[2Plutarchi]2 De Homero 2
- Authority group
- Vitae Homeri (catalogue association; authorship remains anonymous)
- Edition reference
- <Plutarchi> De Homero 2, ed. Kindstrand, op. cit., 7–117.
- CTS identifier
urn:cts:greekLit:tlg1805.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
92
‘ἐφίλη’, ‘ἐνόη’· οὕτω καὶ Ὅμηρος ἐποίησε
93
δίδη μόσχοισι λύγοισιν
94
ἀντὶ τοῦ ‘ἔδει’, ὅ ἐστιν ‘ἐδέσμει’, καὶ
95
τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων
96
〈ἀντὶ τοῦ ‘διάει’〉. καὶ τὸ ἐναλλάσσειν ἐνίοτε τὸ σ εἰς τὸ δ, ὡς ἐν τῷ
97
λέγειν ‘ὀδμὴ’ καὶ ‘ἴδμεν’. καὶ τὸ πλεονάζειν ἔν τισιν, ὡς τὸ ‘εὔκηλος’
98
ἀντὶ τοῦ ‘ἕκηλος’ καὶ ‘αὐτὰρ’ ἀντὶ τοῦ ‘ἀτὰρ’ καὶ ‘κεκλήγοντες’ ἀντὶ
99
τοῦ ‘κεκληγότες’. καὶ τὸ προστιθέναι τῷ δευτέρῳ προσώπῳ τῶν
100
ῥημάτων τὸ θα, ὡς τὸ ‘φῆσθα’ καὶ ‘εἴπῃσθα’. τὸν δὲ διπλασιασμὸν τῶν
101
συμφώνων οἱ μὲν Δωριεῦσιν, οἱ δὲ Αἰολεῦσι προσνέμουσιν, οἷόν ἐστιν
102
ἔλλαβε πορφύρεος θάνατος
103
καὶ
104
ὁππότερος τάδε ἔργα.
105
Ἰώνων δὲ ἴδιον ἔχει τὸ ἀφαιρέσει χρῆσθαι ἐν τοῖς παρῳχηκόσι χρό-
106
νοις τῶν ῥημάτων, ὡς τὸ ‘βῆ’ καὶ τὸ ‘δῶκεν’· ἔθος γὰρ ἔχουσι καὶ ἐπὶ
107
τῶν παρῳχημένων χρόνων ἀπὸ τῶν αὐτῶν στοιχείων ἄρχεσθαι, ἀφ' ὧν
108
ἐστι καὶ ὁ ἐνεστώς. καὶ τὸ ὑφαιρεῖν τὸ ε ἐν τῷ ‘ἱρεὺς’ καὶ ‘ἴρηξ’.
109
καὶ τὸ προστιθέναι τοῖς τρίτοις προσώποις τῶν ὑποτακτικῶν τὸ σι,
110
οἷόν ἐστι τὸ ‘ἔλθῃσι’ καὶ τὸ ‘λάβῃσι’, καὶ ταῖς δοτικαῖς 〈ταῖς εἰς αις
111
ληγούσαις τὸ ι μόνον, οἷόν ἐστι τὸ〉 ‘θύρῃσι’, ‘πύλῃσι’. καὶ τὸ λέγειν
112
‘οὔνομα’ καὶ ‘νοῦσον’ τὸ ‘ὄνομα’ καὶ τὴν ‘νόσον’ καὶ ‘κεινόν’ καὶ ‘μεῖ-
113
λαν’ ἀντὶ τοῦ ‘κενὸν’ καὶ ‘μέλαν’. καὶ τὸ μεταβάλλειν τὸ α, ἐπειδὰν
114
ἐκτείνηται, εἰς τὸ η, ὡς τὸ ‘Ἥρη’, ‘Ἀθηναίη’, ἔστι δὲ ὅτε καὶ ἐκ τοῦ
115
ἐναντίου τὸ η εἰς τὸ α, ὡς τὸ ‘λελασμένος’ ἀντὶ τοῦ ‘λελησμένος’. καὶ
116
τὸ διαιρεῖν τὰ περισπώμενα ῥήματα, 〈ὡς τὸ〉 ‘φρονέων’ καὶ ‘νοέων’, καὶ
117
τὰς γενικὰς τὰς εἰς ους ληγούσας, ὡς τὸ ‘Διομήδεος’, καὶ τῶν θηλυκῶν
118
τὰς γενικὰς τὰς εἰς ων ληγούσας, ὡς τὸ ‘πυλέων’, ‘νυμφέων’, καὶ τῶν
119
οὐδετέρων τὰς πληθυντικὰς εὐθείας τὰς εἰς τὸ η ληγούσας, ὡς τὸ
120
‘στήθεα’, ‘βέλεα’, καὶ τὰς γενικὰς αὐτῶν ὁμοίως. ἰδίως δὲ λέγουσι καὶ
121
τὸ ‘τετράφαται’ καὶ τὰ τοιαῦτα.
122
Μάλιστα δὲ τῇ Ἀτθίδι διαλέκτῳ κέχρηται· καὶ γὰρ ἐπίμικτος ἦν.
123
καὶ ἐπεὶ λέγεται παρὰ τοῖς Ἀττικοῖς ‘λεὼς’ ὁ ‘λαός’, κατὰ ταύτην τὴν
124
συνήθειαν ἔστι παρ' αὐτῷ ὁ ‘Πηνέλεως’ καὶ τὸ ‘χρέως’. ἔστι δὲ αὐτοῖς
125
σύνηθες καὶ τὸ συναλείφειν ἐνίοτε καὶ ἀντὶ δύο ποιεῖν μίαν συλλαβήν,
126
‘τὸ ἔπος’ ‘τοὔπος’ καὶ ‘τὸ ἱμάτιον’ ‘θοιμάτιον’, οἷς ἐστιν ὅμοιον
127
Τρῶες δὲ προύτυψαν ἀολλέες
128
〈ἀντὶ τοῦ ‘προέτυψαν’,〉 καὶ
129
πεδία λωτεῦντα,
130
ἀντὶ τοῦ ‘λωτεύοντα’. καὶ τὸ ὑφαιρεῖν τὸ η τῶν τοιούτων εὐκτικῶν,
131
‘δοκοίης’ ‘δοκοῖς’, ‘τιμῴης’ ‘τιμῷς’, ἔστιν Ἀττικόν, ᾧ ἀκολούθως εἴρη-
132
ται
133
ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
134
ὁμοίως δὲ καὶ τοῦτο Ἀττικὸν
135
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους,
136
ὃ λέγομεν ‘κακίονες’ καὶ ‘ἀρείονες’. καὶ τὸ τὰς αἰτιατικὰς τῶν τοι-
137
ούτων μὴ διαιρεῖν, τοὺς ‘βοῦς’, τοὺς ‘ἰχθῦς’
138
βοῦς περιταμνομένους
139
καὶ
140
ἰχθῦς ὄρνιθάς τε.
141
κἀκεῖνο δὲ εἴρηται Ἀττικῶς
142
οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες,
143
ὡς ‘ζευγνῦσι’, ‘ὀμνῦσι’. καὶ τὸ ἐξαιρεῖν τὰ βραχέα τῶν τοιούτων Ἀττι-
144
κόν, ‘λούεται’ ‘λοῦται’, ‘οἴομαι’ ‘οἶμαι’. οὕτως οὖν καὶ τὸ ‘λύτο’ ἀντὶ
145
τοῦ ‘ἐλύετο’. τῶν αὐτῶν ἐστι καὶ τὸ ‘ἑώρων’ καὶ ‘ἐωνησάμην’, ἐκ πε-
146
ρισσοῦ προστιθέντων τὸ ε, ὅθεν ἐστὶ καὶ τὸ ‘ἐῳνοχόει’. καὶ τὸ συναι-
147
ρεῖν τὸ ι ἐπὶ τῶν τοιούτων, ‘ἠιόνες’ ‘ᾐόνες’, ‘Νηρηίδες’ ‘Νηρῇδες’.
148
οὕτω καὶ τὸ
149
σφῲ δὲ μάλ' ἠθέλετον.
150
καὶ ἐπὶ τῆς εἰς ι καθαρὸν ληγούσης δοτικῆς παρατελευτῶντος τοῦ α,
151
‘κέραι’ ‘κέρᾳ’, ‘γήραι’ ‘γήρᾳ’, ‘σέλαι’ ‘σέλᾳ’. ἔτι καὶ τοῦτο Ἀττικόν, τὸ
152
λέγειν ‘ἔστων’ ἀντὶ τοῦ ‘ἔστωσαν’ καὶ ‘ἑπέσθων’ ἀντὶ τοῦ ‘ἑπέσθωσαν’.
153
ἔστι δὲ καὶ ἡ τῶν δυϊκῶν χρῆσις τῆς 〈Ἀττικῆς〉 συνηθείας, καὶ
154
Ὅμηρος χρῆται συνεχῶς. καὶ τὸ τοῖς θηλυκοῖς ἀρρενικὰ ἄρθρα ἢ μετ-
155
οχὰς ἢ ἐπίθετα συντάσσειν, ὡς τὸ ‘τὼ χεῖρε’, ‘τὼ γυναῖκε’, καὶ παρὰ
156
Πλάτωνι ‘ἰδέα ἄγοντε καὶ φέροντε’, καὶ ‘ἡ σοφὸς γυνὴ’ καὶ ‘ἡ δίκαι-
157
ος’. οὕτως οὖν καὶ Ὅμηρος ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς ἔφη
158
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
159
καὶ
160
ἤτοι Ἀθηναίη ἀκέων ἦν
161
καὶ
162
κλυτὸς Ἱπποδάμεια.
163
Καὶ περὶ τὴν σύνταξιν δὲ πολλὰ ἰδιώματα ἐχουσῶν τῶν διαλέκτων,
164
ὅταν εἴπῃ ὁ ποιητὴς
165
ἀλλ' ἄγ' ὀίστευσον Μενελάου κυδαλίμοιο,
166
Ἀττικὴν δείκνυσι συνήθειαν. ὅταν δὲ εἴπῃ
167
δέξατό οἱ σκῆπτρον
168
καὶ
169
Θέμιστι δὲ καλλιπαρῄῳ
170
δέκτο δέπας,
171
ἐν τούτοις δωρίζει.
172
Ὅλως μὲν οὖν τὰς πάντων 〈τῶν〉 Ἑλλήνων φωνὰς ἀθροίζων ποικί-
173
λον ἀπεργάζεται τὸν λόγον καὶ χρῆται ποτὲ μὲν ταῖς ξέναις, ὥσπερ
174
εἰσὶν αἱ προειρημέναι, ποτὲ δὲ ταῖς ἀρχαίαις, ὡς ὅταν λέγῃ ‘ἄορ’ καὶ
175
‘σάκος’, ποτὲ δὲ ταῖς κοιναῖς καὶ συνήθεσιν, ὡς ὅταν λέγῃ ‘ξίφος’ καὶ
176
‘ἀσπίδα’. καὶ θαυμάσειέ τις, ὅτι καὶ 〈αἱ〉 κοιναὶ λέξεις παρ' αὐτῷ σῴ-
177
ζουσι τὸ σεμνὸν τοῦ λόγου· τοιοῦτον γὰρ τὸ
178
ἵππους τε ξανθὰς ἑκατὸν καὶ πεντήκοντα.
179
Ἐπεὶ δὲ ὁ ἐγκατάσκευος λόγος φιλεῖ τὴν τοῦ συνήθους ἐξαλλαγήν,
180
ὑφ' ἧς ἐναργέστερος ἢ σεμνότερος ἢ πάντως τερπνότερος γίνεται, καὶ
181
ἡ μὲν τῶν λέξεων ἐκτροπὴ καλεῖται τρόπος, ἡ δὲ τῆς συνθέσεως
182
σχῆμα (καὶ ἔστι τὰ εἴδη τούτων ἐν τῇ τεχνολογίᾳ ἀναγεγραμμένα),
183
θεασώμεθα τί τούτων Ὁμήρῳ παρείληπται, ἢ τί ἕτερον ὑπὸ τῶν μετ'
184
αὐτὸν εὕρηται, ὃ ἐκεῖνος οὐκ εἶπε πρῶτος.
185
Τῶν τοίνυν τρόπων ὀνοματοποιία καὶ πάνυ σύνηθές ἐστιν αὐτῷ.
186
οἶδε γὰρ καὶ τὴν παλαιὰν ἀρχὴν τῶν ὀνομάτων, ὅτι οἱ πρῶτοι τὰ
187
πράγματα ὀνομάσαντες πολλὰ ἀπὸ τοῦ συμβεβηκότος προσηγόρευσαν
188
καὶ τὰς ἀνάρθρους φωνὰς τοῖς ἐγγραμμάτοις ἐξετύπωσαν, ὡς τὸ ‘φυ-
189
σᾶν’ καὶ τὸ ‘τρίζειν’ καὶ τὸ ‘μυκᾶσθαι’ καὶ τὸ ‘βροντᾶν’ καὶ τὰ τού-
190
τοις ὅμοια. ὅθεν καὶ αὐτὸς ἐποίησέ τινα ὀνόματα οὐκ ὄντα πρότερον,
191
πρὸς τὰ σημαινόμενα τυπώσας, οἷον τὸν ‘δοῦπον’ καὶ τὸν ‘ἄραβον’ καὶ
192
τὸν ‘βόμβον’ καὶ τὸ ‘ῥόχθει’ καὶ τὸ ‘ἀνέβραχε’ καὶ τὸ ‘σίζε’ καὶ τὰ τοι-
193
αῦτα, ὧν οὐκ ἂν εὕροι τις εὐσημότερα.
194
Καὶ πάλιν ἄλλας κοινὰς λέξεις ἐπ' ἄλλων πραγμάτων κειμένας ἐπ'
195
ἄλλα μετέθηκεν, οἷόν ἐστι καὶ τοῦτο·
196
φλέγμα κακὸν φορέουσα,
197
ὃ σημαίνει τὴν κατὰ τὸ φλέγειν ἐνέργειαν. καὶ τὸν ‘πυρετὸν’ 〈παγείλη-
198
φεν〉 ἀντὶ τοῦ ‘πυρός’. οἷς ὅμοιόν ἐστι καὶ τὸ
199
χαλκοτύπους ὠτειλάς·
200
βούλεται γὰρ εἰπεῖν τὰς ὑπὸ τοῦ χαλκοῦ τετυπωμένας. καὶ ὅλως
201
πολλῇ τῇ καινότητι τῶν λέξεων κέχρηται, μετὰ πολλῆς ἐξουσίας τὰ
202
μὲν ἐξαλλάσσων παρὰ τὴν συνήθειαν, τὰ δὲ εὐσημότερα καθιστάς,
203
ἕνεκα τοῦ κάλλος καὶ μέγεθος ἐμποιεῖν τοῖς λόγοις.
204
Πολλὴ δέ ἐστιν αὐτῷ καὶ ἡ τῶν ἐπιθέτων εὐπορία, ἅπερ οἰκείως
205
καὶ προσφυῶς τοῖς ὑποκειμένοις ἡρμοσμένα δύναμιν ἴσην ἔχει τοῖς κυ-
206
ρίοις ὀνόμασιν, ὥσπερ τῶν θεῶν ἑκάστῳ ἰδίαν τινὰ προσηγορίαν προσ-
207
τίθησι, τὸν Δία ‘μητιέτην’ καὶ ‘ὑψιβρεμέτην’ καὶ τὸν Ἥλιον ‘Ὑπε-
208
ρίονα’ καὶ τὸν Ἀπόλλωνα ‘Φοῖβον’ καλῶν. μετὰ δὲ τὴν ὀνοματοποιίαν
209
ἴδωμεν καὶ τοὺς ἄλλους τρόπους.
210
Κατάχρησις μὲν δή, ἥπερ ἀπὸ τοῦ κυρίως δηλουμένου μεταφέρει
211
τὴν φράσιν ἐφ' ἕτερον οὐκ ἔχον ὄνομα κύριον, ἔστι παρὰ τῷ ποιητῇ,
212
ὅταν λέγῃ
213
σειρὴν χρυσείην
214
(σειρὰ γὰρ κυρίως ἐπὶ τοῦ σχοινίου τάσσεται) καὶ ὅταν εἴπῃ
215
αἰγείην κυνέην·
216
ἡ μὲν γὰρ περικεφαλαία κέκληται ‘κυνέη’ παρ' αὐτῷ, ἐπεὶ ἐκ δέρμα-
217
τος κυνὸς γίνεσθαι αὐτὴν ἔθος ἦν, ἡ δὲ αἰγεία δηλονότι ἐστὶ δέρμα
218
αἰγός.
219
Μεταφορὰ δέ, ἥπερ ἐστὶν 〈λέξις〉 ἀπὸ τοῦ κυρίως δηλουμένου πράγ-
220
ματος ἐφ' ἕτερον μετενηνεγμένη κατὰ τὴν ἀμφοῖν ἀνάλογον ὁμοιό-
221
τητα, καὶ πολλὴ καὶ ποικίλη ἐστὶ παρ' αὐτῷ, οἷόν ἐστιν
222
ἧκε δ' ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο
223
καὶ
224
νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
225
ὃν γὰρ λόγον ἔχει ἡ κορυφὴ πρὸς ἄνθρωπον, τοῦτον καὶ ἡ ἀκρώρεια
226
πρὸς τὸ ὄρος, καὶ ὃν στέφανος πρὸς τοῦτον ᾧ. περίκειται, τὸν αὐτὸν
227
καὶ θάλασσα πρὸς νῆσον. ἀλλὰ τὸ χρήσασθαι τοῖς ὁμοίοις ἀντὶ τῶν
228
κυρίων ὀνόμασιν εὐειδέστερον καὶ ἐναργέστερον ποιεῖ τὸν λόγον.
229
Εἰσὶ δὲ καὶ παρ' αὐτῷ μεταφοραὶ ποικίλαι. αἱ μὲν ἀπὸ ἐμψύχων
230
ἐπὶ ἔμψυχα, οἷον
231
φθέγξατο δ' ἡνίοχος νηὸς κυανοπρῴροιο
232
ἀντὶ τοῦ ‘ναύτης’, καὶ
233
βῆ δὲ μετ' Ἀτρεΐδην Ἀγαμέμνονα, ποιμένα λαῶν
234
ἀντὶ τοῦ ‘βασιλέα’. αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον
235
ὑπαὶ πόδα νείατον Ἴδης,
236
‘τὴν ὑπώρειαν’, καὶ
237
οὖθαρ ἀρούρης,
238
‘τὸ γόνιμον’. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον
239
σιδήρειον νύ τοι ἦτορ
240
ἀντὶ τοῦ ‘σκληρόν’. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, οἷον
241
σπέρμα πυρὸς σῴζων
242
ἀντὶ τοῦ ‘γόνιμον ἀρχήν’. ὥσπερ δὲ ὀνομάτων, 〈οὕτω〉 καὶ ῥημάτων
243
εἰσὶ παρ' αὐτῷ μεταφοραί, οἷον
244
ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω
245
ἀντὶ τοῦ ‘ἠχοῦσιν’.
246
Ἕτερος τρόπος ἐστὶν ἡ καλουμένη μετάληψις, κατὰ συνωνυμίαν
247
σημαίνουσα πρᾶγμά τι διάφορον, οἷον
248
ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι·
249
βούλεται γὰρ σημῆναι τὰς κυρίως λεγομένας ὀξείας νήσους, ἐπεὶ συν-
250
ωνυμεῖ τὸ ‘θοὸν’ τῷ ‘ὀξύ’, ὀξὺ δὲ οὐ μόνον τὸ κατὰ κίνησιν ταχύ
251
ἐστιν ἀλλὰ καὶ τὸ κατὰ σχῆμα προηγμένον εἰς λεπτότητα. τοιοῦτόν
252
ἐστι καὶ τὸ
253
ἐγὼ δ' ἐθόωσα παραστάς.
254
Ἄλλος τρόπος 〈ἐστὶν〉 ἡ συνεκδοχὴ λεγομένη, ἀπὸ τοῦ κυρίως
255
σημαινομένου ἕτερόν τι τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων παριστᾶσα. καὶ
256
ἔστιν ὁμοίως καὶ ὁ τρόπος οὗτος ποικίλος. ἐκδεχόμεθα γὰρ ἤτοι ἀπὸ
257
τοῦ ὅλου τὸ μέρος, οἷον
258
οἱ δ' ἰθὺς πρὸς τεῖχος ἐύδμητον βόας αὔας·
259
ἀπὸ γὰρ τῶν βοῶν τὰς βύρσας, ἐξ ὧν αἱ ἀσπίδες, δηλοῦν βούλεται. ἢ
260
ἀπὸ μέρους τὸ ὅλον, οἷον
261
τοίην γὰρ κεφαλὴν ποθέω·
262
ἀπὸ γὰρ τῆς κεφαλῆς τὸν ἄνδρα σημαίνει. καὶ ὅταν λέγῃ ‘λευκώλενον’
263
τὴν καλὴν καὶ ‘ἐυκνήμιδας’ τοὺς εὐόπλους. ἢ ἀπὸ ἑνὸς τὰ πολλά, ὡς
264
ὅταν εἴπῃ ἐπὶ τοῦ Ὀδυσσέως
265
ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
266
οὐ γὰρ μόνος ἀλλὰ σὺν τοῖς ἄλλοις Ἕλλησι τὴν Τροίαν ἐπόρθησεν.
267
ἀπὸ δὲ τῶν πολλῶν τὸ ἕν, οἷον
268
στήθεά θ' ἱμερόεντα,
269
τουτέστι τὸ στῆθος. ἀπὸ δὲ εἴδους 〈τὸ〉 γένος, 〈οἷον〉
270
μαρμάρῳ ὀκριόεντι βαλών·
271
εἶδος γάρ ἐστι λίθου ὁ μάρμαρος. ἀπὸ δὲ γένους τὸ εἶδος, οἷον
272
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
273
οὐ γὰρ πάντας ἀλλὰ τοὺς μαντικοὺς ὄρνιθας εἰπεῖν βούλεται. ἀπὸ δὲ
274
τῶν παρεπομένων τὴν πρᾶξιν, οἷον
275
[Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν·
276
ἀπὸ γὰρ τοῦ τόξου τὴν περὶ τὸ τόξον ἐμπειρίαν δηλοῖ. καὶ]
277
ἑζόμενοι λεύκαινον ὕδωρ
278
καὶ
279
οἱ δὲ πανημέριοι σεῖον ζυγόν·
280
ἀπὸ γὰρ τοῦ συμβαίνοντος ἐπὶ μὲν τοῦ προτέρου τὸ ‘ἤλαυνον’, ἐπὶ δὲ
281
τοῦ δευτέρου τὸ ‘ἔτρεχον’ δηλοῖ. ἀπὸ δὲ τοῦ προηγουμένου τὸ ἀκόλου-
282
θον, 〈οἷον〉
283
λῦσε δὲ παρθενίην ζώνην·
284
ἀκολουθεῖ γὰρ τούτῳ τὸ ‘διεκόρευσεν’. ἀπὸ δὲ τοῦ ἀκολούθου τὸ
285
προηγούμενον, ὡς ὅταν ‘ἐναρίζειν’ λέγῃ τὸ φονεύειν ἀπὸ τοῦ σκυλεύ-
286
ειν.
287
Ἔστι δὲ καὶ ἄλλος τρόπος ἡ μετωνυμία, λέξις ἐπ' ἄλλου μὲν κυρίως
288
κειμένη, ἄλλο δὲ κατὰ ἀναφορὰν σημαίνουσα, οἷόν ἐστι παρ' αὐτῷ τὸ
289
ἦμος ὅτ' αἰζηοὶ Δημήτερα κωλοτομεῦσι·
290
τὸν γὰρ πύρινον καρπὸν δηλοῖ, ἀπὸ τῆς εὑρούσης Δήμητρος ὀνομάσας.
291
καὶ ὅταν εἴπῃ
292
σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο,
293
ἐν τῷ τοῦ Ἡφαίστου ὀνόματι τὸ πῦρ λέγει. ὅμοιον δέ ἐστι τοῖς εἰρη-
294
μένοις καὶ τοῦτο·
295
ὅς κεν ἐμῆς γε
296
χοίνικος ἅπτηται·
297
λέγει γὰρ τὰ ἐμπεριεχόμενα τῇ χοίνικι.
298
Ἔστι καὶ ἄλλος τρόπος ἡ ἀντονομασία, λέξις δι' ἐπιθέτων ἢ
299
συσσήμων ὄνομα ἴδιον σημαίνουσα, ὡς ἐν τούτῳ·
300
Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
301
Ἀτρεΐδην προσέειπε·
302
δηλοῖ γὰρ διὰ τούτων τόν τε Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα. καὶ πάλιν
303
θάρσει, Τριτογένεια, φίλον τέκος
304
καὶ ἐν ἄλλοις
305
Φοῖβος ἀκερσεκόμης·
306
τὸ μὲν γὰρ τὴν Ἀθηνᾶν, τὸ δὲ τὸν Ἀπόλλωνα δηλοῖ.
307
Ἔστι καὶ ἡ ἀντίφρασις, λέξις τὸ ἐναντίον 〈διὰ τοῦ ἐναντίου〉 ἢ τοῦ
308
παρακειμένου σημαίνουσα, ὡς ἐν τούτῳ·
309
οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς·
310
βούλεται γὰρ εἰπεῖν τὸ ἐναντίον, ὅτι ἰδὼν αὐτοὺς ἐλυπήθη.
311
Ἔστι καὶ ἡ ἔμφασις, ἥπερ δι' ὑπονοίας ἐπίτασιν τοῦ λεγομένου
312
παρίστησιν, οἷον
313
αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ' Ἐπειός.
314
ἐν γὰρ τῷ ‘κατεβαίνομεν’ τὸ μέγεθος τοῦ ἵππου ἐμφαίνει. ὅμοιον δὲ
315
κἀκεῖνο·
316
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι·
317
καὶ γὰρ ἐν τούτῳ παρέχει μείζονα ἔννοιαν, ὡς βαπτισθέντος οὕτως
318
τοῦ ξίφους, ὥστε θερμανθῆναι. τοιοίδε μὲν οἱ τῶν λέξεων τρόποι ὑπὸ
319
Ὁμήρου πρώτου πεποιημένοι.
320
Ἴδωμεν δὲ καὶ τὰς τῆς συντάξεως ἐκτροπάς, τὰ καλούμενα σχή-
321
ματα, εἰ καὶ ταῦτα πρῶτος Ὅμηρος ὑπέδειξε. τὸ δὲ σχῆμά ἐστι λόγος
322
ἐξηλλαγμένος τοῦ ἐν ἔθει κατά τινα πλάσιν κόσμου ἢ χρείας χάριν.
323
κάλλος μὲν γὰρ τοῖς λόγοις περιτίθησι διὰ τῆς ποικιλίας καὶ μεταβο-
324
λῆς τοῦ λόγου καὶ σεμνοτέραν ἀπεργάζεται τὴν φράσιν, χρειώδης δέ
325
ἐστιν εἰς τὸ ἐξᾶραι καὶ ἐπιτεῖναι τὰς ἐμφύτους ποιότητας καὶ δυνάμεις
326
τῶν πραγμάτων.
327
Τῶν δὲ σχημάτων τὰ μὲν κατὰ πλεονασμὸν ποιεῖ, ἐνίοτε μὲν διὰ τὸ
328
μέτρον, ὡς τοῦτο·
329
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα·
330
τὸ γὰρ ‘πάντα’ μηδὲν συντελοῦν ἔγκειται. ἔστι δὲ ὅτε κόσμου χάριν,
331
ὡς τὸ
332
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός.
333
τὸ γὰρ ‘μάλα’ πλεονάζει κατὰ συνήθειαν Ἀττικήν.
334
Ἄλλοτε δὲ διὰ πλειόνων λέξεων τὸ σημαινόμενον ἀποδίδωσιν, ὃ κα-
335
λεῖται περίφρασις, ὡς ὅταν λέγῃ
336
υἷας Ἀχαιῶν
337
τοὺς Ἀχαιοὺς καὶ
338
βίην Ἡρακληείην
339
τὸν Ἡρακλέα.
340
Καὶ τὰ τοιαῦτα δὲ κατὰ ἐναλλαγὴν σχηματίζει, τὴν εἰθισμένην τά-
341
ξιν ἀναστρέφων καὶ ἤτοι ἐν μέσῳ μηδὲν ἐντιθείς, ὡς εἶναι τὴν μετά-
342
θεσιν λέξεως ἀγχίστροφον, ὅπερ ἰδίως ἀναστροφὴ λέγεται, ὡς ἐν τῷ
343
ὄρνιθες ὥς,
344
ποτὲ δὲ καὶ μέσας λέξεις ἐντιθείς, ὃ καλεῖται ὑπερβατόν, ὡς ἐν τούτῳ·
345
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδὼς
346
ἀντὶ τοῦ ‘λέων ταῦρον κατεδηδώς’. καὶ λέξιν μὲν οὕτως ὑπερβιβάζει,
347
ἐνίοτε δὲ καὶ ὅλον λόγον, ὡς ἐν τούτῳ·
348
ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες
349
σμερδαλέον κονάβησαν ἀυσάντων ὑπ' Ἀχαιῶν,
350
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο.
351
τὸ δὲ ἑξῆς ἐστιν ‘Ἀργεῖοι δὲ μέγ' ἴαχον μῦθον ἐπαινήσαντες Ὀδυσσῆος
352
θείοιο’.
353
Τοῦ δὲ αὐτοῦ εἴδους ἔχεται καὶ ἡ καλουμένη παρεμβολή, ὅταν ἔξω-
354
θέν τινα μηδὲν προσήκοντα τοῖς προκειμένοις ἐμβάληται, ἃ κἂν ἐξέλῃ
355
τις οὐδὲν τῆς συντάξεως ἀφαιρεῖ, οἷόν ἐστι
356
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
357
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
358
οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
359
καὶ τὰ ἑξῆς ὅσα περὶ τοῦ σκήπτρου λέγει. εἶτα ἐπιφέρει τὸ ἀκόλουθον
360
τῇ ἀρχῇ
361
ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
362
σύμπαντας.
363
Ἔστι παρ' αὐτῷ καὶ ἡ παλιλλογία, ἐπανάληψις οὖσα μέρους τινὸς
364
λόγου, ἢ πλειόνων λέξεων ἐπαναλαμβανομένων, ὃ καὶ ἀναδίπλωσις κα-
365
λεῖται, οἷόν ἐστι
366
τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
367
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ,
368
ποτὲ δὲ παρεντιθεμένων ἄλλων τινῶν καὶ τῶν αὐτῶν πάλιν ἐπαναλαμ-
369
βανομένων, ὡς ἐν τῷ
370
ἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας,
371
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.
372
ἔστι δὲ τὸ σχῆμα κίνησιν ἐμφαῖνον τοῦ λέγοντος καὶ ἅμα κινοῦν τὸν
373
ἀκροατήν.
374
Τοῦ αὐτοῦ γένους ἐστὶ καὶ ἡ ἐπαναφορά, ὅταν ἐν ἀρχῇ πλειόνων
375
κώλων ταὐτὸν μόριον ἐπαναλαμβάνηται· τούτου δὲ παράδειγμα παρὰ
376
τῷ ποιητῇ 〈ἂν εἴη〉
377
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐίσας,
378
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος,
379
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.
380
καὶ ἔστιν ὁμοίως τὸ σχῆμα οἰκειότατον κινήσεως καὶ εὐεπείας.
381
Ἔστι παρ' αὐτῷ καὶ ἡ ἐπάνοδος, ἥπερ ἐστίν, ὅταν δύο ὀνόματα καὶ
382
πράγματα προθείς τις, μήπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίῃ ἐφ' ἑκά-
383
τερον τῶν ὀνομάτων, ἀποδιδοὺς τὸ τῆς διανοίας ἐλλιπές, ὡς ἐν
384
ἐκείνῳ·
385
Ἄρης τε βροτολοιγὸς Ἔρις τ' ἄμοτον μεμαυῖα,
386
ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηιοτῆτος,
387
Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα.
388
ἔργον δὲ τοῦ σχήματος ποικιλία καὶ σαφήνεια.
389
Ὑπάρχει δὲ καὶ 〈τὸ〉 ὁμοιοτέλευτον σχῆμα παρ' αὐτῷ, ἐν ᾧ τὰ
390
κῶλα εἰς ὁμοίας τῷ ἤχῳ λέξεις τελευτᾷ, τὰς αὐτὰς συλλαβὰς ἐν τοῖς
391
πέρασιν ἔχοντα, οἷόν ἐστι
392
χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν
393
καὶ πάλιν
394
Οὔλυμπόνδ', ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
395
ἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται οὔτε ποτ' ὄμβρῳ
396
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη
397
πέπταται ἀνέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη.
398
ὅταν δὲ εἰς ὀνόματα ὁμοίως κλινόμενα λήγωσιν αἱ περίοδοι ἢ τὰ
399
κῶλα, καὶ ταῦτα εἰς πτώσεις ὁμοίας, ὁμοιόπτωτον τοῦτο ἰδίως ὀνομά-
400
ζεται, οἷόν ἐστιν
401
ἠύτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
402
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων.
403
τὰ δὲ εἰρημένα καὶ τὰ τοιαῦτα μάλιστα προστίθησι τῷ λόγῳ χάριν καὶ
404
ἡδονήν.
405
Δεῖγμα δὲ τῆς περὶ τὴν σύνθεσιν φιλοτεχνίας, ὅτι πολλάκις καὶ δυσὶ
406
σχήμασιν ἐν τοῖς αὐτοῖς ἔπεσι κέχρηται, τῇ τε ἐπαναφορᾷ καὶ τῷ
407
ὁμοιοτελεύτῳ, ὡς ἐν ἐκείνῳ·
408
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,
409
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
410
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω.
411
Τούτων ἔχεται κἀκεῖνο τὸ σχῆμα τὸ καλούμενον πάρισον, ὃ γίνεται
412
ἐκ δυοῖν ἢ καὶ πλειόνων κώλων, ἴσας ἀλλήλαις τὰς λέξεις ἐχόντων.
413
καὶ τοῦτο δὲ πρῶτος Ὅμηρος ἐποίησεν, εἰπὼν
414
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι
415
καὶ πάλιν
416
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι.
417
καὶ τοῦτο δὲ ὅτι πολὺν ἔχει τῆς φράσεως κόσμον, εὔδηλον.
418
Τῆς δὲ ὁμοίας χάριτος ἔχεται καὶ ἡ παρονομασία, ὅταν παρὰ τὸ
419
προκείμενον ἕτερον ὄνομα ἐμφερὲς τεθῇ εὐθὺς 〈ἢ〉 κατὰ σύμμετρον
420
διάστημα, οἷόν ἐστιν
421
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός, κρατερὸς Λυκόεργος,
422
δὴν ἦν
423
καὶ ἐν ἄλλοις
424
τῶν ἦ τοι Πρόθοος θοὸς ἡγεμόνευε.
425
Καὶ τὰ μὲν προειρημένα ἤτοι κατὰ πλεονασμὸν ἢ κατά τινα ποιὰν
426
πλάσιν σχηματίζεται, ἄλλα δὲ κατὰ ἔνδειαν λέξεως, ὧν ἐστιν ἡ καλου-
427
μένη ἔλλειψις, ὅταν καὶ ἄνευ τοῦ ῥηθῆναί τινα λέξιν ἐκ τῶν προειρη-
428
μένων ἡ διάνοια φαίνηται, οἷόν ἐστι
429
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,
430
πεζὸς δ' ἕνδεκά φημι·
431
λείπει γὰρ τὸ ‘ἀλαπάξαι’, νοεῖται δὲ ἐκ τῶν προειρημένων. κἀκεῖνο δὲ
432
λέγεται κατὰ ἔλλειψιν·
433
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης·
434
ἐνδεῖ γὰρ τὸ ‘ἐστί’. καὶ
435
ὢ πόποι, ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο·
436
λείπει γὰρ τὸ ‘πάρεστιν’ ἢ ‘συμβέβηκεν’ ἤ τι τοιοῦτον. καὶ ἄλλα
437
πολλὰ εἴδη τῆς ἐλλείψεως ἔστι παρ' αὐτῷ. ἔργον δὲ τοῦ σχήματος
438
τάχος.
439
Τοιοῦτόν ἐστι καὶ τὸ ἀσύνδετον, ὁπόταν ἐξαιρῶνται οἱ σύνδεσμοι οἱ
440
συνδέοντες τὴν φράσιν, ὅπερ οὐ μόνον τάχους ἀλλὰ καὶ ἐμφάσεως πα-
441
θητικῆς χάριν γίνεται, οἷόν ἐστι καὶ τοῦτο·
442
ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ' Ὀδυσσεῦ·
443
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά·
444
ἐν τούτοις γὰρ ὁ ‘καὶ’ σύνδεσμος ἐξῄρηται, τὸν τάχιστον τρόπον τῆς
445
ἀπαγγελίας ζητοῦντος τοῦ λέγοντος.
446
Ἔστιν ἐν τοῖς σχήμασι καὶ τὸ καλούμενον ἀσύντακτον, ὃ καὶ ἀλ-
447
λοίωσις καλεῖται, ἐπειδὰν ἡ συνήθης τάξις ἀλλοία γένηται. καὶ ἔστι
448
ποικίλη ἕνεκα τοῦ κόσμον ἢ χάριν ἐμποιεῖν τοῖς λόγοις, τῆς μὲν συν-
449
ήθους τάξεως οὐ δοκούσης ἀκολουθεῖν, 〈τῆς δὲ ἐνηλλαγμένης〉 ἐπί τι
450
ἴδιον ἀναφορὰν ἐχούσης [ἀκολουθίαν].
451
Συμβαίνει δὲ πολλαχῶς περὶ τὰ γένη τῶν ὀνομάτων ἐναλλασσόμενα,
452
οἷόν ἐστι τὸ
453
κλυτὸς Ἱπποδάμεια
454
ἀντὶ τοῦ ‘κλυτή’, καὶ
455
θῆλυς ἐέρση
456
ἀντὶ τοῦ ‘θήλεια’. σύνηθες γὰρ ἦν τοῖς παλαιοῖς, καὶ μάλιστα τοῖς Ἀτ-
457
τικοῖς, χρῆσθαι τοῖς ἀρρενικοῖς καὶ ἀντὶ τῶν θηλυκῶν ὡς κρείττοσι
458
καὶ δυνατωτέροις, οὐκ ἀμέτρως μέντοι οὐδ' ἀλόγως, ἀλλ' ὅταν δέῃ
459
χρῆσθαι ὀνόματι ἐπιθέτῳ ἐκτὸς ὄντι τοῦ σώματος, περὶ οὗ ἐστιν ὁ
460
λόγος. περὶ μὲν γὰρ τὸ σῶμά ἐστιν ‘ὁ μέγας’, ‘ἡ μεγάλη’, ‘ὁ καλός’, ‘ἡ
461
καλὴ’ καὶ τὰ τοιαῦτα, ἐκτὸς δέ, οἷον ‘ἔνδοξος’, ‘εὐτυχής’. (καὶ γὰρ
462
καθολικῶς πάντα τὰ σύνθετα κοινά ἐστιν ἑκατέρου τοῦ γένους.) καὶ
463
ὅταν κοινῶς ἀρρενικῷ καὶ θηλυκῷ ὀνόματι ἐπιφέρηται ῥῆμα ἢ
464
μετοχή, τὸ ἀρρενικὸν ἐπικρατεῖ, ὡς ἐν τούτῳ·
465
παρθενικαί τε καὶ ἠίθεοι ἀταλὰ φρονέοντες.
466
Τινὰ δὲ καὶ παρὰ τὴν τῶν διαλέκτων ἰδιότητα ἢ τὴν τότε συν-
467
ήθειαν λέγεται διαφόρως, οἷόν ἐστιν
468
ἔχει δέ τε κίονας αὐτὸς
469
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
470
Πολλάκις δὲ καὶ μετὰ λόγου ἐναλλάσσει τὰ γένη, ὡς ἐν τούτοις·
471
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι·
472
τὸ μὲν γὰρ ‘τέκνον’ οὐδέτερον ὄνομα, ἐπήνεγκε δὲ ἀρρενικὸν τὸ
473
‘φίλε’, πρὸς τὸ πρόσωπον ἀποτείνας τὸν λόγον. ὅμοιόν ἐστι καὶ τὸ
474
ἀπὸ τῆς Διώνης πρὸς τὴν Ἀφροδίτην εἰρημένον
475
τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ.
476
τῆς δ' αὐτῆς ἀναλογίας κἀκεῖνο ἔχεται·
477
ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,
478
χρύσεον σκῆπτρον ἔχων·
479
τὸ γὰρ ‘ἔχων’ οὐ πρὸς τὴν ψυχὴν ἀλλὰ πρὸς τὸ γένος τοῦ σώματος,
480
τουτέστι πρὸς τὸν Τειρεσίαν, ἥρμοσε. πολλάκις γὰρ οὐ πρὸς τὸν λόγον
481
ἀλλὰ πρὸς τὸ σημαινόμενον ποιεῖται τὴν ἀπόδοσιν, ὡς ἐν τούτῳ·
482
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες,
483
ἐλπόμενοι παρὰ ναῦφιν ἀμύμονα Πηλεΐωνα·
484
τὸ γὰρ ‘ἐλπόμενοι’ οὐχ αἱ φάλαγγες ἀλλ' οἱ ἄνδρες, ἐξ ὧν αἱ φάλαγ-
485
γες συνεστᾶσι.
486
Καὶ κατ' ἄλλον δὲ τρόπον τὰ γένη ἐξαλλάσσει, ὡς ὅταν εἴπῃ
487
νεφέλη δέ μιν ἀμφιβέβηκε
488
κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ·
489
ἐπεὶ γὰρ συνωνύμως λέγεται ‘νεφέλη’ καὶ ‘νέφος’, προειπὼν τὴν ‘νεφέ-
490
λην’ ἐπήνεγκε τὸ οὐδέτερον ‘νέφος’. ὅμοια δέ ἐστι τούτῳ κἀκεῖνα τὰ
491
ἔπη·
492
τῶν δ', ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλά,
493
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
494
ἔνθα καὶ ἔνθα πέτονται ἀγαλλόμεναι πτερύγεσσι,
495
κλαγγηδὸν προκαθιζόντων·
496
προθεὶς γὰρ γενικῶς ‘τὰ τῶν ὀρνίθων ἔθνη’, ἅπερ οὐδετέρως λέγεται,
497
ἐπήνεγκε τὸ θηλυκὸν
498
ἔνθα καὶ ἔνθα πέτονται ἀγαλλόμεναι πτερύγεσσι,
499
εἶτα
500
κλαγγηδὸν προκαθιζόντων,
501
ἀποδιδοὺς τὸ οἰκεῖον τῷ γενικῷ ὀνόματι ‘τῶν ἐθνῶν τῶν ὀρνίθων’.
502
Ἅμα δὲ τοῖς γένεσι καὶ τοὺς ἀριθμοὺς ἐναλλάσσει πολλάκις ὁ ποιη-
503
τής, λέγων
504
ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο·
505
προθεὶς γὰρ τὸ ἑνικὸν ἐπήνεγκε τὸ πληθυντικόν, δηλονότι πρὸς τὸ ση-
506
μαινόμενον ἀναφέρων, ἐπειδήπερ ‘ἡ πληθὺς’ τῇ μὲν προσηγορίᾳ ἐστὶν
507
ἑνικόν, πολλοὺς δ' ἐν αὑτῷ περιείληφεν.
508
Ἐκ τοῦ ἐναντίου δέ ἐστι τὸ ὅμοιον, ἐπειδὰν προτεθέντος τοῦ πλη-
509
θυντικοῦ τὸ ἑνικὸν ἐπενεχθῇ, ὡς ἐν τούτῳ·
510
οἱ δ' ἄλκιμον ἦτορ ἔχοντες
511
πρόσσω πᾶς πέτεται·
512
τὸ γὰρ ‘πᾶς’ τῷ λόγῳ ἑνικόν ἐστι, τέτακται δὲ ἐπὶ πλήθους, ἴσον δυ-
513
νάμενον τῷ ‘πάντες’. τῆς δὲ αὐτῆς ἰδέας [τοῦ σχήματος] ἐστὶ κἀκεῖνα·
514
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
515
ἷξον· τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον·
516
νοοῦνται γὰρ ‘οἱ Πύλιοι’.
517
Περὶ δὲ τὰς πτώσεις γίνεται ἀλλοίωσις παρ' αὐτῷ, εὐθείας μὲν καὶ
518
κλητικῆς ἐναλλασσομένης ἐν τοῖς τοιούτοις·
519
αὐτὰρ ὁ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι
520
καὶ
521
νεφεληγερέτα Ζεὺς
522
καὶ
523
δός, φίλος· οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν.
524
γενικῆς δὲ καὶ δοτικῆς ἐν τοῖς τοιούτοις·
525
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
526
ἀντὶ τοῦ ‘Τρώων’, καὶ ἐκ τοῦ ἐναντίου
527
ἡ δ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
528
ἀντὶ τοῦ ‘περὶ σπέει γλαφυρῷ’. καὶ τούτων δέ ἐστιν ἡ αἰτία αὕτη, ὅτι
529
συγγένειάν τινα δοκοῦσιν ἔχειν πρὸς ἀλλήλας ἥ τε εὐθεῖα καὶ ἡ αἰτια-
530
τικὴ καὶ ἡ κλητική. διὸ καὶ ἐν τοῖς οὐδετέροις εἰσὶν αἱ αὐταί, καὶ ἐν
531
πολλοῖς τῶν ἀρρενικῶν καὶ θηλυκῶν ἥ τε εὐθεῖα καὶ ἡ κλητική ἐστιν
532
ἡ αὐτή. ὁμοίως δὲ καὶ ἡ γενικὴ πρὸς τὴν δοτικὴν ἔχει τινὰ συγγέ-
533
νειαν. ταῦτα δὲ καὶ ἐν τοῖς δυϊκοῖς ἀριθμοῖς ἐπὶ πάντων τῶν ὀνομά-
534
των εὑρίσκεται. ὅθεν εἰκότως παρὰ τὴν συνήθειαν τὰς πτώσεις ἐναλ-
535
λάσσει. [ἐνίοτε δὲ καὶ λόγον ἔστιν εὑρεῖν τῆς ἐξαλλαγῆς, ὡς ἐν τῷ
536
ἐπιστάμενοι πεδίοιο
537
〈κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι
538
ἀντὶ τοῦ ‘διὰ τοῦ πεδίου’〉. καὶ τὸ
539
διέπρησσον πεδίοιο
540
ἴσον τῷ ‘ἐπέρων διὰ τοῦ πεδίου’.]
541
Εὖ δὲ ἔχει παρ' αὐτῷ καὶ ἡ τῶν πτώσεων μεταβολὴ ἐν ἀρχῇ τῶν
542
δύο ποιήσεων· ἐν ἑκατέρᾳ γὰρ προθεὶς τὴν αἰτιατικὴν ἐπήνεγκε τὴν
543
εὐθεῖαν, εἰπὼν
544
μῆνιν ἄειδε, θεά,
545
ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε
546
καὶ
547
ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
548
πλάγχθη.
549
Ἔστι δὲ ὅτε τῇ γενικῇ τὴν εὐθεῖαν ἐπιφέρει, ὡς ἐν τούτῳ·
550
τῶν οἳ νῦν βροτοί εἰσι.
551
Πολλὰ δὲ καὶ ἑτέρως σχηματίζει, ὡς ἔχει καὶ τὸ
552
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
553
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
554
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες,
555
ἀστράπτων ἐπιδέξι', ἐναίσιμα σήματα φαίνων.
556
τούτῳ δὲ ὅμοιόν ἐστι κἀκεῖνο·
557
ὁ δ' ἀγλαΐηφι πεποιθώς,
558
ῥίμφα ἑ γοῦνα φέρει.
559
καὶ ταῦτα δὲ ἐξήνεγκε κατά τινα ἀρχαϊκὴν συνήθειαν, καὶ οὐδὲ ταῦτα
560
ἀλόγως. [εἰ γάρ τις τὰς μετοχὰς ἀναλύσειεν εἰς ῥήματα, εὕροι ἂν τὸ
561
ἀκόλουθον· τὸ γὰρ ‘ἀστράπτων’ ἴσον ἐστὶ τῷ ‘ὅτε ἤστραπτε’ καὶ τὸ
562
‘πεποιθὼς’ τῷ ‘ἐπεὶ πέποιθε’.] τούτοις ἐστὶ κἀκεῖνα παραπλήσια·
563
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
564
καὶ
565
τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν
566
ἤι', ὁ δ' ἐς Τρώων ὅμαδον κίε
567
καὶ τὰ τοιαῦτα. οὐκ ἄλογον γὰρ τὸν μέλλοντα περὶ δυοῖν τινων λέγειν
568
προτάξαι τὴν εὐθεῖαν πτῶσιν καὶ τὸ κοινὸν αὐτῶν ἑκατέρῳ φυλάξαντα
569
καινὸν ἀπεργάσασθαι τὸν λόγον. ὅτι δὲ τὸ καινὸν τοῦ λόγου χάριν
570
πολλὴν ἐπιφαίνει, πρόδηλον.
571
Ἔστι δὲ ὅπου τὴν κοινὴν πτῶσιν προθεὶς τὸν περὶ ἑνὸς ἐπιφέρει
572
λόγον, ὡς ἐν τούτῳ·
573
ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς.
574
Καὶ τὰ εἴδη δὲ τῶν ὀνομάτων ἐξαλλάσσει πολλάκις, ποτὲ μὲν ἐξ
575
ὑπερβολῆς τιθεὶς τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ, ὡς τὸ
576
σαώτερος ὥς κε νέηαι,
577
ποτὲ δὲ καὶ τὸ ὑπερθετικὸν ὁμοίως ἀντὶ τοῦ ἁπλοῦ, ὡς τὸ
578
δικαιότατος Κενταύρων.
579
τοιαύτη μὲν ἡ ἐξαλλαγὴ ἐν τοῖς ὀνόμασιν.
580
Ἐν δὲ τοῖς ῥήμασι γίνεται ἐξαλλαγὴ τῶν μὲν ἐγκλίσεων, ὡς ὅταν τὸ
581
ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ παραληφθῇ, οἷον
582
θαρσῶν νῦν, Διόμηδες, ἐπὶ Τρώεσσι μάχεσθαι
583
ἀντὶ τοῦ ‘μάχου’. ἢ τὸ ὁριστικὸν ἀντὶ τοῦ εὐκτικοῦ, οἷον
584
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω
585
ἀντὶ τοῦ ‘μυθησαίμην’ καὶ ‘ὀνομήναιμι’. καὶ ἐκ τοῦ ἐναντίου 〈τὸ〉 εὐ-
586
κτικὸν ἀντὶ τοῦ ὁριστικοῦ, οἷον
587
καὶ νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης
588
ἀντὶ τοῦ ‘ἀπώλετο’.
589
Τῶν δὲ χρόνων, ὅταν ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος τεθῇ, ὡς ἐν
590
τούτῳ·
591
τὴν δ' ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν
592
ἀντὶ τοῦ ‘ἐπελεύσεται’. ἢ ἀντὶ τοῦ παρῳχηκότος
593
ἔνθ' ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ
594
καλὸν ὑπεκπρορέει
595
ἀντὶ τοῦ ‘ἔρρεε’. καὶ ὁ μέλλων ἀντὶ τοῦ ἐνεστῶτος
596
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος
597
〈ἀντὶ τοῦ ‘δύνοντος’〉. ἢ ἀντὶ τοῦ παρῳχηκότος
598
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἴπῃ
599
ἀντὶ τοῦ ‘εἶπε’.
600
Καὶ διαθέσεις δὲ ἐναλλάσσονται παρ' αὐτῷ πολλάκις, καὶ τίθεται
601
ἀντὶ ἐνεργητικῶν παθητικὰ ἢ μέσα, οἷον
602
ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος
603
ἀντὶ τοῦ ‘εἷλκε’, καὶ
604
καθορώμενος αἶαν
605
ἀντὶ τοῦ ‘ὁρῶν’. καὶ τοὐναντίον τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ
606
δωρήσω τρίποδα χρυσούατον
607
ἀντὶ τοῦ ‘δωρήσομαι’.
608
Ἔστι δὲ ἰδεῖν ὅπως καὶ τοὺς ἀριθμοὺς ἐναλλάσσων τὸν πληθυντικὸν
609
ἀντὶ τοῦ ἑνικοῦ τίθησιν, ὡς πολλάκις ἐν τῇ συνηθείᾳ, εἴ τις περὶ
610
αὑτοῦ λέγων ὡς ἐπὶ πολλοὺς ἀναφέρει τὸν λόγον, ὡς ἐν τούτῳ·
611
τῶν ἀμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν
612
ἀντὶ τοῦ ‘ἐμοί’.
613
Γίνεται δὲ παρ' αὐτῷ καὶ κατὰ πρόσωπα μεταβολή. καθ' ἕνα μὲν
614
τρόπον οὕτως·
615
ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς' ἐν Ὀλύμπῳ,
616
σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
617
πολλῶν γὰρ ὄντων τῶν θεῶν, ἐν οἷς ἐστι τὸ λέγον πρόσωπον, ἑκά-
618
τερον καλῶς ἐξενήνοχε, τό τε. 〈‘ἐπι〉πείθονται’ καὶ τὸ ‘δεδμήμεσθα’.
619
καθ' ἕτερον δὲ τρόπον, ὅταν τὸ νῦν ἐάσας ἀφ' ἑτέρου ἐφ' ἕτερον
620
πρόσωπον μεταβῇ, ὅπερ ἰδίως ἀποστροφὴ καλεῖται. τῷ δὲ παθητικῷ
621
κινεῖ καὶ ἄγει τὸν ἀκροώμενον, οἷόν ἐστι καὶ τοῦτο·
622
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύσας
623
νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα·
624
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωσε νοήσω
625
〈αὐτοῦ οἱ θάνατον μητίσομαι〉·
626
ἀπὸ γὰρ τοῦ διηγηματικοῦ μετέβαλεν εἰς τὸ μιμητικόν. καὶ ἐν αὐτῷ
627
δὲ τῷ διηγηματικῷ πολλάκις χρῆται τῇ ἀποστροφῇ
628
ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητοι Ἀχαιοί.
629
ἀλλὰ καὶ ἐν τῷ μιμητικῷ πολλάκις χρῆται τῇ ἀποστροφῇ καὶ μετα-
630
βολῇ τῶν προσώπων, ὡς ἐν τούτῳ·
631
ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
632
νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.
633
Ἀτρεΐδη, σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
634
ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας.
635
καὶ ἕτερον δὲ εἶδος ἀποστροφῆς ἐστι τοιοῦτον·
636
Τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη·
637
ἔστι γὰρ ἀντὶ τοῦ ‘οὐκ ἄν τις γνοίη’. καὶ πάλιν
638
ὀδμὴ δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει,
639
θεσπεσίη· τότ' ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
640
Καὶ μετοχαῖς δὲ χρῆται ἀντὶ ῥημάτων, ὡς ἐν τῷ
641
ἥ τ' ἐνὶ κήπῳ
642
καρπῷ βριθομένη
643
ἀντὶ τοῦ ‘βρίθεται’, καὶ
644
ἔνθ' οἵ γ' εἰσέλασαν πρὶν εἰδότες
645
ἀντὶ τοῦ ‘πρὶν εἰδέναι’.
646
Καὶ τὰ ἄρθρα δὲ ἐναλλάσσει πολλάκις, ἀντὶ τῶν ὑποτακτικῶν τοῖς
647
προτακτικοῖς χρώμενος, οἷον
648
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάγρη
649
καὶ [τοὐναντίον]
650
καὶ θώρηχ'· ὁ γὰρ ἦν οἱ, ἀπώλεσε πιστὸς ἑταῖρος.
651
Οὕτω καὶ τὰς προθέσεις εἴωθε μεταλλάσσειν, 〈οἷον〉
652
χθιζὸς ἔβη μετὰ δαῖτα
653
ἀντὶ τοῦ ‘ἐπὶ δαῖτα’, καὶ
654
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακὴν
655
〈ἀντὶ τοῦ ‘κατὰ στρατόν’〉.
656
Ὁμοίως δὲ καὶ προθέσει πτῶσιν ὀνόματος οὐκ οἰκείαν ἐπιφέρει, ὡς
657
ἐν τούτῳ·
658
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι
659
ἀντὶ τοῦ ‘διὰ νυκτός’.
660
Ἐνίοτε δὲ ἀφαιρεῖ τὰς προθέσεις, οἷον
661
τῆς ὅ γε κεῖτ' ἀχέων
662
ἀντὶ τοῦ ‘περὶ ἧς’, καὶ
663
ποτιδέγμενος εἴ τι μιν εἴπῃ
664
ἀντὶ τοῦ ‘προσείπῃ’. καὶ ἄλλας προθέσεις ὁμοίως τὰς μὲν ὑπαλλάσσει,
665
τὰς δὲ ἀφαιρεῖ.
666
Καὶ ἐπιρρήματά τινα ἐναλλάσσει, τοῖς εἰς τόπον καὶ τοῖς ἐν τόπῳ
667
καὶ τοῖς ἐκ τόπου ἀδιαφόρως χρώμενος, οἷον
668
οἱ δ' ἑτέρωσε καθῖζον
669
ἀντὶ τοῦ ‘ἑτέρωθι’, καὶ
670
Αἴας δ' ἐγγύθεν ἦλθεν
671
ἀντὶ τοῦ ‘ἐγγύς’.
672
Ἔστι δὲ παρ' αὐτῷ καὶ τῶν συνδέσμων ἐναλλαγή, οἷον
673
εὐνῇ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικὸς
674
ἀντὶ τοῦ ‘χόλον γὰρ ἀλέεινε γυναικός’. τ〈οι〉αῦτα μὲν δὴ τὰ κατὰ λέξιν
675
ἐστὶ σχήματα, οἷς καὶ ἄλλοι πάντες οὐ μόνον ποιηταὶ ἀλλὰ καὶ πεζῶν
676
λόγων συνθέται κέχρηνται.
677
Ἔστι δὲ καὶ ἡ διάνοια παρ' αὐτῷ πολλοῖς εἴδεσιν ἐσχηματισμένη,
678
ὧν ἐστι καὶ ἡ προαναφώνησις, ἥτις γίνεται, ὅταν τις διηγούμενος με-
679
ταξὺ τὸ ἐν ἑτέροις τάξιν ἔχον τοῦ ῥηθῆναι προλέγῃ, ὡς ἐν τούτῳ·
680
ἦ τοι ὀιστοῦ γε πρῶτος γεύσασθαι ἔμελλε.
681
καὶ ἡ ἐπιφώνησις, 〈***〉, οἷόν ἐστι
682
ῥεχθὲν δέ τε νήπιος ἔγνω.
683
Ἔστι παρ' αὐτῷ πολὺ καὶ ποικίλον τὸ τῆς προσωποποιίας. πολλὰ
684
μὲν γὰρ καὶ διάφορα πρόσωπα εἰσάγει διαλεγόμενα, οἷς καὶ ἤθη
685
παντοῖα περιτίθησιν. ἐνίοτε δὲ καὶ τὰ μὴ 〈παρ〉όντα πρόσωπα ἀνα-
686
πλάσσει, ὡς ὅταν εἴπῃ
687
ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς.
688
Ἔστι καὶ ἡ διατύπωσις, ἐξεργασία πραγμάτων ἢ γενομένων ἢ ὄντων
689
ἢ πραχθησομένων εἰς τὸ παραστῆσαι ἐναργέστερον τὸ λεγόμενον, ὡς
690
ἐν τούτῳ·
691
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
692
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
693
ἢ πρὸς τὸ οἶκτον κινῆσαι
694
δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
695
νούσῳ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα,
696
υἷας τ' ὀλλυμένους ἑλκυσθείσας τε θύγατρας,
697
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
698
βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηιοτῆτι.
699
Ἔστι καὶ ἡ εἰρωνεία παρ' αὐτῷ, λόγος διὰ τοῦ ἐναντίου δηλῶν τὸ
700
ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως, οἷόν ἐστι τὸ τοῦ Ἀχιλλέως
701
ὁ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω,
702
ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν·
703
ἐμφαίνει γὰρ ὅτι οὐκ ἂν εὕροι ἕτερον βασιλικώτερον. καὶ τὸ
704
ἀλλ', Ὀδυσεῦ, σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
705
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήιον πῦρ.
706
καὶ οὗτος μὲν ὁ τρόπος ἐστίν, ὅταν περὶ αὑτοῦ λέγῃ τις εὐτελῶς, ἵνα
707
τὴν ἐναντίαν δόξαν παράσχῃ. ἕτερος δέ, ὅταν τις ἄλλον ἐπαινεῖν
708
προσποιῆται, τῇ ἀληθείᾳ ψέγων. καὶ τ〈οι〉οῦτό ἐστι 〈τὸ〉 παρ' Ὁμήρῳ
709
λεγόμενον ὑπὸ Τηλεμάχου
710
Ἀντίνο', ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος·
711
τῷ γὰρ ἐχθρῷ λέγει· ‘ὡς πατὴρ υἱοῦ πεφρόντικας’. καὶ πάλιν, ὅταν
712
χλευάζων τις ἐπαίρῃ τὸν πέλας, ὡς οἱ μνηστῆρες
713
ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
714
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,
715
ἤ νυ καὶ ἐκ Σπάρτηθεν, ἐπεὶ νύ περ ἵεται οὕτως.
716
Ἔστι δέ τι εἶδος εἰρωνείας καὶ ὁ σαρκασμός, ἐπειδάν τις διὰ τῶν
717
ἐναντίων ὀνειδίζῃ τινι μετὰ προσποιήτου μειδιάματος, ὡς Ἀχιλλεὺς
718
τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν
719
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα· τῇ παριαύων
720
τερπέσθω.
721
Τούτοις παραπλησίως ἔχει καὶ ἡ ἀλληγορία, ἥπερ ἕτερον δι' ἑτέρου
722
παρίστησιν, οἷόν ἐστι τοῦτο·
723
νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
724
εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὡς ἐπέοικε·
725
τὸν γὰρ ἐν δεσμοῖς ὄντα καὶ ἀνηρτημένον ἐν κοίτῃ ἁπαλῇ ὑπνώσειν
726
λέγει.
727
Κέχρηται πολλάκις καὶ τῇ ὑπερβολῇ, ἥτις ὑπεραίρουσα τὴν ἀλή-
728
θειαν πολλὴν ἐπίτασιν ἐμφαίνει, οἷον
729
λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι.
730
τοιούτοις μὲν δὴ τρόποις καὶ σχήμασι χρησάμενος Ὅμηρος καὶ τοῖς
731
μετ' αὐτὸν ὑποδείξας τῆς ἐπὶ τούτοις εὐδοξίας πρὸ πάντων δικαίως
732
τυγχάνει.
733
Ἐπεὶ δὲ καὶ χαρακτῆρές εἰσι τῶν λόγων, τὰ καλούμενα πλάσματα,
734
ὧν τὸ μὲν ἁδρόν, τὸ δὲ ἰσχνόν, τὸ δὲ μέσον λέγεται, ἴδωμεν εἰ πάντα
735
ἐστὶ παρ' Ὁμήρῳ, τῶν μετ' αὐτὸν ποιητῶν ἢ λογογράφων ἐπιτηδευ-
736
σάντων ἕν τι τούτων ἑκάστου, ὧν καὶ ἔστι παραδείγματα, Θουκυδίδου
737
μὲν τὸ ἁδρόν, Λυσίου δὲ τὸ ἰσχνόν, Δημοσθένους δὲ τὸ μέσον. τὸ μὲν
738
οὖν ἁδρὸν πλάσμα ἐκεῖνό ἐστι τὸ καὶ τῇ τῶν λέξεων καὶ τῇ τῶν νοη-
739
μάτων κατασκευῇ μεγάλας ἔχον ἐμφάσεις, οἷόν ἐστι
740
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
741
χερσὶ τρίαιναν ἑλών· πάσας δ' ὀρόθυνεν ἀέλλας
742
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
743
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.
744
ἰσχνὸν δὲ τὸ καὶ τῇ ὕλῃ τῶν πραγμάτων μικρὸν καὶ τῇ λέξει κατεξε-
745
σμένον, οἷόν ἐστι τοῦτο·
746
ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
747
ἂψ δ' ὁ πάις πρὸς κόλπον ἐυζώνοιο τιθήνης
748
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,
749
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην.
750
μέσον δὲ τὸ ἑκατέρου τούτων μεταξύ, τοῦ μὲν ἰσχνότερον, τοῦ δὲ
751
ἁδρότερον, οἷον
752
αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
753
ἆλτο δ' ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
754
ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀιστοὺς
755
αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν.
756
Ὅτι δὲ καὶ τὸ ἀνθηρὸν εἶδος τῶν λόγων ἐστὶ πολὺ παρὰ τῷ
757
ποιητῇ, κάλλος ἔχον καὶ χάριν εἰς τὸ τέρπειν καὶ ἥδειν ὥσπερ ἄνθος,
758
τί ἄν τις καὶ λέγοι; μεστὴ γάρ ἐστιν ἡ ποίησις τῆς τοιαύτης κατα-
759
σκευῆς. ἡ μὲν δὴ τῆς φράσεως ἰδέα τοιαύτην ἔχει ποικιλίαν παρὰ τῷ
760
Ὁμήρῳ, οἵαν διήλθομεν ὀλίγα παραδείγματα 〈παρα〉θέμενοι, ἐξ ὧν
761
ἔστι καὶ τὰ ἄλλα κατανοεῖν.
762
Ἐπεὶ δὲ παντὸς τοῦ ἀσκουμένου παρὰ ἀνθρώποις λόγου ὁ μέν τίς
763
ἐστιν ἱστορικός, ὁ δὲ πολιτικός, φέρε θεασώμεθα εἰ καὶ τούτων εἰσὶν
764
αἱ ἀρχαὶ παρ' αὐτῷ. ὁ μὲν δὴ ἱστορικός ἐστιν ὁ τῶν γεγονότων πραγ-
765
μάτων ἔχων διήγησιν. πάσης δὲ διηγήσεως ἀφορμαὶ γίνονται
766
πρόσωπον, [αἰτία], τόπος, χρόνος, 〈αἰτία〉, ὄργανον, πρᾶξις, πάθος,
767
τρόπος· καὶ οὐδὲν ἔξω τούτων ἐν ἱστορίᾳ περιέχει οὐδεμία διήγησις.
768
οὕτως ἔστι καὶ παρὰ τῷ ποιητῇ πολλὰ πράγματα ὡς γεγονότα ἢ ὄντα
769
διηγουμένῳ, ἐνίοτε δὲ καὶ ἑκάστου τούτων διηγήσεις εὑρεῖν ἔστι.
770
Προσώπου μέν, ὡς τὸ τοιόνδε·
771
ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
772
ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην,
773
Φηγεὺς Ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης.
774
καὶ ἐν οἷς εἴδη τινῶν διαγράφει, ὡς ἐπὶ τοῦ Θερσίτου
775
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
776
κυρτώ, ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθεν
777
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
778
καὶ ἄλλα πολλά, ἐν οἷς ἢ γένος ἢ εἶδος ἢ τρόπον ἢ πρᾶξιν ἢ τύχην
779
προσώπου διέξεισι πολλάκις, ὡς ἐν τούτοις·
780
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεὺς
781
καὶ τὰ ἑξῆς.
782
Τόπου δὲ ἔστι παρ' αὐτῷ διήγησις, ὁποῖα περὶ τῆς νήσου τῆς γειτ-
783
νιώσης τῇ τῶν Κυκλώπων λέγει, ἐν οἷς τὸ εἶδος τοῦ τόπου διαγράφει
784
καὶ τὸ πηλίκον καὶ τὸ ποιὸν αὐτοῦ καὶ τὰ ἐν αὐτῷ καὶ τὰ παρ' αὐτῷ.
785
καὶ περὶ τῶν παρακειμένων τῷ ἄντρῳ τῆς Καλυψοῦς
786
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
787
κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος
788
καὶ τὰ ἑξῆς. καὶ μυρία ἄλλα τοιαῦτα.
789
Χρόνου δέ, οἷον
790
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοὶ
791
καὶ
792
χθιζά τε καὶ πρωίζ', ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν
793
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι.
794
Αἰτίας δέ, ἐν οἷς ἐμφαίνει δι' ὃ γίνεταί τι ἢ γέγονεν, οἷά ἐστι τὰ ἐν
795
ἀρχῇ τῆς Ἰλιάδος εἰρημένα
796
τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
797
Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆι χολωθεὶς
798
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,
799
οὕνεκα τὸν Χρύσην ἠτίμης' ἀρητῆρα
800
Ἀτρεΐδης
801
καὶ τὰ ἑξῆς. ἐν γὰρ τούτοις λέγει τὰς αἰτίας, τῆς μὲν Ἀχιλλέως καὶ
802
Ἀγαμέμνονος διαφορᾶς τὸν λοιμόν, τοῦ δὲ λοιμοῦ τὸν Ἀπόλλωνος
803
χόλον, τοῦ δὲ χόλου τὴν ὕβριν τὴν εἰς τὸν ἱερέα τοῦ δαίμονος.
804
Ὀργάνου δὲ διήγησί〈ς ἐστι〉ν, ὁποῖα διέξεισι 〈περὶ〉 τῆς ἀσπίδος, ἣν
805
Ἥφαιστος Ἀχιλλεῖ κατεσκεύασε. καὶ ἄλλη σύντομος περὶ τοῦ Ἕκτορος
806
δόρατος
807
ἔνθ' Ἕκτωρ εἰσῆλθε Διὶ φίλος, ἐν δ' ἄρα χειρὶ
808
ἔγχος ἔχ' ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
809
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
810
Πράξεως δὲ διηγήσεις εἶεν ἄλλαι τε καὶ αἱ τοιαίδε·
811
οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
812
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν
813
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
814
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
815
Πάθους δὲ διήγησίς ἐστιν, ἐν ᾗ τὸ συμβαῖνον ἐξ αἰτίου ἢ ἐνεργείας
816
σαφηνίζεται, ὁποῖά φησι περὶ τῶν ὑπὸ ὀργῆς ἢ φόβου ἢ λύπης κατ-
817
εσχημένων ἢ τιτρωσκομένων ἢ ἀποκτιννυμένων ἢ ἄλλο τι τοιοῦτον πα-
818
σχόντων, οἷον ἐξ αἰτίου μὲν
819
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
820
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην.
821
ἐξ ἐνεργείας δὲ
822
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
823
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
824
Ὁ δὲ τρόπος ἐστὶ ποιητικὸς πράξεως ἢ παθήματος ἢ σχέσεώς τινος,
825
καθ' ἣν τὸ μὲν ὧδέ πῃ ἐνεργεῖ καὶ πάσχει, τὸ δὲ ὧδέ πως ἔχει, καὶ
826
πάσῃ ἀκολουθεῖ τοιαύτῃ διηγήσει. παράδειγμα δὲ αὐτοῦ τὸ τοιόνδ' ἂν
827
εἴη·
828
τὸν δ' Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
829
ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
830
βλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
831
αἵματος ἀνδρομέοιο
832
καὶ τὰ ἑξῆς.
833
Ἔστι δὲ διήγησις παρ' αὐτῷ ὡς μὲν ἐπὶ τὸ πλεῖστον πλατεῖαν φρά-
834
σιν καὶ ἐξεργασίαν ἁρμόζουσαν τοῖς ὑποκειμένοις ἔχουσα. ἐνίοτε δὲ
835
εὔτονος, ὡς ἡ τοιαύτη·
836
κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
837
γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.
838
τοῦτο δὲ τὸ εἶδος πολλάκις ἐστὶ χρήσιμον· τὸ γὰρ τάχος τῶν λόγων
839
εὐτονώτερον καθίστησι καὶ τὸν λέγοντα καὶ τὸν ἀκροώμενον καὶ ῥᾳ-
840
δίως τυγχάνει τοῦ προκειμένου.
841
Διηγεῖται δὲ ποτὲ μὲν ψιλῶς, ποτὲ δὲ μετὰ εἰκόνος ἢ ὁμοιώσεως ἢ
842
παραβολῆς, εἰκόνος μέν, ὡς ὅταν εἴπῃ
843
ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
844
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ,
845
ὁμοιώσεως δέ, οἷον
846
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν,
847
παραβολῆς δέ, ὅταν παραπλησίων πραγμάτων παράθεσιν ποιήσηται,
848
ἔχουσαν ἀνταπόδοσιν τὴν ἀπὸ τοῦ προκειμένου διηγήματος. καὶ ἔστι
849
παρ' αὐτῷ ποικίλα τὰ εἴδη τῶν παραβολῶν· συνεχῶς γὰρ καὶ πολυ-
850
τρόπως παρατίθησι ταῖς τῶν ἀνθρώπων πράξεσι καὶ σχέσεσι ζῴων ἄλ-
851
λων ἐνεργείας καὶ φύσεις.
852
Καὶ ἔστι μὲν…
853
…
The complete text is available when the reading interface loads.