕ ἄρτιός
ἐστιν. ὥστε καὶ ὅλος ὁ ΑΕ ἄρτιός ἐστιν.
Ad libr. X prop. 1 Ἄλλως τὸ αʹ θεώρημα Ἐκκείσθω δύο μεγέθη ἄνισα τὰ ΑΒ, Γ· καὶ ἐπεὶἔλασσόν ἐστι τὸ Γ, πολλαπλασιαζόμενον ἔσται ποτὲ τοῦΑΒ μεγέθους μεῖζον. γεγονέτω ὡς τὸ ΖΜ καὶ διῃρή-σθω εἰς [τὰ] ἴσα τῷ Γ, καὶἔστω τὰ ΜΘ, ΘΗ, ΗΖ, καὶ ἀπὸτοῦ ΑΒ ἀφῃρήσθω μεῖζον ἢ τὸἥμισυ τὸ ΒΕ, καὶ ἀπὸ τοῦ ΕΑμεῖζον ἢ τὸ ἥμισυ τὸ ΕΔ, καὶτοῦτο ἀεὶ γινέσθω, ἕως αἱ ἐντῷ ΖΜ διαιρέσεις ἴσαι γένωνταιταῖς ἐν τῷ ΑΒ διαιρέσεσιν. γεγονέτωσαν ὡς αἱ ΒΕ,ΕΔ, ΔΑ, καὶ τῷ ΔΑ ἕκαστον τῶν ΚΛ, ΛΝ, ΝΞ ἔστωἴσον, καὶ τοῦτο γινέσθω, ἕως αἱ διαιρέσεις τοῦ ΚΞἴσαι γένωνται ταῖς τοῦ ΖΜ. Καὶ ἐπεὶ τὸ ΒΕ μεῖζον ἢ τὸ ἥμισύ ἐστι τοῦ ΒΑ,τὸ ΒΕ μεῖζόν ἐστι τοῦ ΕΑ· πολλῷ ἄρα μεῖζόν ἐστι τοῦΔΑ. ἀλλὰ τὸ ΔΑ ἴσον ἐστὶ τῷ ΞΝ· τὸ ΒΕ ἄρα μεῖζόνἐστι τοῦ ΝΞ. πάλιν, ἐπεὶ τὸ ΕΔ μεῖζον ἢ τὸ ἥμισύ ἐστιτοῦ ΕΑ, μεῖζόν ἐστι τοῦ ΔΑ. ἀλλὰ τὸ ΔΑ ἐστιν ἴσοντῷ ΝΛ· τὸ ΕΔ ἄρα μεῖζόν ἐστι τοῦ ΝΛ. ὅλον ἄρα τὸΔΒ μεῖζόν ἐστι τοῦ ΞΛ. ἴσον δὲ τὸ ΔΑ τῷ ΛΚ. ὅλονἄρα τὸ ΒΑ μεῖζόν ἐστι τοῦ ΞΚ. ἀλλὰ τοῦ ΒΑ μεῖζόνἐστι τὸ ΜΖ· πολλῷ ἄρα τὸ ΜΖ μεῖζόν ἐστι τοῦ ΞΚ. καὶἐπεὶ τὰ ΞΝ, ΝΛ, ΛΚ ἴσα ἀλλήλοις ἐστίν, ἔστι δὲ καὶτὰ ΜΘ, ΘΗ, ΗΖ ἴσα ἀλλήλοις, καί ἐστιν ἴσον τὸ πλῆθοςτῶν ἐν τῷ ΜΖ τῷ πλήθει τῶν ἐν τῷ ΞΚ, ἔστιν ἄρα ὡςτὸ ΚΛ πρὸς τὸ ΖΗ, οὕτως τὸ ΚΞ πρὸς τὸ ΖΜ. μεῖζονδὲ τὸ ΖΜ τοῦ ΚΞ· μεῖζον ἄρα καὶ τὸ ΗΖ τοῦ ΛΚ. καίἐστι τὸ μὲν ΖΗ ἴσον τῷ Γ, τὸ δὲ ΚΛ τῷ ΑΔ· τὸ Γἄρα μεῖζόν ἐστι τοῦ ΑΔ· ὅπερ ἔδει δεῖξαι. Ad libr. X prop. 6 Ἄλλως τὸ Ϛʹ Δύο γὰρ μεγέθη τὰ Α, Β πρὸς ἄλληλα λόγον ἐχέτω,ὃν ἀριθμὸς ὁ Γ πρὸς ἀριθμὸν τὸν Δ· λέγω, ὅτι σύμμετράἐστι τὰ μεγέθη. Ὅσαι γάρ εἰσιν ἐν τῷ Γ μονάδες, εἰς τοσαῦτα ἴσαδιῃρήσθω τὸ Α, καὶ ἑνὶ αὐτῶν ἴσον ἔστω τὸ Ε· ἔστινἄρα ὡς ἡ μονὰς πρὸς τὸν Γ ἀριθμόν, τὸ Ε πρὸς τὸ Α.ἔστι δὲ καὶ ὡς ὁ Γ πρὸς τὸν Δ, τὸ Α πρὸς τὸ Β· δι' ἴσουἄρα ἐστὶν ὡς ἡ μονὰς πρὸς τὸν Δ, τὸ Ε πρὸς τὸ Β. μετρεῖδὲ καὶ ἡ μονὰς τὸν Δ· μετρεῖ ἄρα καὶ τὸ Ε τὸ Β. μετρεῖδὲ καὶ τὸ Ε τὸ Α, ἐπεὶ καὶ ἡ μονὰς τὸν Γ· τὸ Ε ἄραἑκάτερον τῶν Α, Β μετρεῖ· τὰ Α, Β ἄρα σύμμετρά ἐστιν,καί ἐστιν αὐτῶν κοινὸν μέτρον τὸ Ε· ὅπερ ἔδει δεῖξαι. Ad libr. X prop. 9 Ἄλλως τὸ θʹ Ἐπεὶ γὰρ σύμμετρός ἐστιν ἡ Α τῇ Β, λόγον ἔχει, ὃνἀριθμὸς πρὸς ἀριθμόν. ἐχέτω, ὃν ὁ Γ πρὸς τὸν Δ, καὶὁ Γ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε ποιείτω, ὁ δὲ Γτὸν Δ πολλαπλασιάσας τὸν Ζ ποιείτω, ὁ δὲ Δ ἑαυτὸνπολλαπλασιάσας τὸν Η ποιείτω. ἐπεὶοὖν ὁ Γ ἑαυτὸν μὲν πολλαπλασιάσαςτὸν Ε πεποίηκεν, τὸν δὲ Δ πολλα-πλασιάσας τὸν Ζ πεποίηκεν, ἔστινἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, τουτέστινὡς ἡ Α πρὸς τὴν Β, [οὕτως] ὁ Επρὸς τὸν Ζ. ἀλλ' ὡς ἡ Α πρὸς τὴν