Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 81–83.
- CTS identifier
urn:cts:greekLit:tlg1833.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΔΥΜΑΙΝΑΙ Η ΚΑΡΥΑΤΙΔΕΣ}
ἁδύφωνος ὄρτυξ
2
{ΠΕΡΣΕΥΣ}
{ΤΑΝΤΑΛΟΣ}
{ΠΑΛΑΙΣΤΑΙ ΣΑΤΥΡΟΙ}
t,3-6
{INCERTARUM FABULARUM FRAGMENTA}
3
〈{ΧΟ}〉 τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πο- λυπάταγα θυμέλαν;
ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν' ὄρεα σύμενον μετὰ Ναϊάδων
οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
τὰν ἀοιδὰν κατέστασε Πιε- ρὶς βασίλειαν· ὁ δ' αὐλός
ὕστερον χορευέτω·
καὶ γάρ ἐσθ' ὑπηρέτας.
κώμῳ μόνον θυραμάχοις τε
πυγμαχίαισι νέων θέλοι παροίνων
ἔμμεναι στρατηλάτας.
παῖε τὸν φρυνεοῦ
ποικίλου πνοὰν ἔχοντα·
φλέγε τὸν ὀλεσιαλοκάλαμον,
λαλοβαρύοπα 〈πα〉ραμελορυθμοβάταν
†θυπα τρυπάνῳ δέμας πεπλασμένον.
ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά·
θριαμβοδιθύραμβε, κισσόχαιτ' ἄναξ,
〈ἄκου'〉 ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
4
Λάκων ὁ τέττιξ εὔτυκος ἐς χορόν
5
οὐ γᾶν
αὐλακισμέναν ἀρῶν, ἀλλ' ἄσκαφον ματεύων
6
μήτε σύντονον δίωκε
μήτε τὰν ἀνειμέναν {Ἰαστὶ}
μοῦσαν, ἀλλὰ τὰν μέσαν
νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει
... πρέπει τοι
πᾶσιν ἀοιδολαβράκταις
Αἰολὶς ἁρμονία
3
τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα;τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν;
ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖνἀν' ὄρεα σύμενον μετὰ Ναϊάδων
οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ' αὐλὸς
ὕστερον χορευέτω· καὶ γάρ ἐσθ' ὑπηρέτας.
κώμωι μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων
ἔμμεναι στρατηλάτας.
παῖε τὸν φρυνεοῦ ποικίλου πνοὰν ἔχοντα,
φλέγε τὸν ὀλεσισιαλοκάλαμον
λαλοβαρύοπα παραμελορυθμοβάταν
ὑπαὶ τρυπάνωι δέμας πεπλασμένον.
ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά·
θρίαμβε διθύραμβε κισσόχαιτ' ἄναξ,
〈ἄκου'〉 ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
4
Λάκων ὁ τέττιξ εὔτυκος ἐς χορόν
5
οὐ γᾶν αὐλακισμέναν
ἀρῶν ἀλλ' ἄσκαφον ματεύων,
{ΔΥΣΜΑΙΝΑΙ Η ΚΑΡΥΑΤΙΔΕΣ}ἁδύφωνον
6
μήτε σύντονον δίωκε
μήτε τὰν ἀνειμέναν [Ἰαστί]
μοῦσαν, ἀλλὰ τὰν μέσαν
νεῶν ἄρουραν αἰόλιζε τῶι μέλει·
πρέπει τοιπᾶσιν ἀοιδολαβράκταιςΑἰολὶς ἁρμονία.