The Greek Library Author

Anonymous

tlg2001.tlg011

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Δεκετηρικὸς ἢ περὶ τῶν πρεπόντων λόγων τῷ βασιλεῖ, ed. Schenkl and Downey, op. cit., 215–230.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

143

a

οὐρανοῦ καὶ τῆς τοῦ Διὸς ἀρχῆς τοῦ πάντων πατέρος

καὶ βασιλέως· οὗ γέννημα ἱερὸν καὶ εἰκὼν ἡ ἐπὶ τῆς

γῆς βασιλεία. ἅτε οὖν ἀεὶ περὶ τὸ ἀρχέτυπον τεταμένη

αὕτη ἡ τέχνη καὶ τὴν εἰκόνα οὐ χαλεπῶς γνωρίζει καὶ

ἐξετάζει. εἰκὼν δὲ ἐκείνου τοῦ ἀρχετύπου οὐχ ὁ τῷ

μεγέθει ὑπερφέρων οὐδὲ ὁ τῷ κάλλει τοῦ σώματος,

ἀλλ' οὐδὲ ὅστις ποδωκέστατος, οὐδὲ ὅστις βάλλειν ἐπι-

σκοπώτατος· ταῦτα γὰρ καὶ Καμβύσῃ ὑπῆρχε τῷ μαι-

νομένῳ καὶ Ξέρξῃ τῷ ἀλαζόνι· ἀλλ' ὅστις τὴν γνώμην

b

θεοειδὴς καὶ διοτρεφὴς καὶ Διὶ μῆτιν ἀτάλαντος. ὁ γὰρ

τοιοῦτος ὑπὸ θάρσους καὶ τοῦ εἰδέναι ὅτι κόσμος ἀπο-

χρῶν αὐτῷ ἡ ἀλήθεια ἀγαπᾷ μὲν καὶ τὰς ἄλλας τέχνας

τῶν λόγων, προσκαλεῖται δὲ ἐκείνην μόνην, ἧς ἐπίσταται

τὸ ψεῦδος πορρωτάτω ἀπῳκισμένον, καὶ ταύτην μόνην

οὐκ ἀποκνεῖ εἰσπράττεσθαι, οἷόν τινα ἐτήσιον τοῦ ἔργου

εἰσφοράν. ἀλλὰ καὶ μελλούσης οὐ καρτερεῖ καὶ εὐλαβου-

μένης οὐ ξυγχωρεῖ καὶ χρόνον αἰτούσης εἰς τὴν παρα-

σκευὴν οὐκ ἀνέχεται. καὶ ἔστι μὲν δὴ ἀτεχνῶς λόγος ἔργου

σκιά· ὁ δὲ καὶ μᾶλλον αὐτὸν ποιεῖ σκιάν, ἐπείγων τε καὶ

ἐπαναγκάζων.

c

Καὶ μὴ δυσχεράνητε πρὸς τῶν Μουσῶν, ὦ φίλοι ἑταῖροι,

εἰ φαινοίμην ἐγὼ ἐπιγαυρούμενος τῇ εἰσπράξει τοῦ βασι-

λέως, ἥν με ἐφ' ἁπάντων ὑμῶν εὐθύς τε ἰδὼν εἰσεπράτ-

τετο καὶ οὐκ ἀνῆκεν ἐφεξῆς, ἕως ἧκον αὐτῷ συσκευασά-

μενος τὰ δῶρα, ἅττα ἐν ὀλίγῳ δεδύνημαι. εἰ δ' ἵππων

ὑπόχρεως ἦν ἢ χρυσίου ἢ ἱματίων, πάντως ἄν με ἀφῆκεν,

εὖ οἶδα, καὶ ἀπωνάμην ἂν καὶ ἐγὼ τοῦ κύκλου τῆς δε-

κάδος τῶν εὐδαιμόνων ἐνιαυτῶν, ὥσπερ οἱ γεωργοί. νῦν

d

δὲ ἐκείνοις μέν που ἀφήσει οὐκ εἰς μακρὰν τὰ ἐλλείμματα,

ἀφήσει δὲ καὶ ἑτέροις πολλοῖς βαρύτερα ὀφλήματα τῶν

χρημάτων· τοῖς λόγοις δὲ οὐκ ἀφήσει τὸ ὄφλημα οὐδὲ

χαριεῖται, ἀλλὰ καὶ φιλονεικήσει καὶ φιλοτιμήσεται τῇ

φιλονεικίᾳ, καὶ οὐκ ἐπιστήσει ἀρχὴν τῇ εἰσπράξει ταύτῃ

οὐδὲ στρατιώτην, ἀλλὰ αὐτὸς εἰσπράξεται δι' ἑαυτοῦ καὶ

αὐτὸς ἀποδέξεται, μᾶλλον δὲ αὐτὸς ἔσται τὸ ταμιεῖον καὶ

144

a

οὐκ ἀπαναλώσει τοῦδε τοῦ θησαυροῦ οὐδὲ προήσεται,

ἀλλὰ τὸ χρυσίον μὲν δαπανήσει καὶ τὸ ἀργύριον καὶ τὰς

χλαμύδας καὶ τοὺς χιτῶνας, τὰ δὲ ἐμὰ δῶρα κατασημα-

νεῖται καὶ περιοίσει σὺν ἑαυτῷ καὶ ᾗ ἂν μένῃ καὶ ᾗ ἂν

βαδίζῃ. καίτοι ᾤμην αὐτῷ κατακορής τε ἤδη καὶ πλήσμιος

εἶναι τοσαῦτα μὲν ἐν τῇ βασιλίδι πόλει, τοσαῦτα δὲ ἐπὶ

τῷ Ἴστρῳ διειλεγμένος· ἀλλὰ γὰρ ἔοικεν ὁ ἀνὴρ νίκης

μὲν οὐκ εἶναι ἀκόρητος, ἀλλὰ καὶ ἑκὼν κατατίθεσθαι, τῶν

δὲ φιλοσοφίας λόγων ἀκόρητος εἶναι καὶ ῥᾷον συγχωρή-

b

σειν ἀργίαν στρατευομένῳ ἢ φιλοσοφοῦντι σιωπήν.

Ὥρα οὖν μοι ἐκτίνειν, ὅπως ἂν δυναίμην, ἄνευ θωπείας

καὶ κολακείας. ἄλλως γὰρ ποιοῦντι οὐ συγχωρήσει τὰ

παιδικά, ἀλλὰ δυσχερανεῖ καὶ ἀχθεσθήσεται, εἰ μὴ ἐμ-

μάρτυρα φθεγγοίμην ὁπόσα φθεγγοίμην. προκάθηται δέ,

ὡς ὁρᾶτε, ἐπ' αὐτῷ τούτῳ καὶ ἕτοιμος εἰς τὴν ψυχὴν

καταδέχεσθαι ἃ ἐγγράφοιμι μᾶλλον ἢ τὸ κήρινον ἐκμα-

γεῖον τὰ γράμματα τοῦ σιδηρίου. τῷ τοι ἐκεῖνα μὲν ἐξα-

c

λήλιπταί μοι πολλάκις, τῇ δὲ βασιλέως ψυχῇ ἐγκεκο-

λαμμένοι εἰσὶν οἱ τύποι καὶ παραγγέλσεις τῆς φιλοσο-

φίας, καὶ οὔτ' ἂν ἡδονὴ αὐτοὺς ἀϊστώσειεν οὔτ' ἂν θυμὸς

ἐπαχλύσειεν, ἀλλ' ἀκραιφνεῖς ἐνεστήκασι καὶ ἀεὶ ἐν ἀκμῇ

πρὸς τὰ ἔργα ἃ παρηγγέλθησαν παρωξυμμένοι. καίτοι οὐδὲ

αὐτοπροσώπως ἐπαφῶνται, ἀλλὰ δι' ἑτέρων ὀνομάτων

οἷον πορθμείων. ἀλλ' ὅμως ὑπὸ φιλολογίας τε καὶ φιλη-

d

κοΐας οὐ τὰ ῥήματα ἐπιζητεῖς τὰ ὁμοήθη, ἀλλὰ τὸν νοῦν

ἀγαπᾷς, ὃν τὰ ῥήματά σοι ἐξαγγέλλει, καὶ ἀπρὶξ ἔχῃ τῆς

γνώμης τῶν ὀνομάτων καὶ οὐ μεθίεσαι, ὥσπερ οἱ τῶν

καλῶν σωμάτων ἐρῶντες πρὸς μὲν τὰ ἀμφιέσματα οὐ

διαφέρονται, εἴτε Ἑλληνικὰ εἴη εἴτε χλαμύδες, τὰ σώματα

δὲ αὐτὰ ἐξετάζουσιν ὧν ἐρῶσι.

Καὶ ἔγωγε ἐνεθυμήθην πολλάκις ὅτι οὐκ ἄλλο τί σοι

145

a

αἴτιον τῆς πολυυμνήτου φιλανθρωπίας ἢ ἡ φιλολογία τε

καὶ φιληκοΐα. τὸν γὰρ λόγων ἐρῶντα ἀνάγκη καὶ ἀνθρώ-

πων ἐρᾶν, ὥσπερ εἴ τις ποδώκειαν θαυμάζοι, τούτῳ ἀνάγ-

κη ἵππους θαυμάζειν· καὶ ὅστις ἀλκήν, τούτῳ λέοντας·

καὶ ὅστις εὐφωνίαν, τούτῳ τὰ ᾠδικώτατα τῶν ὀρνέων.

καὶ οὖν ὁ σοφίαν τεθαυμακὼς καὶ ὑψοῦ ἐξαίρων ἀεὶ καὶ

σύνθακον ἑαυτῷ παραλαμβάνων δῆλός ἐστιν ὅτι εἰκότως

τὸ ζῷον τοῦτο ἀγαπᾷ καὶ περὶ πλείστου ποιεῖται, ᾧ μόνῳ

σοφίας ἐνέσταξε σπέρματα ὁ θεός.

b

Καλὰ μὲν δὴ καὶ τὰ Φιλίππου εἰς Ἀριστοτέλην καὶ τὰ

Ἀλεξάνδρου εἰς Ξενοκράτην καὶ τὰ τοῦ Σεβαστοῦ εἰς

Ἄρειον, καὶ ὅσα Τραϊανὸς εἰς Δίωνα ἐπεδείξατο, καὶ ὅσα

Τιβέριος εἰς Θρασύλον, καὶ ὁπόσα Μάρκος εἰς Σέξτον,

ἔναυλα δὲ ἔτι καὶ τὰ τοῦ Διὸς ἐπωνύμου πρὸς τὸν τηνι-

καῦτα φιλοσοφοῦντα ἐν Βυζαντίῳ. ἀλλὰ πρὸς τὸν σὸν

ἔρωτα, ὦ μακάριε, ὃν φιλοσοφίας ἐρᾷς, τί ἂν εἴη σύμπαντα

ἐκεῖνα ἀπαριθμοῦντι; μὴ οὖν νεμεσήσητε πρὸς τῶν θεῶν,

c

εἰ μικρὸν τῷ λόγῳ τούτῳ ἐνδιατρίψαιμι. τί γὰρ ἂν καὶ

ἕτερον λόγος εὐλογώτερον ἐπαινοίη φιλολογίας;

Ἔστι μὲν οὖν, οἶμαι, ἐν ἑκάστῃ τέχνῃ καὶ ἐπιστήμῃ τὸ μέν

τι *** ἐπαληθεῦον τὴν τέχνην, τὸ δὲ ἐξαπατῶν τῷ ὀνόματι

καὶ ψευδόμενον, καὶ ἐπιὼν ἑκάστην οὐ χαλεπῶς ἐξευρήσεις,

οἷον ἰατροὺς τοὺς μὲν ὄντας, τοὺς δὲ δοκοῦντας, καὶ γραμ-

ματιστὰς τοὺς μὲν ὄντας, τοὺς δὲ οἰομένους, καὶ ῥήτορας

τοὺς μὲν ἱκανούς, τοὺς δὲ ἄχρι τοῦ ὀνόματος. τίς οὖν ἐπαι-

νέτης ἰατρικῆς; ἆρ' ὁ δι' ἴσης σπουδῆς ἅπαντας ἄγων τοὺς

d

ἰατρούς 〈**〉 εἶναι ἐνομίσθη; ἢ ὁ τὸν μὲν ἐπιστήμονα

εἰσκαλῶν, τὸν δὲ ἀμαθῆ ἀποκλείων; ταὐτὸ δὲ τοῦτο καὶ

ἐπὶ τῶν γραμματιστῶν καὶ τῶν ῥητόρων. ὁ μὲν τὸν ἐξαμαρ-

τάνοντα ἐν τῇ τέχνῃ οὐδέν τι μεῖον περιέπων τε καὶ σπουδά-

ζων οὐ τὴν τέχνην ἀγαπᾷ, ἀλλὰ τὸν ἄνθρωπον, ὁ δὲ μόνους

τοὺς εὐδοκίμους καὶ κορυφαίους, οὗτός ἐστιν ὁ τῆς τέχνης

ἐκείνης ἐραστής· οὐδὲ γὰρ φίλιππον ἄν τις καλοίη δικαίως

146

a

ὅστις ἅπαντας ἵππους ἀσπάζεται παραπλησίως, ἀλλ'

ὅστις τοὺς γαύρους καὶ εὐηνίους καὶ ποδώκεις ἅμα καὶ

διαρκεῖς, οὕτω δὴ καὶ φιλόλογον καὶ φιλόσοφον τὸν

συναύξοντα τοὺς ἀρίστους τῶν λόγων καὶ προτιμῶντα.

ἢ ἔχοι τις ἂν εἰπεῖν ἐφ' ὅτου μᾶλλον ἤνθησάν τε καὶ

ἐξέλαμψαν οὗτοι οἱ λόγοι, οἵ γε συμπερινοστοῦσι τῷ βασι-

λεῖ καθάπερ συστρατιῶται, καὶ τίμιοι δι' αὐτὸν καὶ αἰδοῖοι

οὐ Ῥωμαίοις μόνον καὶ Ἕλλησιν, ἀλλὰ καὶ βαρβάροις.

ὁ γοῦν Σκύθης ἢ Γέτης ἐκεῖνος δυνάστης, ὃν σὺ παρα-

b

κινήσαντα κατεπλήξω καὶ καταπτήξαντα ἀνεκαλέσω, σὺν

σοὶ περαιουμένην φιλοσοφίαν καὶ συνδιαιτῶσαν αὐτῷ τὰς

σπονδὰς καὶ τὴν εἰρήνην 〈***〉 καὶ χαλκαῖ μὲν αὗται εἰκό-

νες †ἐπὶ στέατος† τοῦ μεγάλου, προεδρίαι δὲ ἁπανταχοῦ,

ἀποικίαι δὲ εἴς τε πόλεις τὰς δεομένας, καὶ διδασκαλείων

προοράσεις ἐκλελοιπότων, καὶ τιμαὶ διωλύγιοι εἰς τοὺς

κριθέντας ἐπιτηδείους. μόνη δὲ ἄρα φιλοσοφία εὐκλεεστέ-

ρους ποιεῖ τοὺς τιμῶντας τῶν τῆς τιμῆς ἀξιουμένων.

σημεῖον γὰρ εὐθὺς ἀρετῆς τὸ ἔντιμον ποιεῖν ἀρετήν. καὶ

c

κυβερνήτης μὲν οὐ πάντως ὁ ἐπαινῶν τοὺς κυβερνήτας

οὐδὲ ἡνίοχος ὁ ἐπαινῶν τοὺς ἡνιόχους, ἀγαθὸν δὲ εὐθὺς

ἀνάγκη εἶναι τὸν περὶ πολλοῦ ποιούμενον τοὺς ἀγαθούς.

Ἀλλ' ἐπανιτέον ἐπὶ τὸν λόγον τὸν ἐξ ἀρχῆς, ὅτι συνέπε-

ται ἀτεχνῶς τῇ φιλολογίᾳ τοῦ βασιλέως ἡ φιλανθρωπία.

φιλανθρωπία δὲ καλὸν μέν που κτῆμα καὶ ἰδιώτῃ, βασιλέως

δὲ ἴδιος κόσμος καὶ ἐμπρέπων ὑπὲρ τὰς ἀρετὰς τὰς λοιπάς,

d

εἰς ἣν συνδεῖσθαι ἁπάσας ἐστὶν ἀναγκαῖον, ἢ μηδὲν αὐτῶν

ὄφελος εἶναι, εἰ καὶ ὑπάρχοιεν. θέα γὰρ ἑκάστην καθ'

ἑαυτὴν ἀκριβῶς οἷον νόμισμα μεταστρέφων εἰ ἐμφαίνεται

αὐτῇ ὁ βασιλικὸς χαρακτήρ, οἷον τὴν καλουμένην ἀνδρείαν.

στρατιώτου γὰρ μᾶλλον ὁ ἔπαινος οὗτος ἢ στρατηγοῦ ἢ

ταξιάρχου. φημὶ δὲ ἐγὼ καὶ τὴν δικαιοσύνην καὶ τὴν

σωφροσύνην, αἷς ἀγάλλεται βασιλεὺς ὑπὲρ ἅπαντας τοὺς

147

a

ἰδιώτας, διὰ τοῦτο ἀγαπητάς τε ἐπ' αὐτοῦ εἶναι καὶ

ἐκφανεῖς, ὅτι σύμπασαι αὗται συννεύουσιν αὐτῷ εἰς φιλαν-

θρωπίαν. ἄνευ δὲ ἐκείνης τὸν λοιπὸν χορὸν τῶν ἀρετῶν

ἀνθρώπου μὲν κόσμον ἡγεῖται βασιλεύς, ἑαυτοῦ δὲ οὔπω

ἀξιοῖ. οἶδε γάρ που καὶ τὸν τοῦ ξύμπαντος ἡγεμόνα, ὅτι

προσευχόμενοι αὐτῷ ἅπαντες ἄνθρωποι τὴν μὲν σωφροσύ-

νην αὐτοῦ οὐχ ὑμνοῦμεν οὐδὲ τὴν καρτερίαν οὐδὲ τὴν

ἀνδρείαν, ἀλλ' ἐνδεεστέρους ἡγούμεθα τοὺς ἐπαίνους τού-

τους καὶ ἀνθρωπικούς, οἷον φάρμακα ἀλεξητήρια φύσεως

ἀσθενοῦς πρὸς πόνους τε καὶ ἡδονάς, καὶ ἐπιθυμίας, καὶ

b

ὅσα ἄλλα ἐλλείμματα κατερρίζωται ἐν τοῖς ἀνθρώποις.

φιλάνθρωπον δὲ αὐτὸν καλεῖν οὐκ ὀκνοῦμεν, οὐδὲ εὐλα-

βούμεθα τὸ ῥῆμα ὡς οὐχ ἱκανόν, οὐδὲ ἀποχρῶν ἅψασθαι

καὶ θιγεῖν τῆς μακαρίας φύσεως τοῦ θεοῦ. ᾧ γὰρ συγχρῆ-

ται αὐτὸς ὀνόματι θαρραλέως πρὸς τὸν ἑαυτοῦ βασιλέα,

τούτῳ ἐπίσταται εὐθαρσῶς χρωμένους καὶ πρὸς αὐτὸν

τοὺς ἀνθρώπους.

Καὶ δῆτα ἐγώ, ὦ φίλοι ἑταῖροι· ἀλλ' ὅπως μή μου καρ-

τερεῖτε πρὸς τοὺς λίαν σοφούς· ἄλλα τε ἠγάσθην πολλά-

c

κις τῶν Ἀσσυρίων γραμμάτων, ἀτὰρ οὖν καὶ τοῦτο θαυ-

μαστῶς ἄγαμαι καὶ ἐπαινῶ· λέγει γάρ που ἐκεῖνα τὰ

γράμματα τὴν τοῦ βασιλέως καρδίαν ἐν τῇ τοῦ θεοῦ πα-

λάμῃ δορυφορεῖσθαι. πολλαχῇ οὖν ἐμοὶ δοκεῖ λέγειν κα-

λῶς καὶ μάλιστα ὅτι ἀνάγκη τὴν γνώμην αὐτοῦ ἐπ' ἐκεῖνα

ὁρμᾶν, ἐφ' ἃ καὶ ἡ τοῦ θεοῦ παλάμη ἀκολουθήσει. ταῦτα

οὐκ ἄλλα ἐστὶν ἢ τὰ καλὰ ἔργα καὶ τὰ δίκαια καὶ τὰ

φιλάνθρωπα καὶ τὰ θεοειδῆ, ἃ ἐκεῖνος οὐ λήγει ποτὲ

ἐργαζόμενος· οὐκοῦν οὐδὲ ὅστις τῇ χειρὶ ἐκείνου ἐνδιαι-

τᾶται, εἰ μὴ μέλλοι ἀπορρυήσεσθαι τοῦ φυλακτηρίου.

d

Λέγει δέ που καὶ Ὅμηρος ταὐτὸ τοῦτο ἐν βραχεῖ καὶ

σαφῶς ἐν οἷς λέγει αὐτῷ ὁ τῶν Κεφαλλήνων βασιλεὺς

πρός τινα τῶν θεῶν

οὐδέ σε λήθω

κινύμενος,

καὶ οὐκ ἐλάνθανεν ἄρα αὐτὸν ἅτε σοφώτατον ὄντα ὡς ἄρα

ὁ ἀγαθὸς βασιλεὺς σύνοικός τέ ἐστι καὶ ὁμοδίαιτος τῷ

θεῷ, καὶ ὅσα ἐκείνῳ ἐνθύμια, ταῦτα ἐννοεῖ, καὶ ὅσα

ἐκείνῳ προακτά, ταῦτα ἐργάζεται, δίχα δὲ οὐ πορεύεται

οὐδὲ ἀποστατεῖ. διὰ τοῦτο οὖν φησιν ὁ αὐτὸς βασιλεὺς

τῷ αὐτῷ θεῷ ὅτι μοι

148

a

Ἐν πάντεσσι πόνοισι παρίστασο καί με φύλασσε.

ταῦτα οὖν Ὁμήρου πάλαι ἀκούοντες νῦν πειθόμεθα ἀληθῆ

εἶναι καὶ οὐ πλάσματα οὐδὲ κομψεύματα ἐξουσίας ποιη-

τικῆς. οὐ γὰρ ὁπωσοῦν κινούμενος λανθάνεις τὸν θεόν, ἀλλ'

οὐδὲ οἱ ἄλλοι ἄνθρωποι, ὅπως ἂν περὶ σὲ κινῶνται, ἀπο-

διδράσκουσιν αὐτὸν καὶ ἐκφεύγουσι. καὶ οὐδὲ τὰ βουλεύ-

ματα αὐτῶν, οὐδὲ τὰ ἐγχειρήματα, οὐδὲ ὅσα νοητά, οὐδὲ

ὅσα μειρακιώδη. ὥστε οὐδέν σου πραγματευομένου οὐδὲ

b

προορῶντος, ἅτε περιφέρων σου τὴν γνώμην τῇ παλάμῃ,

αἰσθάνεται ὀξὺ ὁ ἀκοίμητος τοῦ θεοῦ ὀφθαλμός, οὐ τῆς

διανοίας μόνον ἑκάστου, οὐδέν τι μεῖον καὶ τῆς ἀνοίας.

καὶ δῆτα ἐπ' ἄλλα μὲν ἡ ὁρμὴ τοῦ δικαστηρίου καὶ τῶν

ἐλέγχων· τὰ δὲ αὐτόματα ἀθρόα ἐξερράγη καὶ λίαν κατα-

γέλαστα. ἃ μὲν οὖν ἄνθρωποι ἐξευρίσκουσιν, ἄνθρωποι

καὶ τιμωρείσθων, ὧν δὲ ὁ θεὸς κατήγορός τε καὶ μηνυτής,

τούτων καὶ τὴν δίκην ἐκείνῳ ἐπιτρεπτέον. πάντως δὲ

οὐκ ἀγνοήσει τὸ μέτρον. οὐκοῦν οὐδὲ πάλαι ἠγνόησεν ἐπὶ

c

τῶν συναραμένων τῷ παλαμναίῳ, ἀλλ' ἄμφω σοι διεσώ-

σατο, καίτοι δοκοῦντα ἄκρατα εἶναι, φιλανθρωπίαν καὶ

τιμωρίαν· οὐ γάρ, οἶμαι, ἅπαντα δὴ ἴσης τὰ ἀδικήματα

δίκης ἄξια ἐποιήσω, ἀλλὰ πάμπολυ διαφέρειν ὑπέλαβες

τὸ κακοῦργον τοῦ ἀνοήτου καὶ τὸ δολερὸν τοῦ εὐπαρα-

γώγου, καὶ τὸ μὲν δεῖσθαι καύσεως καὶ τομῆς, τὸ δὲ

οἴκτου καὶ νουθετήσεως, καὶ διέκρινας καὶ διεστήσω

πονηρίαν γνώμης καὶ εὐκολίαν, τῆς μὲν τὸ ἐπίβουλον ἀπ-

εχθαίρων, τῆς δὲ τῷ εὐεξαπατήτῳ ἐπικαμπτόμενος.

d

Καὶ τὴν περὶ ταῦτα διάκρισιν οὐκ ἐπὶ τῶν ἰδίων μόνον

ὁρῶμεν, ἀλλὰ καὶ ἐπὶ τῶν κοινῶν ἐπιδεικνύμενον τὸν

βασιλέα. ἐπεὶ διὰ τί Σκύθαις μὲν ξυγχωρεῖ τὴν εἰρήνην,

Περσῶν δὲ ἀφαιρεῖται; βάρβαρα μὲν γὰρ τὰ φῦλα ἄμφω

καὶ οὐκ εὐμενῆ τῇ Ῥωμαίων ἀρχῇ. ἀλλὰ τὸ μὲν θυμῶδές

τε καὶ ἀνόητον, τὸ δὲ ἐπίβουλόν τε καὶ δολερόν· ὥστε

149

a

τὸ μὲν καταπλήξας καὶ νουθετήσας ἔχει ἀκολουθοῦν ἑαυ-

τῷ, ὥσπερ τὸν θυμόν φησιν ὁ Πλάτων λόγῳ νουθετή-

σαντι ἕπεσθαι σύμμαχον, τὸ δὲ ἀνάγκη ἐκτεμεῖν ἢ ἐπι-

κόψαι, εἰ μέλλοι μὴ διενοχλήσειν. καὶ διὰ τοῦτο ὥσπερ

ἀγαθὸς κυνηγέτης οὐκ εὐθὺς ὁρμᾷ ἐπὶ τὸ θηρίον, ἀλλ'

ἰχνηλατήσας ἔνθεν καὶ ἔνθεν καὶ τὰς κύνας παρορμήσας

καὶ τοὺς θηρευτὰς διεγείρας καὶ τὰς στάλικας εὐτρεπίσας

καὶ τὰ δίκτυα, ὡς ἂν μὴ ἐν τῇ θήρᾳ αὐτῇ εἰς τὴν παρα-

σκευὴν τῆς θήρας ταλαιπωροῖτο.

b

Καὶ οἱ μὲν στρατηγοὶ οὕτω χωρὶς περιστάντες ὁ μὲν

τοῦ Καυκάσου ἀποπειρᾶται, ὁ δὲ Ἀλβανῶν καὶ Ἰβήρων,

ὁ δὲ ἀνασῴζεται Ἀρμενίους, αὐτὸς δὲ τῷ Εὐφράτῃ ἐφορ-

μᾷ καὶ τῷ Τίγρητι. καὶ ἡ φλὸξ αὐτὸν ἡ ἄνωθεν οὐκ ἀνιᾷ,

οὐδὲ ὁ χαμόθεν κονιορτός, οὐδὲ καταγωγαὶ πνιγώδεις,

οὐδὲ ἄνεμοι χαλεποὶ μὲν πνέοντες, χαλεπώτεροι δὲ ἐμ-

πνέοντες ἅμα ταῖς ψάμμοις. καὶ οὐχ ὅπως αὐτὸς εἴκει οὐδὲ

ἐνδίδωσι τοσούτῳ ἀριθμῷ δυσχερείας, ἀλλὰ καὶ τὸν ἀρρω-

στήσαντα ἰᾶται καὶ τὸν πεσόντα ἀνίστησι· καὶ μεστὴ

c

αὐτοῦ τῆς προνοίας πᾶσα μὲν ὁπλιτῶν φάλαγξ, πᾶς δὲ

ἱππέων οὐλαμός, πᾶσα δὲ ἄγυρις τοξοτῶν. τῷ δὲ τὰ δεύ-

τερα ἄρχοντι, καίτοι ἀμαχωτάτῳ ὄντι πάντων ἀνθρώπων

καῦμά τε διενεγκεῖν καὶ πρὸς δῖψος ἀπισχυρίσασθαι καὶ

πόνου ὀλιγωρῆσαι, καὶ τὸ ἄτρυτον τὸ ἐκ τούτων πάλαι

ἠσκημένῳ, ὅμως ἁλόντι ὑφ' ὧν βασιλεὺς οὐχ ἑάλω, ὅπως

μὲν προσελιπάρησεν, ὅπως δὲ προσεκαρτέρησεν, αὐτοῦ

ἀκήκοα ἐγώ, αὐτοῦ δὲ καὶ τοῦτο ἀκήκοα ὅτι οὐδὲν θαυμα-

στόν, εἰ ἀνδρὸς οὕτω προεῖδεν, οὗ μέγα τὸ ὄφελος οἴεται

εἶναι τοῖς ὑπηκόοις.

Ἀλλὰ δὴ καὶ τῶν ὑπηκόων τινὰς καὶ τῶν ῥαβδοφόρων

ἀνατετραμμένους τε καὶ ἀπαυδῶντας οὐ πρότερον παρήλ-

λαξεν ἢ ἀναστῆσαι, καὶ γέγονεν αὐτῷ οὐχ ἧττον ὠφέ-

λιμος τῶν ὅπλων ἡ καρτερία. οὔκουν ἁψάμενος τοῦ σιδή-

ρου, μόνῳ δὲ τῷ φερεπόνῳ τῆς ψυχῆς οὐκ ὀλίγην μοῖραν

τῶν προσοικούντων βαρβάρων δυσπειθῆ καὶ δυσήνιον

παρεστήσατο, καὶ κατεδήσατο ἔθνους τὴν γνώμην ἀπιστο-

150

a

τέρου ὄντος τῶν πάλαι Θεσσαλῶν. ὥστε ἀλλήλοις μὲν

ἔτι καὶ νῦν διαφέρονται, Ῥωμαίοις δὲ συμφέρονται καὶ

συμπνέουσι, καὶ τῇ μὲν φύσει χρῶνται πρὸς ἑαυτούς, τῇ

δὲ ἀνάγκῃ πρὸς βασιλέα· ἥττηνται δὲ οὐ δόρασιν οὐδὲ

τόξοις οὐδὲ σφενδόναις, ἀλλ' ὃ καὶ θαυμάσειεν ἄν τις

ἀκούσας, τῇ ὑπαίθρῳ καρτερίᾳ, ᾗ ἐνδιαιτῶνται.

Τῆς δὲ τοιαύτης τοῦ βασιλικοῦ νοῦ προμηθείας καὶ

περιωπῆς οὐ τὰ μὲν μείζω μέρη αἰσθάνεται, τὰ δὲ ἥττω

οὔ, οὐδὲ τὰ μὲν ἐντιμότερα ἀπολαύει, τὰ δὲ φαυλότερα

b

οὐκ ἀξιοῦται, ἀλλ' ὥσπερ ὁ πάμμεγας ἥλιος ἢ ὁ τοῦ ἡλίου

δημιουργὸς ἐμπνεῖ μὲν τοῖς ζῴοις τὴν ψυχήν, ἐμπνεῖ δὲ

τοῖς φυτοῖς, ἐξῆπται δὲ αὐτοῦ καὶ τὰ ἄψυχα τῶν σωμά-

των, οὕτω καὶ ὁ μέγας βασιλεὺς ἀνίστησι μὲν τὰς μείζους

πόλεις, ἀνίστησι δὲ καὶ τὰς ἐλάττους, τὰς δὲ μετάγει εἰς

κάλλος, τὰς δὲ ἐξάγει εἰς μέγεθος, τὰς δὲ καὶ ἄρχειν

ποιεῖ οὐ πρόσθεν ἀρχούσας. καὶ ἴδοις ἂν ὥσπερ ὕφασμα

τὴν ἀρχὴν ἅπασαν ἅμα ἐπιδιδοῦσαν. καὶ ὥσπερ διὰ τῶν

c

πολυπλόκων στημόνων μιᾶς κρόκης διαφοιτώσης ἅπαντα

ὁμοῦ τὰ ποικίλματα ἐπιδίδωσι, καὶ ὁ κύων καὶ ὁ λαγωὸς

καὶ ὁ κυνηγέτης καὶ ὁ ποιμὴν καὶ τὸ πρόβατον καὶ ὁ

θάμνος καὶ ἡ βοτάνη, οὕτω καὶ τῆς βασιλέως γνώμης

μιᾶς, τῆς γῆς διὰ πάσης τεταμένης, ἐνθαδὶ μὲν ἄστυ

ὀρθοῦται, ἐνθαδὶ δὲ σταθμός, ἐνθαδὶ δὲ καὶ ἐπαύλιον.

καὶ οὗ μὲν λιμὴν ἀναστομοῦται, οὗ δὲ θάλαττα ἀποκλείε-

ται, οὗ δὲ ποταμὸς γεφυροῦται, οὗ δὲ μεταβάλλει ὁδὸς

ἐκ χαλεπότητος εἰς ῥᾳστώνην, τῶν πόλεων δὲ ἑκάστῃ ἢ

ἐκ καινῆς τι πρόεισιν ἢ ἐπάνεισιν ἢ συναυξάνεται. διάκειται

d

δὲ καὶ τὰ τῆς φύσεως πάθη, καὶ τὰς κατασεισθείσας ἤδη

ὄψει ἐγηγερμένας, καὶ τὰς ἐπικλυσθείσας ἤδη ἀθαλάττους,

καὶ ὅσαι λιμῷ ἐπόνεσαν, ταύτας μέν που ὁρᾷς καὶ τρυφώ-

σας. εἶτα ἐγὼ τοσαῦτα καταλέγων καὶ ἀριθμῶν ἐπιλή-

σομαι τῆς πόλεως τῆς βασιλίδος, καὶ οὐ γέλωτα ὀφλήσω

δικαίως, καθάπερ οἰκίας δεσπότην, ὅτι μὲν ταῖς θεραπαί-

ναις εὖ χρῆται ἐπαινῶν, ὅτι δὲ καὶ τῇ ὁμόζυγι, μὴ προσ-

ποιούμενος;

151

a

Ὦ μάκαρ, ὦ εὔδαιμον Κωνσταντῖνε, ἆρα αἰσθάνῃ ὅτι

σοι τὴν ἐρωμένην ὁ βασιλεὺς ἀντὶ ἀψύχου ἔμπνουν ἐποίη-

σε, καὶ τῷ καλῷ σώματι ἐκείνῳ καὶ ἐρασμίῳ, ὀλιγο-

δρανέοντι ἤδη καθ' Ὅμηρον, ἐνέπνευσε ζωὴν οὐ προσδο-

κῶντι, καὶ ἡ πόλις σοι ἀληθινῶς ἤδη πόλις καὶ οὐκέτι

σκιαγραφία; σὺ δὲ ἄρα καὶ ὁ σὸς υἱὸς σοφὼ ἦστον, ζώνας

καὶ περιδέραια καὶ στρεπτοὺς καὶ ὅρμους πολλοὺς καὶ

ποικίλους ἐξευρίσκειν τε αὐτῇ καὶ δωρεῖσθαι· ὅπως δὲ

ἡ πολύχρυσος αὕτη καὶ πολυτελὴς οὐ μᾶλλον διψήσει τῶν

b

τὰ ῥάκια ἠμφιεσμένων ὠνήσασθε μὲν ἂν πολλοῦ καὶ ὑμεῖς,

ἄλλῳ δὲ ἄρα τὸ γέρας τοῦτο ἐφυλάττετο καὶ ἀπέκειτο,

προμηθουμένου τοῦ θεοῦ ὅπως ἂν τὸ χαριστήριον τῷ βα-

σιλεῖ μὴ δεύτερον φανείη τῆς ἁλουργίδος, ἣν πρώτη αὐτῷ

ἡ καλλίπολις ἐπερονήσατο. νῦν δὲ ἐφάμιλλα ἀλλήλοιν

ἀντεσηνέγκαντο καὶ οὐ χρύσεα χαλκείων, ἀλλ' ἰσοστάσια

ἀτεχνῶς. καὶ δύσκριτον ἀποφήνασθαι ὅ τί ποτε αὐτοῖν

ἐντιμότερον. ποιηταὶ γὰρ ἑκατέρῳ ὑμῶν συνᾴδουσι πάνυ

c

ἔνδοξοι καὶ περιβόητοι, ὁ μὲν ἰσοδαίμονα τὴν βασιλείαν,

ὁ δὲ ἄριστον ὕδωρ ἀποφηνάμενος. τῇ δὲ ἁμίλλῃ ταύτῃ

γέγηθέ τε καὶ ἐπαγάλλεται ὁ ἀμφοτέρων ὑμῶν ἀρχηγέτης.

Πυνθάνομαι γοῦν αὐτὸν πολυπραγμονεῖν μεθ' ἡδονῆς

τὸν ἀριθμὸν τῶν νυμφῶν καὶ τὴν πορείαν, ὅπως σοῦ ἐξ-

ηγουμένου καὶ ὁδηγετοῦντος αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν

ἐξαναστᾶσαι ξεναγῶνται ἐπὶ τὸν Βόσπορον. καὶ τὰ μὲν

ὀνόματα Θρᾴκια καὶ ἀρρενωπά, τὸ κάλλος δὲ οἷον ἁβρό-

τατον καὶ ἡ ἀγλαΐα. καὶ λῆρον μὲν εἴποις ἂν τὴν Πειρήνην,

d

λῆρον δὲ τὴν Θίσβην, εἰκῆ δὲ πράγματα ἔχειν τὸν Ἀλ-

φειὸν ἐρῶντα τῆς Ἀρεθούσης.

Καὶ δὴ ἐγὼ Νίκας μὲν καὶ Ἔρωτας ἐπτερωμένους οὔτε

ἐν χαλκῷ οὔτε ἐν λίθῳ οὔτε ἐν χρώμασιν εἶδον, μόναις

δὲ ἀρεταῖς βασιλέως καὶ πτερὰ ἐνέφυσεν ὁ θεός. ὠκύτερον

γοῦν καὶ νοήματος ἡμῖν ἀφικνοῦνται, καὶ οὔτε πέτραι αὐ-

τὰς ἀνείργουσιν οὔτε συνάγκη οὔτε ὀρῶν κορυφαὶ ἠλιβάτων

152

a

οὔτε κρημνοὶ ἀπορρῶγες οὔτε φάραγγες ἀφεγγεῖς, ἀλλὰ

τὰ μὲν ὑποδραμοῦσαι, τὰ δὲ περιδραμοῦσαι, τὰ δὲ καὶ

μετέωροι διαπτᾶσαι συνεφοίτησάν τε εἰς ἕνα χῶρον καὶ

ἠσπάσαντο ἀλλήλας, καὶ ἔθεντο ὁμολογίαν συμπορεύεσθαι

εἰς τὸν νεὼν τὸν τῷ ὀνόματι μὲν Κωνσταντίνου, τῷ δὲ ἔργῳ

Οὐάλεντος ἤδη· τὴν γὰρ αἰτίαν ἑκάστου ἐνδίκως οὐχ ὁ

ἀπαρξάμενος ἀναφέρεται, ἀλλ' ὁ τελειώσας. σὺ δὲ καὶ

ἀπήρξω τοῦ κεφαλαίου τῆς εὐδαιμονίας αὐτῇ καὶ ἐτε-

λείωσας. τὸ πρότερον δέ, ὡς ἔοικε, ψευδώνυμος ἦν, καὶ

b

ἐχρώμεθα τῇ τοῦ ὄλβου ἐπηγορίᾳ κουφολογοῦντες. ἐξ οὗ

δὲ ἡ σὴ χορηγία καὶ ἡ σὴ φιλοτιμία τὰς νύμφας ἡμῖν

εἰσκαλεῖ καὶ εἰσοικίζει, οὐκ ὄλβιοι μόνον, ἀλλὰ καὶ τρισ-

όλβιοι ἤδη. καὶ δοκεῖς μὲν ἄρα Σύροις καὶ Ἀσσυρίοις

ἐπιπολεῖσθαι, τρέπεις δὲ ἐπὶ τὴν Θρᾴκην τὼ ὀφθαλμὼ

συνεχῶς, καίτοι πορρωτέρω οὖσαν ἢ τῷ Ὁμήρου Διὶ τὰ

ἐπὶ τῆς Τροίας· καὶ τὰ ἐκεῖ ἔργα οὐ προσήκει σοι ἧττον

ἢ ὧν ἅπτῃ καὶ ὧν θιγγάνεις. ἀλλὰ σοὶ μὲν λιθοτομεῖ ὁ

c

λιθοτόμος, σοὶ δὲ μεταλλεύει ὁ μεταλλεὺς καὶ ὀρύττει

ὁ φρεωρύχος καὶ ἐπιστατεῖ ὁ ἐπιστάτης, ὥσπερ, οἶμαι, καὶ

ἐν τοῖς πολέμοις σοὶ μὲν ὁ ἀκοντιστὴς ἀκοντίζει, σοὶ δὲ

ὁ σφενδονιστὴς σφενδονᾷ, σοὶ δὲ τοξάζεται ὁ τοξότης.

καὶ οὐ μόνους φημί σοι στρατεύεσθαι τοὺς στρατιώτας,

ἀλλὰ καὶ τὸν ἵππαρχόν σοι ἱππαρχεῖν καὶ τὸν πέζαρχόν

σοι πεζαρχεῖν, καὶ ὅστις τούτων ἐστὶν ὑπερτέρω, σοι δια-

τάττειν καὶ σοὶ ἐπάρχειν. τοῦ γὰρ σοῦ νεύματος οἱ λοιποὶ

ὥσπερ ὄργανα εἰσὶν ἐξημμένοι.

d

Εἶεν· τὸ δὲ δὴ περὶ φιλίαν πιστὸν τίς ἂν ἀγάσαιτο ἐπ-

αξίως καὶ οὐκ ἐπ' ἴσης βασιλέα θαυμάσειε καὶ Ἀλέξανδρον

τὸν Φιλίππου; Ἀλεξάνδρου γὰρ τοῦ Φιλίππου πρὸς τοῖς

ἄλλοις οἷς ἐπεφύκει καλοῖς καὶ τοῦτο τῶν πάντων τὸ

κάλλιστον ἦν ἡ περὶ τοὺς φίλους πίστις καὶ βεβαιότης,

καὶ ὅτι μᾶλλον εἵλετο ἂν πολεμίῳ φανῆναι δειλὸς ἢ φίλῳ

ἄπιστος καὶ ἀβέβαιος. καὶ δὴ ἠρρώστει μὲν περὶ Κιλικίαν,

153

a

γραμμάτων δὲ αὐτῷ εἰσπεμφθέντων φυλάττεσθαι ἐκ Φι-

λίππου ἐπιβουλῆς τοῦ ἰατροῦ τοῦ Ἀκαρνᾶνος, συμπεπει-

σμένου μυρίοις ταλάντοις διαφθεῖραι φαρμάκῳ Ἀλέξανδρον,

εἰσκαλεῖται εὐθὺς τὸν Φίλιππον καὶ ὀρέξαντι τὴν κύλικα

τοῦ φαρμάκου ἀντώρεξε τὴν ἐπιστολήν. ἔπειτα ἄμφω θαρ-

ραλέως ὁ μὲν εἷλκε τοῦ ἐκπώματος, ὁ δ' ἐπέλεγε τὰ γε-

γραμμένα. ἆρά σοι δοκεῖ τὸν τοιοῦτον σκοτίσαι ῥᾳδίως

σάλπιγγος ἠχὴ καὶ ἀλαλαγμὸς ἀνδρῶν πολλάκις μυρίων

καὶ ὀξὺ χρεμετίζοντες ἵπποι, ὃν διαβολὴ ἐπιθεμένη ἐν

b

καιρῷ οὕτω σφαλερῷ καὶ παρὰ ἀνδρὸς εὔνου δοκοῦντος

οὐκ ἐξέστησεν οὐδ' ἐξέπληξεν, ἀλλὰ διέμενεν ἄτρωτος

μᾶλλον ὑπὸ κολακείας ἢ ὑπὸ σιδήρου; καὶ τραύματα μὲν

ἐπὶ τοῦ σώματος εἶχεν ἄν σοι ἐπιδεῖξαι Ἀλέξανδρος, ὥσ-

περ καὶ ὁ πατὴρ αὐτοῦ τὴν κλεῖν κατεαγυῖαν καὶ πεπη-

ρωμένον τὸ σκέλος, τὴν πίστιν δὲ πρὸς τοὺς ἅπαξ νο-

μισθέντας ἐπιτηδείους οὔτε Φίλιππος ἄν σοι ἐπέδειξε τρω-

θεῖσαν οὔτε Ἀλέξανδρος, ὥσπερ οὐδὲ Οὐάλης ναὶ μὰ Δία,

c

καὶ ἔχοιμ' ἂν ἐγὼ καὶ ὀνομαστὶ ἐξειπεῖν οὔτε ἄνδρα

Φιλίππου φαυλότερον οὔτε μὴν τέχνης φαυλοτέρας, ὃν τοῦ

μώμου ὑλακτήσαντος ἑτέρῳ οὐκ εἶδεν ὀφθαλμῷ· εἶδε μὲν

οὖν εὐμενεστέρῳ καὶ δεξιωτέρῳ καὶ μᾶλλον ἢ πρόσθεν

ἐκύδηνε καὶ μᾶλλον ἐπῆρεν.

Ἀλλ', ὦ βασιλεῦ καὶ ὕπατε καὶ πάτερ ἀνθρώπων, συν-

αύξαις μὲν τὴν φιλανθρωπίαν τῷ βασιλεῖ, συναύξαις δὲ

τῇ φιλανθρωπίᾳ τὸν χρόνον, ποιήσαις δὲ ἅμα καὶ τῶν

d

ἐτῶν πολλάκις *** τοσαύτην, παραστήσαις δὲ αὐτῷ καὶ

παῖδας συνάρχοντας ἤδη ἐγγενεῖς καὶ αὐτοὺς ἀμφιθαλεῖς,

ἀμφιδεξίους, θρέμματα ἐσόμενα Πλάτωνος καὶ Ἀριστοτέ-

λους, πατρῷα παραδείγματα ἕξοντας εὐηθείας καὶ εὐ-

μενείας. πρὸς οὓς οὐκέτι μυθολογήσομεν οὔτε Φίλιππον

οὔτε Ἀλέξανδρον, ἀλλὰ τὰ σὰ ἔργα αὐτοῖς ἀποχρήσει καὶ

οἱ σοὶ λόγοι καὶ ὁπόσοις σὺ ἀφῆκας ὀργὴν καὶ ὁπόσοις

οὐκ ἐλπίζουσι συνεχώρησας, καὶ τῷ μειρακίῳ, ὅτι μει-

ράκιον ἦν, καὶ τῷ ἀνοήτῳ, ὅτι ἀνόητος ἦν, καὶ τῷ εὐχε-

154

a

ρεῖ, ὅτι οὐδὲ τούτου ἡ γνώμη εἱστήκει. καὶ ὄψονται αὐ-

τοὺς τοὺς ἄνδρας καὶ ἀκούσονται αὐτῶν ἐκείνων ὅτι τὸ

μὲν ἐφ' ἑαυτοῖς καὶ τοῖς νόμοις φροῦδοι ἂν ἦσαν, τὸ δὲ

ἐπὶ βασιλεῖ διεσώθησαν καὶ ἐφυλάχθησαν. δικαστοῦ μὲν

γάρ, οἶμαι, ἔργον ἐστὶ πάντως τῷ νόμῳ ἀκολουθῆσαι,

τὸν δὲ ἀληθινὸν βασιλέα καὶ τοῦ νόμου ἄρχειν προσήκει

καὶ πραΰνειν αὑτοῦ τὸν θυμόν ἐστιν, ὥσπερ κυνὸς γεν-

ναίου νομέα, οἵους τοὺς Ἰνδοὺς κύνας φασί. κύων Ἰνδὸς

b

λέοντι μὲν ἐπέξεισι καὶ παρδάλει, λύκους δὲ παρορᾷ καὶ

ἀλώπεκας.

{ΕΡΩΤΙΚΟΣΗ ΠΕΡΙ ΚΑΛΛΟΥΣ ΒΑΣΙΛΙΚΟΥ}Σωκράτης ὁ Σωφρονίσκου τὴν μὲν ἄλλην σοφίαν σχε-δόν τι πᾶσαν ἔξαρνος ἦν καὶ οὔτε μέγα οὔτε μικρὸνμάθημα ἐπίστασθαι ὡμολόγει, πλὴν τοῦτο αὐτὸ μόνον,τὸ μήτε οἴεσθαι εἰδέναι ἃ μὴ ᾔδει καὶ ὡς ἐπὶ ταύτῃ τῇὁμολογίᾳ τῆς ἀμαθίας σοφὸς ἀνῃρῆσθαι ἐνόμιζεν ὑπὸ τοῦΠυθίου θεοῦ καὶ σοφώτατος τῶν ἀνθρώπων. ὁ δὲ οὕτωςἀτέχνως πρὸς τὰ λοιπὰ μαθήματα διακείμενος καὶ οὕτωςἀπισχυριζόμενος πρὸς τὸ κεκτῆσθαί τινα ἐπιστήμην ὅμωςτὴν ἐρωτικὴν τέχνην αὐτὸς ὁμολογεῖ. οὐ μὲν γὰρ τεύξα-σθαι μόνον οὐδὲ ζητεῖν οὐδὲ διώκειν, ἀλλ' ἤδη καὶ ᾑρη-κέναι καὶ ἔχειν, ὡς καὶ ἄλλους διδάσκειν οἷός τε εἶναι.φησὶ γοῦν ἐν τοῖς Ἀγάθωνος ἐπινικίοις μετὰ τὸν πότοναὐτός τε ἀγαγόμενος εἰς τὸν ἔπαινον τοῦ ἔρωτος καὶ τοὺςσυμπότας παρασκευάζων οὑτωσὶ ἀπαρακαλύπτως καὶ ἐκ-φανῶς, οὐδὲ ἄλλο φημὶ ἐπίστασθαι ἢ τὰ ἐρωτικά. βαβαί,ὦ φίλε Σώκρατες, ὡς λίαν αὐθάδως καὶ πόρρω τῆς εἰω-θυίας σοι εὐλαβείας, καὶ ἐγγύς τι Προδίκου τοῦ Κείου καὶΠρωταγόρου τοῦ Ἀβδηρίτου καὶ Γοργίου τοῦ Λεοντίνου,καὶ ὅσοι γυμναῖς ταῖς κεφαλαῖς ἀνεκήρυττον ἑαυτοὺς ἐντοῖς Ἕλλησιν ἐπὶ τῇ σοφίᾳ. καὶ δῆτα Ἀρχέλαον μὲν τὸνσεαυτοῦ διδάσκαλον ἀποκρύπτεις καὶ οὐδεπώποτε ἐν λόγῳτινὶ ἐποιήσω τὸν κληρονόμον τῆς ἀνωτάτω σοφίας, ὅτισμικρόν γε τὸ μάθημα καὶ ἀνθρωπικὸν ἐδόκει εἶναι, σάρκακαὶ ὀστοῦν καὶ μυελόν, εἰ δὲ βούλει, γῆν καὶ ὕδωρ καὶἔτι τὰ τούτων ἀρχεγονώτερα, ὅπη τε καὶ ὅπως γεννᾶται,μηδὲ φθειρόμενα, ἀλλὰ συνιόντα καὶ ἀπιόντα ἀπ' ἀλλή-λων. τὴν δὲ Μαντινικὴν ξένην ὑμνεῖς καὶ διδάσκαλον σεαυ-τοῦ ἀποφαίνεις ἐρωτικῶν, καὶ ἀποτείνεις μακρὸν καὶπάγκαλον λόγον γενέσθαι, τά τε Ἀφροδίτης διεξιὼν κατὰδεῖπνον καὶ Πόρου μέθην καὶ ὕπνον καὶ ἐπιβουλὴν τῆςΠενίας καὶ κατακοίμησιν παρὰ τῷ Πόρῳ καὶ ἐντεῦθενγένεσιν Ἔρωτος, ὃν θεὸν μὲν ὀνομάζεις, δαίμονα δὲ μέγανκαὶ μέγιστον τῶν ἄλλων δαιμόνων. τὰ μὲν δὴ ἄλλα σοιὀνόματα ὅ τι νοεῖ τε καὶ ὅ τι βούλεται ἡ Ἀφροδίτη καὶὅ τι ἡ Πενία καὶ ὅ τι ὁ Πόρος καὶ ὅ τι ἡ μέθη τοῦ Πόρου,καὶ ὅσα ἐφεξῆς καταλέγεις, δῆλος εἶ ὅτι οὐ ταῦτα λέγειςἃ οἱ πολλοὶ νῦν ἴσασιν ἐκ τῶν ὀνομάτων οἷς κέχρηνται,ἀλλ' ἕτερα δύσφραστα καὶ δυσάρεστα καὶ τῷ μύθῳ ἐν-δεδυκότα ὥσπερ χιτωνίῳ, ὡς μὴ ἐπίδρομα εἶναι τοῖς παν-τάπασιν ἀμυήτοις. Τὰ μὲν δὴ ἄλλα, ὥσπερ ἔφην, καθ' ἑαυτοὺς ἐπὶ σχολῆςσοι ἐπαινεσόμεθα, ἃ δὲ τοῦ λόγου μάλιστα θαυμάσαςἔχω, ταῦτα καὶ νῦν σοι ἐν τῷ συλλόγῳ οὐκ ἀποκρύψομαι,ὡς ἀκριβῶς ἄρα ἐξήτασας καὶ ἐπεσκέψω τὴν μορφὴν καὶτὴν φύσιν τοῦ Ἔρωτος, ὅτι οὐχ οἷος τοῖς πολλοῖς δοκεῖτοιοῦτος καὶ τῷ ὄντι ἐστί, νεὸς καὶ ἁπαλὸς καὶ ἁβρός,ἀλλὰ τοὐναντίον σκληρὸς καὶ αὐχμηρὸς καὶ θυραυλῶνἐπὶ θύραις καὶ ἐν ὑπαίθρῳ τὰ πολλὰ καὶ ἐν ὁδοῖς διαιτώ-μενος καὶ ἐπιθυμητὴς ἀεὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ, καὶ ἴτηςἐπὶ τούτοις, σύντονος, θηρευτής, δεινῶς πλέκων μηχανὰςἐπὶ τῇ θήρᾳ, καὶ ἔτι φρόνιμος καὶ ἀεὶ φιλοσοφῶν. ὧν τὰ μὲνἐκ τοῦ πατρὸς τοῦ Πόρου αὐτοῦ παραγίνεται, τὰ δὲ ἐκ τῆςμητρὸς Πενίας. ταῦτα δή σου ἀκούων ἐκ μειρακίου μοιἐπᾴδοντος καὶ παιδεύοντος, καὶ ὅτι ἄλλο μὲν τὸ ἐραστόν,ἄλλο δὲ ὁ ἔρως, καὶ ἐκεῖ μὲν δεῖ ζητεῖν τὴν νεότητα καὶτὴν καλλονὴν καὶ τὸ ἀνενδεὲς καὶ τὸ πλῆρες, τὸν δὲ ἔρωταγινώσκειν ὅτι ἁπάντων τούτων ἐπιδεής· οὐ γὰρ ἂν ἐφίετοαὐτῶν, εἴπερ εἶχε· ταῦτά σου ἀκούων τὸν ἄλλον ἅπανταχρόνον ἀντεμαντευόμην ὡς θαυμαστὰ εἴη καὶ μᾶλλονἀκόλουθα τὰ ἐκ τοῦ σοῦ λόγου, ὧν πείθουσιν ἡμᾶς οἱποιηταὶ καὶ οἱ ζωγράφοι, καὶ προσφυέστερα τῷ ἔρωτι καὶτῶν ἐρώντων, ἐμαυτῷ δὲ συμπεσόντα οὐδεπώποτε ἐνεώ-ρων, ἀλλὰ παρήλλαξε τοσούτων ἐνιαυτῶν ἀριθμὸς ἐπαι-νέτην μὲν τῶν λεγομένων, ἀπείρατον δὲ ὧν ἐπῄνουν. οὔτεγὰρ ὁδὸν ἐμαυτῷ συνῄδειν μακρὰν οὔτε πορείαν σύντονονοὔτε ὕπαιθρον δίαιταν οὔτε θυραυλίαν οὔτε σκληρόν τι καὶαὐχμηρὸν ὑπομείνας οὔτε μηχανὰς ἐπὶ τῇ θήρᾳ πεπλεγ-μένας τοῦ κάλλους, ἀλλ' ἐπιθυμητὴν μὲν τῆς ἐρωτικῆςμελέτης οὐ φαῦλον ἐμαυτὸν ἠπιστάμην, ἀγωνιστὴν δὲοὐκέτι καὶ ἀθλοφόρον. Νῦν δέ, ὦ μεγάλε, ἀθρόον μοι ἀπήντηκεν ἅπαντα ἃ σὺκαταλέγεις, καὶ πλείονα ὧν καταλέγεις, δρόμος ἰσόδρομοςσχεδὸν τῷ ἡλίῳ ἀπὸ Τίγρητος εἰς Ὠκεανόν, πόρος σύν-τονος, πτῆσις χαμαιπετής, καὶ οἷόν ποτε θεῖν τὸν Ἔρωταφῄς, ἡμέραι ἐπὶ ταῖς νυξὶν ἀκοίμητοι. χαμευνίας καὶθυραυλίας διήγαγον ἐν ταῖς ὁδοῖς καὶ ἐν τοῖς ὑπαίθροιςἄστρωτος, καὶ ἀνυπόδετος, οὔτε ζῆν ἔχων ποτὲ ἀπεπλή-σθην οὔτε ἀπεῖπον, ὡς ἀπορῶν κατερρύην, καὶ ἀνεβίωνπολλάκις τῇ ἐνδείᾳ καὶ τῇ ἐλπίδι. σύμπαντα ἔνι ἁπλῶςἐν τῷ ἐμῷ ἔρωτι ὅσα κατέλεξας καὶ τῇ μορφῇ ἁπάσῃ, καὶἡ φύσις τοῦ δαίμονος τούτου οὐκ οἶδα εἴ ποτε ἐν ἄλλῳἀνθρώπῳ οὕτως ἐξέλαμψε καὶ ἐξεφάνη. αἱ πολιαὶ δὲἔφυσαν οὐ προσδοκῶντι ἐν πείρᾳ ἔσεσθαι ὧν παρὰ σοῦμεμάθηκα. αἴτιον δὲ οὐ τοσοῦτον ἡ ἐμὴ νωθρεία καὶἀνεραστία, ἀλλ' ἡ πρώτη ἐπίβασις τοῦ ἐραστοῦ ἄπορός μοιτέως ἦν καὶ ἀνεύρετος, καλὴ ψυχὴ ἐν καλῷ σώματι, νέα ἐννέῳ, ἀνθοῦσα ἐν ἀνθοῦντι, τὴν μὲν ἔχουσα ἀγλαΐαν ἤδη,τὴν δὲ ὑποφαίνουσα ἐπιδώσουσαν ἅμα τῷ χρόνῳ. Τοιαῦτα παιδικὰ ἐγὼ ζητῶν καὶ διώκων πανταχοῦἰχνηλατῶν θαυμαστὰ ἔπασχον οἷα τὸν πρὸ τοῦ χρόνον, καὶπράγματα εἶχον καὶ παρεῖχον τοῖς γυμνασίοις καὶ ταῖςπαλαίστραις, ὅτῳ ἐντύχοιμι νέῳ ἀναπειρώμενος· καὶ μάλι-στα ὅσοι πένητες καὶ ἰδιῶται πατέρων ἰδιωτῶν, ἀπραγ-μόνων, μικρὰ ἐν ταῖς πόλεσι δυναμένων. ἤκουον γὰρ παρὰτῶν ποιητῶν ὅτι πενίη σοφίαν ἔλαχε καὶ τίκτει κόροςὕβριν καὶ πλησμονή τοι Κύπριν, καὶ τοιαῦτα πολλὰ ᾀδόν-των, ἡμᾶς πείθοντα τῇ τύχῃ τῇ πολλῇ μὴ συμπεριφέρε-σθαι τὴν ἀρετήν. ἀλλ' ὅμως καὶ τούτων τῶν νέων οἱ πολλοὶἐφαίνοντό μοι αὐτῷ μόνῳ ἐπικλύζεσθαι τῷ θορύβῳ τῆςἡλικίας. εἰ δέ τῳ ἢ σκῦτος παρῆν, ἢ δύναμις πατέρων, ἢσυγγενῶν, πόρρω ἐχρῆν τοὺς πολλοὺς τοῦτον ἀσπάζεσθαι,ὡς μακράν που ἀποσκηνοῦντας κάλλους ἀληθινοῦ καὶἀξιεράστου. τὰς ψυχὰς γὰρ αὐτῶν διαλαμβάνουσαι ἡ τρυφὴκαὶ ἡ κολακεία λώβης ἐμπιπλᾶσιν ἀδιηγήτου· ὥστε καὶ εἴτι ἐνῆν ἄνθος αὐτοῖς ἀμυδρὸν ἀρετῆς, μαραίνεσθαι ἅπαντοῦτο καὶ ἀπορρεῖν ὑπὸ τοῦ κλύδωνος τῶν παθημάτων.ταῦτα γοῦν ἐν χρόνῳ μακρῷ ἀνατλὰς καὶ ὠδίνων μὲν τὸνἔρωτα ἐκείνου τοῦ κάλλους, ὃν φιλοσοφία μοι ὑπεγράψατο,νέου καλοῦ καὶ ἐρασμίου, τὰ κάλλη ἄμφω κερασαμένου,τῆς τε ψυχῆς καὶ τοῦ σώματος, λάμποντος φιλοφροσύνῃκαὶ εὐσταθείᾳ ἐν ἀνδρείᾳ ἡδυπαθείας, Πρῶτον ὑπηνήτην, τοῦ περ χαριεστάτη ἥβη,τοιούτου κάλλους ὠδίνων ἔρωτα καὶ ὀνειροπολῶν μὲν καὶἐλπίζων, εὑρίσκων δὲ οὐδαμοῦ οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ,θαυμαστὰ ἔπασχον, ὥσπερ ἔφην, καὶ ᾤμην δεῖν τὸν περὶτοῦ κάλλους λόγον τοιοῦτον εἶναι, οἷοι πολλοὶ καὶ ἄλλοιφιλοσοφίας, οὓς τῷ νῷ μὲν οἷόν τε ξυνεῖναι, ἑλεῖν δὲ αἰ-