The Greek Library Author

Vitae Homeri

Eustathii vita

Scientific editors
Thomas W. Allen
Edition reference
Homeri Opera · Oxford · Clarendon Press · 1912
CTS identifier
urn:cts:greekLit:tlg1805.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Eustathius in Iliadem 4. 17

Ὁμήρου δὲ γένος οὐδʼ αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν. εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας ὅστίς ποτε καὶ ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δʼ αὐτοῦ καὶ Χῖοι μαρτύριον προχειριζόμενοι τοὺς καλουμένους Ὁμηρίδας ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶ Ὁμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢ ἑτέροις ἀγαθοῖς σεμνύνεσθαι.