The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 400–402.
CTS identifier
urn:cts:greekLit:tlg1896.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-3

{ΙΤΑΛΙΚΑ.

E LIBRO TERTIO.}

1

Plutarch. Par. c. 34: Κομμίνιος Σοῦπερ Λαυρεν-

τῖνος, ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον, ἐπή-

γαγε μητρυιὰν Γιδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου

καὶ ἀποτυχοῦσα, βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστο-

λὰς καταλείψασα ψευδεῖς. Ὁ δὲ Κομμίνιος ἀναγνοὺς

τὰ ἐγκλήματα, καὶ τῷ ζήλῳ πιστεύσας, ἐπεκαλέσατο

τὸν Ποσειδῶνα. Ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ

ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλε-

σαν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

2

Idem ib. c. 33: Ἤβιος Τολίειξ γήμας Νουκερίαν,

ἔσχε δύο παῖδας ἐκ ταύτης. Ἔσχε δὲ καὶ ἐξ ἀπελευθέ-

ρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλ-

λον ἔστεργε. Ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισο-

πονήρως διακειμένη, τοὺς παῖδας ἀνέπειθεν [αὐτὸν

ἀναιρεῖν]. Τῶν δ' εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν

φόνον ἐνήργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξί-

φος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκατα-

λιποῦσα τὸ ξίφος. Τοῦ δὲ σωματοφύλακος ὑποπτευθέν-

τος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. Ὁ δὲ τοῦτον θάψας, τὴν

γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

3

Idem ib. c. 37: Φάβιος Φαβρικιανὸς, τοῦ μεγάλου

συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυ-

νιτῶν, τὴν παρ' αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην

ἔπεμψεν εἰς Ῥώμην. Τούτου γυνὴ Φαβία μοιχευθεῖσα

ὑπό τινος εὐπρεποῦς νεανίου, τοὔνομα Πετρωνίου Οὐα-

λεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελ-

φὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο,

καὶ ἔπεμψε κρύφα τραφησόμενον. Ἀκμάσας δὲ ὁ νεα-

νίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ

ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν

τρίτῳ Ἰταλικῶν.

t4

{ΣΙΚΕΛΙΚΑ.

E LIBRO TERTIO.}

4

Idem ib. c. 19: Κυάνιππος γένει Συρακούσιος μόνῳ

Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε,

καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο, Κυάνην.

Ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσό-

μενον ἀναγνώρισμα. Λοιμωξάντων δὲ, καὶ τοῦ Πυθίου

εἰπόντος μὲν, δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι,

τῶν δ' ἄλλων ἀγνοούντων τὸν χρησμὸν, γνοῦσα ἡ Κυάνη,

καὶ ἐπιλαβομένη τῶν τριχῶν, εἷλκε, καὶ αὐτὴ κατα-

σφάξασα τὸν πατέρα, ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δο-

σίθεος ἐκ τῷ τρίτῳ Σικελικῶν.

t5

{ΑΙΤΩΛΙΚΑ.

E LIBRO PRIMO.}

5

Idem ib. c. 40: Εὔηνος Ἄρεος καὶ Στερόπης, τὴν

Οἰνομάου γήμας Ἀλκίππην, ἐγέννησε θυγατέρα Μάρ-

πησσαν, ἣν παρθένον ἐφρούρει. [Ἰδὼν δὲ αὐτὴν χο-

ρεύουσαν?] Ἴδας ὁ Ἀφάρητος καὶ ἁρπάσας ἐκ χοροῦ

ἔφυγεν. Ὁ δὲ πατὴρ διώξας, καὶ μὴ συλλαβὼν, εἰς

τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν, καὶ ἀθάνατος

ἐγένετο· ὡς Δοσίθεος ἐν πρώτῳ Ἰταλικῶν.

t6

{ΛΥΔΙΑΚΑ.

E LIBRO TERTIO.}

6

Idem ibid. c. 30: Σαρδιανοὶ πρὸς Σμυρναίους πό-

λεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ

πρεσβέων ἔπεμψαν, μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ

τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. Τῶν δὲ

Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κα-

κῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδρα-

μοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ· Δεῖ τὰς θεραπαίνας

κοσμήσαντας ἀντ' ἐλευθέρων πέμπειν. Ὃ δὴ καὶ ἔδρα-

σαν. Οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν, ἑάλωσαν.

Ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευ-

θέρια, ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦ-

σιν· ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.

t7

{ΠΕΛΟΠΙΔΑΙ.}

7

Idem ib. c. 33: Πέλοψ, Ταντάλου καὶ Εὐρυανάσ-

σης, γήμας Ἱπποδάμειαν, ἔσχεν Ἀτρέα καὶ Θυέστην·

ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνη-

σίων ἔστερξε. Λάϊος δὲ ὁ Θηβαῖος, ἐπιθυμήσας, ἥρ-

πασεν αὐτόν. Καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως,

ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδά-

μεια δ' ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτὸν,

εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. Τῶν δ' ἀρνησαμέ-

νων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. Νυκτὸς γὰρ

βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ

τρώσασα τὸν Χρύσιππον, ἐγκαταπήγνυσι τὸ ξίφος.

Ὑπονοηθεὶς δὲ ὁ Λάϊος διὰ τὸ ξίφος, ῥύεται ὑπὸ ἡμι-

θνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος·

ὁ δὲ θάψας, τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν

Πελοπίδαις (Πελοποννησιακοῖς?).

8

Steph. Byz.: <Δώριον,> πό-

λις μία τῶν τριῶν· Ὅμηρος·

καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον.

Δοσίθεος ἐν αὐτῇ τῇ πόλει φησὶν ὑπὸ Θαμύρα εὑρεθῆ-

ναι τὴν Δώριον ἁρμονίαν.