The Greek Library Author

Anonymous

tlg2001.tlg017

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Ἐπὶ τῇ χειροτονίᾳ τῆς πολιαρχίας, ed. Schenkl and Downey, op. cit., 305–309.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

213

d

μὲν ἐξῆν φιλοσοφίαν καθηγουμένην τοῖς ἀθλοῦσι τοὺς

δημοσίους ἀγῶνας αὐτὴν θεωρεῖν ἡσυχῆ καὶ ἀπραγμόνως.

κατάγει δὲ ταύτην βασιλεὺς ἀντὶ τῆς θεωρίας εἰς τὴν

214

a

κονίστραν καὶ δίδωσι πείθειν τοὺς πολλοὺς ἀνθρώπους ὅτι

οὐ λόγος ἦν ἄρα ἔργων χωρίς, ἀλλ' ἔργων ἀποδείξεις ὑπὸ

λόγου ποδηγουμένων, οὐδὲ ἀκίνδυνος διδασκαλία τῶν

ἀρχικῶν παραγγελμάτων, ἀλλὰ καὶ πρᾶξις ὧν παραγ-

γέλλει.

Καὶ ἤνεγκεν ὁ καθ' ἡμᾶς χρόνος βασιλείαν αἰσθανομένην

τῶν τοῖς παλαιοῖς δεδογμένων, οἳ καλῶς ἕξειν τηνικαῦτα

ταῖς πόλεσι τὰ πράγματα ὑπελάμβανον, ὅταν τῇ τοῦ λέγειν

ἀρετῇ ἡ τοῦ πράττειν ἐξουσία συνδράμῃ καὶ εἰς ταὐτὸν

ἔλθωσιν ἄμφω, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, ἃς

b

πρώτας ἐν ἑαυτῷ δεικνὺς συντρεχούσας ὁ φιλοσοφώτατος

αὐτοκράτωρ παρακελεύεται καὶ ἡμῖν ἐν γήρᾳ γοῦν ἀκολου-

θῆσαι νεότητι φιλοσοφούσῃ καὶ ἀπονέμει τὴν ἐλευθε-

ριωτάτην τῶν ἑαυτοῦ φροντίδων ἡμῖν, τὴν σεμνὴν ταύτην

καὶ εὐγενῆ πολιαρχίαν οἰκείαν τε καὶ ἀκόλουθον ταῖς δέκα

πρεσβείαις καὶ ταῖς ὑπερορίοις ἀποδημίαις, ἃς ὑπὲρ ὑμῶν,

ὡς οἷόν τε ἦν, ἐκ νεότητος εἰς ταύτην τὴν ἡλικίαν οὐκ

ἀναξίως τῆς χειροτονίας τῆς ὑμετέρας οὐδὲ ἀνωφελῶς

διηνύσαμεν.

Καὶ παρατρέχει τοὺς πρότερον αὐτοκράτορας ἀντὶ τῶν

δυοῖν ἀνδριάντων καὶ τῶν συνεχῶν παρεδριῶν, ἐνεργῷ

c

τιμῇ καὶ τηλικαύτῃ κοσμῶν τε ἡμᾶς καὶ παρ' ἡμῶν

κοσμεῖσθαι καταναγκάζων, οὐκ ἔπηλυν οὐδὲ ὀθνεῖον τὸν

ἄρχοντα τῆς πόλεως τῆς βασιλίδος χειροτονῶν, ἀλλ'

ἐγγενῆ καὶ ἐντεθραμμένον ὑμῖν καὶ ἐναυξηθέντα καὶ ἐνοι-

κοῦντα, ὡς μηδὲν εἶναι τῆς παρούσης ἀρχῆς ἀγαθόν, ὃ

μὴ κοινὸν ἁπάντων ἀναφανεῖται. οὐκοῦν οὐδὲ ἐμοὶ θεμιτὸν

ἦν ἀπώσασθαι ταύτην τὴν ψῆφον.

Βασιλέως γὰρ φιλοσόφου φιλόσοφος διακρουόμενος πολι-

τικὴν χειροτονίαν ἀλλότριον ἑαυτὸν εὐθὺς δείκνυσι τοῦ

προσρήματος, εἰ μὴ φιλοσοφίαν ἡμεῖς ἐν τῇ γλώττῃ μόνον

d

κεῖσθαι ὑπολαμβάνομεν καὶ οὐ πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ,

ὅταν θυμὸς μὲν ᾖ κεκοιμισμένος, ὀργὴ δὲ ἐγκεχαλινωμένη

τῷ λόγῳ, φιλοχρηματία δὲ ἐξοικίζηται τῆς ψυχῆς, ὠμότης

δὲ μακράν που σκηνῇ, πανταχοῦ δὲ ὁ νόμος καὶ ἡ δίκη καὶ

ἡ θέμις ἔχωσι τὴν προεδρίαν. ὁ τοιοῦτον βασιλέα μὴ

φιλοσοφεῖν ὑπολαμβάνων οὐ μόνον Πλάτωνος ἀνήκοος οὐδὲ

215

a

Πυθαγόρου, ἀλλ' οὐδὲ τὰ πρόχειρα ταῦτα γινώσκει, ὅτι

πᾶσα ἀρετῆς ἐπιθυμία φιλοσοφία, καὶ περιάγει τὴν θειο-

τάτην τῶν ἐπιστημῶν εἰς κόμην ἴσως καὶ πώγωνα καὶ

τριβώνιον.

Ἀπολαυέτω τοίνυν ὁ καθ' ἡμᾶς χρόνος τῶν Τραϊανοῦ

καιρῶν ἐπανιόντων, τῶν Ἀδριανοῦ, τῶν Μάρκου, τῶν

Ἀντωνίνου, οἳ τὸν Ἀρειανὸν καὶ τὸν Ῥούστικον ἐξαναστή-

σαντες ἐκ τῶν βιβλίων μεριστὰς ἐποιοῦντο καὶ συνεργοὺς

τῆς τῶν κοινῶν ἐπιτροπείας, οὐδὲν οὗτοι καινουργοῦντες

οὐδὲ εἰσάγοντες πρᾶγμα ἄηθες εἰς τὴν πολιτείαν, ἀλλὰ

b

ζηλοῦντες τοὺς πάλαι Ῥωμαίους, ἐφ' ὧν Σκηπίωνες καὶ

Βάρωνες καὶ Κάτωνες φιλοσοφοῦντες ἐπολιτεύοντο καὶ

ἦρχον τὰς μεγίστας ἀρχάς, καὶ Θρασέας καὶ Πρίσκος καὶ

Βίβος καὶ Φαβώνιος ἀμοιβαδὸν ἀλλαττόμενοι τοὺς τρί-

βωνας καὶ τὰς τηβέννους, ὥσπερ Ξενοφῶν παρ' Ἕλλησι

καὶ Σωκράτης, ὁ μὲν στρατηγῶν, ὁ δὲ πρυτανεύων. ἐῶ

γὰρ τὸν θεσπέσιον Πλάτωνα, ὃς εὔξατο μὲν βασιλέα

τοιοῦτον εὑρήσειν, ᾧ κοινωνήσει τῶν δημοσίων φροντίδων,

διήμαρτε δὲ τῆς εὐχῆς, καὶ ζητῶν, ὡς αὐτός πού φησι,

c

νέον, σώφρονα, πρᾷον, ἥμερον, μεγαλοπρεπῆ, μεγαλό-

φρονα, ἄντικρυς Θεοδόσιον, τρὶς ἐξέπεσεν εἰς Διονύσιον καὶ

Σικελίαν, ἔρωτι βασιλείας ἀληθινῆς εἰς τυραννικὴν περιω-

θούμενος συνουσίαν. ἐῶ δὲ Πιττακὸν καὶ Βίαντα καὶ

Κλεόβουλον, ἐῶ δὲ Ἀρχύταν τὸν Ταραντῖνον, οἳ πλείοσι

πράγμασιν ὡμίλησαν ἢ συγγράμμασι.

Τούτων ἁπάντων οὐχ ἧττον ἀοίδιμος ὁ παρὼν καιρὸς

καὶ τοῦ διδόντος ἕνεκα τὴν τιμὴν καὶ τοῦ λαμβάνοντος,

οἷς συναγωνίζεσθαι καὶ ὑμᾶς ἐστιν ἀναγκαῖον, ὦ πατέρες

συγγεγραμμένοι. ὡς οἰκίαις μὲν καὶ χρυσῷ καὶ ἀργύρῳ

d

πρωτεύειν ὑμᾶς τῶν πολλῶν ἀνθρώπων οὐδὲν σεμνὸν οὐδὲ

μεγαλεῖον· εἰ δὲ τὸ φιλοσοφίαν τιμᾶν καὶ ἀρετὴν ἐπίπρο-

σθεν ἄγειν φανεροὶ γινόμεθα ἐσπουδακότες, τότε οὐ ψευσό-

μεθα τὴν ἐπίκλησιν τῶν πατέρων, ἀλλὰ τηνικαῦτα ἔσται

πρόκριτος ἡ βουλή, τηνικαῦτα νεὼς τῶν Μουσῶν, οὐ

χαλκῶν ἔμπλεως ἀγαλμάτων, ἀλλ' αὐτῶν γέμων τῶν

ἀρχετύπων.

Μιμώμεθα τὸν ἀρχηγέτην, ὦ πρόβολοι τῆς οἰκουμένης,

ἀκολουθήσωμεν τῇ ψήφῳ τῇ θεοσδότῳ, φαινώμεθα

216

a

αὐτῷ καθ' ἡμέραν ἐρασμιώτεροι. οὐκ ἐρᾷ θησαυρῶν ὁ

νεανίας, οὐκ ἐρᾷ λίθων πολυτίμων, οὐκ ἐρᾷ ποικίλης

ἐσθῆτος. ἀλλὰ ταῦτα καὶ ἀναλίσκει γανύμενος καὶ προΐεται.

ἐρᾷ δὲ ἑνὸς μόνου καὶ ἥττων ἐστίν, ἀρετῆς, καὶ ὧν καθη-

γεμών ἐστιν ἀρετή, φιλανθρωπίας, πρᾳότητος, ἀνεξικα-

κίας· δι' ὃν μέλαν ἱμάτιον οὐδεὶς ἠμφιάσατο, δι' ὃν οὐδεὶς

ἀπάτωρ, ὀρφανὸς παντελῶς, ἀλλὰ καὶ οἷς ἀνάγκη τις

οὐκ εὐδαίμων ἔτι νηπίοις ταύτην ἐπέκλωσε τὴν δυσπονίαν,

b

ἀντὶ ἰδιώτου πατρὸς ἀντικατηλλάξαντο βασιλέα. τούτων

βούλεται τῶν ἀγαθῶν τοὺς θησαυροὺς καὶ τὸ ταμιεῖον

αὔξεσθαι αὐτῷ καὶ πληθύνειν· οὓς πρώτους ἐν ἑαυτῷ

θησαυρίσας οὕτω καὶ ἡμᾶς αὐτῶν πλουτεῖν ἀξιοῖ. οὕτω

γὰρ ἂν μόνως ὧν κεκτήμεθα ἀγαθῶν αὐτῷ φανούμεθα

τιμιώτατοι.

Τάξιν μὲν οὖν καὶ κόσμον εἰς τὴν γερουσίαν ὑμῖν ἐπα-

νακτέον, καὶ παρὰ μὲν τῶν κορυφαίων ἀπαιτητέον αἰδῶ

τῆς ἀρχῆς, ἣν ἐκόσμησαν, παρὰ δὲ τῶν πολλῶν εὐπεί-

θειαν. καὶ οἰητέον ὑγιαίνοντος ζῴου μηδὲν διαφέρειν τὴν

c

μεγάλην βουλήν, ἐν ᾧ τοῖς ὄμμασι τὸ λοιπὸν ἀκολουθεῖν

σῶμα προσήκει, καὶ μὴ τὼ χεῖρε ἢ τὼ πόδε προεξανίστα-

σθαι τῶν ὀφθαλμῶν, ἀλλ' ὅταν ἕκαστον τῶν μερῶν ἀγαπᾷ

τὸν οἰκεῖον καιρόν, τότε καὶ τὸ σύμπαν ζῷον εὖ πράττειν

ἀνάγκη.

{ΠΕΡΙΤΗΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΦΙΛΗΚΟΙΑΣ}Ἆρα ὅστις εὐδόκιμος εἶναι ἐσπουδάκει ἐφ' ἱππηλασίᾳκαὶ τῆς τοῦ Νέστορος ἐφίεται ἐπωνυμίας, ἣν ἐκείνῳδίδωσιν Ὅμηρος ἐν τῇ ποιήσει, ἱππότην αὐτὸν καὶ ἱππ-ηλάτην συνεχῶς ἐπονομάζων, τούτῳ οἷόν τε ὀλιγώρωςἔχειν τῆς ἱππικῆς τέχνης καὶ οὐχ ἅπαντα ἐκπονεῖν ἀκρι-βῶς ὅσα ἀποδείξει αὐτὸν ἀγαθὸν ἱππέα; οἷον ἀναβαίνειντε ἵππον ῥᾳδίως καὶ ἐγκαθίζεσθαι κούφως καὶ ἀποπηδᾶνξὺν ῥᾳστώνῃ καὶ τὰ χαλινὰ ἐπέχειν τε ἵνα καιρὸς καὶαὖθις ἵνα χρὴ ἀφιέναι, θαρροῦντα μὲν τοῖς λείοις καὶἀναπεπταμένοις δαπέδοις, εὐλαβούμενον δὲ τὰ δυσόριστακαὶ στενόπορα, ὥς που καὶ παρ' αὐτῷ Ὁ μήρῳ ἀγανακτεῖπρὸς τὸν Ἀντίλοχον ὁ Μενέλεως ἐν τῷ ἀγῶνι τοῦ ἱππικοῦδρόμου ὃν ἐπὶ Πατρόκλῳ ἔθηκεν Ἀχιλλεύς, ὅτι ἐπιθυμίᾳτῆς νίκης τὸν κίνδυνον οὐ προορῴη, μὴ ἀνέχων τοὺςἵππους, ἀλλ' ἐπισπέρχων ἐν χωρίῳ στενῷ καὶ ἀποκρήμνῳ.εἶεν. ὅστις δὲ ἐπὶ τοξικῇ ἐλλόγιμος εἶναι ἔρωτα ἔχει, οὗτοςἐν ἄλλῳ τῳ διατρίβει μᾶλλον ἢ ἐν τῷ μελετᾶν συνεχῶςεὐτόνους τε ἅμα καὶ ἐπισκόπους πέμπειν τοὺς οἰστούς;καὶ τρίβονται αὐτοῦ αἱ χεῖρες περὶ τὴν νευρὰν καὶ τὴνγλυφίδα, καὶ τοσαύτη αὐτοῦ ἡ μελέτη καὶ ἡ ἐπιστήμηὅση ἡ τοῦ Κρητὸς Μηριόνου· ὥστε καὶ εἰ τῆς πελει-άδος ἀποτυγχάνει, τῆς μηρίνθου γε μὴ ἁμαρτεῖν. τὸν δὲἐφ' ὁπλομαχίᾳ βουλόμενον ἐπαίνου τυχεῖν τί ἄρα φῶμεν,ὦ γενναῖοι, παντάπασιν ἀμελοῦντα ὁπλομαχίας, καὶ ἄπει-ρον μὲν τοῦ ἐπὶ δεξιά, ἄπειρον δὲ τοῦ ἐπ' ἀριστερὰ νωμῆ-σαι βῶν ἀζαλέην, ταύτην ἐλπίζειν τὴν εὐφημίαν καὶ ὀνει-ροπολεῖν τέχνης ἐπαίνους, ἣν οὐκ ἐξήσκησεν; ἵν' οὖν μὴ