tlg2001.tlg014
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Πρεσβευτικὸς εἰς Θεοδόσιον αὐτοκράτορα, ed. Schenkl and Downey, op. cit., 259–265.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg014.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τὰς δωρεὰς πάσας, ἃς οἱ σοὶ προπάτορες ἐψηφίσαντο· προ-πάτορας δὲ σοὺς ὀνομάζω οὐχ ἅπαντας ἁπλῶς τοὺςπρότερον αὐτοκράτορας, ἀλλὰ τοὺς εὐδοκίμους ἐπὶ πρᾳό-τητι καὶ φιλανθρωπίᾳ, ὧν δὴ γνήσιον κληρονόμον σαυτὸνἀποφαίνεις· τρίτον συναυξηθῆναι τιμαῖς τὴν γερουσίαν,βασιλικωτάτην ἁπασῶν ταύτην τὴν χάριν αἰτοῦσα. μόνοςγὰρ οὗτος ὁ θησαυρὸς δαπανώμενος οὐκ ἐλαττοῦται οὐδὲδεῖσθε πρὸς αὐτὸν εἰσφορᾶς, ἀλλ' ὅσῳπερ ἂν δαψιλε-στέρᾳ χρῆσθε ταύτῃ τῇ δαπάνῃ, τοσούτῳ πλέων καὶ μείζωνὑμῖν περιγίνεται. κιόνων μὲν γὰρ πλῆθος καὶ ἀνδριάντωνκαὶ ὕδατος περιουσίαν οἱ πρότερον βασιλεῖς ἡμῖν ἐδωρή-σαντο, τιμαῖς δὲ καὶ ἀξιώμασι σὺ καταπύκνωσον ἡμῖν τὴνγερουσίαν καὶ τὴν ἔνδειαν ἴασαι ταύτην οὐχ ἧττον ἀνιῶσανἡμᾶς ἢ πρότερον ἡ τῶν ναμάτων. καὶ οὓς πατέραςὠνόμασας συγγεγραμμένους, ποίησον ἀξίους τῆς ἐπι-κλήσεως. οὔτοι φανήσῃ Κωνσταντίνου καταδεέστερος,ὅποι στήσῃ, εἰ τιμαῖς τὴν πόλιν ὑψηλοτέραν ποιήσειας ἢΚωνσταντῖνος οἰκοδομήμασιν. οὕτω καὶ τῇ μεγάλῃ Ῥώμῃθέατρα μὲν καὶ ἀγοραὶ καὶ γυμνάσια χθές που καὶ πρώηνπροσγέγονε, τιμαὶ δὲ καὶ τὸ ἄρχειν ἀεὶ καὶ τὸ διαλαγχάνειντὰς τῶν ἐθνῶν ἐπιτροπείας ἐξ ἀρχῆς οἰκιζομένῃ τῇ πόλεισυνερριζώθησαν. νῦν δὲ ἐπὶ μὲν τοῖς τῶν ἀνδριάντων μεγέ-θεσι σεμνυνόμεθα, ἐπὶ δὲ τοῖς τῶν ἀνδρῶν ἀξιώμασιν οὐθαρροῦμεν, ἀλλ' εἰ σὺ τοιαῦτα ἀναθείης, ὦ θεία κεφαλή,τῇ μεγάλῃ βουλῇ νικητήρια, τότε ἀληθινῶς ἔσται δευτέραῬώμη σὴ πόλις, εἴ γε ἄνδρες ἡ πόλις· ὡς νῦν γε οὐ λίανοἰκείως τῇ ἐπικλήσει ταύτῃ φιλοτιμούμεθα.{ΕΙΣ ΘΕΟΔΟΣΙΟΝΤΙΣ Η ΒΑΣΙΛΙΚΩΤΑΤΗΤΩΝ ΑΡΕΤΩΝ}Ἆρα εἴ τις Ὁμήρῳ τῷ γενναίῳ καὶ Θουκυδίδῃ τῷἈθηναίῳ μὴ ἱκανὸς ἐξαγγέλλειν παραπλησίως πολέμουςκαὶ μάχας ἀνθρώπων, σιγῇ τῷ τοιούτῳ ἀνδρὶ παριτέονεἰς τὰ βασίλεια· ὧν ὁ μὲν εὐθὺς ἐν προοιμίοις τὴν μῆνιντὴν Ἀχιλλέως παραγγείλας ᾄδειν τὴν Καλλιόπην, ἔπειταἐφεξῆς καταλέγει ὁπόσα ἡ μῆνις αὕτη κακὰ ἐφύτευσετοῖς Ἀχαιοῖς, καὶ ὅσα ἀνέτλη δι' αὐτὴν τὸ Ἑλληνικὸνστρατόπεδον κτεινόμενον ὑπὸ τῶν Τρῴων, ἅτερος δὲθαρραλεώτερον καὶ μεγαλειότερον ἐναρχόμενος τοῦ λόγουπροαγγέλλειν οὐκ ὀκνεῖ τοῖς ἐντευξομένοις ὡς ἐφολκόν τικαὶ ἐπαγωγόν, ὅτι τὸν πόλεμον ἐξηγήσεται τῶν Πελο-ποννησίων καὶ Ἀθηναίων, μέγιστόν τε καὶ βαρυσυμφορώ-τατον ἁπάντων κρίνας τῶν πρὸ αὐτοῦ γεγενημένων, καὶἐκλογίζεται ἐφεξῆς ὁπόσῳ μείζω καὶ ἀξιολογώτερα τὰκατὰ τὴν ἑαυτοῦ συγγραφὴν ἢ τῆς Ὁμήρου ποιήσεως. καὶτούτοιν μὲν δὴ ἀμφοῖν οὗτος ὁ τρόπος. Ἡσιόδῳ δὲ τῷἈσκραίῳ δόρατα μὲν φρίττοντα καὶ ἀσπίδας συνερειδούσαςκαὶ ὀλλύντας τε καὶ ὀλλυμένους καὶ αἵματι ῥεομένην τὴνγῆν οὐκ ἐδόκει εἰσενεγκεῖν εἰς τὴν ποίησιν, τὰ δὲ χαμαί-ζηλα ταῦτα καὶ εἰρηνικὰ καὶ ἀσπαστότερα τοῖς ἀνθρώποις,ὁπηνίκα μὲν χρὴ ἀροῦν, ὁπηνίκα δὲ σπείρειν, ὁπηνίκα δὲκλᾶν τὰς ἀμπέλους καὶ ἡλίκον τὸν ἄξονα τέμνειν καὶἡλίκην σφῦραν. καὶ ταῦτα ᾄδοντι αὐτῷ ἐκ τοῦ Ἑλικῶνοςτὰ ὦτα ὑπεῖχον οἱ Ἕλληνες καὶ ἐκηλοῦντο καὶ ᾤοντο ὠφε-λίμους οὐχ ἧττον εἶναι τὰς Ἡσιόδου νουθεσίας ἢ τὰςὉμήρου ἀνδροκτασίας. Εἴπερ οὖν ἦν τις λογοποιός, ἐν σπουδῇ κἀμοὶ ἦν ἕτεροςτούτων τῶν τρόπων καὶ ἔργον τῆς τέχνης. ἐπειδὴ δὲ ἔχωλόγους εἰσφέρειν τῶν Ὁμήρου εἰρηνικωτέρους, τῶν δὲἩσιόδου βασιλικωτέρους, διὰ τί μοι τῆς αὐλῆς ἡ γλῶτταἀποκεκλείσεται καὶ οὐκ ἐπιτρέψειε, καθάπερ μοι ἔθος,ἐκ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λειμώνων δρεψαμένῳἄνθη ἀκήρατα καὶ ὧν σίδηρος οὐ θιγγάνει, στεφάνουςπλέξαι τῷ βασιλεῖ ἀνθρωπίνης εὐδαιμονίας; καίτοι οὐδὲτὸ θέατρον ὑμῶν, οὗ εἴσειμι δωροφορήσων, ἧττον ἀγα-πητὸν οὐδ' ἀμουσότερόν τε καὶ ἀσοφώτερον τοῦ πάλαιδὴ κεχαρισμένου, ἀλλὰ προκάθηται μὲν ἀνήρ, εἰ μὴ λέληθαβουκολούμενος, Ἀμφότερον, θεράπων Ἐνυαλίοιο θεοῖο καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος,παρεστήκασι δὲ ἐν κύκλῳ καὶ περικάθηνται οἱ συγχορευ-ταὶ καὶ συνθιασῶται, κυδρούμενοι ἅπαντες μᾶλλον ταῖςΜούσαις ἢ ταῖς δυνάμεσιν. Ἕως οὖν οὔπω καιρὸς ἀναστήσαντι τὴν φάλαγγα καὶτοὺς οὐλαμοὺς βοηδρομεῖν ἐπὶ Σκύθας τοὺς ἀλιτηρίους,καὶ ἡνίκα ὁ Δεῖμός τε καὶ ὁ Φόβος σχολὴν ἄγετον διὰτὴν ὥραν καὶ μέλπεσθαι τῷ Ἄρει τέως οὐκ εὐμαρές, αἱΜοῦσαι εἰσαγέτωσαν τῷ βασιλεῖ τὸν χορόν, συμπαραλα-βοῦσαι εἰς τὴν χορείαν τὸν ἡγεμόνα αὐτῶν τὸν Ἀπόλλω. καὶγὰρ ἐκεῖνος ὁ θεὸς τοξοφόρος τε ἅμα καὶ μουσηγέτης, καὶδιπλῆ αὐτῷ ἡ σκευή, πρὸς εἰρήνην τε καὶ πολέμους, καὶἀμφότερα βασιλεῖ ἐπιτήδειος. δεῖται γὰρ βασιλεὺς τῶνβελῶν μὲν πρὸς τοὺς πολεμίους, τῆς κιθάρας δὲ πρὸς τοὺςὑπηκόους, ᾗ ἁρμόσει αὐτοὺς καὶ συμφώνους ἀπεργάσεταικαὶ παρασκευάσει ἑτοίμους πρὸς τὸν ἀγῶνα, ὥσπερ οἱπαιδοτρίβαι τοῖς ἀθληταῖς οὐκ ἐν τῇ κονίστρᾳ μόνονἐμβοῶσιν, οὐδ' ὅταν πυκτεύωσιν οὐδ' ὅταν παγκρατιάζω-σιν, ἀλλὰ καὶ ὅταν οἴκοι διατρίβωσιν ἐπὶ σχολῆς, καὶμᾶλλόν γε ἐν τῷ καιρῷ τούτῳ· ἐν γὰρ τῇ σχολῇ τοῖςσωφρονοῦσιν ἡ παρασκευὴ πρὸς τὴν ἀσχολίαν, καὶ οἱ τῷὄντι ἀγωνισταὶ οὔπω τῆς σάλπιγγος ὀξὺ βοώσης οὐδὲκαλούσης εἰς Πῖσαν ἢ Ἰσθμὸν ἢ εἰς Δελφοὺς ἐν ταῖς παλαί-στραις διαπειρῶνται τῶν ἀθλημάτων καὶ τῆς ἀναγκο-φαγίας καὶ τῶν ἀκροχειρισμῶν καὶ τῶν ἁλτήρων σὺνπολλῷ τῷ ἑκουσίῳ ἱδρῶτι πρὸ τοῦ ἀναγκαίου. καὶ ταῦταἅπαντα ὑπομένουσιν οὔτε πρὸ παίδων οὔτε πρὸ γυναικῶνοὔτε ὅπως ἂν αὐτοῖς ἀπόρθητοι μείνειαν αἱ πατρίδες, ἀλλὰπρὸς τὸν κότινον ὁρῶντες ἢ τὸ σέλινον ἢ τὴν πίτυν, ἄλλοδὲ οὐδὲν προὔργου αὐτοῖς οὔτε δίδαγμα οὔτε ἄσκημα ἢὅσα φέρει εἰς τὸν στέφανον καὶ τὸ κήρυγμα. ἀνδρὶ δὲἄρχοντι πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης, ὑπηκόουςδὲ ἔχοντι καὶ πόλεις ἀναριθμήτους καὶ δήμους ἀδιηγήτους,οὐ τοῦτο ἄρα μόνον φροντιστέον ἐστίν, ὅπως ἂν ἐκείνης τῆςμοίρας ἐξελάσειε τοὺς βαρβάρους εἰς ὅσην ἤδη πρὸ τῆςἑαυτοῦ ἐπιτροπείας παρῴνησαν καὶ ἐξύβρισαν, ἀλλὰ καὶὁπόσην τῆς ὑπηκόου διετήρησαν ἀπαθῆ καὶ ἀλώβητονπολυπλασίω οὖσαν καὶ ἐκ τοῦ Βοσπόρου εἰς Τίγρητα,ὅπως ταύτην ἁρμόσηται καὶ εἰς τέλος διαφυλάξῃ ἄθικτονκαὶ ἀκέραιον οὐ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ τῶν ἔνδοθενἀρρωστημάτων· καθάπερ, οἶμαι, τοῖς ποιμέσι καὶ τοῖςβουκόλοις ἀναγκαῖον μέν που καὶ κυνῶν φροντίζειν καὶἀκοντίων πρὸς τὰ θηρία, οὐχ ἧττον δέ, εἰ μὴ καὶ μᾶλλον,πόας ὑγιεινῆς καὶ ναμάτων ὀνησιφόρων, καὶ τοῦ ἐνκαιρῷ μὲν βδάλλειν, ἐν καιρῷ δὲ ἀποκείρειν· ὡς ἡ περὶταῦτα ὀλιγωρία καὶ τοῦ συμμέτρου ἀφροντιστία πολὺχαλεπωτέρα τῶν λύκων τοῖς βουσὶ καὶ τοῖς προβάτοις. τοῖςμὲν γὰρ λύκοις ἀγαπητὸν ἁρπάσασιν ἐκ τοῦ ποιμνίουδιαφυγεῖν τοὺς κύνας καὶ τοὺς ἀλκτῆρας, ποιμένα δὲ ὀλί-γωρον ἢ κακοῦργον οὔτε ἐκφυγεῖν δυνατὸν τοῖς βοσκήμασινοὔτε ἀλέξεσθαι. καίτοι οὐκ ἴση ἡ φροντὶς ποιμένι τε προ-βάτων καὶ ποιμένι λαῶν, ἀλλ' ἡ ἀνθρωποκομικὴ αὕτητέχνη, ἣν βασιλικήν τε καὶ πολιτικὴν χρεὼν ὀνομάζειν,ζῴου ἐπιμέλειαν ἔχει ποικιλωτέρου τε καὶ πολυπλοκω-τέρου ἢ τὰ θρέμματα. θρέμμασι μὲν γὰρ πρὸς ἄλληλαοὔτε δίκαι εἰσὶν οὔτε νόμοι οὔτε ἐγκλήματα, οὔτε δέονταιδικαστηρίων ἢ ψηφισμάτων, ἀνθρώποις δὲ ὁ πλείων ἀγὼνπρὸς τοὺς συμφύλους ἢ τοὺς πολεμίους, καὶ τῷ ἐπιστα-τήσοντι αὐτῶν κατὰ δίκην ἀγρύπνῳ μὲν εἶναι δι' ἄμφω