The Greek Library Author

Anonymous

tlg2001.tlg009

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Προτρεπτικὸς Οὐαλεντινιανῷ νέῳ, ed. Schenkl and Downey, op. cit., 181–194.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

124

a

αγωγήσουσι δέ σε ἐμοὶ Πλάτων ὁ κλεινὸς καὶ ὁ θεσπέ-

σιος Ἀριστοτέλης, οἳ καὶ τὸν μέγαν Ἀλέξανδρον ἐπαιδ-

αγώγησαν. οὗτοι Μακεδόνα ἄνθρωπον Δαρείου καὶ Περ-

σῶν ἐποίησαν κρείττω. ἀλλὰ χρὴ προσιέναι τοῖς ἀνδράσι

μετ' εὐλαβείας τὸν μέλλοντα αὐτῶν ἀπολαύσεσθαι καὶ

πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, καὶ ἀκοῦσαι τῶν διδαγ-

b

μάτων, οὐ παρακοῦσαι. πρὸς δὲ τοῦτο ἴσως μὲν καὶ ἄλλοι

διακονήσονται, ἐγὼ δὲ ὀφλισκάνω πατρῷά σοι χαριστή-

ρια καὶ ἀντεισφέρειν ἕτοιμος παρὰ τῶν λόγων ὧν τετύ-

χηκα εἰς τοὺς λόγους.

Ὑπάρχει δέ σοι τὰ μὲν ῥᾴω πρὸς τὸ γενέσθαι τῶν

πατέρων εὐκλεεστέρῳ, τὰ δὲ καὶ πολλῷ δυσκολώτερα. καὶ

πὴ μὲν πλεονεκτεῖς ἤδη τοὺς σοὺς γονέας, πὴ δὲ μεῖζόν

σοι μὴ ἡττᾶσθαι. ὅτι μὲν γὰρ ἔφυς ἐκ βασιλέων, οἱ δὲ

ἐξ ἰδιώτου, πλεονεκτεῖς· ὅτι δὲ οἱ μὲν ἀρετῆς ἆθλον ἐκαρ-

c

πώσαντο τὴν βασιλείαν, σοὶ δὲ ἡ τοῦ γένους δίδωσι δια-

δοχή, ταύτῃ φημί σοι καὶ τὴν ἅμιλλαν δυσκολωτέραν. χρὴ

γὰρ καὶ τῆς τύχης καὶ τῶν πατέρων ἀμείνω φανῆναι, ὃ

παρ' ἐκείνων οὐδεὶς ἂν ἐπιζητήσειεν· ἀλλὰ τοῖς μὲν μι-

κρὸν τὸ πρὸς τοὺς γονέας φιλονεικεῖν, σοὶ δὲ καὶ πάνυ

μέγα τὸ κατ' ἴσον τοῖς πατράσιν ἐλθεῖν. τοῖς μὲν γὰρ πρὸς

ἰδιώτην χρηστὸν ἤ, εἴπερ ἄρα, καὶ στρατηγὸν ἡ ἐξέτασις,

σοὶ δὲ πρὸς αὐτοκράτορας τῆς Ῥωμαίων ἀρχῆς, καὶ τού-

d

τους οὐχ οἵους ἄν τις ἀριθμήσειε τῶν ἐπάνω. εἴτε γὰρ

τὸν πρεσβύτερον πρῶτον ἐνθυμηθείης, οὐδεὶς οὕτως

ἀθορύβου καὶ καθαρᾶς πρὸς βασιλείαν ἔτυχε ψήφου, οὐ

Περσῶν ἐπικειμένων, οὐδὲ καταπεπληγμένης τῆς στρα-

τιᾶς, οὐδὲ ἀγνοούντων οἷ γῆς ἑστήκασι τῶν ἐκείνην φερόν-

των τὴν ψῆφον, οὐδὲ τῆς τύχης, οὐχὶ τῆς γνώμης χειρο-

125

a

τονούσης, ἀλλ' ἐπ' ἀδείας, ἐπ' ἐξουσίας, ἐν ἐκκλησίᾳ

κοινῇ καὶ συνόδῳ, αὐτῶν πρῶτον χειροτονούντων, ὅσοις

εἰκὸς ἦν ἀμφισβητεῖν. εἴτ' οὖν ἐκεῖνον ἐννοήσεις εἴτε τὸν

ὄντως πατέρα, ἐργῶδές σοι τὸ ἀγώνισμα. εἰ γὰρ ὁ τῆς

κοινῆς ψήφου τυχὼν οὐδὲ πρὸς μικρὸν ἐκαρτέρησε μὴ

οὐχὶ κοινωνὸν προσελέσθαι, πῶς οὐ μᾶλλον τούτῳ τὸ τῆς

χειροτονίας σεμνὸν βεβαιοῦται καὶ μιᾷ ψήφῳ πλεονεκτεῖ

τιμιωτάτῃ τὸν προσελόμενον; ὥστε χαλεπὸν μὲν καὶ πρὸς

ἕνα ἀγωνίζεσθαι τοιοῦτον ἀγῶνα, σοὶ δὲ πολλαπλασίονος

b

δεῖ τῆς σπουδῆς. χρὴ γὰρ μηδετέρου τῶν πατέρων ἀπο-

λειφθῆναι.

Ἀλλ' ἐκεῖνα μὲν ἡμῖν αὖθις ῥᾴω πολλῷ. οἴκοθεν γὰρ

εὐποροῦμεν τῶν παραδειγμάτων, καὶ ὁπόσα ἂν περι-

σκέψῃ σεαυτῷ, ἢ θεῖος ἢ βασιλεὺς ἢ πατὴρ ἢ ἀνεψιὸς πρὸς

ζῆλόν σε ἐκκαλέσεται. ἵνα γὰρ τοὺς ἀρχηγέτας ἀφείς,

ἐπὶ τὸν ὁμόστοιχόν σοι λαμπτῆρα τοῦ γένους ἀπίδω, ἀπο-

χρήσει τέως νέῳ πρὸς νέον διαμιλλᾶσθαι. ἐκεῖνον μέντοι

c

πυνθάνομαι προσκυνεῖσθαι μὲν ὑφ' ἁπάντων Ἑλλήνων τε

καὶ βαρβάρων, ὑποκύπτειν δὲ τῷ διδασκάλῳ, καὶ φοβε-

ρὸν μὲν εἶναι Κελτοῖς καὶ Γερμανοῖς, κάτω δὲ ὁρᾶν φανέν-

τος τοῦ τῶν μαθημάτων καθηγεμόνος, κατιόντα ἐκ τοῦ

θρόνου τοῦ ὑψηλοῦ, ἡνίκα ἂν χρηματίσειε τοῖς βαρβάροις,

εὐλαβέστερον δὲ τῶν ἰδιωτικῶν μειρακίων ὑπέχειν ἑαυ-

τὸν τῷ παιδεύοντι. ὦ μακάριος τούτου τοῦ δέους, εἰς ὁπό-

σον θάρσος αὐτὸν ὁ φόβος οὗτος προάξεται. ὁπότε οὖν

d

ἔχομεν οἴκοθεν οἷς ἀκολουθεῖν ἀναγκαῖον, ἡμέτερον ἂν

εἴη μὴ μαλακίζεσθαι.

Τούτῳ μὲν δὴ πρῶτον πλεονεκτοῦμεν καὶ τῶν γονέων

καὶ τοῦ ἀδελφοῦ, τῷ βαδίζειν ὁδὸν ἤδη τετριμμένην. ἔπειθ'

ὅτι καὶ χωρίων μετειλήφαμεν εὐμουσοτέρων, καὶ οὐ μετα-

πέμπειν ἀναγκαῖον ἐκ περάτων γῆς τοὺς διδάσκοντας,

ἀλλ' ὅποι ποτ' ἂν διατρίβῃς, παρεστῶτας ἔχεις καὶ ἀγα-

πῶντας, καὶ μάλιστα δὴ τοὺς τῆς τέχνης τῆς βασιλικῆς

126

a

ἐπιστήμονας· ἧς ὑπὸ τὴν σὴν μερίδα τὰ ζώπυρα διασῴ-

ζεται. εἰσὶ γάρ, ὦ φίλε παῖ, καὶ ἐν τοῖς λόγοις οἱ μὲν

βασιλικοὶ καὶ διοτρεφεῖς ἀτεχνῶς, οἱ δὲ ὑπηκόοις πρέ-

ποντες καὶ ἰδιώταις. ὅσοι μὲν πρὸς μέγεθος αἴρουσι τὴν

ψυχὴν καὶ σεμνότητος ἐμπιπλᾶσι καὶ βασιλέα ποιοῦσιν

ἑαυτοῦ πρῶτον τὸν μέλλοντα ἔσεσθαι καὶ τῶν ἄλλων, οὗτοι

βασιλεῖ πρέποντα ἀκούσματα καὶ διδάγματα, ὅσοι δὲ τὴν

γλῶτταν μὲν θεραπεύουσι, τὴν ψυχὴν δὲ ἐῶσιν ἀκόσμη-

τον, οὗτοι δὴ ἅπαντες χθαμαλοὶ καὶ μικροπρεπεῖς καὶ ἐπ'

b

ὀλίγον ἀναγκαῖοι τῷ βασιλεῖ. ὥσπερ οὖν ὅπλα οὐ τὰ αὐτὰ

ἀναλήψῃ τοῖς ὑπηκόοις οὐδὲ ἐσθῆτα ἀμφιέσῃ παραπλη-

σίαν, οὐδὲ οἴκησιν ὁμοίαν οἰκήσεις, ἀλλὰ πάντα ἔσται σοι

παρὰ τοὺς ἀρχομένους διαφανέστερα, καὶ ἵπποι καὶ κύνες

καὶ διάκονοι καὶ ὀχήματα, οὕτω καὶ τῶν λόγων τοὺς

ἀρίστους καὶ θειοτάτους κτητέον ἐστί σοι, δι' οὓς ἐπὶ σοὶ

τὴν θειότητα ἀληθεύσομεν.

Οὐδὲ γὰρ τὸν πατέρα τὸν σὸν τὸ μὴ τοῖς ῥήμασιν ἀττι-

κίζειν διεκώλυσε πρᾳότερον νομισθῆναι τῶν πώποτε αὐτο-

κρατόρων, ἀλλ' ὅτι τοῖς πράγμασι φιλοσοφεῖ μᾶλλον ἢ

c

τοῖς ὀνόμασι, ταύτῃ πάμπολυ διενήνοχεν, ὥσπερ καὶ ὁ

τοῦ παντὸς οὐρανοῦ βασιλεὺς οὐχ ὅτι δοκιμώτατα φθέγ-

γεται προσκυνεῖται παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτι φιλαν-

θρωπότατός ἐστι, δυνατώτατος ὤν, καὶ ὅτι ζωῆς χορη-

γὸς καὶ ὅτι πρύτανις εὐδαιμονίας καὶ ὅτι ταμίας τῶν

ἀγαθῶν, καὶ ὅτι πρὸς ἐκεῖνον ὁρῶμεν ἐν τοῖς δεινοῖς τεθαρ-

ρηκότες. τραγῳδίας δὲ [ἱκανῶς] γράφειν καὶ Διονύσιος ὁ

τύραννος ἱκανὸς ἦν, ἀλλ' ἐνέπλησε δραμάτων Σικελίαν

μᾶλλον ἢ τὴν σκηνήν. ὃν δὲ χρὴ καλεῖσθαι σωτῆρα, ὃν

d

βουλαῖον, ὃν πολιοῦχον, τὰς τοῦ Διὸς ἐπωνυμίας, τὴν τοῦ

Διὸς αὐτῷ κτητέον σωφροσύνην καὶ φιλοσοφίαν ἐστί.

Ταύτην δὲ ὁ μὲν πατὴρ ὁ σὸς ἐπιδείκνυται, σοὶ δὲ ἔνεστι

προσλαβεῖν καὶ τὴν ἐπιστήμην. καὶ εἴ γε σεαυτὸν ἐπι-

τρέψειας Πλάτωνι καὶ Ἀριστοτέλει, οἱ δὲ ἔτι σε βαδί-

ζοντα ἐπὶ τῆς γῆς ἀνάξουσιν εἰς τὰ ἀνάκτορα τῆς τοῦ

οὐρανοῦ βασιλείας καὶ τὴν ἐκεῖ τάξιν περιηγήσονται καὶ

127

a

πρὸς τὸν κόσμον ἐκεῖνον μυσταγωγήσουσι. ἐκεῖνα τὰ βασί-

λεια δορυφοροῦσι πρᾳότης καὶ εὐμένεια καὶ φιλανθρωπία,

ἐκείνοις οὐ πρόσεισι κακοήθεια, ἐκείνοις οὐ πλησιάζει

συκοφαντία, διαβολὴ δὲ καὶ πόρρωθεν ἀπελήλαται.

Εἰς ἐκείνην τὴν τάξιν ὁρῶντες οἱ πατέρες διευθύνουσι

τὰ ἀνθρώπινα, πρῶτον ἀφ' ἑστίας καὶ πρὸς ἀλλήλους

τὸν κόσμον τοῦτον ἐπιδεικνύμενοι, καὶ κοινωνοῦντες ἀψο-

φητὶ τῶν τέως ἀκοινωνήτων εἶναι δοκούντων, τιμῆς καὶ

b

δόξης καὶ βασιλείας. καὶ μόνοι δὴ βασιλέων οὐκ ἐν γράμ-

μασι τίθενται νόμους, ὥστε κοινωνεῖν ἀλλήλοις τοὺς ὑπ-

ηκόους, ἀλλ' ἑαυτοὺς νόμους πεποιήκασι κοινωνίας. οὐδεὶς

γὰρ εἰς τοὺς προστάτας ὁρῶν πλέον ἔχειν ἐφίεται τοῦ

προσήκοντος. καὶ γὰρ τοῦ τοιούτου καρποῦ καὶ τῆς τοι-

αύτης δικαιοσύνης αὐτόθεν ἀπολαύειν ὑμῶν περίεστιν·

ἑκάτερος γὰρ τῆς ἀσφαλείας τῆς ἑαυτοῦ φύλακα τὸν ἕτε-

ρον κέκτηται, καὶ δυοῖν ἑνὸς μέλει, μᾶλλον δὲ ἤδη τρισί,

μελήσει δὲ ὅσον οὐδέπω καὶ τέτταρσιν ἑνός.

c

Ναὶ πρὸς Διὸς βασιλείου, ὦ πάντα σὺ τὸν ἀδελφὸν

ἐζηλωκώς, οὔτοι δίκαιον καὶ πολλῷ βραδυτέρους τῆς

φύσεως ὑμᾶς νομισθῆναι. τοῦτον ἐκείνη προλαβοῦσα

ἐχειροτόνησεν αὐτοκράτορα, καὶ τέτακται βασιλεῖ ὥσπερ

ἀετῶν νεοττός, ὀξὺ μὲν ὁρῶν ἤδη, περιμένων δὲ τὰ

ὠκύπτερα. καὶ οὐκ ἐφ' ἡμῖν ταῦτα ψηφίζεσθαι, ἀλλ' ἡ

φύσις ἐπαναγκάζει τὸν σκύμνον τοῦ λέοντος λέοντα εἶναι,

καὶ τὸν βλαστὸν ταῖς ἐνεγκούσαις ῥίζαις ὁμοφυῆ. δότε

οὖν τοῖς παισὶν ὑμῶν τὸ κάλλιστον τῶν ὑμετέρων ζηλῶ-

d

σαι, τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. νῦν δὲ τὰ ἄλλα παρ'

ὑμῶν εἰληφὼς ὁ σὸς ἀδελφιδοῦς, οὔπω πρὸς ὁντιναοῦν

ὁμότιμον ἐπιδείξεται τὴν φιλαδελφίαν 〈ἣν〉 προσείληφεν.

ἀλλ' ἀγαθῇ τύχῃ, καὶ δέχομαι τὸ προοίμιον. προοίμιον

γὰρ ὀνομάζω τὴν τήβεννον τῆς ἁλουργίδος καὶ τοῦ στε-

φάνου τὸ σκῆπτρον καὶ τῶν δορυφόρων τοὺς ῥαβδοφόρους.

ἔπος γὰρ οὐδὲν παλινάγρετον τοῦ Διός, οὐδὲ ἀπατηλόν,

Οὐδ' ἀτελεύτητον, ὅ τι κεφαλῇ κατανεύσῃ.

128

a

κατένευσε δὲ ἡ θεία κεφαλὴ περιμένειν ἕτερον σχῆμα τοῦ

παρόντος αὐτοῦ τιμιώτερον. οἷον ὄψονται ἐπὶ τῆς παρ-

ούσης περιόδου θέαμα ἄνθρωποι, τέτρωρον βασιλέων, ποιη-

τὴς ἂν εἴποι, δύο ξυνωρίδας ὁμηλίκων σχεδὸν ἑκατέρων

καὶ ὁμοχρόνων, ἴσα βαινόντων, ἴσα πνεόντων, ἰσαρίθ-

μων τοῖς πέρασι τῆς γῆς ἣν φυλάττουσιν. ἀλλ' εἰς τοῦτον

μὲν τὸν ἀριθμὸν τὴν βασιλείαν ὁ φήνας θεὸς ὡς τάχιστα

καὶ αὐξήσειεν. ἃ δὴ νῦν ἀντιβολεῖ μὲν ὁ δῆμος, ἀντιβολεῖ

b

δὲ ἡ μεγάλη βουλή, προσθείς, ἵνα μὴ πέρα τοῦ καιροῦ

διοχλοίην, ἀπαλλάξομαι.

Ἡμεῖς, ὦ θειότατε βασιλεῦ, πρῶτοι μέν σε αὐτοκρά-

τορα πάντων ἀνθρώπων, πρῶτοι δὲ ὕπατον προσειρή-

καμεν. παρ' ἡμῖν δὲ ἄμφω τῆς ἀρετῆς τὴν ὑπεροχὴν

ἐπεδείξασθε, ὁ μὲν ὥστε μὴ μόνος ἔχειν τὸ τιμιώτατον,

σὺ δὲ ὥστε μόνος τῆς κοινωνίας ἄξιος κριθῆναι. δίκαιον

οὖν τὴν πόλιν τὴν βασιλίδα, καὶ ἣν μάρτυρα παρεστή-

σασθε τῆς θείας ὑμῶν ὁμολογίας, καὶ νῦν τὰ δρώμενα

c

ἐπιψηφίσαι, καὶ τὸν ἑαυτῆς ὕπατον προσειπεῖν ἐπὶ τοῦ

πατρῴου θρόνου καθήμενον ἐν τῷ πρώτῳ βουλευτηρίῳ,

πρὶν τὴν ἱερὰν στολὴν καταθέσθαι, καὶ τὰς ῥάβδους ἀνα-

μὶξ ταῖς πατρῴαις καθιερῶσαι. ἔα πρὸς Διὸς ἀνασχεῖν

ἐκ τῆς Κωνσταντίνου κρηπῖδος τὸν νεανίαν, λαμπρὸν παμ-

φαίνοντα, ὥσπερ ἀστέρα ἐν οὐρανῷ· ἔα δήμου φωνῆς

ἀκοῦσαι βασιλεῦσιν ὁμιλεῖν εἰθισμένου· ἔα πομπεῦσαι τῆς

ἐλπίδος πομπὴν ἐπαξίαν. ἦ που καὶ στρατηγῷ συγχω-

ρήσεις μικρὸν ἀνακλίναντι τὴν ἀσπίδα καὶ τῷ σῶμα

d

ἀναπαύσαντι, ὃ πολλάκις ὑπὲρ τῶν κοινῶν ἐπιδέδωκεν,

ἐφέστιον ἡμῖν στῆσαι κρατῆρα, καὶ ἐγκαλλωπίσασθαι τῇ

πατρίδι, ὥσπερ οἱ νικήσαντες Ὀλυμπίασιν.

{ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΟΥΑΛΕΝΤΙ}Ὤιμην ἐγώ σοι κατακορὴς ἤδη καὶ πλήσμιος εἶναι, τοσ-αυτάκις ἔμπροσθεν διειλεγμένος. ὥστε διὰ τοῦτο ἀπ-ώκνουν καὶ νῦν ποιήσασθαι πρόοδον ἐπὶ τοῖς λόγοις, μὴδόξαιμι διοχλεῖν οὐδὲν δεομένῳ. ἀλλ' ἐπειδὴ καὶ πάνυπροθυμούμενον ἠρεμεῖν οὐκ ἐᾷς, ἀλλ' ὥσπερ εἰσφορὰνἐνιαύσιον φοιτᾶν οἴει σοι δεῖν καὶ τὴν ἐκ τῶν λόγων συν-τέλειαν, εἴκειν μὲν ἀναγκαῖον, αὐτόθεν δὲ ἔστω μοι τὸπροοίμιον. οὐδὲ γὰρ ἄλλο τι πρότερον τῶν σῶν ἀγαθῶνἀποδέχεσθαι προσήκει τοὺς λόγους ἢ τὴν περὶ ἑαυτοὺςπροθυμίαν. Καὶ δῆτα ἐπαινῶ σου τοῦτο πρῶτον, ὦ βασιλεῦ, ὅτιτοῖς γεωργοῖς ἀνιέναι προθυμῇ τὰ λειτουργήματα, τοῖςφιλοσοφοῦσι δὲ οὐ συγχωρεῖς, ἀλλὰ τοὺς μὲν ἥδιστ' ἂνἴδοις καθ' ἕκαστον ἔτος ἔλαττον εἰσφέροντας ὧν προσ-ήνεγκαν, παρὰ τῶν λόγων δὲ ἀεί τι πλεῖον εἰσπράττῃ.καὶ τό γε ἔτι τούτου θαυμασιώτερον, ὅτι καὶ τῶν λόγωναὐτῶν προτιμοτέρους ἄγεις τοὺς ἡμετέρους τῶν ὁμο-γλώττων. αἴτιον δέ· οὐ γὰρ ἐκκρέμασαι τῶν ὀνομάτων,ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷς, οὐδὲ τοῦ κάλ-λους τῶν ῥημάτων ἑάλωκας, ἀλλὰ τοῦ κόσμου τῆς δια-νοίας, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, ἐντιμοτέραν ἔχει παρὰσοὶ τάξιν φιλοσοφία ῥητορικῆς. ὃ γὰρ μάλιστα ἀγαπᾷς,τοῦτο μάλιστα ἐσπούδακεν αὕτη ἡ τέχνη, τὸν νοῦν παρ-έχεσθαι χρηστόν, οὐχὶ τὰ ῥήματα, καὶ σκοπεῖν οὐχ ὅπωςἂν ἥδιστα εἴποι τις τοῖς ἀκούσασιν, ἀλλ' ὅπως ὠφελιμώ-τατα· ὅ σοι μάλιστα ἀρέσκον ὁρῶμεν. πρὸς γὰρ τοὺςκολακεύοντας ὕποπτος ὢν τοῖς νουθετοῦσιν εὔκολον σεαυ-τὸν παρέχεις καὶ χειροήθη. Καλλισθένην μὲν γὰρ Ἀλέξ-ανδρος, ὅτι παρῄνει τοῖς νομίμοις ἐμμένειν τῶν Μακε-δόνων, τὴν παρρησίαν οὐκ ἐνεγκὼν ἀπεσείσατο. σὺ δὲπροσκαλεῖς τοὺς φιλοσόφους, κἂν ἀποκνῶσι, καὶ ὁπόσονσὺ χρόνον τοῦ ἔτους ἐπὶ χώρας μένεις ἀνάγκῃ χειμερίζειςμετὰ τῶν λόγων. τοῖς στρατηγοῦσι δὲ οἱ φιλοσοφοῦντεςἐν ἴσῃ τῇ προεδρίᾳ, καὶ συμπλέκεται τὴν καλλίστην πλο-κὴν ἡ περὶ σὲ δορυφορία γνώμης ἅμα καὶ δυνάμεώς σεθεραπευούσης. διὰ γὰρ τοῦτο καὶ τὴν Ἀθηνᾶν ἐκ τῆς κε-φαλῆς γεννῶσιν οἱ ποιηταὶ τοῦ Διός, ἐνδεικνύμενοι καλῶςὅτι προσήκει τῶν βασιλέων μήτε λόγον ἄπρακτον μήτεπρᾶξιν ἄλογον ἐκφοιτᾶν, ἀλλὰ καὶ τὸν νοῦν ἐνεργὸν εἶναικαὶ γέμειν νοῦ τὸ δραστήριον. Πιστοῦται δὲ καὶ τοῦτο ὁ προλαβὼν χρόνος. εἴτε γὰρτὸν Ἀλέξανδρον ἐννοήσεις εἴτε τὸν Σεβαστὸν εἴτε τὸνΜάρκον, δι' οὐδὲν ἄλλο εὑρήσεις εἰς τοσοῦτον δόξης προ-εληλυθότας ἢ ὅτι τῶν χλαμύδων οὐκ ἀπεσκήνου πολὺτὰ τριβώνια, οὐδὲ Παρμενίωνος Ἀριστοτέλης ἀτιμότεροςἦν οὐδὲ Ἄρειος Ἀγρίππου. ὅσοι δὲ ἢ φιλόσοφοι γεγόνασιπλέον ἢ φιλοπόλεμοι, καὶ τὸ δοκοῦν ὑπ' αὐτῶν ἀξιοῦσθαισπουδῆς μέρος τῷ παροφθέντι συνηφανίσθη. οὐ γὰρ οἷόντε ἢ λόγους ἐνδόξους γενέσθαι μὴ τῶν ἔργων αὐτοὺςβεβαιούντων, ἢ τὰ ἔργα πρὸς τὸν χρόνον διαβῆναι τὸνἐφεξῆς μὴ λόγου τὴν μνήμην αὐτῶν παραπέμποντος. οἱμὲν τοίνυν τῶν ποιητῶν λόγοι καὶ οἱ τῶν ῥητόρωνἴσως μὲν ἄλλο τι χρηστὸν ἔχοιεν ἄν, οὗ δὲ μάλιστα ἐχρῆνπεφροντικέναι, τοῦτο παρορῶσι. τὸ γὰρ μέγεθος ἐν ταῖςπράξεσιν, οὐ τὴν ἀρετήν, ἐπιζητοῦσι, καὶ διὰ τοῦτο τὰςπαρατάξεις καὶ τοὺς πολέμους καὶ τῶν νεκρῶν τὸν ἀριθ-μὸν διατριβὴν ποιοῦνται τοῖς λόγοις, καὶ τὸ πολὺ τῶν ἐγ-κωμίων αὐτοῖς οἱ φόνοι καὶ αἱ πορθήσεις· εἰρήνην δὲ ἐνκαιρῷ γενομένην καὶ μετὰ τοῦ πρέποντος σχήματος οὐ-δεὶς πώποτε ὑπέλαβε πολλῶν τροπαίων τιμιωτέραν. τὸδὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοῦ νικῆσαι πολλάκις τὸ τὴννίκην ὑπεριδεῖν ἐντιμότερον. Ἐμοὶ δὲ τοῦτο ἔσται κεφάλαιον τοῦ παρόντος λόγου.οὐ γὰρ οὕτως ἀνήκοός εἰμι Πλάτωνος τοῦ θεσπεσίου ὥστετὰ αὐτοῦ μὴ μανθάνειν, ὅτι κολοβὸς καὶ βασιλεὺς καὶνομοθέτης, ὃς πολεμεῖν μὲν ἱκανός, εἰρήνην δ' ἄγειν οὐχοἷός τε. ταύτῃ γάρ, οἶμαι, καὶ Λυκοῦργον εὐθύνει τὸνΣπαρτιάτην, ὡς συστησάμενον πολιτείαν στρατευομένοιςμὲν ἐπιτήδειον, καταθεμένοις δὲ τὰ ὅπλα δυσμεταχεί-ριστον. τοῦτο δέ ἐστι τὸ βέλτιον τοῖν μεροῖν παρεορα-κότος καὶ οὗ χάριν θάτερον ἀναγκαῖον. πολέμου γὰρἆθλον εἰρήνη, καὶ στρατεύοιντο οἷς ἀνάγκη, οὐχ ἵνα διὰτέλους στρατεύοιντο, ἀλλ' ἵνα ἀσφαλῶς ἡσυχάσωσιν.ὅστις οὖν πρὸς μὲν ἀσχολίαν παιδεύειν ἱκανός, σχολὴν δὲοὐχ οἷός τε διατίθεσθαι, τῆς καλλίονος μοίρας ὀλιγωρεῖ. Καὶ τοῦτο οὖν ἐγὼ Πλάτωνος θαυμάζω καὶ ἔτι μᾶλλον,ὅταν διδάσκῃ ὅτι πολέμου καὶ εἰρήνης σπέρματα ἐν ἑκάστῃψυχῇ πρῶτόν ἐστι, καὶ ὅστις οἷός τε πρὸς ἑαυτὸν ἄγειν εἰ-ρήνην, οὗτος οἷός τε καὶ πρὸς τοὺς ἔξωθεν πολεμίους·ᾧ δὲ ἀδύνατος ἡ πρὸς ἑαυτὸν ἐκεχειρία, σχολῇ ποτ' ἂνοὗτος τὰς πρὸς ἀλλήλους σπονδὰς ἀγαπήσειεν. εἶναι γάρτι καὶ ἐν ἑκάστῳ βάρβαρον φῦλον, λίαν αὐθάδες καὶ δυσ-πειθές, τὸν θυμὸν λέγω καὶ τὰς ἀπλήστους ἐπιθυμίας,ἀντικαθήμενα γένη τῷ λογισμῷ, καθάπερ Ῥωμαίοις Σκύ-θαι καὶ Γερμανοί. ὥσπερ οὖν τὰ πάθη ταῦτα, ἡνίκαἐπανίσταται τῷ βελτίονι, παντάπασι μὲν ἐξελεῖν οὔτεδυνατὸν οὔτε συμφέρον, ἃ χρείας ἕνεκεν ἡ φύσις ἐγκατέ-σπειρε τῇ ψυχῇ, ὑποκύπτοντα δὲ παρέχεσθαι καὶ εὐήκοατοῖς ἐκ τοῦ νοῦ παραγγέλμασι τῆς ἀρετῆς ἔργον ἐστίν,οὕτω καὶ τῶν βασιλέων ἔργον, οἷς τοὔνομα τοῦτο ἐπαλη-θεύεται, ὅταν παρακινήσαντας καταλάβωσι τοὺς βαρβά-ρους, τὸ μὴ πρόρριζον ἐκκόπτειν παντελῶς τὸ συμπλή-ρωμα τῆς φύσεως τῆς ἀνθρωπίνης, ἀλλ' ἐπικόψαντας τὴναὐθάδειαν σῴζειν ἤδη καὶ περιστέλλειν, ὡς τῆς ἀρχῆς