The Greek Library Author

Anonymous

tlg2001.tlg019

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος Θεοδοσίου, ed. Schenkl and Downey, op. cit., 327–339.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg019.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

228

d

δύο πίθους κηρῶν ἐμπλείους, τὸν μὲν ἐσθλῶν, τὸν δὲ

ἕτερον τῶν ἐναντίων, βασιλεῖ δὲ οὐκ ἔστι πίθος ὁ τοῦ

229

a

θανάτου, ἀλλ' ὁ τῆς ζωῆς μόνον, μεστὸς ἀεὶ καὶ ὑπερ-

χειλής, ἐξ οὗ ἀκράτου αὐτὴν ἀρύεται καὶ χορηγεῖ τοῖς

ἀνθρώποις. πεπίστευκε γὰρ εὖ ποιῶν τῷ λόγῳ τοῦ

Ἀσσυρίου, ὃς τὴν καρδίαν τοῦ βασιλέως λέγει ἐν τῇ τοῦ

θεοῦ παλάμῃ δορυφορεῖσθαι, ἣν οὐχ οἷόν τε γράμμασι

θανατηφόροις ἑαυτὴν συνεπιδοῦναι, ἀλλ' ἀνάγκη τὸν

ἐκεῖνα τὰ γράμματα γράφοντα εὐχερῶς ἐξολισθαίνειν τῆς

χειρὸς τῆς ἀεὶ χορηγούσης ζωήν.

Ἄνωθέν τοι, βασιλεῦ, ἡ πολιτεία τὸ τῆς θειότητος

ὄνομα ὑμῖν ἐπεφήμισεν, οὐχ ὅτι πολὺς χρυσὸς ὑμῖν ἐν

b

ἐξουσίᾳ, οὐδ' ὅτι στέφανοι καὶ ἁλουργίδες ἐν περιουσίᾳ,

οὐδ' ὅτι πλούσιον ἐκ πένητος παραχρῆμα ποιῆσαι ῥᾳ-

στώνη ὑμῖν—ταῦτα γὰρ πάντα χθαμαλώτερα τοῦ οὐρανίου

καὶ τῆς πρὸς ἐκεῖνον εἰκόνος—ἀλλ' ὅτι μόνῳ θεῷ καὶ

βασιλεῖ ἐν ἐξουσίᾳ ἐστὶ ζωὴν ἐπιδοῦναι. οὐδεὶς γὰρ ἐν

ταῖς ἐπικλήσεσι τοῦ θεοῦ τὸν νικητὴν ἢ τὸν θριαμβευτὴν

ἀνακαλεῖται ἢ τὸν Γερμανικὸν ἢ τὸν Σκυθικόν, ἀλλὰ τὸν

φιλάνθρωπον καὶ τὸν εὐσεβῆ καὶ τὸν σωτῆρα. ταύτης

ἀνθεκτέον σοι τῆς ἀρετῆς καί σε οὔποτε ἐκείνη ἡ χεὶρ

ἀφ' ἑαυτῆς ἀποσείσεται, ὡς ἀπεσείσατο Νέρωνα, ὡς

c

Δομετιανόν, ὡς τὸν τοῦ Σεβήρου· ἀλλ' οὐ Τραϊανόν γε

οὐδὲ Μάρκον οὐδὲ Ἀντωνῖνον, τοὺς σοὺς πολίτας καὶ

ἀρχηγέτας, ἐξ ὧν πόρρωθεν ἡμῖν ὁ θεὸς τὴν σὴν βασιλείαν

ἐφροιμιάζετο. τοῦτο ἐγὼ τὸ τρόπαιον λαμπρότερον ὑπο-

λαμβάνω τοῦ Σκυθικοῦ, καίτοι κἀκεῖνο ἤγειρας μόνος καὶ

ἄνευ τῶν ὅπλων· πρὸς τοῦτο δὲ οὐχ ὅπως συνήρατό σοι ὁ

σίδηρος, ἀλλὰ καὶ ἠμβλύνθη. οἷον οὐκ ἤγειρεν ὁ Φιλίππου

ὁ μέχρι Ἰνδῶν διαβὰς ἐκ Μακεδονίας, ἀλλὰ Δαρείου

μὲν ἐκράτει καὶ Πώρου, τῆς Κλείτου δὲ παροινίας ἡττήθη,

καὶ οὐκ ἠμύνατο οἴνῳ τὸν οἶνον, ἀλλὰ σιδήρῳ, οὐδὲ τὴν

d

αὐθάδειαν πρᾴως ἤνεγκε τὴν Φιλώτου, πρὸς τὴν ἑταιρίαν

σοβαρώτερον ἐκλαλήσαντος, ἀλλὰ προσαπώλεσε τῷ Φιλώ-

τᾳ καὶ Παρμενίωνα.

Ἀλλὰ σύ γε, ὦ θεοειδέστατε αὐτοκράτορ, διὰ τοὺς

μηδὲν ἠδικηκότας, καὶ τοῖς ἁμαρτάνουσιν ἐνδέδωκας

συγγνώμην, καὶ παραπλησίως ἀθῷον ἀφῆκας τῷ καθευ-

δήσαντι δυστυχῶς τὸν μάταια μεριμνήσαντα. οὕτω σοι

230

a

καὶ μικρὰ ῥοπὴ πρὸς φιλανθρωπίαν ἀντὶ μεγάλης ἐστίν.

αἴτιον δέ, ὅτι πέφυκας θεοειδής· ἕκαστος δὲ μικροῦ δεῖται

ὑπεκκαύματος ἐπὶ τὴν ὁρμὴν τῆς φύσεως. καὶ πάλαι μὲν

οὐ διεκέκριτο ἐν τῷ τοιῷδε ἐγκλήματι ἀδίκημα δυστυχή-

ματος, ἀλλ' ἐν ἴσῳ καθειστήκει τὸ βουλεῦσαί τι τῶν

ἀθέσμων καὶ τὸ πυθέσθαι μὴ προελόμενον. καίτοι τῆς

φύσεως ἔγκλημα ἦν τοῦτο ἢ τοῦ ἀνθρώπου, ὅτι τὴν ἀκοὴν

ἐποίησεν ἀναπεπταμένην, καὶ οὐχ ὥσπερ τὰ βλέφαρα καὶ τὸ

στόμα ἐφ' ἡμῖν κλείειν καὶ ἀνοιγνύναι, οὕτω καὶ τὰ ὦτα,

b

ἀλλ' αὕτη μόνη σχεδὸν ἡ αἴσθησις ἐκπέφευγε τὴν ἐφ'

ἡμῖν ἐξουσίαν, καὶ δέχεσθαι ἀνάγκη πᾶν τὸ προσπῖπτον

αὐτῇ, ὥσπερ οἴκημα ἄθυρον καὶ ἀνεῳγμένον.

Σὺ δὲ τὴν μὲν ἀκοὴν ἐξεῖλες παντάπασι τῶν ἐγκλημάτων,

κόλασιν δὲ καὶ ῥήμασι συνεχώρησας, καὶ τῆς πράξεως

αὐτῆς οὐ δεχομένης ὑπερβολὴν προήκω ῥῆμα τοῦ ἔργου

θαυμασιώτερον. ἁπάντων γὰρ ἡμῶν τὴν ἀνεξικακίαν

τεθαυμακότων, σὺ βραδυτῆτα αὐτῆς ᾐτιῶ. τοῦτο δὲ οὐδὲν

ἄλλο ἐστὶν ἢ ἀγανακτοῦντος ὅτι μὴ προὔλαβες τῇ συγγνώμῃ

c

τὸν ἔλεγχον τοῦ πλημμελήματος, μηδὲ ταχυτέραν ἐποίησας

τῆς κατεχούσης ψήφου τὴν ἀφιεῖσαν. ἐπεὶ τῆς ταχυτῆτος

ἐκείνης τί ἂν γένοιτο ἀθροώτερον; οὐ γὰρ κατὰ μικρὸν

ὑφῆκας τῆς ὀργῆς οὐδὲ κατ' ὀλίγον ἠλάττωσας τὸν φόβον

τοῖς ὑπευθύνοις οὐδὲ ἐνδιέτριψας τῇ γνώμῃ μετὰ τὸ δι-

καστήριον ἐφ' ὅ τι ὁρμήσεις, ἀλλὰ προκατέλαβε τὴν

σκυθρωπὴν ψῆφον ἡ θεόσδοτος οὕτως ἀκαρῆ καὶ ἀμελλητί,

ὥστε προτέραν πολλοῖς τῆς χαλεπῆς ἀκουσθῆναι. καὶ

τότ' ἐγὼ μόνον ᾐσθόμην φωνῆς νικώσης τῷ τάχει τὴν

d

τῷ Ἡφαίστῳ τελουμένην λαμπαδηφορίαν, καὶ διὰ πομ-

πίμων ἐξ ἄλλων εἰς ἄλλους σταδίους τόσους καὶ τόσους

ὥσπερ φρυκτωρίας διαπεμπομένην· ὥστε ἀνατεταμένας

τὰς χεῖρας τὰς τῶν δημίων καὶ μετέωρα ἤδη τὰ ξίφη

κατασχεῖν τὴν φωνὴν τὴν σωτήριον. ταύτην οὖν φῶμεν

βραδεῖαν φιλανθρωπίαν, ἣν οὐ προὔλαβον αἱ μάχαιραι

ἐπικείμεναι τοῖς αὐχέσιν; ἀλλ' ὁ μὲν Ζεὺς ὁ παρ' Ὁμή-

ρῳ, καίτοι παιδὸς ὄντος τοῦ Σαρπηδόνος, εἰ δεῖ πείθεσθαι

231

a

Ὁμήρῳ κομψευομένῳ, ὀκνεῖ λῦσαι τὴν πεπρωμένην, καὶ

θελήσας μεταγινώσκει, παραπεισθεὶς ὑπὸ τῆς Ἥρας·

βασιλεὺς δὲ ἀνάγκην οὐχ ἥττω ἀπαραιτήτου δικαστηρίου

διαλύει ἀμεταμελήτως, συμψήφου τῆς ὁμοζύγου οὔσης

αὐτῷ καὶ ἀεὶ βουλευούσης εἰς μίαν, ἑπομένου δὲ ἀμφοῖν

καὶ τοῦ παιδὸς τοῦ ἀγαπητοῦ, ὃν ἐν τοῖς αὐτοῖς ἤθεσι καὶ

ἐκτρέφουσι καὶ ἐξασκοῦσιν, ἀμφιθαλοῦς ἀτεχνῶς καὶ

ἀμφιδεξίου. ὅτῳ γὰρ ἂν μᾶλλον ἐοικὼς ᾖ τῶν γειναμένων,

b

εὐσεβεῖ τε αὐτῷ καὶ φιλανθρώπῳ εἶναι προσήκει.

Ἀλλὰ ἐκεῖνοι μὲν οὕτως· ὧν δὲ τὰ ἐγκλήματα πρότερα

ἦν καὶ τῆς φύσεως μᾶλλον τῶν ὤτων ἢ τῆς προαιρέσεως

ἁμαρτήματα, ἆρ' οὗτοι ἐδεήθησαν χρόνου, ἢ μικρᾶς γέ

τινος μελλήσεως πρὸς τὴν ἄδειαν; ἀλλὰ μὴν πᾶς αὐτίκα

ἐξεκέκοπτο αὐτῶν φόβος τῆς διανοίας καὶ ἀθρόον ἑώρ-

ταζον ἑορτήν, ὥσπερ οἱ μηδεπώποτε ἐγκεκλημένοι καὶ ἐκ

μορφῆς ἀθεραπεύτου καὶ ὑποπεπτωκυίας μετεμορφοῦντο

εἰς χλιδῶσαν καὶ γέμουσαν γήθους.

c

Ταύτην ἐγὼ τὴν μεταμόρφωσιν ἠγάσθην ἢ ἣν παρ'

Ὁμήρῳ μετεμόρφωσεν ἡ Ἀθηνᾶ τὸν Ὀδυσσέα, ἐκ ῥικνοῦ

καὶ ῥάκια ἠμφιεσμένου μεταβαλοῦσα εἰς εὐείμονα καὶ

σφριγῶντα, ἡνίκα τῷ παιδὶ ἔμελλεν ἀναγνωρισθῆναι. ἐπι-

πόλαιος γὰρ αὕτη τοῦ σώματος ἡ μεταβολή· σὺ δὲ τὰς

ψυχὰς αὐτῶν σὺν τῷ σώματι μετεμόρφους. καὶ τὴν σὴν

ἔγωγε ῥάβδον οὐχ ἧττον ἂν εἴποιμι καλὴν καὶ χρυσῆν

ἢ τὴν τοῦ Ἑρμοῦ φησιν Ὅμηρος. ἐγείρει γὰρ αὕτη οὐκ

ἐξ ὕπνου, ἀλλ' ἐκ θανάτου. αὕτη φυλακτήριόν ἐστιν ἀρρη-

d

κτότερον τοῦ σιδήρου, αὕτη μᾶλλον διατηρήσει τὴν σὴν

βασιλείαν ἢ πυρκαϊαὶ καὶ φλεβῶν ἐκτομαὶ καὶ πελέκεις,

ἃς οἱ τυραννικώτατοι Ῥωμαίων προσάγοντες ὁσημέραι

τοῖς ἀνθρώποις οὐκ ἐπεῖχον τὸ μῖσος, ἀλλ' ἐξηγρίαινον.

Οὐ μὴν οἱ σοὶ πρόγονοι καὶ ἀρχηγέται, ἀλλ' αἰδοῖ

μᾶλλον ᾤοντο δεῖ καὶ εὐνοίᾳ πλέον ἢ φόβῳ κατέχειν τοὺς

ὑπηκόους. δυσκαταγωνιστότερον δὲ φυλακτήριον εὔνοια

232

a

φόβου. φόβῳ μὲν γὰρ εὔνοιαν οὐκ ἴσμεν καταλυθεῖσαν,

εὐνοίᾳ δὲ δυνάμεις πολλάς. αὐτίκα τοῖς μὲν ἐκ πρᾳότητος

εὐδοκίμοις τῶν αὐτοκρατόρων, ὅσοι μὴ λίαν ὀλίγωροι

καὶ ἐκκεχυμένοι, εἴ τις καὶ ἀνέφυ ἐπιβουλή, αὐτίκα

κατεσβέσθη πρὶν ἐξαφθῆναι· τοῖς δὲ χαλεποῖς ἐκείνοις καὶ

ἀνημέροις ἀεὶ τοὺς ἁλισκομένους ὑποτεμνομένοις οὐκ

ἐπέλιπον οἱ κατεγχειροῦντες. γελοῖος γὰρ διδάσκαλος ἦν

τῆς τυραννικῆς ἀσφαλείας ὁ τοὺς ἀστάχυας ἀποτέμνων

b

τοὺς ὑπερέχοντας τοῦ ληίου. οὐ γὰρ τοσούτους γε ἂν

ἀποτέμοι ὥστε μή τινας ἀπολείπεσθαι ὑψηλοτέρους τῶν

ἀτμήτων ἀεὶ μενόντων. τοῦτο γὰρ δὴ τὸ σχετλιώτατον τῆς

τῶν τυράννων δειλίας, ὅτι πάντας κτείνοντες οὓς δεδίασιν

ἄχρι τοῦ μηδένα φοβεῖσθαι προελθεῖν οὐ δύνανται.

Οἶδά σου καὶ τὴν ἱερὰν ἐγκέλευσιν, ὦ βασιλεῦ, ἣν

ἐνεκελεύσω τοῖς δικασταῖς, παραπέμπων ἐπὶ τὴν κρίσιν.

καὶ πρὸς τὸν εἰπόντα ὅτι πρὸ πάντων φροντιστέον ἐστὶ

τῆς ἀσφαλείας τῶν αὐτοκρατόρων, μᾶλλον μὲν οὖν,

c

ἔφησθα, τῆς ἀγαθῆς δόξης. οὐ γὰρ ζωῆς μῆκος διωκτέον

τῷ βασιλεῖ, ἀλλ' ὑπεροχὴν ἀρετῆς. ἐπεὶ καὶ Διονύσιος καὶ

Τιβέριος ἐγκατεγήρων ταῖς μοναρχίαις, ἀλλὰ τὸ γῆρας

αὐτῶν οὐδὲν ἄλλο ἦν ἢ μακροτέρα κακοδοξία. ἀλλ' ὅ γε

οὕτω φρονῶν καὶ περὶ πλείονος τὴν ἀγαθὴν δόξαν ἢ τὴν

σωτηρίαν ποιούμενος τί ἄλλο ἢ κακονουστέρους ὑπολαμ-

βάνει τοὺς πρὸς εὔκλειαν αὐτῷ ἐμποδὼν ὄντας τῶν τῷ

σώματι ἐπιχειρούντων; ἐγὼ οὖν οὐκ ἄν σοι προσᾴδοιμι ἔτι

d

τοὺς Πλάτωνος λόγους οὐδὲ μὰ Δία τοὺς Ἀριστοτέλους,

οὐδὲ μὴν ἐμαυτοῦ τι ἂν εἴποιμι παράγγελμα ἢ νουθέτημα,

ἀλλ' ἣν αὐτὸς ἐγέννησας γνώμην, ταύτην ἀπόχρη σοι

μόνην εἰδέναι τε καὶ ἐπισκοπεῖν, πότερον ἐν τῇ πράξει

πλέον τὸ καλὸν ἢ τὸ κερδαλέον, καὶ πότερον ἀθόλωτος ὁ

λόγος ἐξορμᾷ σε ἐπὶ τὴν πρᾶξιν, ἢ ἐπαχλύεται ὁ λογισμὸς

ὑπό τινος πάθους. χαλεπώτατον γὰρ ἐκεῖνο τὸ πάθος, ὃ

προεκπηδᾷ τοῦ λόγου ἐν ἐξουσίᾳ.

233

a

Καὶ διὰ τοῦτο Πέρσαι καλῶς Κῦρον μὲν πατέρα,

Καμβύσην δὲ δεσπότην, Δαρεῖον δὲ κάπηλον ἐπωνόμαζον.

ποιεῖ δὲ πατέρα μὲν δικαιοσύνη, θυμὸς δὲ δεσπότην,

κάπηλον δὲ φιλοχρηματία· θεία δὲ μόνη ἡ τοῦ πατρὸς

ἐπωνυμία· —πατέρα γὰρ ἀνθρώπων καὶ τὸν Δία οἱ

ποιηταὶ ἐπονομάζουσι—τῶν δὲ ἄλλων ἡ μὲν θηριώδης,

ἡ δὲ καὶ ἀνδραποδώδης. φύεται μὲν οὖν καὶ ἐν σμήνεσιν

αὐτοφυής τις καὶ αὐτοδίδακτος βασιλεύς, ᾧ συμπεριβομβεῖ

b

καὶ συμπεριπέτεται ἑκούσιον τὸ σμῆνος καὶ σὺν χαρμονῇ,

φύεται δὲ καὶ ἐν ἀνθρώποις, ἀλλὰ σπανίως γε οὗτος καὶ

ἐν μακρῷ χρόνῳ, ὅταν ἄμφω συμπέσῃ καὶ συνομαρτήσῃ

τῷ κάλλει τῆς ψυχῆς καὶ ἡ τοῦ σώματος ἀγλαΐα. καὶ οὗτός

ἐστιν ἀτεχνῶς ὁ μέγας βασιλεύς, καὶ οὔτε χωλὸν οὔτε

κολοβὸν αὐτοῦ τὸ κάλλος, ἀλλ' ἄρτιον καὶ ὁλόκληρον.

ὥστε Ἀλέξανδρος μὲν ἐμακάριζε τὸν Ἀχιλλέα, ὅτι Ὁμήρου

ἔτυχε κήρυκος, ἐγὼ δὲ ἐμαυτὸν εὐδαίμονα ὑπολαμβάνω,

ὅτι σὲ κηρύττειν ἔλαχον οἱ ἐμοὶ λόγοι. καὶ τοῦτο οὐκ ἄν

c

τις φαίη κολακείαν μᾶλλον ἢ ἀλήθειαν. ὧν γὰρ ἴσμεν

αὐτοκρατόρων ἢ ὧν ἀκούομεν, πλὴν δυοῖν τοῖν ἐνδοξο-

τάτοιν, οὐδεὶς ἂν ἕτερος τὸν αὐτὸν σοὶ τρόπον ἓν κτῆμα

τοιοῦτον μεταχειρίσαιτο.

{ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΤΩΙ ΠΑΤΡΙ}{Θεωρία τοῦ λόγου} Ὁ λόγος ἡμῖν οὐ φιλοτιμίας καὶ ἐπιδείξεως, ἀλλὰ τῆςὁσίας τῆς εἰς τὸν πατέρα στοχάζεται, ἣν μείζονα ἔσε-σθαι καὶ σεμνοτέραν ὑπέλαβε παρ' ὑμῖν ἀκροαταῖςγινομένην. τοῦτο γὰρ τὸ θέατρον καὶ μόνον ἄξιον ἡγεῖταιτῆς ἀρετῆς. φιλεῖ μὲν οὖν ὡς τὰ πολλὰ μὴ δέχεσθαι μῆ-κος ἡ τοιάδε ἐπαγόρευσις, ἡμῖν δὲ καὶ ἄλλως ἀναγκαῖονἐγένετο φείσασθαι τοῦ πλήθους. οὔτε γὰρ ὁ 〈παρὼν〉 καιρὸςἐνεδίδου, ταχυτέραν ἀπαιτῶν ἢ μακροτέραν τὴν εὐφημίαν·ἕωλος γὰρ ἐπικήδειος ἅπας μακρὰν ἀφιστάμενος τοῦπάθους τῷ χρόνῳ· καὶ πρὸς τὴν ἀναγραφὴν τοῦ βίου τὰκαθέκαστον ἀνεθέμεθα· τῇ λέξει δὲ εἴ τι ἐλλείπειν εἰςπαλαιότητα εὑρίσκοιτε, οὐ θαυμαστόν. χαλεπὸν γὰρἐφικέσθαι τῆς ἐν συγγραφῇ ἀκριβείας, μὴ τοῦτο συνεχῶςἐκμελετῶντας, ἀλλὰ πρὸς ἕτερα τὴν πλείω σπουδὴνποιουμένους. καὶ ἅμα οὐχ οὕτω φροντιστέον τῷ φιλοσόφῳκαλλιεπείας, ἀλλ' ἐκεῖνο μάλιστα φυλακτέον ὑμῖν εἰ τὸπρέπον ἁπανταχῆ διεσώσατο καὶ υἱεῖ καὶ φιλοσοφεῖν ἐπι-χειροῦντι καὶ εἰς φιλόσοφον. Θρήνους μὲν δὴ ᾄδειν καὶ ὀδυρμοὺς οὔτε ὑμεῖς ἐάσεινφατὲ καὶ οὐ ξυγχωρεῖ φιλοσοφία, ἀλλ' ὁπότε αἴσθοιτοβαπτιζόμενόν τε ὑπὸ τῆς ὀδύνης καὶ εἰς δάκρυα κατα-φερόμενον, χαλεπαίνει τε καὶ ἐπαπειλεῖ δεινὰ ἄττα μεἐργάσεσθαι καὶ ἀνήκεστα, διαγράψειν μὲν εὐθὺς τοῦπατρῴου κλήρου (οὔτι λέγω τῆς γῆς τε καὶ τῶν ἀγρῶνκαὶ τῶν ποιμνίων, ἀλλ' οὗ ἐγὼ πάνυ γλίχομαι καὶ μετα-ποιοῦμαι καὶ ἐπιχειρῶ κληρονομεῖν μόνος τῶν ἀδελφῶν),ἐξαλείψειν δὲ τοῦ καταλόγου τῶν ζακόρων τῶν ἑαυτῆς.ἀνάγκη οὖν ἱστᾶν μοι τοὺς ὀφθαλμοὺς ὥσπερ σίδηρον ἠὲκέρατα, καθάπερ ἐποίησεν Ὅμηρος τῷ Λαέρτου παιδὶ πε-πηγέναι τὰ ὄμματα, τὸν οἶκτον ἐπικρυπτομένῳ τῆς γυναι-κός. καίτοι Ὀδυσσεὺς μὲν καρτερίας ἱκανῆς οὐκ ἐδεῖτο,μέλλων οὐκ εἰς μακρὰν ἀπολαύσεσθαι τῆς Πηνελόπηςξὺν παρρησίᾳ· σὺ δὲ ὦ πάλαι μὲν πατέρων, νῦν δὲ θεῶνἀγανώτατε, πότε αὖθίς σοι ξυνεσόμεθα; εἰ γάρ τι δεῖφιλοσοφίᾳ πιστεύειν, ἥ σε διαπορθμεύσασα ἔναγχος τὴνμακαρίαν πορείαν ἐπανήκουσα ἐκεῖθεν ἡμῖν ἀπαγγέλλει,ὅτι ὁπηνίκα ὡς τάχιστα τοῦ δεσμοῦ τῆς φύσεως ἀπελύ-θης, οὐκ ἀπορρήξας οὐδὲ ἀποσπάσας κατέχοντος ἔτι, ἀλλ'αὐτοῦ χαλάσαντος καὶ ἀνέντος, αὐτίκα ἤιξας μετέωροςἄνω πρός τε αἰθέρα καὶ οὐρανόν, τὴν ξυνωρίδα τῶν ἀθα-νάτων ἵππων ζευξάμενος, οὓς ἐν χρόνῳ τοσῷδε ἅμα ἔτρε-φες καὶ ἀτίταλλες, συνεξορμᾶν ἐθίζων καὶ ἄνω ἵεσθαιἀμφοτέρους, καὶ μὴ τὸν μὲν ἐφ' ὕψος ἕλκειν, τὸν δὲ κάτωβρίθειν τὸν ζυγόν. ὅθεν που νῦν οὐδὲ κέντρων οὐδὲ χαλι-νοῦ ἐδεήθης πρὸς τὸν ἀλαζόνα ἵππον καὶ ὑβριστήν, ἀλλ'εὐμενής τε καὶ τῷ ὁμοζύγῳ πράως ἔχων συνδιῆρέ σοι τὸὄχημα, καί σε ἐδέξατο ἱερὰ θεῶν ἀγορὰ καὶ δῆμος ἀγαθῶνδαιμόνων, εὐφημοῦντές τε καὶ προαπαντῶντες καὶ ἀσπα-ζόμενοι, ὅτι σφίσιν ἐκτελέσας τὸ χρέος οὗ σε ἕνεκαἔστειλαν ἐπὶ γῆς, ἀκήρατος εὐθὺς καὶ ἅγιος ἐπανῆκες.καὶ οὔτε ἔμπροσθεν οὔτε ὄπισθεν μόλυσμα ἐξεῦρεν ὁῬαδάμανθυς ἢ ὁ Μίνως ἐνσεσημασμένον τε καὶ ἐγγε-γραμμένον τῇ ψυχῇ, καθίζουσί τε παρὰ Σωκράτει καὶΠλάτωνι, ἀγαγόντες καὶ τὰ σὰ παιδικὰ τὸν θεῖον Ἀριστο-τέλην, ᾧ καὶ ἐνθάδε ἐν τῇ μετοικήσει ξυνεῖναι τὰ πολλὰἐπεχείρεις, καὶ οὐκ ἐξήρκει τὸ σῶμα ἀποφράττειν τὴνσυνουσίαν οὕτω πόρρωθεν ὄντων τῶν παιδικῶν. Ἦ που νῦν σε ἐκεῖνος, ὦ θεία κεφαλή, κυδαίνει τε καὶὑπὲρ τοὺς ἄλλους ἀγαπᾷ καὶ οὐκ ἔχει ὅ τι χρήσεται ὑπὸχαρμονῆς, ἀποτιννύων τὰ χαριστήρια τῆς προφητείας ἣνπροεφήτευσας Ἀριστοτέλους λαμπρότερον ἢ Βάκις τε καὶἈμφίλυτος τοῦ Λοξίου, καὶ τῆς σοφίας, ἣν ἐκεῖνος ἐξ-ευρών τε καὶ ἐξασκήσας ζόφῳ ἐκάλυψε καὶ ἠμφίασεν ἀσα-φείᾳ, φροντίσας μήτε βασκῆναι τοῖς ἀγαθοῖς μήτε ῥῖψαιεἰς τὰς τριόδους. σὺ δὲ γνωματεύων τοὺς ἐπαξίους περι-ῄρεις τε αὐτοῖς τὸν ζόφον καὶ ἐγύμνους τὰ ἀγάλματα.ὥστε ὁ μὲν ἄρτι προσιὼν τοῖς ἀδύτοις φρίκης τε ἐνεπίμ-πλατο καὶ ἰλίγγου, ἀδημονίᾳ τε ξυνείχετο καὶ ἀπορίᾳξυμπάσῃ, οὐδὲ ἴχνους λαβέσθαι οἷός τε ὢν οὐδὲ ἀρχῆςἡστινοσοῦν ἐπιδράξασθαι εἴσω φερούσης, ὅτε δὲ ὁ προ-φήτης ἐκεῖνος ἀναπετάσας τὰ προπύλαια τοῦ ναοῦ καὶτοὺς χιτῶνας περιστείλας τοῦ ἀγάλματος καλλύνας τεαὐτὸ καὶ ἀποσμήξας πανταχόθεν ἐπεδείκνυε τῷ μυου-μένῳ μαρμαρύσσον τε ἤδη καὶ αὐγῇ καταλαμπόμενον θε-σπεσίᾳ, ἥ τε ὁμίχλη ἐκείνη καὶ τὸ νέφος ἀθρόως ὑπερρή-γνυτο καὶ ἐξεφαίνετο ὁ νοῦς ἐκ τοῦ βάθους, φέγγουςἀνάπλεως καὶ ἀγλαΐας ἀντὶ τοῦ προτέρου σκότου, Ἀφρο-δίτη δὲ παρῆν δᾳδουχοῦντι καὶ Χάριτες συνεθίγγανον τῆςτελετῆς. Τὸ μὲν οὖν πρόσωπον καὶ τὸ σχῆμα ὅλον μονονοὺ δῆθενἐπῆν Ἀριστοτέλους τοῖς μυστηρίοις. ἅπαντα δὲ ὁμῶςσυνανεῴγνυτο τῶν σοφῶν τὰ ἀνάκτορα, καὶ συνεπώπτευσετὰ ἱερὰ καὶ ὅσα Πυθαγόρας ὁ Σάμιος ἐξ Αἰγύπτουἐκόμισεν εἰς τὴν Ἑλλάδα καὶ ὅσα ὕστερον ἐν τῇ ποικίλῃστοᾷ Ζήνων ὁ Κιτιεύς. τὰ μὲν γὰρ Πλάτωνος τοῦ μεγά-λου ἀγχίθυρά τε ἀεὶ ἐπεδείκνυε καὶ ἐν τῷ αὐτῷ περι-βόλῳ, καὶ οὐδὲ μετημφιέννυτο τὴν στολὴν μεταβαίνωνεἰς τὴν Ἀκαδημίαν ἐκ τοῦ Λυκείου, ἀλλὰ πολλάκις Ἀρι-στοτέλει προθύσας εἰς τὴν Πλάτωνος ἔληγεν ἱερουργίαν.χαλεπῶς δὲ εἶχεν ἀεὶ τοῖς διοικοδομεῖν ἐπιχειροῦσι καὶδιαφράττειν ἀτεχνῶς ταυτὶ τὰ ἑρκία. εἶναι γὰρ δὴ τῆς