The Greek Library Author

Various

Versus heroici

Scientific editors
Thomas W. Allen
Edition reference
Homeri Opera · Oxford · Clarendon Press · 1912
CTS identifier
urn:cts:greekLit:tlg1802.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

I, II. Hippocrates περὶ ἄρθρων ἐμβολῆς 8.

καλῶς γὰρ Ὅμηρος καταμεμάθηκε ὅτι πάντων τῶν προβάτων βόες μάλιστα ἀτονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν καὶ ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. . . . διὰ τοῦτο οὖν ἐποίησεν τάδε τὰ ἔπη· ὡς δʼ ὁπότʼ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθεῖα ποίη φαίνεται.

Mochlicon 5 ὦμος δὲ ἐκπίπτει κάτω· . . . οἷον καὶ βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα . . . τό τε Ὁμήρειον καὶ διότι λεπτότατοι βόες τηνικαῦτα.

III. Plat. Gorg. 516 C οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος.

IV. Xen. Sympos. viii. 30 καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ γάνυται δέ τʼ ἀκούων· τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που πυκινὰ φρεσὶ μήδεα εἰδώς· τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. auctor seu cyclici carminis seu hymni figura ludit etymologica.

V. Plato Phaedr. 252 B λέγουσι δέ, οἶμαι, τινὲς Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον· ὑμνοῦσι δὲ ὧδε· τὸν δʼ ἤτοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν, ἀθάνατοι δὲ Πτέρωτα διὰ πτερόφοιτον ἀνάγκην. unde hos versus traxerit Plato incertum : hymnum sapere nobis visi sunt C. Q. 1907. 136.

VI. Aeschines i. § 128 καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω ὥσθʼ εὑρήσετε καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι φήμη δʼ ἐς στρατὸν ἦλθε. Dem. Epitaph. 29 v. Iliu pers. IV; Aristoph. Pac. 1282, 1283, 1286, 1287 v. p. 116.

VII. schol. Τ Ω 420 ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης (fr. 159 Rose) εἰρηκέναι Ὅμηρον μῦσεν δὲ περὶ βροτόεσσʼ ὠτειλή. τοῦτο δὲ τὸ ἡμιστίχιον οὐ φέρεται. verissime scholiasta.

VIII. Ar. de An. I. c. 2. 404 A 25 ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς, οὐ μὴ παντελῶς γʼ ὥσπερ Δημόκριτος (§ 100 Diels). ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς Ἕκτωρ κεῖτʼ ἀλλοφρονέων.

IX, X, XI. Ar. Eth. Nic. iii. 8. 1116 B 26 ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος σθένος ἔμβαλε θυμῷ καὶ μένος καὶ θυμὸν ἔγειρε καὶ δριμὺ δʼ ἀνὰ ῥῖνας μένος ‹ω 318, 319 ordine turbato› καὶ ἔζεσεν αἷμα.

XII. Chrysippus ap. Galen. de plac. Hipp. et Plat. iii. 115 πρῆσεν ἐνὶ στήθεσφιν ἐρισθενέος Διὸς ἀλκὴν γνωμέναι.

XIII. idem ib. τότε δὴ στηθέων θʼ ἅμα φρένας ἐξέλετο Ζεύς emendatio incerta. cf. P 470 Z 234 T 137.

XIV. idem ib. ἄλλο δʼ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.

XV. Plutarchus vit. Hom. ii. 23 ἔστι δὲ καὶ ἄλλος τρόπος ἡ μετωνυμία . . . οἷόν ἐστι παρʼ αὐτῷ ἦμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσι idem de Iside et Osiride 66, 377 D ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν.

XVI. Plut. vit. Hom. ii. 20

εἰσὶ δὲ παρʼ αὐτῷ μεταφοραὶ ποικίλαι, αἱ μὲν ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον φθέγξατο δʼ ἡνίοχος νηὸς κυανοπρῴροιο. anonymus in anecd. graec. Boissonadii iii. 286 ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δʼ οὔ. καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται [eadem] καὶ ἵππων κυβερνητῆρες ‹cf. Oppian. i. 96.›

XVII. idem ii. 55 τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ δωρήσω τρίποδα χρυσούατον ἀντὶ τοῦ δωρήσομαι.

XVIII. schol. in Lycophr. 86 λεύσσω θέοντα γρυνόν] ... γρυνὸν δὲ εἶπε τὸν Ἀλέξανδρον κατὰ μετωνυμίαν καλέσας· γρυνὸς γάρ ἐστιν ὁ κορμός· καὶ Ὅμηρος γρυνοὶ μὲν δαίοντο μέγας δʼ Ἥφαιστος ἀνέστη eundem versum Etym. magn. 241. 45 sed γρουνοί.

XIX. Ammonius περὶ διαφορᾶς ὀνομάτων in v. οὗτος οὗτος τοι Διομήδης.

XX. id. in v. λῃτουργεῖν λήιτον ἀμφεπένοντο.

XXI. Galenus in Hippocr. περὶ ἀγμῶν ii. 70

καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό· περὶ ζώνην βάλλεται ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν. cf. Ξ 181. corrupta fortasse varia lectio versuum ε 231 κ 544 sc. περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην ἑκατὸν θυσάνοις ἀραρυῖαν.

XXII. Ammonius in Porph. isag. prooem. 4 r. 30 (ed. Busse, p. 9) καὶ ὁ ποιητὴς ἐπεὶ σοφὸς ἤραρε τέκτων.

Clem. Alex. strom. i. 4. 1 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ. eadem Nicomach. isag. init. Elias proleg. philosoph. c. 9 David id. c. 15, Eust. 1023. 14. cf. Ψ 712 τούς τε κλυτὸς ἤραρε τέκτων. Bywater J. Ph. vii. 66.

XXIII. Servius in Verg. Aen. xii. 691 striduntque hastilibus aurae] Homerus συρίζουσα ΜΑΚΕΛΟΝ ΙϹΙΤΙΤΑΤΕ λόγχη conicias μακεδνόν (auctori idem quod μακρόν) et ἵστατο vel ἴπτατο.

XXIV. Probus in Verg. Georg. ii. 506 Tyron enim Sarram appellatam Homerus docuit.

XXV. Suidas θωύσσοντες· ὑλακτοῦντες. Ὅμηρος βαρύβρομα θωύσσοντες.

His versibus, quorum hi pro variis lectionibus Homericis habendi videntur esse, hi e cyclo vel hymnis orti, illi adiciendi sunt quos scriptor vitae Herodoteae nescio unde decerpsit.

96-100 αἰδεῖσθε ξενίων 120, 1 αἶψα πόδες 164 οἵῃ μʼ αἴσῃ δῶκε 203, 4 Θεστορίδη 225-32 κλῦθι Ποσειδάων 239-41 πότνια γῆ 251-4 ναῦται ποντοπόροι 270-3 ἄλλη τίς σου πεύκη 292-5 Γλαῦκε βοτῶν 401-4 κλῦθί μοι εὐχομένῳ κουροτρόφε 409-13 ἀνδρὸς μὲν στέφανος παῖδες 487, 8 τοίων γὰρ πατέρων

versus hexametricos anonymos quotquot exstant colligere non huius loci est: licet tamen adferre initium versus in vase inscriptum apud Kretschmerum Vaseninschriften p. 90 n. 64 ωδε ποτ εν τιρυνθι quattuor pedes ab Hephaestione Ench. 1. 3. servatos Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε. praebuit papyrus nonnullos qui supra Alexandrinam aetatem videntur ascendere, sed fragmenta tantum: cf. Greek Papyri, Series II, 1897, p. 13, Hibeh Papyri i. 1906, p. 41, Oxyrhynchus Papyri iii. n. 422 sqq., vi. n. 859, 864, Berliner Klassikertexte ii, p. 145 sqq., Pap. Mus. Brit. 121 in Greek Papyri in the British Museum 1893 f. 83 sqq. in hac cf. V. 42 τω νυν μηδε συ [τα] υτα τεη ειπησθα γυναικι.