Fragmenta
- Edition reference
- Fragmenta, FHG 3: 520–522.
- CTS identifier
urn:cts:greekLit:tlg1828.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-10
{ΥΠΟΜΝΗΜΑΤΑ ΙΣΤΟΡΙΚΑ.}
1
Diog. L. I, 24, de Thalete: Παρά τε Αἰγυπτίων
γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη πρῶτον καταγράψαι
κύκλου τὸ τρίγωνον ὀρθογώνιον, καὶ θῦσαι βοῦν.
2
Idem I, 63, de Chilone Lacedaemonio: Πρός τε
τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ
ὄντος, «Ἐγὼ μὲν γὰρ ἐπίσταμαι,» εἶπεν, «ἀδικεῖσθαι,
σὺ δὲ οὔ.» Γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν
πέμπτην Ὀλυμπιάδα· Παμφίλη δέ φησι κατὰ τὴν
ἕκτην. Καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου,
ὥς φησι Σωσικράτης. Καὶ πρῶτος εἰσηγήσατο ἐφόρους
τοῖς βασιλεῦσι παραζευγνύναι.
3
{E LIBRO SECUNDO.}
Diog. L. I, 76, de Pittaco: Παμφίλη δέ φησιν ἐν τῷ
δευτέρῳ τῶν Ὑπομνημάτων, ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον
καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν
ἐμβαλὼν ἀνέλοι. Τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα
τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, «συγ-
γνώμη μετανοίας κρείσσων.»
4
Idem I, 90, de Cleobulo Lindio: Φέρεται δ' αὐ-
τοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·
Εἶς ὁ πατὴρ, παῖδες δυοκαίδεκα. Τῶν δὲ ἑκάστῳ
παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·
ἀθάνατοι δέ τ' ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.
Ἔστι δὲ ὁ ἐνιαυτός.
5
{E LIBRO QUINTO.}
Idem I, 98: Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ
Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ
Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν
καὶ Ἀμβρακιώτην. Τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζι-
κηνὸς, ἀνεψιούς τε εἶναι ἀλλήλοις. Καὶ Ἀριστοτέλης
μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν· Πλάτων δὲ
οὔ φησι.
6
{E LIBRO SEPTIMO.}
Idem II, 24, de Socrate: Αὐτάρκης τε ἦν καὶ
σεμνός. Καί ποτε Ἀλκιβιάδου, καθά φησι Παμφίλη ἐν
τῷ ἑβδόμῳ τῶν Ὑπομνημάτων, διδόντος αὐτῷ χώραν
μεγάλην, ἵνα ἐνοικοδομήσηται οἰκίαν, φάναι, «καὶ εἰ
ὑποδημάτων ἔδει, καὶ βύρσαν μοι ἐδίδους, ἵν' ἐμαυτῷ
ὑποδήματα ποιησαίμην, καταγέλαστος ἂν ἦν λαβών.»
7
{E LIBRO UNDECIMO.}
Gellius N. A. XV, 23: Hellanicus, Herodotus,
Thucydides, historiae scriptores, in iisdem fere
temporibus laude ingenti floruerunt, et non nimis
longe distantibus fuerunt aetatibus. Nam Hellani-
cus initio belli Peloponnesiaci fuisse quinque et
sexaginta annos natus videtur, Herodotus tres et
quinquaginta, Thucydides quadraginta. Scriptum
hoc ist in libro undecimo Pamphilae.
8
{E LIBRO VICESIMO QUINTO.}
Idem III, 23, de Platone: Φησὶ δὲ Παμφίλη ἐν
τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων ὡς Ἀρκάδες
καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν
αὐτὸν νομοθέτην. Ὁ δὲ μαθὼν ἴσον ἔχειν οὐ θέλοντας,
οὐκ ἐπορεύθη.
9
{E LIBRO VICESIMO NONO.}
Gellius N. A. XV, 17: Alcibiades Atheniensis
quum apud avunculum Periclem puer artibus ac di-
sciplinis liberalibus erudiretur, et arcessi Pericles
Antigenidem tibicinem jussisset, ut eum canere ti-
biis, quod honestissimum tum videbatur, doceret·
traditas sibi tibias, quum ad os adhibuisset inflas-
setque, pudefactus oris deformitate abjecit infre-
gitque. Ea res quum percrebuisset, omnium tum
Atheniensium consensu disciplina tibiis canendi
desita est. Scriptum hoc est in Commentario Pam-
philae nono et vicesimo.
10
{E LIBRO TRICESIMO SECUNDO.}
Idem V, 36: Ὁ δὲ Θεόφραστος γέγονεν ἀνὴρ συν-
ετώτατος καὶ φιλοπονώτατος καὶ, καθά φησι Παμφίλη
ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκα-
λος Μενάνδρου τοῦ κωμικοῦ.