The Greek Library Author

Parodica Anonyma

Incertorum fragmenta

Scientific editors
Paul Brandt
Edition reference
Corpusculum Poesis Epicae Graecae Ludibundae · Leipzig · Teubner · 1888
CTS identifier
urn:cts:greekLit:tlg1801.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1τοῖς δʼ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον·

1πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων.

1τέτλαθι δὴ πενίη καὶ ἀνάσχεο μωρολογούντων·

2ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.

1οὕς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι

1ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα

1Ἐρμοκαϊκόξανθος ἐπευξάμενος Διὶ πατρί·

1ὦ βροτολοιγέ, πόσους σὺ βροτῶν Ἄιδι προΐαψας;

1ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,

2ἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ

3θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο

4χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης

5ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

6χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.

7ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων

8ὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,

9κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.

10οἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,

11οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα

12ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,

13ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.

14ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,

15ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,

16πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι

17πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·

18ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης

19οὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.

20οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,

21ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.

22ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.

23ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

24οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,

25τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ τέρμʼ ἐν ἀγῶνι;

26εἰ δʼ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.ʼ

27τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε·

28τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·

29ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

30τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·

31οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε;

32ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.

33αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας

34ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,

35ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.

36ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.

1μῖμοι τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι

2ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ κε τάχιστα

3ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς

4νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.

7See testimonium for previous lines and lines at end.Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοι-

8νωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κή-

9ρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν,

10ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον

11ἥκειν, οὐδʼ ἕνʼ ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ἐν

12μὲν γὰρ δολίχῳ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται,

13τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ

14δορκὰς ἀριστεύσει· μερόπων δʼ ἐναρίθμιος οὐδεὶς

15ἐν ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.

16᾽Αλλʼ οὐδὲ τῶν ἀφʼ Ἡρακλέους τις ἐλέφαντος ἢ

17λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δʼ ὅτι καὶ

18ταῦρος πυγμῇ στεφθήσεται. καὶ ὄνος, φησί, λὰξ ποδί,

19εἰ βούλεται, ἐρίσας αὐτὸν τὸν στέφανον οἴσεται· αὐτὰρ

20ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον

21ἐνίκησέ ποτʼ ἄνδρας·

22εἰκοστὴ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτʼ ἐνίκα

23ὀγκητής. ||See testimonium for previous lines and lines at end. Mythum sic refinxit Hauptius: Εἰ Ζηνὸς γνώμῃ ζῴοις ὁμόνοια γένοιτο πᾶσιν πρὸς βίον, ὡς τὸν Ὀλυμπιακὸν κήρυκα μὴ μόνον ἀνθρώπους ἐς ἀγωνισμοὺς προκαλεῖσθαι, πᾶσιν δὲ ζῴοις ἐπιτρωπᾶν ἐς στάδιʼ ἥκειν, οὐδένʼ ἂν ἀνθρώπων δοξάζω στεφθήσεσθαι. ἐν μὲν γὰρ δολιχοῖσιν ὑπέρτατος ἔσσεται ἵππος, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει, μερόπων δʼ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες. ἀλλʼ οὐ μήν ποτε τῶν τις ἀφʼ Ἡρακλέους ἐλέφαντος ἰσχύι ἠὲ λέοντος ὑπέρτερος οὔ κε φανείη. οἶμʼ ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσετʼ, ὄνος δὲ λὰξ ἐρίσας ποδί, αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεθʼ ὁθούνεκα παγκράτιον νίκησέ ποτʼ ἄνδρας· εἰκοστὴ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτʼ ἐνίκα Ὀγκητής.