The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum (P. Oxy. 15.1796), ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn., Göttingen: Vandenhoeck & Ruprecht, 1963: 203–204.
CTS identifier
urn:cts:greekLit:tlg1813.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

col1

πολυγλαγέων κυκ[λα]μείνων

[κυκλά]μεινος

θέρμεται

col2

αἰσθάνετα?[ι] ποταμοῦ γὰρ ἐπήλυσιν. ἢν δ' ἀπολείπῃ,

ῥίζῃσιν μεγάλῃσιν ἅτε φρονέοντι λογισμῷ

πλεῖον ὕδωρ ἕλκουσα πολυπληθεῖ τότε καρπῷ.

ἀλλ' οὐκ ἔσθ' ὅτε καρπὸν ἐφεδρεύσουσι λαβέσθαι

ἄνθρωποι χα〈τέ〉οντες ἐ[υ]τραφέων κυκλαμίνων·

πολλὴ γὰρ Νείλοιο χύσις, πολλὴ δ' ἐπὶ σίτ?ω〈ν〉

ἀφθονίη τετάνυσται, ἐπ?οίη?〈σ〉ε?ν? δὲ γελ?ῶσα〈ν〉

εὐθενίην, οὗ καρπὸς ἐπὶ χθόνα πᾶσαν ὁδεύει.

ὠγύγιος? νόμος οὗτος ἀπ' ἀρχαίων ἔτ' ἀνάκτων

θέσθαι δένδρεα κεῖνα παρ' ἀλλήλοισι κολώναις,

χώματος εὐύδροιο πέδην ἀλκ?τῆρά τε λιμοῦ.

περσ〈ε〉ίη δ' ἄκμητος ὑπὸ χλοεροῖσι πετήλοις

εὐφορέει καρπῷ περικαλλέϊ μηδὲ πεπαίνει,

μεχρὶς ἐπανθήσουσι κλάδοι πρότερον περὶ καρπό?ν.

πίπτει μηδ' ἄρα νυκτὸς, ὅ?τ?' ἐγγύθεν ὄρνυται ὕδωρ,

περσ〈ε〉ίης ἄπο καρπὸς ἄτερ βαρυηχέο?ς αὔρης.

συμφέρεται μούνη γὰρ ἀθωπεύτῳ τε γέγηθεν

ἀδροσίῃ, καρπὸν γὰρ ὑπ' ἀδροσίῃσι πεπαίνει.

σῆμα καὶ ἡμερίης εὐειδέος ἐγγὺς ἰδέσθαι·

Νείλου πλημύροντος ὕδωρ νέον εὖτε πιοῦσα

καρπὸν ἀπ' ὀφθαλμοῖο ν[έ]ῳ συνανήκατο βλαστῷ

ἠέρος ἀκρισίῃσι π?ρ?ο?σ?!φ?ι[!]ε?ι δ' ἐπὶ κήπῳ ...