The Greek Library Author

Anonymous

[2Plutarchi]2 De Homero 1

Authority group
Vitae Homeri (catalogue association; authorship remains anonymous)
Edition reference
<Plutarchi> De Homero 1, ed. J. F. Kindstrand, [Plutarchi] De Homero, Leipzig: Teubner, 1990: 1–6.
CTS identifier
urn:cts:greekLit:tlg1805.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

τὰς παρακειμένας πόλεις ἐπόρθουν, συμμαχίας ἀφαιρούμενοι τοὺςΤρῶας. ἐξ ὧν μίαν ἑλόντες, Χρῦσαν, γέρας ἔδοσαν Ἀγαμέμνονι Χρυση-ίδα, Χρύσου ἱερέως Ἀπόλλωνος θυγατέρα. ὁ δὲ ἐλθὼν ἐπὶ τὸν ναύ-σταθμον, ἵνα λυτρώσηται τὴν παῖδα, καὶ ὑβρισθεὶς ὑπὸ Ἀγαμέμνονοςηὔξατο τῷ Ἀπόλλωνι κολάσαι τοὺς Ἕλληνας. ἐπακούσας δὲ τῆς εὐχῆςὁ θεὸς λοιμὸν ἔπεμψεν αὐτοῖς. καὶ τότε Ἀχιλλέως παραινέσαντος ἀπο-δοῦναι τὴν Χρυσηίδα Ἀγαμέμνων ὀργισθεὶς ἠπείλησεν ἀφαιρήσεσθαιτὸ Ἀχιλλέως γέρας, Βρισηίδα. 〈***〉 τὴν δὲ μητέρα, Θέτιν, αἰτήσα-σθαι παρὰ τοῦ Διὸς ἧτταν Ἑλλήνων. οὗ γενομένου Πάτροκλος προτρα-πεὶς ὑπὸ Νέστορος ἱκέτευσεν Ἀχιλλέα δοῦναι κἂν ἐπ' ὀλίγον τὴν παν-οπλίαν αὐτῷ, ἵνα τοὺς Τρῶας τῶν νεῶν ἀπώσηται. ἐξελθὼν δὲΠάτροκλος καὶ γενναίως ἀριστεύσας μετ' οὐ πολὺ ἀνῃρέθη. χαλεπήναςδὲ ὁ Ἀχιλλεὺς ἐπαύσατο μὲν τῆς πρὸς Ἀγαμέμνονα ἔχθρας, λαβὼν δὲἡφαιστότευκτον πανοπλίαν ἄλλους τε πολλοὺς ἀνεῖλε καὶ τελευταῖοντὸν Ἕκτορα. Ἡ μὲν οὖν τάξις τῶν πραγμάτων ἐστὶν αὕτη. ὁ δὲ ποιητὴς ἀπὸ τοῦἐνάτου ἔτους ἤρξατο, ἐπεὶ τὰ πρὸ τῆς Ἀχιλλέως μήνιδος ἦν ἀτονώτερακαὶ πράξεις οὐκ ἔχοντα λαμπρὰς οὐδ' ἐπαλλήλους. συμμαχοῦντος γὰρἝλλησιν Ἀχιλλέως οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος.ἀποστάντος δὲ τούτου θαρσήσαντες προῆλθον. καὶ τῆς μάχης ἐπίσηςγενομένης πολυπρόσωποί τε καὶ συνεχεῖς 〈αἱ〉 τῶν ἡρώων ἀριστεῖαικατέστησαν.{〈ΠΕΡΙ ΟΜΗΡΟΥ〉Βʹ} Ὅμηρον τὸν ποιητὴν χρόνῳ μὲν τῶν πλείστων, δυνάμει δὲ πάντωνπρῶτον γενόμενον εἰκότως ἀναγινώσκομεν πρῶτον, ὠφελούμενοι τὰ μέ-γιστα εἴς τε τὴν φωνὴν καὶ τὴν διάνοιαν καὶ τὴν τῶν πραγμάτωνπολυπειρίαν. λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως, πρότερον μνη-σθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ. Ὅμηρον τοίνυν Πίνδαρος μὲν ἔφη Χῖόν τε καὶ Σμυρναῖον γενέσθαι,Σιμωνίδης δὲ Χῖον, Ἀντίμαχος δὲ καὶ Νίκανδρος Κολοφώνιον, Ἀρι-στοτέλης δὲ ὁ φιλόσοφος Ἰήτην, Ἔφορος δὲ ὁ ἱστορικὸς Κυμαῖον. οὐκὤκνησαν δέ τινες καὶ Σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ Κύπρου, τινὲς δὲἈργεῖον, Ἀρίσταρχος δὲ καὶ Διονύσιος ὁ Θρᾷξ Ἀθηναῖον. υἱὸς δὲ ὑπ'ἐνίων λέγεται Μαίονος καὶ Κριθηίδος, ὑπὸ δέ τινων Μέλητος τοῦποταμοῦ. Ὥσπερ δὲ τὰ τοῦ γένους αὐτοῦ διαπορεῖται, οὕτω καὶ τὰ περὶ τῶνχρόνων καθ' οὓς ἐγένετο. καὶ οἱ μὲν περὶ Ἀρίσταρχόν φασιν αὐτὸν γε-νέσθαι κατὰ τὴν τῶν Ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλει-δῶν καθόδου ἔτεσιν ἑξήκοντα (τὰ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεταιτῶν Τρωικῶν ἔτεσιν ὀγδοήκοντα). οἱ δὲ περὶ Κράτητα καὶ πρὸ τῆς〈τῶν〉 Ἡρακλειδῶν καθόδου λέγουσιν αὐτὸν γενέσθαι, ὡς οὐδὲ ὅλαἔτη ὀγδοήκοντα ἀπέχειν τῶν Τρωικῶν. ἀλλὰ παρὰ τοῖς πλείστοις πεπί-στευται μετὰ ἔτη τετρακόσια τῶν Τρωικῶν γεγονέναι, οὐ πολὺ πρὸτῆς θέσεως τῶν Ὀλυμπίων, ἀφ' ἧς ὁ κατὰ τὰς Ὀλυμπιάδας χρόνοςἀριθμεῖται. Εἰσὶ δὲ αὐτοῦ ποιήσεις δύο, Ἰλὰς καὶ Ὀδύσσεια, διῃρημένη ἑκα-τέρα εἰς τὸν ἀριθμὸν τῶν στοιχείων, οὐχ ὑπὸ αὐτοῦ τοῦ ποιητοῦ ἀλλ'ὑπὸ τῶν γραμματικῶν τῶν περὶ Ἀρίσταρχον. ὧν ἡ μὲν Ἰλιὰς ἔχει τὰςἐν Ἰλίῳ πράξεις Ἑλλήνων τε καὶ βαρβάρων διὰ τὴν Ἑλένης ἁρπαγὴνκαὶ μάλιστα τὴν Ἀχιλλέως ἐν τῷ πολέμῳ τούτῳ διαδειχθεῖσαν ἀλκήν,ἡ δὲ Ὀδύσσεια τὴν Ὀδυσσέως ἀνακομιδὴν εἰς τὴν πατρίδα ἀπὸ τοῦΤρωικοῦ πολέμου καὶ ὅσα πλανώμενος ἐν τῷ νόστῳ ὑπέμεινε καὶ ὅπωςτοὺς ἐπιβουλεύοντας τῷ οἴκῳ αὐτοῦ ἐτιμωρήσατο. ἐξ ὧν δῆλός ἐστιπαριστὰς διὰ μὲν τῆς Ἰλιάδος ἀνδρείαν σώματος, διὰ δὲ τῆς Ὀδυσσεί-ας ψυχῆς γενναιότητα. Εἰ δὲ μὴ μόνον ἀρετὰς ἀλλὰ καὶ κακίας ψυχῆς ἐν ταῖς ποιήσεσιπαρίστησι, λύπας τε καὶ χαρὰς καὶ φόβους καὶ ἐπιθυμίας, οὐ χρὴ αἰ-τιᾶσθαι τὸν ποιητήν· 〈ποιητὴν〉 γὰρ ὄντα δεῖ μιμεῖσθαι οὐ μόνον τὰχρηστὰ ἤθη ἀλλὰ καὶ τὰ φαῦλα (ἄνευ γὰρ τούτων παράδοξοι πράξειςοὐ συνίστανται), ὧν ἀκούοντα ἔνεστιν αἱρεῖσθαι τὰ βελτίω. πεποίηκεδὲ καὶ τοὺς θεοὺς τοῖς ἀνθρώποις ὁμιλοῦντας οὐ μόνον ψυχαγωγίαςκαὶ ἐκπλήξεως χάριν, ἀλλ' ἵνα καὶ ἐν τούτῳ παραστήσῃ ὅτι κήδονταικαὶ οὐκ ἀμελοῦσι τῶν ἀνθρώπων οἱ θεοί. Καὶ τὸ μὲν ὅλον 〈ἡ〉 παρ' αὐτῷ διήγησις τῶν πραγμάτων παράδοξοςκαὶ μυθώδης κατεσκεύασται ὑπὲρ τοῦ πληροῦν ἀγωνίας καὶ θαύματοςτοὺς ἐντυγχάνοντας καὶ ἐκπληκτικὴν τὴν ἀκρόασιν καθιστάναι. (ὅθενδοκεῖ τινα παρὰ τὸ εἰκὸς εἰρηκέναι· οὐ γὰρ ἀεὶ τὸ πιθανὸν ἕπεται, ἐνᾧ τὸ παράδοξον καὶ ἐπηρμένον πρόκειται.) διὸ καὶ οὐ μόνον τὰ πράγ-ματα μετεωρίζει καὶ ἐκτρέπει τῆς συνηθείας ἀλλὰ καὶ τοὺς λόγους.ὅτι δὲ ἀεὶ τὰ καινὰ καὶ ἔξω τοῦ προχείρου θαυμάζεται καὶ τὸν ἀκρο-ατὴν ἐπάγεται, παντί που δῆλον. πλὴν καὶ ἐν τοῖς μυθώδεσι τούτοιςλόγοις, εἴ τις μὴ παρέργως ἀλλ' ἀκριβῶς ἕκαστα τῶν εἰρημένων ἐπιλέ-γοιτο, φανεῖται πάσης λογικῆς ἐπιστήμης καὶ τέχνης ἐντὸς γενόμενοςκαὶ πολλὰς ἀφορμὰς καὶ οἱονεὶ σπέρματα λόγων καὶ πράξεων παντο-δαπῶν τοῖς μετ' αὐτὸν παρεσχημένος, καὶ οὐ τοῖς ποιηταῖς μόνον ἀλλὰκαὶ τοῖς πεζῶν λόγων συνθέταις ἱστορικῶν τε καὶ θεωρηματικῶν. ἴδω-μεν γὰρ πρότερον τὴν τῆς λέξεως αὐτοῦ πολυφωνίαν, ἔπειτα καὶ τὴνἐν τῇ πραγματείᾳ πολυμάθειαν. Πᾶσα μὲν οὖν ποίησις, τάξει τινὶ τῶν λέξεων συντιθεμένων, ῥυθμῷκαὶ μέτρῳ περαίνεται, ἐπεὶ τὸ λεῖον καὶ εὐεπές, σεμνὸν ἅμα καὶ ἡδὺγενόμενον, διὰ [δὲ] τοῦ τέρπειν εἰς τὸ προσέχειν 〈τὸν ἀκροατὴν〉 ἐπ-άγεται. ὅθεν συμβαίνει κατὰ τὸ αὐτὸ μὴ μόνον τοῖς ἐκπλήττουσι καὶθέλγουσι τέρπεσθαι ἀλλὰ καὶ τοῖς πρὸς ἀρετὴν ὠφελοῦσι πείθεσθαιῥᾳδίως. Τὰ δὲ Ὁμήρου ἔπη τὸ τελειότατον ἔχει μέτρον, τουτέστι τὸ ἑξάμε-τρον, ὃ καὶ ἡρῷον καλεῖται. ἑξάμετρον μέν, ὅτι εἷς ἕκαστος στίχοςἔχει πόδας ἕξ· ὧν ὁ μέν ἐστιν ἐκ δύο συλλαβῶν μακρῶν, σπονδεῖοςκαλούμενος, ὁ δὲ ἐκ τριῶν, μιᾶς μὲν μακρᾶς, δύο δὲ βραχειῶν, ὃς λέ-γεται δάκτυλος. καί εἰσιν ἀλλήλοις ἰσόχρονοι· αἱ γὰρ δύο βραχεῖαιμιᾶς μακρᾶς χρόνον ἐπέχουσιν. οὗτοι δὲ παραλλήλως συντιθέμενοιπληροῦσι τὸ ἑξάμετρον ἔπος. ἡρῷον δὲ λέγεται, ὅτι διὰ τούτου τὰςτῶν ἡρώων πράξεις διηγεῖται. Λέξει δὲ ποικίλῃ κεχρημένος τοὺς ἀπὸ πάσης διαλέκτου τῶν Ἑλλη-νίδων χαρακτῆρας ἐγκατέμιξεν. ἐξ ὧν δῆλός ἐστι πᾶσαν τὴν Ἑλλάδαἐπελθὼν καὶ πᾶν ἔθνος. Καὶ Δωριέων μὲν τῇ συνήθει τῆς βραχυλογίας ἐλλείψει κέχρηται, τὸ‘δῶμα’ λέγων ‘δῶ’ αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεταικαὶ τὸ ‘ὅτι’ ‘ὅ’ ὅ μοι αἰετὸς ἔκτανε χῆναςκαὶ τὸ ‘ὀπίσω’ ‘ἄψ’, μεταβαλὼν τὸ μὲν ο εἰς τὸ α, τὸ δὲ π καὶ τὸ σεἰς τὸ συγγενὲς αὐτοῖς, καὶ τὸ ‘ἄλλοτε’ ‘ἄλλο’ ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴκαὶ τὰ τοιαῦτα. ὁμοίως δὲ καὶ τὰ μέσα συντεμὼν λέγει τοὺς ‘ὁμότρι-χας’ καὶ ‘ὁμοετεῖς’ ‘ὄτριχας, οἰέτεας’καὶ τὸν ‘ὁμοπάτριον’ ‘ὄπατρον’ καὶ τὸ ‘τρέμειν’ ‘τρεῖν’ καὶ τὸ ‘τιμῶ’‘τίω’. τῶν αὐτῶν δέ ἐστι καὶ τὸ ὑπερβιβάζειν τὰ στοιχεῖα, ὡς ἐν τῷ‘κάρτιστοι’ ἀντὶ τοῦ ‘κράτιστοι’. Αἰολέων δὲ χρῆται ἐν τοῖς συνθέτοις τῇ συγκοπῇ, ‘καδδραθέτην’λέγων ἀντὶ τοῦ ‘κατέδραθον’ καὶ ‘ὑββάλλειν’ ἀντὶ τοῦ ‘ὑποβάλλειν’.καὶ ἐπὶ τοῦ παρατατικοῦ χρόνου τὰ τρίτα πρόσωπα, λήγοντα παρὰτοῖς ἄλλοις εἰς τὸ ει, διὰ τοῦ η παρὰ τοῖς Αἰολεῦσιν ἐκφέρεται, ὡς τὸ