The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 3: 102.
CTS identifier
urn:cts:greekLit:tlg1972.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΤΑ ΠΕΡΙ ΑΝΝΙΒΑΝ.}

{E LIBRO SECUNDO.}

Athen. XII: Εὔμαχος δ' ὁ Νεαπολίτης

ἐν τῇ δευτέρᾳ τῶν Περὶ Ἀννίβαν ἱστοριῶν Ἱερώνυμόν

φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα

τῶν ἐπ' οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ

ἀποδεῖξαι βασιλίδα.

2

{ΠΕΡΙΗΓΗΣΙΣ.}

Phlegon. Mirab. c. 18: Εὔμαχος δέ φησιν ἐν

Περιηγήσει, Καρχηδονίους περιταφρεύοντας τὴν ἰδίαν

ἐπαρχίαν εὑρεῖν ὀρύσσοντας δύο σκελετοὺς ἐν σοροῖς

κειμένους, ὧν τοῦ μὲν εἰκοσιτέσσαρας εἶναι πήχεις τὴν

σύνθεσιν, τοῦ δὲ ἑτέρου εἰκοσιτρεῖς.