tlg2001.tlg016
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Χαριστήριος τῷ αὐτοκράτορι ὑπὲρ τῆς εἰρήνης καὶ τῆς ὑπατείας τοῦ στρατηγοῦ Σατορνίνου, ed. Schenkl and Downey, op. cit., 287–304.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
202
b
ὕποπτοι τοῖς ἀκούουσιν. οὗτος δὲ Ὀλυμπιακὸς ἀτεχνῶς
κότινος καὶ ὁ στέφανος παρὰ τῷ Πισαίῳ Διί. οὐ γὰρ θέμις
ψευδῶς τι καταχαρίσασθαι οὔτε τῷ κρατοῦντι τῶν ὅλων
οὔτε τῷ διώκοντι τὴν ἀλήθειαν. καὶ ὁ ταύτης τυχὼν τῆς
ἐργασίας κατὰ τὸν Ὁμηρικὸν ἀστέρα λαμπρὸν παμφαίνησι
καὶ ἀρίζηλοι αὐτοῦ αἱ αὐγαί. καὶ οὐκ ἂν αὐτὰς ὑποδράμοι
οὔτε ζόφος οὔτε νεφέλη, ἀλλὰ διωθεῖται τὴν λήθην μᾶλλον
ἢ τὴν ἀχλὺν ὁ μέγας ἥλιος.
c
Ὅμηρος μὲν οὖν ἐρωτῶν τὰς Μούσας, ὅστις ἄριστος
ἦν τῶν Ἑλλήνων, εἶτα οὐκ ἀποτόμως ἀποφαινόμενος τὰ
δοκοῦντα, ἀλλ' ἐξελόμενος τὸν Ἀχιλλέα διὰ τὴν μῆνιν, καὶ
τὰ πρῶτα δοὺς ἀντὶ δευτερείων τῷ Αἴαντι, ἀμφίβολον
πεποίηκεν αὐτοῦ τὴν ψῆφον. πλέκει δὲ καὶ περὶ τῶν ἵππων
τὴν αὐτὴν μηχανήν, ἀποδιδοὺς μὲν ταῖς Εὐμήλου τὰ
ἀριστεῖα, τῶν δὲ τοῦ Πηλέως μὴ ἀφαιρούμενος. βασιλεὺς
δὲ οὐκ ἐπισκοτήσας τῇ ψήφῳ οὐδὲ λοξὴν καὶ ἀμφίβολον
ἐνεγκών, ἡνίκα ἐχρῆν τὸν ἄριστον ἀνειπεῖν, ἀνεῖπεν ὃν
οἴεται λαμπρᾷ τῇ φωνῇ. καὶ τό γε διαφέρον τῆς ἀναρρή-
d
σεως· ἀνθ' ἑαυτοῦ γὰρ αὐτὸν ἀνεκήρυξε καὶ μετέθηκε
τὴν αὐτῷ προσενενηγμένην τιμὴν ὑπὸ τοῦ κοινωνοῦ τῆς
βασιλείας εἰς τὸν ἰδιώτην, αὐτῷ μὲν ἐπ' ἐξουσίας κεῖσθαι
τὸ γέρας τοῦτο πεπιστευκώς, ζητῶν δὲ ὅπως ἂν ὃ μηδεὶς
πώποτε ἐδωρήσατο βασιλεὺς τῷ λίαν ὑπ' αὐτοῦ τιμηθέντι,
τοῦτο αὐτὸς φανείη καὶ ἐξευρὼν καὶ δωρησάμενος.
203
a
Ὑπατείαν μὲν οὖν δὴ πολλοὺς αὐτοκράτορας πολλοῖς
τῶν ὁμοτίμων ἴσμεν παρεσχημένους, ὑπατείαν δὲ τὴν
αὐτῷ λαχοῦσαν μεταθέντα εἰς ἕτερον οὐδένα πλὴν αὐτοῦ.
ὥστε εἴ τις τοσούτῳ μείζω ταύτην εἶναι φαίη τὴν τιμὴν
τῶν ἐπὶ ταὐτοῦ σχήματος καὶ ὀνόματος, ὅσῳ βασιλεὺς
ἰδιωτῶν, οὐκ ἂν πλημμελοίη, καὶ τοσούτῳ σεμνοτέραν
εἶναι καὶ γεραρωτέραν, ὅσῳ τῆς ἁπλῶς διδομένης ἡ μετὰ
b
τοιαύτης ἀπαλλαγῆς διενήνοχεν. οὐδένα γὰρ εὑρήσομεν
ἐκ τοῦ παντὸς αἰῶνος ἰδιώτην βασιλεῖ παρεσκευασμένην
τιμὴν ὑποδύντα. ὅθεν, οἶμαι, καὶ τὴν τάξιν τῶν ὀνομάτων
ἀμήχανον βιάσασθαι, κἂν βουλώμεθα, ἀλλὰ πρότερος ὁ
λαβὼν τὴν τοῦ προτέρου. ὦ θαυμαστὰ βασιλεῦ ἐπινοήσας
καὶ λόγου κρείττω. οἷς γὰρ ὑπερεῖδες θαυμαστὸς ὤν, οἷς
μετέδωκας ἐφάνης θαυμασιώτερος.
Ἀλέξανδρος τοίνυν ὁ Μακεδὼν ἐρωτηθεὶς ὅπου τοὺς
c
θησαυροὺς ἔχει τοὺς τῶν χρημάτων, τοὺς φίλους δείξας,
εἶπεν, ἐν τούτοις. σὺ δὲ τὰς τιμὰς τάς σοι προσηκούσας
ἐν τοῖς φίλοις θησαυρίζειν ἐπινοεῖς καὶ διδοὺς μᾶλλον
περιποιῇ. τιμὴ γὰρ οὐκ ἀναλίσκεται ὥσπερ χρυσίον, ἀλλ'
εἰ διδῷτο ἐξητασμένως, ἀπείρως παραμένει καὶ τῷ δόντι
καὶ τῷ λαβόντι, καὶ τῷ μεῖζόν τι παραδόντι ὅσῳ καὶ τὸ
διδόναι τὰ μέγιστα τοῦ λαμβάνειν μακαριώτερον. μεγίστη
δὲ τῶν ἀνθρωπίνων τιμῶν ὑπατεία, ἣ καὶ τοῦ χρόνου
d
γίνεται μέτρον. ἄνευ δὲ ταύτης ἀνώνυμος καὶ ἀόριστος
ὥσπερ ἐπισήμου χωρὶς προϊών.
Τούτῳ τῷ μέτρῳ συναριθμηθήσεται τοὔνομα τοῦ σοῦ
στρατηγοῦ καὶ μετὰ τοὺς ἀφ' αἵματος συγγενεῖς ὁ ἐκ τῆς
ἀρετῆς καταλεγήσεται. τὴν γὰρ τοῦ γένους ἀγχιστείαν
πρώτην τιμήσας, τὸν πατράδελφον λέγω καὶ τὸν κηδε-
στήν, οὐκ ἔδωκας διάστημα μεταξύ, ἀλλὰ συνάψας οἰκειό-
τησιν ἀνδραγαθίαν, ἔργῳ φανερὸν κατέστησας ὅτι τῷ κρα-
τοῦντι τῶν ὅλων οὐχ ἧττον ἔντιμον εἶναι προσήκει τὸ
204
a
κατ' ἀρετὴν ὑπερέχον τῶν κατὰ γένεσιν ἐγγυτάτω, καὶ
μὴ τὸν οἰκεῖον ἄριστον ὑπολαμβάνειν, ἀλλὰ τὸν ἄριστον
οἰκειότατον. οὕτω γὰρ πρὸς τὸν ὅμοιον ἐκκαλέσεται ζῆλον
τοὺς πλείονας. ἀσκεῖται γάρ, φησὶν ὁ θεσπέσιος Πλάτων,
τὸ τιμώμενον, τὸ δὲ ἀτιμαζόμενον ὀλιγωρεῖται. ἀλλὰ συγ-
γενείας μὲν ἄσκησις οὐκ ἔστι καὶ μελέτη, καὶ τὴν τιμὴν
ἀπολαμβάνουσα τὴν οἰκείαν οὐ φύεται μᾶλλον καὶ εὐθη-
νεῖται. καὶ ἀδελφόν τις αὑτοῦ τιμήσας ἢ γαμβρὸν ἢ παῖδα
b
οὐ ποιεῖ πλείονας ἀδελφοὺς οὐδὲ κηδεστὰς οὐδὲ υἱέας,
ἀλλ' ἐν τῷ ἀριθμῷ διαμένουσι τῷ δοθέντι παρὰ τῆς φύ-
σεως. ἄνδρα δὲ ἀγαθὸν ἐπάρας καὶ ἐνδοξότερον κατα-
στήσας εὐθὺς ποιεῖ πλῆθος τῶν τὰ ὅμοια διωκόντων.
Ὅτι δὲ ταῦτα οὐχ ἡμεῖς σοφιζόμεθα, ἀλλὰ προλαβὼν
αὐτὸς γινώσκεις, ἐναργὲς πάρεστι δεῖξαι τεκμήριον. ἐξὸν
γάρ σοι, εἴπερ οὐκ ἐδοκίμαζες εὔκαιρον εἶναι σαυτῷ τὴν
c
τιμήν, προχειρίσασθαι τὸν ἀγαπητὸν λαμπτῆρα τῆς οἰ-
κουμένης, ὃν ἐγὼ ποιήσαιμι Ἀλέξανδρον καὶ θρέμμα αὖ-
θις αὐχήσειε τοιοῦτον φιλοσοφία, τοῦτον ἐξὸν ἀνθ' ἑαυ-
τοῦ προβαλέσθαι, ὃ καὶ τοῖς πάλαι καὶ τοῖς ἔναγχος τῶν
αὐτοκρατόρων νενομισμένον ἐστίν, ὥσπερ τι προοίμιον
τῆς μελλούσης ἀρχῆς περιτιθέναι τοῖς αὐτῶν παισὶ πρὸ
τῆς πορφύρας τὴν περιπόρφυρον· καὶ οὐ παλαιὰ μνημο-
νεύσομεν, ἀλλὰ σχεδὸν χθὲς καὶ πρώην, ὁ μὲν ἐν τοῖς
σπαργάνοις τὴν τήβεννον ἠμφιάσατο, ὁ δὲ μόλις ἡλικιώτης
τῷ φωστῆρι τῷ ἡμετέρῳ· καὶ οὐδεὶς ἂν πρὸς τοῦτο ἐνε-
d
μέσησεν οὐδὲ ἠνιάθη. ταῦτ' οὖν ἅπαντα ἐξὸν οὐ προ-
είλω, οὐδὲ ἐπειδὴ σαυτῷ βελτίω καιρὸν τῆς τιμῆς ταύτης
ἐζήτησας, ἥρπασας εἰς τὸν παῖδα αὐτὴν ἀπειροκάλως,
ὥσπερ ἀπιστῶν εἰ μετὰ ταῦτα ἔσται ταὐτὸ τοῦτο δρᾶσαι
ἐπ' ἐξουσίας. ἀλλ' ἔχων ἐν ὀφθαλμοῖς υἱὸν ἀγαπητόν,
ἤδη παῖδα, ἤδη μειράκιον, ἤδη φθεγγόμενον ὁλοκλήρως,
τάχα οἷόν τε καὶ δημηγορῆσαι. ὢ τῆς καρτερίας· ἡττήθης
205
a
μᾶλλον τῆς ἀρετῆς ἢ τῆς φύσεως. οὕτω καὶ ὁ σὸς πρόγονος
καὶ ἀρχηγέτης. παῖδες μὲν οὐκ ἦσαν αὐτῷ, παῖδες δὲ
ἀδελφῶν καὶ ἀδελφιδῶν· ἀλλ' ὅμως οὐδένα ἐκείνων τῆς
εὐνοίας Λυσίου προὐτίμησεν, ἀλλ' οὐδὲ Ῥωμαῖον ὄντα τὸν
ἄνδρα, ἀλλ' οὐδὲ Λίβυν ἐκ τῆς ὑπηκόου Λιβύης, ἀλλ'
ἐξ ἀδόξου καὶ ἀπῳκισμένης ἐσχατιᾶς, ἐπειδὴ Μάρδυς
κατεστρατήγησεν, ἀνέδειξε πρότερον ὕπατον, εἶτα τῆς
βασιλείας διάδοχον κατεστήσατο. οὕτω τοῖς τότε ἦν
αὐτοκράτορσι περὶ πολλοῦ μηδεπώποτε ἀποστερεῖν τῶν
b
προσηκόντων ἄθλων τὴν ἀρετήν. τὰ γὰρ ἐξ Ὁμήρου παρα-
δείγματα ὡς ἕωλα παραιτοῦμαι καὶ λίαν ἀρχαῖα, ὅτι τὸν
Αἴαντα αὐτῷ Ἀγαμέμνων ἀεὶ προτιμᾷ τοῦ Μενέλεω καὶ
συνεστιωμένου τοῦ ἀδελφοῦ τὸν στρατηγὸν ἐπίπροσθεν
ἄγει.
Μεγάλη μὲν οὖν καὶ ἐκ τούτων ἡ παροῦσα τιμή, μείζων
δὲ ἐξ ὧν ἀκούσεσθε. εἰωθότων γὰρ ἀεὶ τῶν πρότερον
αὐτοκρατόρων ὥσπερ ἀπώμοτον ὑπολαμβάνειν τὸν κύκλον
c
τῆς πεντάδος ἢ τῆς δεκάδος ἑτέρῳ συγχωρεῖν τὴν ἐπωνυ-
μίαν τοῦ ἔτους, ὅδε καὶ ταύτην αὐτῷ προσέθηκε τὴν
ὑπεροχὴν καὶ δίδωσι τὴν ὑπατείαν οὐ συναριθμουμένην
ταῖς ἄλλαις, ἀλλ' ἔχουσαν τοσοῦτον πλέον ὅσον ἡ παροῦσα
πενταετηρὶς τῶν προλαβόντων ἐνιαυτῶν· καὶ τὸ μηδενὶ
πρόσθεν ὑπάρξαν, προπολιτεύεται ἰδιώτης κύκλου βασι-
λικοῦ· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ τοῦ πρώτου, καὶ διότι
πρώτου, ἀσμενιστοῦ. ὃν τοίνυν ἀνθ' ἑαυτοῦ πεποίηται,
d
ὃν αὐτός, ὃν ἐν τῇ πρώτῃ περιόδῳ τῆς βασιλείας, πῶς οὐ
ζηλωτής, νικῶν ἀριθμῷ τοσούτῳ τοὺς ἐπὶ τῆς αὐτῆς
τιμῆς γεγενημένους;
Καὶ ταῦτα ἅπαντα εἰκότως συμβαίνει. μόνῳ γὰρ αὐτῷ
σχεδὸν τῶν νῦν λαμπρῶν καὶ περιβοήτων οὐδὲ ὁ πᾶσιν εἰω-
θὼς προσυλακτεῖν φθόνος τοῖς ἐν ὑπεροχῇ δυνάμεως ἐπ-
ανίσταται, ἀλλὰ συγχωρεῖ καὶ σύμψηφός ἐστι τῇ τῶν τι-
206
a
μῶν ἀκολουθίᾳ. οὐ γὰρ μακρὰ ἀναπηδήσας οὐδὲ ἐξ ὀλίγου
καὶ χθαμαλοῦ ἐξαίφνης ὑψηλὸς γεγονὼς ‘οὐρανῷ ἐστή-
ριξε κάρη’, ἀλλ' ὥσπερ ἐν τοῖς διαγράμμασι γεωμετρίας
τὸ δεύτερον ἔχεται τοῦ προτέρου, τὸ δὲ τρίτον ἀμφοῖν,
τοῦ προλαβόντος δὲ ἀεὶ τὸ ἐχόμενον τελεώτερον, μεταξὺ
δὲ οὐκ ἔστι χώρα κενὴ τῆς ἐπιστήμης, οὕτω καὶ τιμαὶ
τἀνδρὸς ἐφεξῆς ἀλλήλαις καὶ συνεχεῖς καὶ τῆς προτέρας
ἡ δευτέρα ἀεὶ σεμνοτέρα. ἐλλιπὲς δὲ οὐδὲν εἶδος στρατιω-
τικῆς ἡγεμονίας, οὐδ' ἂν ἔχοι τις ὄνομα ἐξευρεῖν σεμνόν,
b
ὃ μὴ ἐν τοῖς ὅπλοις ὑπερβέβηκε. τοῖς δὲ οὕτω πορευ-
θεῖσι διὰ τῆς τύχης καὶ ἀνελθοῦσιν ἐκ τῶν προπόδων
ἀτρέμα ἐπὶ τὴν κορυφὴν φθόνος οὐκ ἀπαντᾷ, ἀλλ' ὅταν
Ἀγοράκριτος εὐπραγῇ καὶ Ὑπέρβολος ἢ Δημάδης, ἐπιρ-
ραπίζει καλῶς ποιοῦσα καὶ ἡ κωμῳδία
Ὁ χθὲς μὲν οὐδείς, αὔριον δ' ὑπέρμεγας.
βαρὺ γὰρ πᾶσι τὸ παράλογον, πρὸς δὲ τὸ λίαν ἀκόλουθον
οὐδεὶς ἀγανακτεῖ. ἐπεὶ καὶ εἴ τις γινώσκοι τοὺς ἀφ' ἡλι-
c
κίας αὐτῷ συνεστρατευμένους καὶ τὴν αὐτὴν ὁδὸν βαδί-
σαντας ἐν τοῖς βασιλείοις, οἳ πάλαι καλῶς καὶ δικαίως
ταύτης ἠξίωνται τῆς τιμῆς, τὸ ὀψὲ μᾶλλον αἰτιάσαιτ' ἂν
ἐφ' ἡμῶν, οὐχὶ τὸ πρωΐ.
Ἔχων δὲ τοῦ ἀνδρὸς καὶ τὰς ἐν τῷ πολέμῳ ἀνδραγα-
θίας διεξιέναι, ταύτας μὲν ἐάσειν μοι δοκῶ τοῖς ποιηταῖς
καὶ λογογράφοις, οἷς ἔργον ὑμνεῖν καὶ ἐπαίρειν μάχας
ἀνδροκτασίας τε. ἐγὼ δέ, ἅτε εἰρήνης ὢν ἐραστὴς καὶ
λόγων εἰρηνικῶν καὶ ἀθορύβων, ἐπὶ τούτους καὶ βαδιοῦ-
d
μαι, σμικρὰ πρῶτον ὑπομνήσας, ὅπως ἂν αἴσθοισθε
μᾶλλον ἐξ οἵων εἰς οἷα τῇ βασιλέως προμηθείᾳ μετεληλύ-
θαμεν. μετὰ γὰρ τὴν ἀδιήγητον τῶν ἐπὶ Ἴστρῳ κακῶν
Ἰλιάδα καὶ τῆς ἀτόπου φλογὸς τὴν ἐπιδρομήν, οὔπω βασι-
λέως Ῥωμαίων πράγμασιν ἐφεστηκότος, ἀνηρπασμένων
μὲν Θρᾳκῶν, ἀνηρπασμένων δὲ Ἰλλυριῶν, στρατοπέδων
δὲ ὁλοκλήρων ἀφανισθέντων ὥσπερ σκιᾶς, οὐκ ἀντι-
σχόντων δὲ οὐκ ὀρῶν ἀδιαβάτων, οὐ ποταμῶν ἀπερά-
207
a
των, οὐ δυσχωριῶν ἀδιοδεύτων, ἀλλὰ καὶ συνελθούσης
ἐπὶ τοὺς βαρβάρους τὰ τελευταῖα σχεδὸν ἁπάσης γῆς καὶ
θαλάττης καὶ περιστάντων αὐτοὺς ἔνθεν καὶ ἔνθεν Κελ-
τῶν, Ἀσσυρίων, Ἀρμενίων, Λιβύων, Ἰβήρων, ὅσοι Ῥω-
μαίων προβέβληνται ἐξ ἐσχάτων εἰς ἔσχατα γῆς, τούτων
ἁπάντων αὐτοὺς περιστάντων τότε ἄριστα πράττειν ἐδό-
ξαμεν ὅτε μηδὲν προσπεπόνθαμεν χαλεπώτερον.
Ἐπὶ τοσούτοις οὖν προσκρούσμασι καὶ τηλικούτοις ἀνα-
τετραμμένων σχεδὸν ἁπάντων τὰς γνώμας καὶ στρατηγῶν
b
καὶ στρατιωτῶν, καὶ σκοπούντων εἰς ὅ τι τὸ κακὸν τοῦτο
ἐκβήσεται, κωλύειν δὲ οὐδενὸς ἐγχειροῦντος, καλεῖ μὲν
ὁ θεὸς εἰς προστασίαν τὸν μόνον οἷόν τε ἀντισχεῖν τοιού-
τῳ κατακλυσμῷ δυσπραγίας· κηρύττει δὲ Γρατιανὸς τὴν
ἄνωθεν ψῆφον· δέχεται δὲ γῆ καὶ θάλασσα τὴν ἀνάρρησιν
ἀντὶ ἀγαθῶν ἐλπίδων καὶ ἀγαθῶν οἰωνισμάτων. κατα-
σχὼν δὲ τὰς ἡνίας καὶ ὥσπερ οἱ σοφώτατοι τῶν ἡνιόχων
πρῶτον ἀποπειράσας τῶν ἵππων, ὅπως αὐτῷ ῥώμης ἔχου-
σι καὶ προθυμίας, ἐθάρρησε πρῶτος εἰς νοῦν ἐμβαλέσθαι
c
μὴ κεῖσθαι Ῥωμαίοις τὴν δύναμιν τανῦν ἐν σιδήρῳ μηδὲ ἐν
θώραξι καὶ ἀσπίσι, μηδὲ ἐν σώμασιν ἀναριθμήτοις, ἀλλὰ
δεῖν γὰρ ἑτέρας δυνάμεως καὶ παρασκευῆς, ἣ τοῖς κατὰ
νοῦν τοῦ θεοῦ βασιλεύουσιν ἐκεῖθεν ἀψοφητὶ παραγίνε-
ται, καὶ πάντα μὲν ἔθνη χειροῦται, πάντα δὲ ἥμερα καθ-
ίστησιν ἐξ ἀγρίων, εἴκει δὲ αὐτῇ μόνῃ καὶ ὅπλα καὶ τόξα
καὶ ἵπποι καὶ αὐθάδεια Σκυθικὴ καὶ τόλμα Ἀλανῶν καὶ
ἀπόνοια Μασσαγετῶν, καὶ ταύτην πάλαι καλῶς ποιοῦντας
τοὺς ποιητὰς ἐκ μειρακίων ἡμᾶς διδάσκειν,
d
Σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ.
καὶ
Πολλὰ ἐξαίρει λόγος,
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
καὶ
Μήτει τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίῃφι.
καὶ
208
a
Πάντα ὁ σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει,
καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός τις ᾖ.
πεποίηται δὲ καὶ Αἰσώπῳ τῷ μυθοποιῷ ἅμιλλά τις Πει-
θοῦς καὶ Βίας, καὶ ἀνύει τι μᾶλλον ἡ Πειθὼ τῆς Βίας ἐν
τῷ μύθῳ, καὶ γυμνοῖ πρόσθεν ὁ ἥλιος τῶν λάβρων πνευ-
μάτων. οὕτως δέ φασι καὶ τοὺς γίγαντας ποιηταὶ ἐν τῇ
μάχῃ τῇ πρὸς τοὺς θεοὺς τῷ μὲν Ἄρει μέχρι παντὸς ἀντι-
σχεῖν, ὑπὸ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς ῥάβδου κατακοιμισθῆναι.
Ταύτην εὑρίσκων ὁ σοφώτατος βασιλεὺς μόνην περι-
λείπεσθαι δύναμιν Ῥωμαίοις ἄτρωτον καὶ ἀνέλεγκτον ὑπὸ
b
τῶν βαρβάρων, καὶ γινώσκων ὅτι ὅσῳπερ ἂν μείζονα ἀδι-
κήσωσι, τοσούτῳ μᾶλλον ἂν ἐγνώκασιν ἑαυτοῖς συνοι-
σόμενον, ἔγνω βελτίονα εἶναι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις
συγγνώμην τῆς ἄχρι τῶν ἐσχάτων φιλονεικίας. καὶ ζητῶν
ὅστις αὐτῷ πρὸς τὴν νίκην ταύτην διακονήσεται καὶ φρο-
νήσει νικῶν καὶ εὐνοίᾳ, οὐκ ἐδεήθη χρόνου πρὸς εὕρεσιν
τοῦ μάλιστα ἐπιτηδείου, ἀλλ' ὃν ᾔδει πάλαι τῶν στρατη-
γῶν τὰ αὐτὰ φρονοῦντα αὑτῷ καὶ τὰ αὐτὰ ἐζηλωκότα,
c
προχειρίζεται τοῦτον ἐπὶ τὴν πεῖραν ταύτην ἀμελλητί, καὶ
πέμπει καθάπερ Ἀχιλλεὺς τὸν ἑταῖρον ἐπ' ἀμείνοσιν οἰω-
νοῖς καὶ ἀγαθῇ μὲν τύχῃ τοῦ στείλαντος, ἀγαθῇ δὲ τύχῃ
τῶν ὅλων πραγμάτων, οὐ μιᾶς ἄρτι νεὼς Θετταλικῆς
ἐμπιπραμένης σβέσοντα τὴν φλόγα, οὐδὲ ἑνὸς προτειχί-
σματος ἀπειρηκότος, τοὺς πολεμίους ἐκεῖθεν ἀποσοβή-
σοντα, ἀλλ' εἴ τι καὶ περιλιπὲς ἦν καὶ τὰς πρότερον ἐπι-
δρομὰς ἐπεφεύγει, τούτῳ τοῦ βαρβαρικοῦ νέφους ἐγκατα-
σκήψαντος. πέμπει δὲ ὥσπερ ὁ Πηλέως ἐνσκευάσας τοῖς
ὅπλοις τοῖς ἑαυτοῦ τοῖς ἀτεχνῶς οὐρανίοις, ἀνεξικακίᾳ,
d
πρᾳότητι, φιλανθρωπίᾳ. τῷ δὲ ἡρμοσμένα πάντα ἀκρι-
βῶς καὶ οὐ τὸ μέν, τὸ δὲ οὔ, καθάπερ ἡ Πηλιὰς τῷ Μενοι-
τίου.
Καὶ αὐτίκα ἀπῄει τεθαρρηκώς, οὐ φάλαγγος πεζῶν
ἑπομένης, οὐδ' ἱππικῶν λόχων παραπεμπόντων, οὐδὲ
πέντε ὑποστρατήγους ἐφελκόμενος, ἀλλὰ μόνον τοῖς βασι-
λέως παραγγέλμασι πεφραγμένος, καὶ τούτοις προπομ-
209
a
ποῖς χρώμενος καὶ παραπομποῖς. οὐκοῦν οὐδὲ ἐδέησεν
αὐτῷ χρόνου πρὸς ταύτην τὴν νίκην, ἀλλὰ φανέντι μόνον
καὶ προδείξαντι τὴν τοῦ πέμψαντος εὐμένειαν ὑπέκυπτε
μὲν εὐθὺς ἡ θρασύτης Σκυθῶν, ἐξεκόπτετο δὲ ἡ τόλμα,
συνεστέλλετο δὲ ὁ θυμός, ἐξέπιπτε δὲ ὁ σίδηρος ἑκοντὶ ταῖν
χεροῖν, εἵποντο δὲ ἄγοντι πρὸς βασιλέα καθάπερ ἐν πομ-
πῇ καὶ πανηγύρει αἰσχυνόμενοι τὴν γῆν, εἰς ἣν πρότερον
ἐπαρῴνησαν, καὶ φειδόμενοι τῶν λειψάνων ὡς ἱερῶν, μόνας
ἐπιφερόμενοι τὰς μαχαίρας, ἃς ἔμελλον βασιλεῖ προσοί-
b
σειν ἀνθ' ἱκετηρίας· τὰ δὲ ἄλλα γυμνοὶ καὶ εἰρηνικοί,
ἡττημένοι ταῖς γνώμαις, οὐχὶ τοῖς σώμασι. ποῖον φάρ-
μακον Πολυδάμνας τῆς Αἰγυπτίας ἐγκερασθὲν οἴνου κρα-
τῆρι ἢ ποῖος κεστὸς Ἀφροδίτης οὕτως ὀξὺ καὶ δραστή-
ριον ὥστε τοὺς πύργους ὄντας τοῦ ἀδάμαντος στερεω-
τέρους, κηροῦ μαλακωτέρους ποιῆσαι;
Τοῖα Διὸς θεράπων ἔχε φάρμακα μητιόεντα,
ἐσθλά, τά οἱ βασιλεὺς πόρεν ἄφθιτος,
c
οὐ λύπης καθεκτικὰ οὐδὲ δακρύων, ἀλλὰ τῶν δάκρυα
ποιούντων κακῶν.
Ἦν ἄρα πάλαι τῇ Θρᾴκῃ ἡ τῆς μουσικῆς δύναμις ἐπι-
χώριος μᾶλλον τῶν ὅπλων, καὶ ἀπιστεῖν οὐκέτι προσῆκε
τοῖς κρούμασι τοῖς Ὀρφέως ἕπεσθαι μὲν κάπρους, συν-
ακολουθεῖν δὲ καὶ δένδρα καὶ πέτρας, ὅπη ἂν ἐκεῖνος
τοῖς μέλεσιν ἄγοι. ἀλλ' Ὀρφεὺς μέν, ὡς ἔοικε, θηρία κη-
λεῖν ἱκανὸς ἦν, ἀνθρώπων δὲ χαλεπότητα θέλγειν οὐκ
εἶχεν, ἀλλ' ἢ διήλεγξαν αὐτοῦ τὴν μουσικὴν Θρᾷσσαι γυ-
ναῖκες, οὐχ ὅπως ἁλοῦσαι τοῖς μέλεσιν, ἀλλ' ἐξαγριω-
d
θεῖσαι προσέτι καὶ δράσασαι τὸν μελῳδὸν αὐτὸν ἅπερ
καὶ ἔδρασαν. ὁ δὲ τοῦ οὐρανόθεν Ὀρφέως ὑποφήτης καὶ
θεραπευτής, ὁ τῇ θεοσδότῳ χρώμενος μουσικῇ, λόγοις ἐπ-
αγωγοῖς καὶ γλύκιον μέλιτος ῥέουσιν, οἵοις ἐστάλη παρὰ
τοῦ πέμψαντος ἐσκευασμένος, τούτοις ἐπᾴδων, τούτοις κη-
λῶν, τούτοις παραινῶν, τὰς ἀγαθὰς ὑποτιθεὶς ὑπὲρ τῶν
μελλόντων ἐλπίδας, ἀφαιρούμενος τῆς ἐφ' οἷς ἠδίκησαν
210
a
ὑποψίας, προσείων ὥσπερ θαλλὸν τὴν βασιλέως φιλαν-
θρωπίαν, ἦγε τιθασοὺς καὶ χειροήθεις, μονονοὺ τὼ χεῖρε
περιαγαγὼν εἰς τοὐπίσω· ὥστε ἀμφισβητήσιμον εἶναι πό-
τερον κατεπολέμησε τοὺς ἀνθρώπους ἢ καθωμίλησε.
Κερβούλων μὲν οὖν ὁ στρατηγὸς ἀναπείσας τὸν Ἀρ-
μένιον Τηριδάτην Νέρωνι τὰ καθ' ἑαυτὸν ἐπιτρέψειν, ἀν-
θρώπῳ θεομισεῖ καὶ παλαμναίῳ καὶ ἀναξίῳ τοσαύτης
εὐνοίας, ᾔσθετο οὐκ ἐν καιρῷ τὴν ἀρετὴν ἐπιδεδειγμένος
οὐδὲ ἀληθινῷ βασιλεῖ πρὸς εὔκλειαν συναράμενος. 〈***〉
b
μακαριστὸς μὲν τῆς εἰς τοιοῦτον φιλοτιμίας, μακαριστὸς
δὲ τῶν παρὰ τοιούτου χαριστηρίων, καὶ μηδὲ ἀπεικότως.
οὐ γὰρ Τηριδάτην ἡμῖν ἐκήλησεν οὐδὲ Ἀρμένιον ἄνθρω-
πον εὐκαταγώνιστον καὶ εὐάλωτον καὶ προσέτι γε ἐκ τῶν
ἐκείνῃ βαρβάρων, οἷς ἐν ἔθει μὲν τὸ ἐξογκοῦσθαι, ἐν
ἔθει δὲ τὸ ὑποπτεύειν, δουλεία δὲ ἐλευθερίας οὐ πολὺ διεν-
ήνοχεν, ἀλλ' οἷς ἐκ παίδων συντρέφεται φρόνημα ἀκλινές,
καὶ οἷς τὸ μικρὸν ὑποκύψαι χαλεπώτερον τοῦ τεθνάναι.
τούτων ἑωρῶμεν τοὺς ἐξάρχους καὶ κορυφαίους οὐ ῥακίου
c
παραχωροῦντας σὺν εἰρωνείᾳ, ἀλλὰ τοῦ σιδήρου καὶ τῶν
ξιφῶν ἐξισταμένους, οἷς μέχρι τῆς ἡμέρας ἐκείνης ἐκρά-
τουν, καὶ τοῖς γόνασιν ἐμφυομένους τοῦ βασιλέως μᾶλλον,
ἢ πρὶν τὴν Θέτιν φησὶν Ὅμηρος τοῖς γόνασιν ἐμφῦναι
τοῖς τοῦ Διός, ἡνίκα ὑπὲρ τοῦ παιδὸς αὐτὸν ἐλιπάρει·
ἕως ἔτυχον νεύματος εὐμενοῦς καὶ φωνῆς οὐ πόλεμον ἐγει-
ρούσης, ἀλλ' ὅλης ἵλεω, ὅλης εἰρηνικῆς, ὅλης εὐγνώμονος,
ὅλης ἀφείσης τὰ ἀδικήματα.
Ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων.
d
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον,
καὶ οὐδὲν ῥῆμα αὐτοῦ παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ'
ἀτέλεστον.
Ἀλλ' ἰδοὺ τὸ ἔχθιστον ὄνομα Σκύθαι ὅπως νῦν ἀγα-
πητόν, πῶς νῦν κεχαρισμένον, πῶς νῦν προσήγορον. συμ-
πανηγυρίζουσιν ἡμῖν τὴν τοῦ στρατηγοῦ πανήγυριν, ὑφ'
οὗ καλῶς ποιοῦντες ἑάλωσαν, καὶ συνεορτάζουσι τὰ καθ'
211
a
ἑαυτῶν ἐπινίκια. εἰ δὲ μὴ πρόρριζοι παντελῶς ἀπολώλασιν,
οὐ χρὴ δυσχεραίνειν· λόγου γὰρ καὶ φιλανθρωπίας αἱ
νῖκαι τοιαῦται, οὐκ ἀνελεῖν, ἀλλὰ βελτίους ποιῆσαι τοὺς
λελυπηκότας. ἔστω γὰρ ὅτι καὶ τὸ ἀνελεῖν ἦν ἐν ῥᾳστώνῃ
καὶ δρᾶσαι πάντα ὑπῆρξεν ἂν ἡμῖν, ἀντιπαθεῖν δὲ μηδ'
ὁτιοῦν, καίτοι γε ἐκ τῶν πολλάκις συμβεβηκότων οὐ ταῦτα
ἦν ἀκόλουθα καὶ εἰκότα, ἀλλ', ὅπερ εἶπον, ἔστω καὶ τοῦτο
κεῖσθαι ἡμῖν ἐπ' ἐξουσίας. πότερον οὖν βέλτιον νεκρῶν
ἐμπλῆσαι τὴν Θρᾴκην ἢ γεωργῶν; καὶ τάφων ἀποδεῖξαι
b
μεστὴν ἢ ἀνθρώπων; καὶ βαδίζειν δι' ἀγρίας ἢ δι' εἰργα-
σμένης; καὶ ἀριθμεῖν τοὺς πεφονευμένους ἢ τοὺς ἀροῦντας;
καὶ μετοικίζειν, εἰ τύχοι, Φρύγας καὶ Βιθυνοὺς ἢ συνοι-
κίζειν οὓς κεχειρώμεθα; ἀκούω παρὰ τῶν ἐκεῖθεν ἀφι-
κνουμένων ὅτι μεταποιοῦσι τὸν σίδηρον ἐκ τῶν ξιφῶν καὶ
τῶν θωράκων εἰς δικέλλας νῦν καὶ δρεπάνας, καὶ τὸν
Ἄρην πόρρωθεν ἀσπαζόμενοι προσεύχονται Δήμητρι καὶ
Διονύσῳ.
Πολλὰ τοιαῦτα καὶ πρότερον ὁ βίος ἤνεγκεν ὁ ἀνθρώ-
c
πινος, καὶ οὐκ ἐφ' ἡμῶν πρώτων ἀπήντησε τὸ συγγνώ-
μης τυχόντας τοὺς ἠδικηκότας ἐν χρείᾳ μετὰ ταῦτα γε-
νέσθαι τοῖς ἠδικημένοις. ἀλλ' ὁρᾶτε τουτουσὶ Γαλάτας
τοὺς ἐπὶ Πόντῳ. οὗτοι μέντοι πολέμου νόμῳ διαβάντες
εἰς τὴν Ἀσίαν καὶ πᾶσαν τὴν ἐντὸς Ἅλυος ἀναστήσαντες
ἐγκατέμειναν ταύτῃ τῇ χώρᾳ, ἣν νῦν κατοικοῦσι, καὶ οὐκ
ἐξέτριψεν αὐτοὺς Πομπήιος οὐδὲ Λούκουλλος, λίαν ἐξόν,
οὐδὲ ὁ Σεβαστὸς οὐδὲ οἱ μετ' αὐτὸν αὐτοκράτορες, ἀλλὰ
ἀφέντες τὰ ἀδικήματα ἐν μέρει τῆς ἀρχῆς ἐποιήσαντο.
καὶ νῦν οὐκέτι βαρβάρους Γαλάτας ἄν τις προσείποι, ἀλλὰ
d
καὶ πάνυ Ῥωμαίους· τοὔνομα γὰρ αὐτοῖς τὸ πάλαι παρα-
μεμένηκεν, ὁ βίος δὲ σύμφυλος ἤδη. καὶ εἰσφέρουσιν ἃς
ἡμεῖς εἰσφορὰς καὶ στρατεύονται ἃς ἡμεῖς στρατείας καὶ
ἄρχοντας δέχονται ἐξ ἴσου τοῖς ἄλλοις καὶ νόμοις τοῖς
αὐτοῖς ὑπακούουσιν. οὕτω καὶ Σκύθας ὀψόμεθα ὀλίγου
χρόνου· νῦν μὲν γὰρ ἔτι τὰ προσκρούσματα αὐτῶν νέα,
ληψόμεθα δ' οὖν οὐκ εἰς μακρὰν ὁμοσπόνδους, ὁμο-
τραπέζους, ὁμοῦ στρατευομένους, ὁμοῦ λειτουργοῦντας. εἰ
212
a
δὲ ἀνῄρηντο ἄρδην, πρὸς Θρᾳξὶ καὶ Σκύθας ἐζημιώθημεν.
Ῥωμαῖοι Μασινίσσαν τὸν Λίβυν πολλὰ καὶ δεινὰ αὐτοὺς
εἰργασμένον ζῶντα λαβόντες οὐ διέφθειραν, ἀλλὰ ἐφύ-
λαξαν· καὶ γέγονε Μασινίσσας αὐτοῖς πρὸς τοὺς ὕστερον
πολεμίους πρόβολος καὶ φυλακτήριον. καὶ νῦν καθέστηκε
μὲν ἅπασα ἤπειρος, γῆ δὲ καὶ θάλαττα τοὺς προστάτας
στεφανοῦσιν, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς μυριοφόρος πολλὰ
δὴ πονηθεῖσα ὑπὸ χειμῶνος καὶ τρικυμίας ἀναλαμβάνει
καὶ ὀχυροῦται. καὶ ἀνοίγνυνται μὲν ὁδοί, ἐλευθεροῦνται δὲ
b
ὄρη φόβου, πεδία δὲ ἔγκαρπα ἤδη, οὐδ' ὁ πρὸς Ἴστρῳ
ἅλλεται χῶρος ἐπὶ πολέμων ὀρχήστρᾳ, ἀλλ' ἀνεῖται τοῖς
σπέρμασι καὶ τοῖς ἀρότροις· σταθμοὶ δὲ ἐγείρονται καὶ
ἐπαύλεις καὶ τῇ πάλαι καταπυκνοῦνται ῥᾳστώνῃ· σύμ-
πνους δὲ ἡ ἀρχὴ ἅπασα καὶ ὁμοπαθὴς ὥσπερ ἓν ζῷον
καὶ οὐκέτι διέρρωγε καὶ διέσπασται πολλαχοῦ. τί τηλι-
κοῦτον ἀπέλαυσεν ἡ Ἑλλὰς τῆς εὐχῆς Αἰακοῦ αὐχμῷ
πιεσθεῖσα, καὶ οὐδὲ ἅπασα ἡ Ἑλλάς, ἀλλ' ὅση αὐτῆς πρὸς
Αἰγίνῃ, ἡλίκον σὺ τῇ πλείστῃ μοίρᾳ τῆς γῆς φῶς ἀνε-
c
πέτασας; οὐ γὰρ ἐφ' ἑνὸς καιροῦ ταύτην ἐποιήσω τὴν
εὐχήν, ἀλλ' ὅλη γέγονεν ἡμῖν ἀντ' εὐχῆς ἡ σὴ βασιλεία.
εὐχὴ γάρ, οὐ ῥήματα καὶ ὀνόματα, ἀλλ' εὐσέβεια, δικαιο-
σύνη, πρᾳότης, αἷς προτρεπόμενος ἀεὶ δῆλος εἶ τὸν θεόν.
Τίς γὰρ ἄλλος αὐτοκρατόρων ἢ νόμους ἔθηκεν ἡμερω-
τέρους, ἢ οἴκους ὤρθωσε πεπονηκότας, ἢ συμφορὰς
παρεμυθήσατο, ἢ δυστυχήματα ἐπεκούφισεν, ἢ νεότητα
ᾤκτειρεν ἢ γῆρας ᾐδέσθη ἢ γέγονεν ἀντὶ πατρὸς ὀρφανοῖς;
ἐπὶ τίνος δὲ ἐκ τῶν ταμιείων πρὸς τοὺς μὴ δικαίως κατα-
βαλόντας χρυσὸς ἐπανῆκε; τίς πειθοῦς ἔστησε τρόπαιον;
d
τίς ἔδωκε λόγῳ τὰ ἀριστεῖα κατὰ σιδήρου; τίς νίκην ἐνί-
κησε τηλικαύτην, ἧς οὐδεὶς συνεφήψατο στρατιώτης; ποία
δὲ ἀνέῳκται μᾶλλον καταφυγὴ τοῖς δυσπραγοῦσιν; ἵνα γὰρ
τὰ ἄλλα παρῶ, ἀλλὰ χθὲς καὶ πρώην τὰ δυστυχῆ μειράκια
ἐκ Γαλατίας, οὐχ ὅσον ἐπὶ τοῖς νόμοις ἀπολωλότα, συνδιε-
τήρησας καὶ διεφύλαξας, οὐ παραρρήξας τοὺς νόμους, ἀλλὰ
πραΰνας, ὅτι καὶ αὐτὸς νόμος ἔμψυχος εἶ καὶ ὑπεράνω
τῶν γεγραμμένων. ἂν ταῦτα ἐκπονῶμεν, ἂν ταῦτα πλείω
213
a
ποιῶμεν, ὥσπερ Σκυθῶν ἐκρατήσαμεν ἀναιμωτὶ καὶ ἀδα-
κρυτί, οὕτω καὶ Πέρσας οὐκ εἰς μακρὰν προσαξόμεθα,
οὕτω καὶ Ἀρμενίους ἀναληψόμεθα, οὕτω καὶ τῆς μέσης
τῶν ποταμῶν ὁπόσον ἄλλοι προήκαντο ἀνασώσομεν, οὕτω
πολλοὺς ἀνεροῦμεν ὑπάτους ἐπ' ἀγαθοῖς ἔργοις καὶ ἀγα-
θαῖς διακονίαις.
Ἐν τούτοις τρέφοιμεν τοῖς μαθήμασι καὶ τὸν ἀγαπητὸν
ἀστέρα τῆς οἰκουμένης, καὶ γενοίμην αὐτῷ Φοίνιξ ἐγώ,
καθίζων ἐπὶ τοῖς γόνασιν, οὐκ ὄψων κορεννὺς οὐδὲ πεμ-
b
μάτων, ἀλλ' ἐπᾴδων κλέα ἀνδρῶν καὶ βασιλέων ἀγαθὰ
ἔργα, μάλιστα δὲ οἷα πολλὰ τὰ πατρῷα. ἡδίω γὰρ ταῦτα
αὐτῷ καὶ συντροφώτερα τῶν λοιπῶν, καὶ ταῦτα μάλιστα
προσκαθεδεῖται καὶ ἐμμείνῃ τῇ μνήμῃ ἀνεξάλειπτα καὶ
ἀνέκπλυτα.
{ΕΠΙ ΤΗΙ ΧΕΙΡΟΤΟΝΙΑΙΤΗΣ ΠΟΛΙΑΡΧΙΑΣ}Ἐπανήγαγεν αὖθις διὰ μακροῦ χρόνου φιλοσοφίαν ὁ θεο-ειδέστατος αὐτοκράτωρ εἰς τὴν τῶν κοινῶν ἐπιμέλειαν,ἐνδηλότερον τῶν ἔναγχος βεβασιλευκότων· οἱ μὲν γὰρἐτίμων μόνον ἐπὶ τοῖς λόγοις, εἰς δὲ τὰ ἔργα προελόμενοιπολλάκις κατελθεῖν οὐκ ἐδυσώπησαν, ἀλλ' ἄχρι τῶν πρεσ-βειῶν τέως ἐπολιτεύετο καὶ ἐλειτούργει τῇ κοινῇ πατρίδι.βασιλεὺς δὲ καὶ τὴν ἀρχὴν αὐτῇ περιτίθησι καὶ παρεγγυᾷγίνεσθαι αὐτουργὸν ὑπὲρ ὧν τέως ἄλλους ἠξίου. καὶ πάλαι