The Greek Library Author

Anonymous

tlg2001.tlg015

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Εἰς Θεοδόσιον· τίς ἡ βασιλικωτάτη τῶν ἀρετῶν, ed. Schenkl and Downey, op. cit., 267–286.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

187

a

προσήκει, φυλακτέον δὲ οὐχ ἧττον τὰ εἴσω τοῦ τείχους

θηρία, πλείω ὄντα καὶ ἐπιβουλότερα καὶ δυσμαχώτερα

τῶν θυραίων. ὁ γάρ τοι πρόεδρος καὶ σύνθακος τῆς βασι-

λείας ὁ νόμος, συγκατελθὼν αὐτῇ ἐκ τοῦ οὐρανοῦ πρὸς

σωτηρίαν ἀνθρώπων, εἴσω τὴν δύναμιν ἔχει πρὸς τοὺς

b

ὑπηκόους καὶ ἐν τοῖς ὁρίοις τῆς ἀρχῆς, καὶ ἡ δίκη τε καὶ

θέμις πρὸς τούτους συνεργοὶ τῷ βασιλεῖ, οὐ πρὸς τοὺς

θύραθεν πολεμίους.

Δοκεῖ δέ μοι καὶ ὁ θεσπέσιος Ὅμηρος εἰ καὶ πρὸς τὸν

Ἄρην μᾶλλον ἐπικλινής ἐστιν, ἀλλὰ γινώσκων γε ὥσπερ

ἡμεῖς ὅτι μᾶλλον μεταποιητέον τῷ βασιλεῖ ᾗ βασιλεὺς

τῆς Θέμιδος ἢ τῆς Ἐνυοῦς. καὶ τοῦτο μὲν αὐτοῦ τὸ ἔργον

οἰκεῖον καὶ ἐφ' ᾧ βασιλεὺς ὀνομάζεται ὑπὸ τῶν ἀνθρώ-

c

πων, ἐκεῖνο δὲ οὐκ εὐκτόν, ἀλλὰ ἀναγκαῖον· ἐπαινῶν γὰρ

τὸν Ἀγαμέμνονά φησιν ὅτι κατ' ἄμφω εὐδόκιμος, βασι-

λεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής, οὕτω δὴ λέγων,

διαιρεῖν ἔοικε τὴν βασιλικὴν τέχνην τῆς πολεμικῆς καὶ

μὴ ἐν τῷ ἀγαθῷ βασιλεῖ συλλαμβάνειν καὶ τὸν κρατερὸν

αἰχμητήν. τὸ γὰρ ἀμφότερον οὐχ ἥρμοττεν αὐτῷ, εἰ μὴ

ὡς ἄλλο καὶ ἄλλο τό τε ἄρχειν εὖ καὶ τὸ διαφέρειν ἐν τῇ

αἰχμῇ. ἀλλ' οὐ γὰρ θάτερον θατέρῳ, ἀλλ' ἄρχειν μὲν τῷ

d

βασιλεῖ προσήκει καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων καὶ

τῶν στρατηγῶν καὶ τῶν ταξιαρχῶν, καὶ αὐτοῦ δέ, ἂν

οὕτω τύχῃ, καὶ ὁπλιτεύειν καλῶς καὶ ἱππεύειν καὶ το-

ξεύειν ἐπίσκοπα καὶ ἀκοντίζειν, ὥσπερ σὺ καὶ ὁ σὸς ἀρ-

χηγέτης ἄμφω μὲν ἱππικωτάτω καὶ εὐστοχωτάτω,

Ἄμφω δ' αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.

ἀλλὰ ταῦτα σφῷν μὲν ἴσως ἐν περιουσίᾳ.

188

a

Τὸ μέντοι γε ἔργον τοῦ βασιλέως ᾗ βασιλεὺς ἄλλο τι,

ὡς ἔοικεν, Ὅμηρος ᾤετο. αὐτίκα ὅταν μέν τινα τῶν στρα-

τηγῶν ἐγκωμιάζῃ, ὥσπερ σημεῖόν τι αὐτῷ ἐπιτίθησιν

ἐκ τῶν ὅπλων ἢ τῆς βοῆς ἢ τοῦ σώματος, τὸν μὲν Ἕκτορα

κορυθαίολον, τὸν δὲ Διομήδην βοὴν ἀγαθὸν καὶ τὸν Ἀχιλ-

λέα ποδάρκην καὶ τὸν Αἴαντα ὅτι πάμμεγάς τις ἦν, πελώ-

ριον ἕρκος Ἀχαιῶν· ἀρκεῖ δὲ αὐτῷ πρὸς ἔπαινον στρατη-

b

γοῦ καὶ ἱππηλασία, φιλοπονία γε αὖ καὶ τλημοσύνη· ὁ

γὰρ Ὀδυσσεὺς αὐτῷ καὶ ὁ Νέστωρ ἐκ τούτων τῶν ἐπαί-

νων ὀνομαστοί. ὅταν δὲ ὡς βασιλέα θαυμάζῃ τινὰ καὶ

ἐπαινῇ καὶ τάττῃ τὸ ὄνομα αὐτοῦ ἐν τῇ ποιήσει, οὔτε

κόρυς αὐτῷ ἐνταῦθα ἐν μνήμῃ οὔτε δόρυ οὔτε ὠκύτης,

ἀλλ' ὅτι διοτρεφὴς καὶ διογενὴς καὶ Διὶ μῆτιν ἀτάλαντος,

καὶ τὸ ἔργον αὐτοῦ ᾗ βασιλεὺς τοῦτό ἐστι, τὸ Διὶ ὁμοιω-

θῆναι. ἐκείνου γὰρ ὑποδρηστὴρ καὶ ὑποφήτης, καὶ τῆς

c

ἐκείνου ἀρχῆς οὐ φαύλην ἐπιτέτραπται μοῖραν τὴν ἀν-

θρωπίνην ἀγέλην.

Καὶ σύ, φίλος· μάλα γάρ ς' ὁρόω καλόν τε μέγαν τε

καὶ οὐ παρελεύσομαι

ἄλκιμος ἔσσο.

οὐ γὰρ ἀμφισβητήσιμα τὰ τεκμήρια, δι' ὧν ἤδη ἐπεδείξω.

καὶ γὰρ τὴν ἀρχὴν ἐφεξῆς ταξιαρχοῦντα καὶ στρατηγοῦν-

τα τῷ τῆς βασιλείας στεφάνῳ Γρατιανὸς ἀνεκήρυξεν. ἀλλ'

εὖ τοι γίνωσκε, ὦ χρηστέ, ὡς οὔτε κάλλος οὔτε μέγε-

θος οὔτε ὠκύτης οὔτε ἀλκὴ τὸν ἀγαθὸν ποιεῖ βασιλέα,

d

εἰ μή τι ἴνδαλμα φέροι ἐν τῇ ψυχῇ τῆς πρὸς τὸν θεὸν

ὁμοιώσεως. τοὐντεῦθεν οὖν καὶ αὐτοὶ ζητῶμεν καὶ τὸν

ποιητὴν παρακαλῶμεν διδάσκειν ἡμᾶς ὅπως ἄν τις χαμαὶ

βαδίζων καὶ σάρκα ἠμφιεσμένος ἔχειν τὸ ἴνδαλμα νομι-

σθείη τοῦ ὑπὲρ τῆς ἄκρας ἀψῖδος καὶ ὑπὲρ ἅπαν τὸ ὂν

ἱδρυμένου. ἀκούωμεν τοίνυν αὐτοῦ· οὐ γὰρ εἰς μακρὰν

ἡμᾶς ἀνακαλεῖται, ὁπόθεν οἴεται γνωματεύειν τὸν θεο-

ειδῆ βασιλέα·

189

a

Ὥστε τευ, φησί, βασιλῆος ἀμύμονος, ὅστε θεουδὴς

εὐδικίας ἀνέχησι· φέρησι δὲ γαῖα μέλαινα

πυροὺς καὶ κριθάς· βρίθησι δὲ δένδρεα καρπῷ,

τίκτει δ' ἔμπεδα πάντα, θάλασσα δὲ παρέχει ἰχθῦς

ἐξ εὐηγεσίης· ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.

ἡ δίκη οὖν καὶ ἡ εὐδικία τὸ ἔργον τῆς τέχνης ταύτης ἐστί,

καὶ ἐντεῦθεν τὸ θεοείκελον καὶ θεοειδές.

Καὶ κινδυνεύει ὁ θεῖος Πλάτων παρ' Ὁμήρου αὐτὸ με-

μαθηκέναι· καὶ γὰρ ἐκεῖνος τὴν δικαιοσύνην μετὰ φρο-

b

νήσεως ὁμοίωσιν λέγει πρὸς τὸν θεόν. τῷ οὖν τὴν δίκην

ταύτην ἀνέχοντι καὶ ἀνορθοῦντι ἰοὺ ἰοὺ ὁπόσα λέγει ἀγα-

θὰ ἀκολουθεῖν ἡ Καλλιόπη· εὐθηνεῖσθαι μὲν αὐτῷ τὰ

λήια, εὐθηνεῖσθαι δὲ τὰ δένδρα καὶ τὰς ἀμπέλους, τίκτε-

σθαι δὲ πολλὰ μὲν ζῷα, πολλοὺς δὲ ἀνθρώπους, ἅπαντα

ἔμπεδα καὶ βιώσιμα· δωροφορεῖν δὲ οὐ μόνον τὴν γῆν

τοὺς καρπούς, ἀλλὰ καὶ τὴν θάλασσαν τοὺς ἰχθύας.

βαβαί, ὁπόση δύναμις τῆς εὐδικίας, ἧς διικνεῖται τὸ κέρ-

δος οὐ μόνον εἰς τὰ ἀρχεῖα καὶ τὰ δικαστήρια, ἀλλὰ καὶ

εἰς τὰ ζῷα καὶ εἰς τὰ φυτὰ καὶ τὰ σπέρματα καὶ τὰ ἔμ-

c

βρυα. ὡς μακάριος, ᾧ αὕτη ὑπάρχει ἡ εὐδικία καὶ τὰ

αὐτὰ δύναται τῷ Διὶ καὶ κύριός ἐστιν οὐ μόνον τῶν ἀν-

θρώπων, ἀλλὰ δὴ καὶ τῶν στοιχείων, ὥστε καὶ ταῦτα

ποιεῖν ἐγκαρπότερα καὶ γονιμώτερα καὶ πολυωφελέστερα

τοῖς ἀνθρώποις.

Ταύτης οὖν, ὦ φίλε, πρὸς αὐτοῦ τοῦ Διὸς ἐχώμεθα

ἀπρὶξ τῆς θεοῦ, ἵνα ἡμῖν ὁ ὁρμαθὸς οὗτος τῶν ἀγαθῶν

ἀνεπίληπτος χορηγῆται καὶ μὴ συγχωρῶμεν ἀπομισή-

σασαν τὰ ἀνθρώπινα ἀναπτάσθαι εἰς τὸν οὐρανόν, ἀλλὰ

φιλοχωρεῖν καὶ συμπαρακαθίζειν ἁγνὴν ἐν ἁγνῷ θρόνῳ,

d

συνδιοικοῦσάν σοι τὰ ἀνθρώπινα. πρὸς ταύτης δέ σοι τὴν

φυλακὴν οὐδὲν οἱ ὁπλῖται, οὐδὲ μὰ Δία οἱ σφενδονῆται

καὶ οἱ τοξόται οὐδὲ Ἀρμενίων ἶλαι οὐδὲ Ἰβήρων οὐδὲ τῶν

ὑπασπιστῶν οὐδὲ τῶν δορυφόρων δεήσει, ἀλλ' αὐτάρκης

σὺ σεαυτῷ· μόνη γὰρ ἡ γνώμη τούτου τοῦ ἔργου κυρία.

οὐδέ ἐστιν ἀποφυγὴ οὐδεμία βασιλεῖ ἀμελοῦντι τῆς δίκης,

οὐκ εἰς δειλίαν στρατιωτῶν, οὐκ εἰς ῥᾳθυμίαν στρατηγῶν,

ἀλλ' οὕτως ἄρα ἴδιον σοῦ καὶ μόνου τὸ ἔργον ἐστίν, ὥστε

190

a

καὶ καθημένου σοῦ ἐπὶ θρόνου καὶ ῥήμασι σμικροῖς καὶ

νεύμασι ψιλοῖς ἔνεστι φυλάττειν τὴν δίκην καὶ τῇ φυ-

λακῇ ταύτῃ ἀνέχειν ἅπασι τὴν ἀρχήν. ἄθρει γάρ, ὦ σο-

φώτατε, ὡς ἐγὼ εἰσελήλυθα τήμερον οὐ κολακεύσων

οὐδὲ θωπεύσων. οὐ γὰρ ἂν πρέποι ἀνδρὶ τηλικῷδε καὶ

ὁμιλήσαντι ἤδη πρὸς τοσούτους αὐτοκράτορας νέους τε

καὶ πρεσβυτέρους, ὃν πάντων ἠπίστατο ἠπιώτατον καὶ

ἀνεξικακώτατον καὶ πρᾳότατον, τοῦτον καὶ ὑποτρέχειν

καὶ θωπεύειν· καὶ ὅτε μάλιστα ἀνεπισφαλὴς ἡ παρρησία,

b

τότε τὴν κακοῦργόν τε καὶ ἀνελεύθερον φωνὴν ἀνθαι-

ρεῖσθαι, ὥσπερ πῶλον εὐγενῆ ἀγριαίνοντα μὲν ἡμεροῦν

προσήκει, ἥμερον δὲ φύντα ἐξ ἀρχῆς γελοῖος ὁ κατα-

ψήχειν ἐπιχειρῶν καὶ μὴ τῷ φύσει ἀγαθῷ ἀποχρώμενος.

Ἤδη οὖν τρίτος οὗτος ἐνιαυτὸς καὶ ἄγευστός σοι ὁ κά-

λαμος γραμμάτων θανατηφόρων· ὥστε εἴσεισι μὲν παρὰ

τοῦ νόμου πολλάκις ἡ μέλαινα ψῆφος, ἔξεισι δὲ ἀεὶ μετα-

βάλλουσα εἰς λευκὴν ἐκ τῶν βασιλείων. ὢν γὰρ τἄλλα

νομιμώτατος αὐτοκρατόρων οἶσθα ὅπου βασιλικώτερον

c

παραρρῆξαι τὸν νόμον ἢ ἐμπεδῶσαι. εἰσφοιτᾷ δὲ εἰς τὰ

βασίλεια πατάσσων οὐδεὶς τὴν καρδίαν οὐδὲ τοὺς ὀδόντας

ἀράσσων οὐδὲ χλωρὸς ὑπὸ δέους, ἀλλ' εὐέλπιδι τῇ γνώμῃ

καὶ ἀνεστηκυίᾳ ὥσπερ εἰς τὰ ἄσυλα τῶν ἱερῶν· οὕτω

σοι ἵλεω μὲν τὰ ὄμματα, ἀθόρυβος δὲ ἡ φωνή, γαλήνη

δὲ ἐπικέχυται παντὶ τῷ προσώπῳ. οὐδ' ἂν προσιδών σέ

τις μὴ ἅπαν ἐκβάλῃ τὸ δεῖμα ἐκ τῆς ψυχῆς· ὥστε καὶ

τῶν πολεμίων ὁ τέως τὰς σπονδὰς ὑφορώμενος καὶ μηδὲ

τραπέζης ῥᾳδίως κοινωνῆσαι θαρρήσας δι' ὑποψίαν νῦν

d

πρόσεισιν ἄνοπλος καὶ ἄνευ σιδήρου, διδοὺς ἑαυτὸν χρῆ-

σθαι ὅ τι ἂν ἐθέλῃς, εἰδὼς ὅτι οὐχ ὡς ἐχθρῷ ἐθελήσεις,

ἀλλ' ὡς Ἀλέξανδρος Πώρῳ τῷ Ἰνδῷ καὶ Ἀρταξέρξης

Θεμιστοκλεῖ τῷ Ἀθηναίῳ καὶ Ῥωμαῖοι τῷ Λίβυϊ Μασσα-

νάσσῃ. τοιγαροῦν ὧν τοῖς ὅπλοις οὐκ ἐκρατήσαμεν, τού-

τους τῇ σῇ πίστει προσηγαγόμεθα αὐτοκλήτους, καὶ ὥσ-

περ ἡ μαγνῆτις λίθος ἡσυχῆ ἐφέλκεται τὰ σιδήρια, οὕτω

καὶ αὐτὸς ἀκονιτὶ ἐφειλκύσω τὸν Γέτην δυνάστην, καὶ

ἥκει σοι ἐθελοντὴς ὁ πάλαι σεμνὸς καὶ ὑψηλογνώμων

191

a

ἱκέτης εἰς τὴν πόλιν τὴν βασιλίδα, οὗ τὸν πατέρα ὁ παμ-

μεγέθης Κωνσταντῖνος εἰκόνι ἀπεμειλίσσετο τῇ νῦν ἔτι

ἀνακειμένῃ πρὸς τῷ ὀπισθοδόμῳ τοῦ βουλευτηρίου. οὕτω

δόξα ἀγαθὴ βασιλεῖ πολλῶν ἀσπίδων δυνατωτέρα καὶ

ὑπάγεται ἐθελουσίους τοὺς τῆς ἀνάγκης καταφρονοῦντας,

καὶ οὐχ οὕτω σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ

ὡς εὐσέβεια καὶ φιλανθρωπία οὐ μόνον νικᾷ τὰς πολλὰς

χεῖρας, ἀλλὰ καὶ σῴζει.

b

Μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε.

Ἀντωνίνῳ τῷ Ῥωμαίων αὐτοκράτορι, ᾧ τοῦτο αὐτὸ ἐπώ-

νυμον ὁ εὐσεβὴς ἦν, τοῦ στρατεύματος ὑπὸ δίψους αὐτῷ

πιεζομένου, ἀνασχὼν τὼ χεῖρε ὁ βασιλεὺς πρὸς τὸν οὐρανόν,

ταύτῃ, ἔφη, τῇ χειρὶ προὐτρεψάμην σε καὶ ἱκέτευσα τὸν

ζωῆς δοτῆρα, ᾗ ζωὴν οὐκ ἀφειλόμην. καὶ οὕτω κατῄδεσε

τὸν θεὸν τῇ εὐχῇ ὥστε ἐξ αἰθρίας ἧκον νεφέλαι ὑδροφο-

ροῦσαι τοῖς στρατιώταις. καὶ εἶδον ἐγὼ ἐν γραφῇ εἰκόνα

τοῦ ἔργου, τὸν μὲν αὐτοκράτορα προσευχόμενον ἐν τῇ

c

φάλαγγι, τοὺς στρατιώτας δὲ τὰ κράνη τῷ ὄμβρῳ ὑπο-

τιθέντας καὶ ἐμπιπλαμένους τοῦ νάματος τοῦ θεοσδότου.

τοσοῦτόν ἐστιν ἀγαθὸν τοῖς ὑπηκόοις δικαιότης τοῦ ἡγε-

μόνος, ὥσπερ αὖ πάλιν τοῦ μὴ ἀρεστοῦ τῷ θεῷ, μηδὲ

ἀρεστὰ ἐργαζομένου ἄρχεται ἡ δίκη οὐκ ἀπ' αὐτοῦ εὐθύς,

ἀλλὰ ἀπὸ τῶν ἀρχομένων.

Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,

καίτοι ὁ στρατὸς οὗτος οὐ συνηγρίαινε πρὸς τὸν Χρύσην

τῷ Ἀγαμέμνονι, ἀλλὰ τοὐναντίον

καὶ ἐπευφήμησαν ἅπαντες

d

αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα.

εἰ δ' αὖ καὶ ὁ στρατὸς ξυνηδίκει, ὅτι συνεχώρει, ἀλλὰ

τούς γε ὀρεῖς καὶ τοὺς κύνας τί τοὺς ἀθῴους ὁ ὀϊστὸς ἐν

τοῖς πρώτοις ἐπεπορεύετο; ἀλλὰ διδάσκει, ὡς ἔοικεν, Ὅμη-

ρος ἡμᾶς τὰ μὲν τῶν ἰδιωτῶν πλημμελήματα εἰς αὐτοὺς

ἵστασθαι τοὺς πλημμελοῦντας, ταῖς δὲ τῶν βασιλέων ἀγνω-

μοσύναις ὑπεύθυνον γίνεσθαι καὶ τὸ ὑπήκοον. εἶτα ὥσ-

192

a

περ φῶς ἐκχεόμενον ἀκήρατον ἐξ ἀκηράτου λαμπτῆρος

ἡ τῆς σῆς γνώμης ἀγαθοεργία ἅπαντας μὲν καταυγάζει

καὶ τοὺς πόρρω καὶ τοὺς πλησίον, ἐκδηλότερον δὲ τοὺς

ἀγχοῦ ἑστῶτας.

Οὐκοῦν οὐδὲ ὁ περιεστώς σε οὗτος χορὸς οὐδὲ οἱ τοῦ

χοροῦ κορυφαῖοι δυσπρόσιτοί τε καὶ συννεφεῖς καὶ οὐ

ῥᾳότεροι ἀτεχνῶς, ὥσπερ τοὺς δράκοντάς φασιν ἐν ταῖς

χειαῖς κακὰ φάρμακα βεβρωκότας ζητεῖν ὅτῳ ἂν ἐγχρί-

ψαιντο τὴν τοῦ ὀλέθρου παρασκευήν, ἀλλὰ ἅπασιν αὐτοῖς

ὥσπερ νομίσμασιν ἡ σὴ εἰκὼν σεσήμανται καὶ εἰς ἓν λάμ-

b

πει ὁ σὸς χαρακτὴρ τῇ πρὸς τὸ καλὸν εὐαγωγίᾳ, καὶ μεμί-

μηται ἕκαστος ᾗ δύναται τὸν ἀρχηγέτην ὥσπερ ὁ ἀρχ-

ηγέτης αὐτὸς τὸν θεόν. ἣν γὰρ ἔφη Πυθαγόρας ὁ Σάμιος

εἰκόνα πρὸς θεὸν εἶναι ἀνθρώπους, μόνη, ὡς ἔοικεν, ἐστὶν

εὐποιία, πρὸς ἣν ἀνεπτέρωταί σοι αὐτοφυὴς καὶ αὐτοκέ-

λευστος ἡ ψυχή, καὶ θᾶττον ἄν τις ἀπείποι ἀπαιτῶν ἢ

σὺ διδοὺς καὶ ἐπινεύων. ἀλλ' ὅμως χρυσίον μὲν οἶσθα καὶ

δωρεῖσθαι τοῖς ὑπηκόοις καὶ ἀφιέναι τοῖς ὑπευθύνοις,

c

γλυκὺ δέ σοι καὶ τὰ ἐλλείμματα ἀπολύειν χαλκοῦ καὶ

σιδήρου καὶ ἵππων καὶ ὑφασμάτων, μόνα δὲ τὰ τῶν

λόγων ἐλλείμματα οὐκ ἀνέχῃ οὔτε συγχωρεῖν οὔτε εἰς

χρόνον τινὰ ἀνατίθεσθαι, ἀλλ' ἐπὶ ταύτης μόνης τῆς εἰσ-

φορᾶς δυσίατος ἄρα ἦσθα καὶ ἀπαραίτητος, καὶ οὐκ ἐπι-

τρέπεις τὴν εἴσπραξιν ταύτην ἀρχῇ τινι οὐδὲ στρατιώτῃ,

ἀλλ' αὐτὸς στρατηγός, αὐτὸς ἀποδοχεὺς τῶν ὀφλημάτων

τούτων, αὐτὸς ταμίας· οὐδὲ παραδίδως ἑτέροις φυλάττειν

αὐτὰ ἃ ἂν εἰσπράξῃ, ἀλλ' ἐν τῇ ψυχῇ τῇ σεαυτοῦ κατα-

d

σημαίνῃ καὶ θησαυρίζεις· καὶ διὰ τοῦτο ἄρα τοῦ εὖ ποιεῖν

ἄπληστός σοι καὶ ἀκόρεστος ἐντέτηκεν ἐπιθυμία, ὅτι κα-

λοῦ εὐποιία δίδωσιν ἀφορμὰς τοῖς ἀθωπεύτοις ἐπαίνοις

καὶ ἐλευθέροις, ᾗ σὺ καταπυκνοῖς τὴν βασιλείαν ὅσαι

ἡμέραι καὶ ὅσαι ὧραι. ὥστε εἴ τις ἀπαριθμήσειεν ὅσους

μὲν ἐρρύσω ἀειφυγίας, ὅσους δὲ ἐξείλου θανάτου, ὅσοις

δὲ ἐπανῆρας τοὺς πατρῴους οἴκους, ὅσοις δὲ ἐχορήγησας

ἐκ τῶν ταμιείων ἀπορουμένοις, οὐκ ἐλάττονας τὸν ἀριθ-

μὸν εὑρήσει τῶν ἡμερῶν ὧν βασιλεύεις.

193

a

Καλὸν οὖν λόγον καὶ βασιλικὸν τὸν Τίτου τοῦ αὐτο-

κράτορος ἔργῳ ἁμιλλᾷ παραδραμεῖν, οὐ μόνον ἡμέραν

ἀβασίλευτον μὴ παρελθεῖν, ᾗ οὐκ ἔνεστιν εὐποιία, ἀλλὰ

μηδὲ ὥραν φιλονεικῶν. ἐῶ γὰρ ὅτι μηδὲ αἱ νύκτες αἱ σκο-

τειναὶ καὶ ἀφεγγεῖς τῆς σῆς βασιλείας, ἐν αἷς καθεύδειν

ἐπ' ἄμφω ἔνεστι δειμάτων τε καὶ φροντίδων ἀπηλλαγ-

μένους. ὥστε εἰ καθάπερ Τίτῳ ἐδόκει τοσαυτάκις καὶ

σὺ βασιλεύεις ὁσάκις εὖ ποιεῖς, ἐγγὺς ἂν εἴης τοῦ ὑπεραί-

ρειν τῷ πλήθει τοῦ χρόνου τὸν Σεβαστόν.

b

Ἐγὼ δὲ οὐ φαυλότερον τίθημι τούτων τὸν ἀριθμὸν τῶν

Ἀλεξάνδρου τροπαίων· ἐκείνῳ μὲν γὰρ καὶ Ἀντίπατρος

ἠμφισβήτει καὶ Παρμενίων καὶ οἱ πεζέταιροι καὶ οἱ Ἀγρι-

ᾶνες, ταύτης δὲ μόνης τῆς νίκης αὐτουργὸς σὺ καὶ αὐτο-

κράτωρ, καὶ ταύτην ἐποικοδομῶν ἀεὶ καὶ συναύξων ἀνα-

βήσῃ, ὥσπερ βαθμοῖς χρώμενος ταῖς εὐποιίαις, ὑψοῦ ἄνω

καὶ ἐγγὺς τῆς αὐλῆς τοῦ Διός. οὗτοι γὰρ μόνοι οἱ βαθμοὶ

c

ἀνάγουσιν εἰς τὸν οὐρανόν, οὐκ Ὄσσα οὐδὲ Ὄλυμπος οὐδὲ

Πήλιον, ἀλλόκοτοι ἀλλοκότων ἀνθρώπων βουλαὶ καὶ ἐλ-

πίδες· μόνῳ δὲ ἀμβατὸς οὐρανὸς ὅτῳ ἔνεστιν οἰκοδομεῖν

τὴν ἀνάβασιν ταύτην εὐεργεσίαις ἀνθρώπων. καὶ περὶ

τούτου μᾶλλον προσήκει ἀμφισβητεῖν τὴν Πυθίαν,

Δίζω εἴ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον

ἢ περὶ Λυκούργου τοῦ Σπαρτιάτου. Λυκοῦργος μὲν γάρ,

εἰ καὶ λίαν κητώεσσα ἦν ἡ Λακεδαίμων, ἀλλὰ μίαν γε πό-

d

λιν ἐκ βίου ἀτάκτου συνήρμοσεν εἰς εὐνομίαν, σοὶ δὲ τῶν

ἐν Σπάρτῃ ἀνθρώπων πλείους αἱ ὑπήκοοι πόλεις, καὶ εἰ

ταύτας ἐμπλήσειας εὐδαιμονίας, οὐκέτι θωπεύοντες οὐδὲ

ἐξαπατῶντες τὸ χρυσοῦν ὄνομά σοι τοῦτο προσάψομεν,

τὴν θεότητα, ἀλλ' ὡς οἷόν τε ἀληθινῶς καὶ ἀθωπεύτως.

θεοὶ γὰρ δοτῆρες ἐάων, καὶ τοῦ αὐτοῦ ἔργου αὐτοῖς κοι-

νωνῶν ἐν τῷ αὐτῶν χορῷ ἐγγραφήσῃ, καὶ πᾶσαι ἔσονταί

194

a

σοι ἐκεῖθεν αἱ ἐπωνυμίαι, ὁ σωτήρ, ὁ πολιεύς, ὁ ξένιος,

ὁ ἱκέσιος, τοῦ Γερμανικοῦ ὑψηλότερα ὀνόματα καὶ τοῦ

Σαρματικοῦ. ἥξουσι μὲν γὰρ καὶ αὗται αἱ ἐπιρρήσεις οὐκ

εἰς μακράν, ἀλλ' ἥξουσί σοι σὺν τῷ Δείμῳ καὶ τῇ Ἐνυοῖ,

δαίμοσι χθονίοις καὶ ἐπὶ γῆς διαιτωμένοις, οὓς ἀναγκαίους

ποιεῖ κάκη ἀνθρώπων. ἐν οὐρανῷ δὲ οὔτε Δεῖμος οὔτε

Ἐνυὼ οὔτε μὴν Κυδοιμὸς οὔτε Κῆρες. ἵνα γὰρ πηγαὶ

ζωῆς, ἵνα πηγαὶ εὐδαιμονίας, πόρρω ἐκεῖθεν οὗτος ὁ

χορὸς ἀπελήλαται. ἀλλ' οὔτε οἱ δύο πίθοι κατάκεινται ἐν

b

Διὸς οὔδει, κηρῶν ἔμπλεοι, ὁ μὲν ἐσθλῶν, ὁ δὲ δειλῶν·

κακῶν γὰρ οὐκ ἔνεστιν ἐν τῷ οὐρανῷ ταμιεῖον. ἀλλὰ τὸν

ἕτερον πίθον αὐτοὶ μὲν ἐμπίπλαμεν, αὐτοὶ δὲ καὶ ἐκκενοῦ-

μεν. ἢ δειξάτωσαν ἐν τῇ βουλῇ τοῦ βασιλέως πίθον καὶ

στεναγμῶν καὶ δακρύων, ὥσπερ ἐγὼ ἂν ἐπιδείξαιμι ζωῆς

καὶ ὄλβου καὶ πλούτου καὶ πρᾳότητος καὶ εὐδικίας πολ-

λοὺς καὶ μεγάλους καὶ ὑπερχειλεῖς· ὧν ἀρυόμενος καὶ

ἀπαντλῶν, ἐξ ὅσου τὴν ἁλουργίδα ἐνήψατο, οὐ λήγει ἐπ-

οχετεύων καὶ ἐπάρδων τοὺς ὑπηκόους. αἵματος δὲ οὐκ ἔνι

c

πίθος αὐτῷ οὐδὲ δείματος οὐδὲ φρίκης, ἀλλὰ καὶ ὅπου

ἔλαθε κατορωρυγμένος μένει εὐρωτιῶν καὶ τὸ πῶμα αὐτῷ

ἐπίκειται καὶ συνήλειπται, καὶ οὐκ ἀποκέκλεισται ἡ ἐλπὶς

μόνη, τὰ δὲ κακὰ ἐκκέχυται εἰς τοὺς ἀνθρώπους, ἀλλὰ

τοὐναντίον τὰ μὲν καθειργμένα κατασεσήμανται δεσμοῖς

ἀλύτοις ἢ καὶ ἀδαμαντίνοις, ἐξέπτη δὲ ἡ ἐλπὶς μόνη

τῶν ἀγαθῶν, καὶ διὰ τοῦτο ἅπαντα πλέα ἐστὶν ἐλπίδος

ἀγαθῆς.

Ὀρφανία δὲ ὄνομα φροῦδον καὶ οὐδεὶς ἀπάτωρ τά γε

νῦν, ἀλλὰ καὶ οἷς ἀνάγκη τις οὐκ εὐδαίμων νηπίοις ταύ-

την ἐπέκλωσε τὴν δυσποτμίαν ἀντὶ ἰδιώτου πατρὸς ἀντ-

d

ηλλάττοντο βασιλέα. κληρονομεῖν δὲ παῖδας γονέων τὰ

μὲν ἄλλα σύμπαντα ἐᾷς, τὰ δὲ ἐγκλήματα μόνα οὐ συγχω-

ρεῖς, ἀλλὰ συναποθνῄσκει τοῖς πλημμελήσασι καὶ οὐ

γίνεται τῶν πταισάντων μακροβιώτερα, οὐδὲ εἰσπράττῃ

δίκας ἀδικημάτων τοὺς κολασθησομένους προγενεστέρων.

Πλέομεν δὲ ὥσπερ ἐν νηὶ δυοῖν κυβερνήταιν ἐφεστη-

κότων τῇ ναυτιλίᾳ πρὸς τὸν ἐξαίφνης ἐπιπεσόντα χει-

195

a

μῶνα, καὶ τῶν κυμάτων τὰ μὲν κατεστόρεσται ἤδη, τὰ δὲ

οὐχ οὕτω κορυφοῦται καὶ ἀγριαίνει. εὖ γὰρ ποιοῦντες ἐκ

κοίλης νεὼς ἐπὶ τὰ ἰκρία ἄμφω ἀναβεβήκατον, ἔνθεν ἄπο-

πτον ἅπαν τὸ πέλαγος, οὗ μὲν τραχὺς ὁ κλύδων, οὗ δὲ

ἄρχεται γαληνιᾶν. περισκοποῦντε οὖν κύκλῳ καὶ περι-

αθροῦντε ἀντιλαμβάνεσθον τῶν οἰάκων· παρειλήφατον γὰρ

τὴν ναῦν οὐχ ὁρμοῦσαν ἐν λιμέσιν ἐφ' ἡσυχίας οὐδὲ πλέ-

ουσαν οὔρῳ εὐκραεῖ καὶ πλησιστίῳ, ἀλλὰ τρικυμίας ἁπαν-

ταχόθεν ἐπηγερμένης καὶ ζεούσης τῆς θαλάσσης ἔνθεν

καὶ ἔνθεν καὶ τῶν τοίχων ἤδη πεπονηκότων· καὶ δεῖ σφῷν

b

τῆς ἄκρας ἐπιστήμης καὶ τλημοσύνης μᾶλλον ἢ Ἀντιόχῳ

τε καὶ Ἀρίστωνι. ἰδοὺ γὰρ πηλίκη ἡ ναῦς, ἣν κυβερνᾶτον,

καὶ ὁπόσοι οἱ ἐν τῇ νηὶ ταύτῃ ἐμπλέοντες καὶ ὁπηλίκαι τῷ

σκάφει ἐπικρέμανται καταιγίδες. ὕπνου οὖν οὔπω και-

ρὸς οὐδὲ ῥᾳστώνης οὐδὲ ᾠδῆς οὐδὲ κρατήρων. ἀλλὰ ταῦτα

ἅπαντα γαλήνης παραμυθία καὶ ἡδύσματα, ἡνίκα οὐ

κίνδυνος καὶ τῷ κυβερνήτῃ ἀποθαρρεῖν καὶ τοῖς ναύταις

παρεῖναι τὰς κώπας, τηνικαῦτα δὲ οὐ χαλεπὸν καὶ τῷ

ἐσχαρεῖ καὶ τῷ θαλαμίᾳ μεταλαμβάνειν τοὺς οἴακας· οὐ

c

γὰρ δεῖται ἀκριβοῦς τέχνης ἡ πολλὴ γαλήνη· ὅταν δὲ

Σὺν δ' Εὖρός τε Νότος τε πνεύσῃ Ζέφυρός τε δυσαής,

τότε δὴ τότε

Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθ' ὁ πλοῦς,

ἀλλὰ τοῦ κυβερνητικωτάτου καὶ ἀγρυπνητικωτάτου, καὶ

ᾧ πειθήνιοι μὲν οἱ ἐρέται, πειθήνιος δὲ ὁ πρῳρεύς, εἴκει

δὲ αὐτοῦ τοῖς νεύμασι καὶ ὁ τῇ πρύμνῃ ἐπιστατῶν, κεῖνται

δὲ οἱ κάλοι καὶ οἱ πρότονοι καὶ οἱ πόδες εὖ καὶ ἐπιστα-

μένως διακεκριμένοι, ὥστε πρόχειροι εἶναι πρὸς τὴν

ἐπιοῦσαν χρείαν καὶ τὰς ἐμβολὰς τῶν πνευμάτων.

d

Ὅπερ οὖν ἐν νηὶ κυβερνητικὴ τέχνη ἐστί, τοῦτο ἐν

πόλει ἀρχικὴ ἀρετή. καὶ δεῖ ταύτην καὶ ἑκοῦσαν πείθεσθαι

καὶ ἄκουσαν συναναγκάζειν, ὡς ἂν μὴ πόρρω ἀποστα-

τοίη τῆς τῶν κοινῶν ἐπιμελείας. ἀρετὴ δὲ εἰς τὰ κοινὰ ἑλ-

κομένη καὶ φύεται μᾶλλον καὶ ἐκπονεῖται· ἀσκεῖται γὰρ

ἀεὶ τὸ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. καὶ

τηνικαῦτα δῆλόν ἐστι σοφῶς εἰρημένον τό, ἀρετῶσι δὲ λαοὶ

ὑπὸ τῶν ἀγαθῶν βασιλέων. ταχεῖα γὰρ ἦν καὶ τῷ πλήθει

196

a

πρὸς τὰ ἔντιμα ἡ ἐπίδοσις. τρέφει δὲ ἀρετὴν οὐ τιμὴ μόνον,

ἀλλὰ καὶ μελέτη καὶ προσεδρεία, καὶ τὸ ἐνδιατρίβειν τῷ

ἔργῳ ὃ προχειρίζεται. εἰ δὲ ἅμα τε ἀναβαίνοι ἐπὶ τὸ βῆμα

καὶ ἀπαλλάττοιτο, ἐκλάμπουσα ἀκαρῆ καὶ σεμνυνομένη

ὠκύμορον καὶ ἠλιτόμηνον κάλλος, οὐ πολλοὺς ἂν κινήσειεν

ἐραστάς. χρὴ οὖν αὐτὴν ἐοικέναι δολιχοδρόμῳ μᾶλλον ἢ

σταδιεῖ, καὶ μὴ πρώτῃ εὐθὺς νύσσῃ καταπαύειν, ἀλλ'

ἐπιέναι πλείονας κύκλους. οὕτῳ γὰρ ἂν μᾶλλον ἐκφήνειε

b

τὴν δύναμιν καὶ τὴν ἀγλαΐαν. ὁρῶμεν δὲ καὶ τοὺς ἡνιόχους

ὅτι ἐν χρόνῳ τοὺς ἵππους καταμανθάνουσι καὶ πρὸς ὅ τι

ἔργον ἑκάστῳ χρηστέον.

Ἀνδρὶ δὲ πόλεις καὶ δήμους ἡνιοχοῦντι πλείονος δεῖ

ἐμπειρίας τῶν ὑπηκόων, ἢ ἀνάγκη αὐτῷ ἔσται πολλάκις

τὰ χαλινὰ ἐπαλλάττειν καὶ τὰς ἡνίας, καὶ τὰ μὲν πρόσω

μὴ πάνυ ὁρᾶν, ὀπίσω δὲ ἀεὶ τετράφθαι τῇ γνώμῃ πρὸς

τοὺς διώκοντας, ὁπότε ἐπιδραμόντες τοῦ δίφρου αὐτὸν

ἐκβαλοῦσιν οὗ ἐπιβέβηκε. οὔτ' οὖν ἔργον ὑπάξεται ἀχρόνως

c

ὃ χρόνου δεόμενον οἶδεν οὔτε δικάσει πρᾴως οὔτε εἰσπρά-

ξεται εὐμενῶς. τὸ γὰρ πρᾴως αὐτῷ πανταχοῦ ἡ σπουδὴ

οὐ συγχωρήσει καὶ τὸ δέος τῶν κατὰ πόδας ἐπελαυνόντων.

κολοβὰ οὖν καὶ ἀτελῆ σύμπαντα τὰ τῶν τοιούτων ἀρχόν-

των ἐγχειρήματα καὶ ἠλιτόμηνα ἀτεχνῶς, ἅτε καὶ αὐτῶν

ἠλιτομήνων. δεῖ δὲ οὔτε ἵππων οὔτε ὅπλων ὑμῖν οὕτως

ἀκριβῶς ἐξητασμένων ὡς ἀνδρῶν, ὅσοι διαλαγχάνουσι τὰς

τῶν θεῶν ἐπιτροπείας. θεῷ μὲν γὰρ οὔτε ὀφθαλμοὶ οὔτε

ὦτα διακονοῦνται οὔτε γνώμη σώματι ἐνδεδεμένη, ἀλλὰ

d

πάρεστιν ἁπανταχοῦ, ὅλως ἄφετος καὶ ἀκώλυτος, τῷ κόσμῳ

ἐπιστατῶν, οὗ βασιλεύει. καὶ διὰ τοῦτο αὐτῷ πολλὴ

ῥᾳστώνη καὶ βαίνοντι δι' ἀψόφου κελεύθου κατὰ δίκην

τὰ θνητῶν ἄγειν. ἀνθρώπῳ δὲ ἄρχοντι καὶ συνάρχοντι

σχεδὸν ἁπάσης γῆς καὶ θαλάσσης πολλὰ μὲν ὦτα ὑπηρε-

τοῦντα ἔχειν ἀνάγκη, πολλοὺς δὲ ὀφθαλμούς· ἢ οὐκ ἂν

ἄλλως ἐξαρκοίη πρὸς τὸ μέγεθος τῆς ἀρχῆς. χρὴ οὖν

197

a

μάλιστα ὑγιαίνειν τούτου τοὺς ὀφθαλμούς, 〈***〉 ὅτι χρὴ

μάλιστα ὑγιαίνειν τὰς ἀκοὰς καὶ τὰ σὰ ὄμματα. καὶ οὕτω

δὴ πεφραγμένω ἄμφω πρός τε ἕω καὶ πρὸς ἑσπέραν ἴσα

βαίνοντε, φρονοῦντε, τὴν ἀγαθὴν ἅμιλλαν ἁμιλλωμένω,

ἐπανάξετον οὐ σὺν πολλῷ πόνῳ εἰς τὴν προτέραν τάξιν

τὴν Ῥωμαίων ἡγεμονίαν καὶ τὰ τραύματα ἐξακέσεσθον,

ἃ τέτρωται πρὸ τῆς σφῷν ἐπιστασίας, ὁρμηθέντες ἔνθεν

καὶ ἔνθεν καὶ εἰσθλίψαντες εἴ τι ἐν μέσῳ τοῦ δυσωνύμου

καὶ ἀθεμίτου φύλου ἀπορραγὲν λείψανον ἐμμεμένηκεν.

b

ἔχειν δὲ χρὴ θυμὸν ἀγαθόν. Ῥωμαίων γὰρ οὔπω βάρβα-

ροι κεκρατήκασιν, ἀλλὰ τάξις ἀταξίας κρείττων ἐφάνη καὶ

κόσμος ἀκοσμίας καὶ θάμβους θαρραλεότης καὶ τὸ εὐπει-

θὲς τοῦ δυσηκόου. ταῦτα γὰρ ὅπλα, οἷς νικῶσιν ἄνθρωποι

ἀνθρώπους. ἀσπίδες δὲ ἐπίχρυσοι καὶ ἐπάργυροι καὶ λίθοι

ἀστράπτοντες καὶ ἵππος σιδήρῳ ἠμφιεσμένη οὐχ ὅπλα

ἄρα ἐστίν, ἀλλ' ἆθλα τῶν νικᾶν ἐπισταμένων.

Χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.

c

καὶ οὐδὲν θαυμαστὸν τὰ τῆς ἀρετῆς ὅπλα ἐπικρατέστερα

καὶ ἐγγυώτερα εἶναι ὧν δημιουργοῦσιν ἀσπιδοπηγοὶ καὶ

χαλκοτύποι. τάξιν καὶ τόλμαν καὶ εὐπείθειαν εἰς τὴν

φάλαγγα ὑμῖν ἐπανακτέον, καὶ ταύταις ἐπανιούσαις

συνεπανήξει εὐθὺς καὶ ἡ νίκη. ἀδελφαὶ γὰρ ἀλλήλων καὶ

συστρατιώτιδες καὶ συναυλίζονται τὰ πολλὰ ἐν τοῖς στρα-

τοπέδοις, καὶ σπάνιον εἴ ποτε ἀποσκηνοῖντο νίκη καὶ ἀρετή.

Λακεδαιμονίοις τοῖς πάλαι πολέμῳ πιεζομένοις ὑπὸ

d

Μεσσηνίων ἀνεῖλεν ὁ θεὸς συμμαχίαν αἰτεῖσθαι Ἀθήνη-

θεν. πρεσβευσαμένοις δὲ τοῖς Λάκωσιν οἱ Ἀθηναῖοι καὶ

συμμαχίαν τὴν πυθόχρηστον αἰτησαμένοις οὐχ ὁπλί-

τας ἔδοσαν οὐδὲ ἱππέας οὐδὲ μὰ Δία ψιλοὺς ἢ γυμνῆτας,

ἀλλὰ Τυρταῖον τὸν ποιητήν. ᾔδεσαν γὰρ ἅτε σοφοὶ ὄντες

Ἀθηναῖοι τοῖς μὲν σώμασι Λακεδαιμονίους Μεσσηνίων οὐχ

ἡττωμένους, θάρσει δὲ καὶ προθυμίᾳ βελτίους γίνεσθαι

καὶ ἰσαρίθμους ἰσαρίθμων καὶ πολλῷ ἐλάττους πλειόνων,

198

a

ὥσπερ αὐτοὶ οὗτοι οἱ Λάκωνες τετρακόσιοι ὄντες οὐκ

εἶξαν μυριάσι βαρβάρων ἀναριθμήτοις, οὐ Λούκουλλος

Τιγράνῃ, οὐδὲ Πομπήιος Μιθριδάτῃ, οὐδὲ Καῖσαρ Γαλά-

ταις οὐδὲ ἱππάρχων Σαυρομάταις. ἀναστῆσαι δὲ τούτους

ἐπτηχότας καὶ ἀνεγεῖραι αὐτῶν τὰ φρονήματα καὶ πρὸς

τὸν ἀρχαῖον ζῆλον ἀναγαγεῖν ἱκανὸς μὲν ἦν καὶ Τυρταῖος,

ἱκανωτέρα δὲ φιλοσοφία.

Ἤδη γάρ ποτ' ἐγὼ καὶ ἄλλοισιν βασιλεῦσι

πολλάκις ὡμίλησα· καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον,

ἀτὰρ δὴ καὶ τῷ σῷ ἀρχηγέτῃ. καί μοι ἔδοξεν ὑπερφυῶς

b

ὁ νεανίας τά τε ἄλλα ἀγαστὸς εἶναι καὶ ἐξεταστὴς τοῦ

ὁμοίου, ὅς γε οὐκ ἐν αἵματος ἀγχιστείᾳ τίθεται τὸ ξυγγενές,

ἀλλ' ἐν τρόπου φιλαληθείᾳ. ὥστε εἰ μὴ τῷ κάλλει τοῦ

σώματος διηλλάττετον, κατά γε τὸ κάλλος τῆς ψυχῆς ἑνὶ

ἂν ἔφην βασιλεῖ ἐντετυχηκέναι, πρός τε τῷ Ῥήνῳ καὶ

πρὸς τῷ Τίγρητι. τώ τοι διατέτατον ἐκ τοῦ Ὠκεανοῦ πρὸς

τὸν Τίγρητα καὶ ἐκ τῆς ἑσπέρας εἰς ἕω ὥσπερ κέρας ἓν

Ἀμαλθείας, μία ψυχὴ καὶ μία γνώμη, ἐν ξυνωρίδι αὐτο-

κρατόρων, ᾗ καὶ ὁ παρῄορος ἀκολουθήσει, ζωοδόται καὶ

c

ὀλβοδόται, ἐφάμιλλοι ἀγωνισταὶ φιλανθρωπίας. ἀλλ', ὦ

ἀγαθοί, τὴν λήμην ὑμῶν ἀφαιρετέον ἧς χορηγεῖτε κηδε-

μονίας, ὅση ὑποβέβηκεν ἔτι καὶ ἐγκάθηται δυσθανατῶσα.

λέγω οὖν παραστησάμενος τὸν Τυρταῖον καὶ τὸν Τυρταίου

μεγαλοφωνότερον Ὅμηρον·

Ὦ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι

δεινόν, ὃ οὔποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον,

Τρῶας ἐφ' ἡμετέρας ἰέναι πόλεις, οἳ τὸ πάρος περ

d

φυζακινοῖς ἐλάφοισιν ἐῴκεσαν.

καὶ

Ἀτρείδη, σὺ δὲ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν,

ἄρχευ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας.

παράγγελλε δὲ ἐξ Ὁμήρου μὲν τοῖς στρατιώταις,

Εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω.

199

a

ἐκ φιλοσοφίας δέ, ὅτι θηξάσθω μὲν καὶ τὸ δόρυ εὖ,

θηξάσθω δὲ πρὸ τοῦ δόρατος τὸν θυμόν, καὶ θέσθω μὲν

εὖ τὴν ἀσπίδα, θέσθω δὲ πρὸ τῆς ἀσπίδος τὴν εὐψυχίαν,

καὶ ταῦτα παραγγέλλων καὶ παρεγγυῶν,

Ἐξελάσεις ἐνθένδε κύνας κηρεσσιφορήτους

οὓς κῆρες φορέουσι,

καὶ οἴσους' ἐπὶ τὸν Ἴστρον,

Ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων

b

ξεινοδόχον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.

{ΧΑΡΙΣΤΗΡΙΟΣ ΤΩΙ ΑΥΤΟΚΡΑΤΟΡΙΥΠΕΡ ΤΗΣ ΕΙΡΗΝΗΣΚΑΙ ΤΗΣ ΥΠΑΤΕΙΑΣΤΟΥ ΣΤΡΑΤΗΓΟΥ ΣΑΤΟΡΝΙΝΟΥ}Πολλάκις ἐβουλευσάμην κατ' ἐμαυτὸν ὅτι μοι καὶ τοῦσώματος πεπονηκότος καὶ τοῦ γήρως ἐπιδιδόντος κατα-θετέον ἤδη τὴν πινακίδα καὶ ἀφεκτέον τοῦ διοχλεῖν ἔτιτὰς βασιλέως ἀκοὰς ἐπὶ τοῖς λόγοις. καὶ γὰρ εἴ τινα χρὴαὐτῷ γενέσθαι παρὰ φιλοσοφίας συντέλειαν, αὐτὴ προ-εκτέτισται ἱκανῶς. ἀλλ' ἐπειδὴ τῆς ἡμέρας ἐκείνης αὐτό-πτης κατέστην, ἐν ᾗ τὴν εἰρήνην εἰσῆγεν, ὥσπερ ἐν τελετῇἀψοφητὶ καὶ ἀπραγμόνως, ἤδη παντελῶς δυσελπιστοῦσικαὶ παρέδωκε τοὺς βαρβάρους ἐξισταμένους ἐθελοντὰςτοῦ σιδήρου, καὶ ταῦτα εἴδομεν ὕπαρ καὶ ἐναργῶς, ἃ τέωςἐπὶ τῶν πινάκων γράφοντες ἐγενόμεθα, οὐχ οἷός τέ εἰμικατέχειν ἐμαυτόν, οὐδὲ τὸ γῆρας αἰσχύνομαι κατ' Εὐρι-πίδην μέλλων χορεύειν. καὶ γὰρ ἂν σχέτλιον εἴη ἀντ-έχοντι μὲν ἔτι πρὸς τοὺς πολεμίους ἐπικελεύεσθαι, κρατή-σαντα δὲ μὴ στεφανοῦν, καὶ πραγματευόμενον μὲν τὴνεἰρήνην τεθαυμακέναι, τοὔργον δὲ ἐπιθέντος ὀλιγωρεῖν,ὥσπερ εἴ τινα ἐν τοῖς σταδίοις ἀγωνιστὴν προσμαχόμενονμὲν ἐν τῇ κονίστρᾳ τοῖς ἀντιπάλοις ἐπῄνουν, καταβαλόνταδὲ καὶ κρείττω γεγενημένον κηρύττειν ἀπώκνουν. Ἤδη δὲ ἐπὶ τούτοις προθυμουμένῳ προσάγειν τὴνχεῖρα τῷ γραμματίῳ καὶ ἀναπειρᾶσθαι, εἰ ἐμοὶ τοῦ λέγεινἡ δύναμις τοσούτῳ κλύδωνι τοῦ σώματος παραμεμένηκεν,ἐπάγει βασιλεὺς ἑτέραν γλυκεῖαν ἀνάγκην, τὸν στρατηγὸνἀνειπὼν εἰς τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχήν· ᾧ πάλαι μὲνὑπόχρεως ἦν, καιρὸν δὲ ἐζήτουν ἐπιτήδειον τῆς ἐκτίσεως,οὐ κατὰ μόνον τὸ κοινὸν ὄφλημα τῶν λόγων, ὃ τοῖς ὅπλοιςὀφλισκάνουσι δικαίως προβεβηκόσιν αὐτῶν καὶ προ-ασπίζουσιν, ἀλλ' ἦν ἄρα καὶ τἀμὰ ἴδια πλείω καὶ πλεῖν ἢτριάκοντα ὅλων ἐνιαυτῶν χρέως ηὐξημένον. ἄρτι τε γὰρἀρχόμενον παριέναι εἰς τὰ βασίλεια ἐξενάγει καὶ γνώριμονἤδη γεγενημένον συνεπηνώρθου, καὶ τὰ τελευταῖα ταῦταἐπὶ τῆς εὐδαίμονος ταύτης ἀρχῆς οὔτε μέγα οὔτε μικρὸνἐκλέλοιπε, συμπροθυμουμένου βασιλέως 〈***〉 τε καὶτοῖς πολλοῖς ἐντιμότερον καταστῆσαι. καὶ δῆτά μοι δεινὸνκατεφάνη τὴν μὲν βουλὴν εὐθὺς εἰσελθοῦσαν, ἡνίκααὐτὸν ἀνεῖπεν ὁ αὐτοκράτωρ, δοῦναι τὰ πρέποντα χαρι-στήρια, ἡμᾶς δὲ καὶ τότε ἄκοντας ἐλλείπειν καὶ νῦν ἑκόνταςἀποκνήσασθαι, ἀλλὰ μὴ δι' ἑνὸς τοῦ παρόντος λόγου καὶτὸν στρατηγὸν ἄρα ἐπαινήσασθαι καὶ πολλῷ μᾶλλον τὸνβασιλέα. ὅταν γὰρ ὁ λαβὼν ἄξιος φαίνηται τῶν τηλικούτων,θαυμαστὴ τοῦ διδόντος ἡ ψῆφος, καὶ τὸ δικαίως τιμῆςτυχεῖν μείων ἔπαινος τοῦ τετυχηκότος ἢ τοῦ διδόντος. Εἴσεισι δὲ νῦν ἡ βουλὴ δι' ἡμῶν καὶ τοῖς ἐπὶ καιροῦτότε ῥηθεῖσι προστίθησι τὰ ἐκ τῆς σχολῆς. τὴν γὰρ ἡμετέ-ραν φωνὴν τῆς γερουσίας φωνὴν νομιστέον. οὐ γὰρ ἐπ'ἄλλῳ τῳ προΐσταται ἡμῶν ἢ ἐπὶ τοῖς λόγοις· ὥστε τὰ μὲνῥήματα ἴσως ἐμαυτοῦ φθέγγομαι, ἡ γνώμη δὲ κοινὴ καὶτῶν ἀκουόντων ἐστίν, ἣν μίαν ἔχοντες ἅπαντες εἰσεληλύ-θαμεν. λέγεται μὲν οὖν παρὰ πολλῶν ὡς λόγος ἐστὶν ἔργουσκιὰ καὶ οὐδαμῶς ἀντίρροπον χαριστήριον· ἐγὼ δὲ ὅτανἴδω τὸν περιεστῶτα χορὸν καὶ τὸν τοῦ χοροῦ προκαθήμενον,οὐκ αὐτῷ μόνῳ φαίην ἂν τῷ μέτρῳ, ἀλλὰ πολὺ καὶ λῷονἀποδιδόναι. οὐ γὰρ σύλλογόν τινα παντοδαπῶν ἀνθρώπωνσυναγαγὼν οὐδὲ εἰς θέατρον ἀποπεμπόμενον εἰσφρήσας,ὥσπερ τις ῥήτωρ ἢ σοφιστής, περαίνων τὸ προκείμενον,ἀλλ' ἱερὸς μὲν ὁ λόγος, ἱερὰ δὲ ἡ ποιήσασα τέχνη τὸνλόγον, ἱερὸς δὲ ὁ νεώς, εἰς ὃν ἐλήλυθα· Ζεὺς δὲ βασίλειοςἀκροατὴς καὶ μετὰ τοῦ Διὸς αὐτὸς βασιλεὺς καὶ πᾶσα ἡμετ' αὐτὸν δορυφορία. ἀρχαὶ μὲν αὗται ἀεὶ μέγισται πάρ-εισι καὶ ἐφάμιλλοι· ξυνωρὶς δὲ τῶν στρατηγῶν, ὧν ὁμὲν ξυγχωρεῖ τοῖς πρεσβείοις τῆς ἡλικίας καὶ νενόμικενἐνέχυρον τῆς αὑτοῦ τιμῆς τὴν τοῦδε προειληφυῖαν, τῷ δὲοὐκ ἀπ' ἐλπίδος ἐστὶ τὸ ἔπαθλον· δίκη δὲ πάρεδρος βασι-λείας καὶ κόσμος τῆς αὐλῆς καὶ μεγαλοδωρίας χορηγοὶκαὶ μεγαλοπρεπείας ταμίαι. ἐπὶ τοιούτου μὲν τοῦ κορυ-φαίου, τοιούτου δὲ τοῦ θεάτρου, ἐκ φιλοσοφίας δὲ εἰσιόντοςτοῦ χαριστηρίου, ἧς καὶ αὐτοὶ βασιλεῖς ἐν μεγάλῳ ποιοῦν-ται τὰ ἀναθήματα, οὐ μικρὰν ἔτι τὴν ἀντίδοσιν ὑπο-ληπτέον οὐδὲ ἐνάριθμον ταῖς λοιπαῖς οὐδὲ χρυσίου πάρισονἢ ἀργυρίου ταλάντοις οὐδὲ ἵππων ζεύγεσι πολυτιμήτοις.οὐδὲ γὰρ ὁ τὴν ἵππον τὴν Αἴθην δωρησάμενος ἈγαμέμνονιΣικυώνιος Ἐχέπωλος τοῦ λειποστρατίου οὐδὲ Κινύρας ὁτὸν θώρακα ἀοίδιμον αὐτοῦ τὴν στρατείαν ποιοῦσιν, ἀλλ'Ὅμηρός ἐστι δι' ὃν παρέστηκεν ἔτι τῶν πράξεων ἐκείνωνἀκραιφνὴς καὶ ζῶσα ἡ μνήμη. Εἰ δὲ σεμνὸν ἦν Ἀλκιβιάδῃ καὶ Περικλεῖ καὶ Θεμιστο-κλεῖ τὸ στεφανοῦσθαι Ἀθήνησιν ἐν τῷ θεάτρῳ ὑπὸκήρυκι δημοσίῳ καὶ μάρτυρα ποιεῖσθαι τὸν Ἄρειον πάγονἢ τὴν βουλὴν τῶν πεντακοσίων ἢ τὸν ἀνεξέταστον δῆμον,πῶς οὐ μείζω πολλῷ καὶ σεμνότερον τὸν ἁπάντων κύριονκαὶ προστάτην καὶ λόγων καὶ ἔργων μάρτυρα ποιεῖσθαικαὶ ἀκουστὴν τοῦ παρὰ φιλοσοφίας κηρύγματος, μᾶλλονδὲ αὐτὸν πρῶτον προηχοῦντα καὶ προεκλάμποντα, ὥσπερτὴν ἀγαθὴν τύχην προγράφουσι τῶν ψηφισμάτων. αὐτὴνγὰρ δὴ τοῖς λόγοις τούτοις τὴν ἀφορμὴν τίς ἄλλος δέδωκενἢ βασιλεύς; τίς δὲ ὑπέμνησεν ἡμᾶς τῶν ὀφειλομένων τῷστρατηγῷ χαριστηρίων; οὐχ ὁ πρῶτος ἐκτίσας τῷ ἀνδρὶτὰ χαριστήρια; ἀρετὴν δὲ ἀμείβεσθαι ἐπαξίως μόνης βασι-λείας καὶ φιλοσοφίας ἐστίν. ἐλευθέρα γὰρ παρὰ τούτωνκαὶ ἀδέκαστος ἡ μαρτυρία. αἱ δὲ ἐν χρήμασι καὶ ῥήμασικομψευομένοις ἀγεννεῖς ἅπασαι κολακεῖαι καὶ ἄπιστοι καὶ