tlg2001.tlg020
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ἐπιτάφιος ἐπὶ τῷ πατρί, ed. H. Schenkl, G. Downey and A. F. Norman Themistii orationes quae supersunt, vol. 2, Leipzig: Teubner, 1971: 1–15.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg020.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
235
d
Πλάτωνος βακχείας τὴν Ἀριστοτέλους φιλοσοφίαν ἅμα
μὲν γενναῖον προτέλειον, ἅμα δὲ θριγκόν τε καὶ φυλακτή-
ριον. εὐβάτου τε γὰρ οὔσης ἔτι καὶ εὐεπιδρόμου τοῖς σοφι-
σταῖς, τειχίσαι τε Ἀριστοτέλη καὶ περιφράξασθαι παντα-
χόθεν καὶ ἀποκλεῖσαι τὰς ἐπιβουλὰς τῶν δογμάτων, τοὺς
δὲ πολλοὺς ὑπὸ ὄκνου τε καὶ ῥᾳθυμίας ἀφράκτους ἐθέλειν
καὶ ἀναλείφους διαγωνίζεσθαι· ὅθεν πολλάκις γενναίᾳ δόξῃ
καὶ ἰσχυρᾷ ὑπὸ ἀσθενοῦς καὶ φαύλης ὑποσκελιζομένῃ τε
236
a
καὶ σφαλλομένῃ παρὸν ἀμύνειν μὴ δύνασθαι ἐπαμύνειν.
πρὸς μὲν δὴ Πλάτωνα τὸν σοφὸν οὔτε αὐτός ποτε ἐστα-
σίασεν οὔτε Ἀριστοτέλη ῥᾳδίως ᾤετο. Ἐπίκουρον δὲ τὸν
Νεοκλέους κομψὸν μὲν ἡγεῖτο καὶ τῶν ἀτόμων οὐκ εἶναι
τομόν, εἰσελκυσάμενος δ' ἂν αὐτὸν πολλάκις, ὅσον ἐπιδεῖ-
ξαι τοῖς ἀγνοοῦσιν, ὡς τάχιστα ἀπέπεμπεν ἐκ τοῦ καταλό-
γου, μύρον κατὰ τῆς κεφαλῆς καταχέας ἅτε ἐραστοῦ τῆς
ἡδονῆς. τοῦτο μὲν δὴ οὐχ οὕτως ἄγασθαι ἦν. οὐδεμία γὰρ
b
φιλοσοφία πόρρω ἀπῴκισται καὶ μακρὰν ἀποσκηνοῖ τῆς
ἑτέρας, ἀλλ' οἷον εὐρείας ὁδοῦ καὶ μεγάλης μικραὶ δια-
σχίσεις τε καὶ ἀπονεύσεις, αἱ μὲν πλεῖον, αἱ δὲ ἔλαττον
περιελθοῦσαι, εἰς ταὐτὸν ὅμως πέρας συνθέουσιν.
Ἀλλ' ὁπότε Ὅμηρον τὸν ποιητὴν εἰσεκάλει τε καὶ
ἐξένιζεν ὡς προπάτορα καὶ ἀρχέγονον τῶν Ἀριστοτέ-
λους καὶ Πλάτωνος λόγων, τότε ἂν ἀκριβῶς ἐδεήθης τῆς
Ὁμήρου φωνῆς, ὥστε εἰπεῖν λαβὼν παρ' ἐκείνου,
c
ὢ πόποι, ὡς ὅ γε πᾶσι φίλος καὶ τίμιός ἐστιν.
οὐδὲ γὰρ τῆς σκηνῆς ἀπείχετο τῆς ἀρχαίας οὐδὲ τοῦ θεά-
τρου ὡς παντάπασι βεβήλων καὶ ἀλλοτρίων φιλοσοφίας,
ἀλλὰ θαμὰ μὲν Μένανδρος ὁ χρυσοῦς, θαμὰ δ' Εὐριπίδης
καὶ Σοφοκλῆς Σαπφώ τε ἡ καλὴ καὶ Πίνδαρος ὁ γενναῖος
συνεπήχουν τε καὶ συνωργίαζον. ὅθεν οὐδὲ μονόγλωττος
ἦν οὐδὲ φιλοσόφων μόνον ἐπιτήδειος ἀκροατηρίῳ, ῥήτορσι
δὲ ἀξύνετος ἢ γραμματισταῖς, ἀλλὰ τῶν μὲν ἄλλων, ὁπότε
πειρῷντ' ἐκ τῆς φιλοσοφίας τι λέγειν, χαλεπώτερον ἂν
ξυνίης ἢ τῆς Περσικῆς διαλέκτου, ἐκείνου δὲ καὶ ἀμπε-
d
λουργὸς ἐπακούων καὶ σιδηρεὺς εἶχεν ὅ τι οἴκαδε ἀπο-
φέροι. καὶ ἄρχοντι μὲν τὰ ἀρχικὰ διελέγετο, πολιτικῷ δὲ
τὰ πολιτικά, γεωργῷ δὲ ὁπόσα ἔχεται γεωργίας.
Γεωργίας μὲν δὴ καὶ σφόδρα ἦν ἐπαινέτης τε καὶ ἐρα-
στής, καὶ τῷ φιλοσόφῳ ῥᾳστώνην ἐπὶ τοῖς πόνοις μόνην
πρέπουσαν ἀπέφηνε τὴν γεωργίαν, καὶ μάλιστα γηρῶντι
237
a
ἤδη καὶ ἐκλυομένῳ ὑπὸ χρόνου τῷ σώματι γυμνασίαν τε
ἱκανὴν εἶναι καὶ γέμουσαν τῆς σώφρονος ἡδονῆς. καὶ πολ-
λάκις ἂν φοιτήσας παρὰ τὸν πρεσβύτην κατέλαβες ἢ φυ-
τεύοντα ἢ περικαθαίροντα ἢ μεταφέροντα ἢ ὕδωρ διεξ-
άγοντα ἐπὶ τοὺς ὀχετούς, ὥστε ἐπάρδειν τὰ φυόμενα· καὶ
ὤρεξεν ἄν τί σοι τῶν ὡραίων καὶ περιαγαγὼν τοὺς ὀρχά-
τους ὑπέδειξεν ἂν τῶν βοτρύων ὑπερφυὲς τὸ κάλλος καὶ
τὸ μέγεθος, καὶ ἀνήγαγεν εἰς τὰς μητροπόλεις ὥσπερ οἱ
b
γενεαλόγοι τῶν στεμφύλων [εἰς] τὰς ἀποικίας. ἦν δὲ καὶ
ἀγρὸς αὐτῷ, ὃν αὐτὸς ἐποιήσατο, πηγάς τε ὕδατος ἐξελ-
κύσας οὔπω πρότερον φαινομένας καὶ τἆλλα ἐπιμεληθείς,
ὥστε καλὴν εἶναι καὶ πρέπουσαν φιλοσόφῳ καταγωγήν.
οὗτος ὁ ἀγρὸς εἰ καὶ οὐ πάνυ οὐδὲ Ἑλληνικὸν τοὔνομα,
ὅμως ἐν στόματί ἐστιν ἐκείνων τῶν ἄγαν Ἑλλήνων.
Ὁ μὲν οὖν Ὀδυσσεὺς πρὸς τὸν ἑαυτοῦ πατέρα φησὶ τὰ
μὲν φυτὰ αὐτῷ καὶ σφόδρα ἱκανῶς τεθεραπεῦσθαι, αὐτὸν
δὲ οὐκ ἔχειν ἀγαθὴν κομιδήν, ὅτι ῥάκια ἠμφίεστο καὶ φαῦλα
ὑπέρραπτο ὑποδήματα. ἐγὼ δὲ ἐπίσταμαι τὸν ἐμὸν πατέρα ὅτι
c
αὐτὸς ἄρα πρὸ τῶν φυτῶν ἐκεκαλλιούργητο καὶ εὖ ἤσκητο,
οὐκ ἐπειδὴ χιτῶνα ἠμφίεστο λεπτὸν καὶ εὐήτριον, ἀλλ' ὅτι
μὴ τὴν ψυχὴν ἀκόσμητον εἶχε μηδὲ ἔμπλεων ἀγροικίας.
οὐ γὰρ αἱ ἄμπελοι μὲν αὐτῷ καὶ ὁ κῆπος ἥμεροί τε
καὶ ἔγκαρποι ἦσαν, τυφλὴ δὲ ἡ διάνοια καὶ ἀγρία, ἀλλ'
οὐδὲ τὴν Ἀλκινόου ὀπώραν τὴν ἐπιβλαστάνουσαν συνεχῶς,
οὐδὲ τὰ χρυσᾶ μῆλα τῶν Ἑσπερίδων εἴκασας ἂν μικρῷ
ἐκείνου ῥήματι καὶ νουθετήματι. οὐ γὰρ δὴ καλλονῆς
μόνης ἐφρόντιζεν ἐν τοῖς λόγοις, ἀλλ' ὥσπερ ἔφασκεν ἐν
τῇ περὶ τὴν γῆν ἐργασίᾳ τοὺς τὰ ἄλση μόνα φυτευομέ-
d
νους πλατάνων ἀμφιλαφῶν ἢ κυπαρίττων, πυρῶν δὲ καὶ
ἀμπέλων ἐξαμελοῦντας, πλέον στοχάζεσθαι τέρψεως ἢ
τροφῆς, οὕτω καὶ ἐν τοῖς λόγοις τοὺς ἡδονὴν μόνην θη-
ρεύοντας καὶ ὅπως κηλήσειαν τοὺς ἀκροωμένους, ἐξ ὧν δὲ
τρέφεται ψυχὴ καὶ ἀμείνων γίνεται ἑαυτῆς, οὔτ' εἰδότας
λέγειν οὔτε πειρωμένους, τούτους δὲ οὐκέτι εἶναι φιλοσό-
φους, ὥσπερ οὐδὲ ἐκείνους γεωργούς, ἀλλὰ κόλακάς τε
καὶ θῶπας καὶ ὀψοποιοὺς ἀντὶ ἰατρῶν καὶ ἀντὶ γυμνα-
238
a
στῶν κομμωτάς.
Καὶ μὴν ὅσοι τοὺς μὲν λόγους αὐτοὺς συνείροιέν τε καὶ
ἀποστοματίζοιεν ἱκανῶς τοὺς ὑπὸ φιλοσοφίας παραγγελλο-
μένους, τῶν δὲ ἔργων ἀμελοῖεν ὑπὲρ ὧν οἱ λόγοι, τούτους
δὲ αὐτοὺς τῷδέ τινι ἐοικέναι ἐπεδείκνυεν, οἷον εἴ τις ὑγιαί-
νειν τὸ σῶμα αὑτῷ ἐπιθυμῶν φάρμακα μὲν συνάγοι καὶ βο-
τάνας, ὁπόσαι ἱκαναὶ τριβόμεναι καὶ μιγνύμεναι ἀλλήλαις
βοηθεῖν τῇ τοῦ σώματος πονηρίᾳ, καὶ σιδήρια δὲ ἰατρικὰ
φιλοτίμως κατασκευάζοιτο, ἔχοι δὲ λέγειν καὶ ὅσα Ἱππο-
κράτης ὁ Κῶος καὶ ὅσα Ἐρασίστρατος καὶ ὅσα Διοκλῆς
b
ἐν τοῖς γράμμασι παραγγέλλουσιν ὑπὲρ ὑγείας· ὁπότε
δ' αὐτῷ τὸ σῶμα εἰς ἀρρωστίαν ὑπενεχθείη καὶ πάσης
ἐκείνης ἀπολαύειν δέοιτο τῆς παρασκευῆς, ὁ δὲ τὰ φάρ-
μακα μὲν καὶ τὰ σιδήρια χαίρειν εἴασε καὶ τὸν Ἱππο-
κράτη, κατακλινεὶς δὲ ἐπὶ στιβάδος ἐστρωμένης τάπησι
καὶ πορφύρᾳ, καὶ τράπεζαν παραθέμενος Σικελικὴν πίνει
τε ἄδην καὶ εὐωχεῖται, κόρης αὐτῷ τινος Κορινθίας ἢ
παιδὸς Ἰωνικοῦ διακονουμένων. οὔτε γὰρ τούτῳ πλέον τι
εἶναι τῆς κτήσεως ἕνεκεν τῶν φαρμάκων οὔτε ὅστις τοὺς
c
λόγους αὐτοὺς τῶν φιλοσόφων ἀναλαβὼν καὶ ἱκανῶς
ἐκμελετήσας μὴ θέλοι ἔργῳ αὐτοὺς βεβαιοῦσθαι, οὐδὲ
τούτῳ πλέον τι φιλοσοφίας μετεῖναι ἢ τῷ πρόσθεν ἐκείνῳ
ἰατρικῆς. καὶ ἀθλητὴν δὲ ὁμοίως καταγέλαστον εἶναι,
ὅστις ἐπιδεικνύμενος τοὺς ἁλτῆρας καὶ ἐξαριθμούμε-
νος τὰ γυμνάσια τοὺς ὤμους τε αὐτοὺς περιφέροι μαλθα-
κούς τε καὶ ἀγεννεῖς, καὶ τὸν αὐχένα λυγίζοιτο ὑπὸ
τρυφῆς καὶ ἀκρασίας, κᾆτα εἰς τὸ στάδιον μὲν παριέναι
ἀγωνιούμενος οὔτε δύναιτο οὔτε ἐθέλοι, καθήμενος δὲ ἐν
βαλανείῳ καὶ ἐν γωνίᾳ παιδικῆς παλαίστρας πρὸς τοὺς
d
λουομένους καταλέγοι τὰ παλαίσματα. τοῦτον οὖν τὸν
τρόπον καὶ ἐπὶ φιλοσοφίας οὐχὶ λόγων χρῆναι ἐπίδειξιν
ποιεῖσθαι, οὐδὲ ἐνθένδε ποθὲν τεκμαίρεσθαι ὅστις πόρρω
ἥκοι σοφίας, οἷον εἰ μετ' ἐπιστήμης διαιροῖτο τἀγαθὰ
καὶ φάσκοι τὴν ἀρετὴν μέγιστον εἶναι τῶν λοιπῶν καὶ
ὑπερφέρειν μακρῷ τὰ ἄλλα, τά τε τοῦ σώματος λεγόμενα
καὶ ὅσων ἔξωθεν τύχη βασιλεύει, ἀλλ' εἰ φρονοίη τοῦ-
239
a
τον τὸν τρόπον καὶ προαιροῖτο καὶ τὴν ἀγαθὴν πρᾶξιν ἀεὶ
ἐπίπροσθεν ἄγοι τῆς χρήματα ἢ δόξαν φερούσης. ἄλλως
δ' ἔχοντα τῇ μὲν γλώττῃ φιλοσοφήσειν, τῇ καρδίᾳ δὲ
οὐδαμῶς.
Τούτων δὲ ἁπάντων παραδείγματα ἀπέφαινε Σωκράτη
τὸν Ἀθηναῖον, ὃς οὔτε οἴκοι ὑπὸ Ξανθίππης λοιδορούμενος
οὔτε ὑπὸ Κριτίου καὶ τῶν τριάκοντα τυράννων ἀπειλούν-
των, εἰ μὴ μεταθήσεται καὶ θεραπεύσει τὴν καθεστῶ-
σαν πολιτείαν, ἀποκτενεῖν τε καὶ ἐξελάσειν καὶ ἀνήκεστα
b
ἔργα ἐργάσεσθαι, ὅμως οὐκ ἔδεισέ ποτε οὐδὲ ἐξεπλάγη
οὐδὲ κίνδυνον ἄλλον ἐνόμισεν οὕτω δεινόν τε καὶ φοβερὸν
ὡς τὸ κακὸν ἀντ' ἀγαθοῦ γενέσθαι καὶ δυσσεβῆ ἀντ'
εὐσεβοῦς. διὰ τοῦτο οὔτε Λέοντα ἤγαγε τὸν Σαλαμίνιον
οὔτε ἐπιψηφίσαι ἐξεβιάσθη κατὰ τῶν ἀμφὶ Περικλέα καὶ
Ἐρασινίδην καὶ Διομέδοντα στρατηγῶν· καίτοι οὕτω γε
ὁ δῆμος αὐτὸς ἐπεκελεύετο, βοῶντες ἄνωθεν ἐκ τῆς ἐκ-
κλησίας. ἀλλ' οὐδ' ὅτε κατεδίκασαν αὐτοῦ Ἀθηναῖοι,
οὐδ' ὅτε ἐν τῷ ξύλῳ ἦν, οὐδὲν ἀγεννὲς ἢ ταπεινὸν
ἔπραξεν ἢ εἶπε πρὸς τοὺς ἑταίρους τοὺς εἰς τὸ δεσμωτή-
c
ριον συνιόντας, ἀλλὰ περὶ ψυχῆς ἐφιλοσόφει καὶ περὶ τῶν
ἐν Ἅιδου ἐξηγεῖτο, ὁπόσα μὲν ἀγαθὰ ἀρετὴν ἐκεῖσε
μένει, ὁπόσα δὲ κακίαν τιμωρήματα καὶ κολαστήρια. τοι-
γαροῦν οὐκ εἰς μακρὰν Ἀθηναῖοι μετέγνωσαν ἀμφὶ Σω-
κράτους καὶ δίκην ἐπράξαντο Μέλητον τῆς δίκης ἐκείνης
καὶ 〈Ἄνυτος〉 ἔφυγεν αὐτὸς ἐκ τοῦ ἄστεος καὶ αὐτὸν κατ-
έλευσαν διὰ Σωκράτην οἱ Ἡρακλεῶται οἱ ἐν τῷ Πόντῳ, καὶ
νῦν δείκνυται Ἀνύτου αὐτόθι σῆμα ἐν τῷ προαστείῳ οὐ
μακρὰν θαλάττης, οὗπερ καὶ ἔβαλλον τὸν αὐτὸν Ἄνυτον
οἱ Ἡρακλεῶται. τοιαῦτα δὲ ἀπέφαινε καὶ τὰ ἑαυτοῦ καὶ
d
ἄντικρυς παραπλήσια τοῖς Σωκρατικοῖς. εἶναι γὰρ αὐτῷ
πολλὰ μὲν ὕπαιθρα καὶ δημόσια ἀγωνίσματα, οὐ φαυλό-
τερα δὲ τὰ οἴκοι καὶ εἴσω τῆς αὐλῆς, καὶ ταῦτα πάντα
ὑπομένειν τε καὶ ἀνέχεσθαι ῥᾳδίως, ὅτι δεῖ φιλοσοφίαν
οὐ λόγῳ, ἀλλ' ἔργῳ ἑλέσθαι.
Δίκαια μὲν δὴ καὶ οἱ πάλαι ἔπραξαν ἄνθρωποι ἐφ'
Ἡρακλεῖ τῷ Διὸς καὶ Ἀλκμήνης, ἀποθειάσαντές τε αὐτὸν
καὶ ἱερὰ ἴδια κατασκευάσαντες, καὶ θυσίας θύοντες οὐ μό-
νον ὅσας ἥρωϊ θύειν καλὸν ἦν, ἀλλὰ καὶ ὅσας δαίμονι ἤδη
240
a
καὶ ὅσας θεῷ, ὅτι Ἡρακλῆς παράδειγμα ἐγένετο ἀρετῆς
καὶ τὴν γῆν ἅπασαν ἐπιφοιτήσας τυράννων τε ὠμότητος
καὶ θηρίων ἐκάθηρεν ἀλλοκότων. δοκῶ δὲ ἔγωγε ὡς
σφοδρότερον μὲν κάπρων κακία, βιαιότερον δὲ λεόντων,
ἰταμώτερον δὲ πολυμόρφου κυνός, πολυκεφαλώτερον δὲ
ὕδρας· ἄξιον δὲ εἶναι καὶ τοῖς τοῦτο τὸ θηρίον καταμαχη-
σαμένοις τε καὶ ἀσθενὲς ἀποδείξασι τεμένη τε ἱδρύεσθαι
δημοσίᾳ καὶ ἱερέας καθίστασθαι. εἶναι γὰρ δὴ καὶ τού-
b
τους οὐκ ἀπεικὸς ἔν τινι θείᾳ μοίρᾳ τοῦ σώματος ἀπαλλα-
γέντας ἐσθλούς, ἀλεξικάκους, φύλακας μερόπων ἀνθρώ-
πων. καί μοι δοκοῦσιν οἱ θεοὶ βουληθέντες αὖθις ἐνδείξα-
σθαι καὶ ὑπομνῆσαι τοὺς ἀνθρώπους ἐς ὅσον ἐφικνεῖται
ἀρετὴ ψυχῆς ἀνθρωπίνης, ὥσπερ τὸ παλαιὸν Ἡρακλέα
καὶ αὖθις Σωκράτη, οὕτω νῦν σε, ὦ πάτερ, διὰ μακροῦ
χρόνου παραγαγεῖν καὶ φῆναι ἐπὶ γῆς.
Ἀλλὰ σοὶ μὲν μακάριός τε καὶ εὐδαίμων ὁ ἀγὼν καὶ
πρὸς ὀλβίους τε ἀνέδραμες καὶ εὐδαίμονας τοὺς κατα-
c
πέμψαντας, ἡμᾶς δὲ ἀπέλιπες ἐν τῷ κλύδωνι καὶ τῷ
λειμῶνι τῆς Ἄτης οὐδὲ ἔχοντας ὅστις χεῖρα ἄλλῳ ὀρέξει,
ἀνακύπτειν τε πειρωμένους καὶ ἐξαναδῦναι ποτὲ τῆς ἰλύος
καὶ τοῦ βορβόρου. δεῖ δὴ λοιπὸν τὰ ἴχνη τὰ σὰ διώκειν,
εἰ δὴ ἐκείνοις ποτὲ ἐμβιβάσαι καὶ τὰ ἡμέτερα δυνηθείημεν.
καίτοι συχνά γέ μου ἀπεπειρῶ, καθάπερ οἱ ἀετοὶ τῶν
νεοττῶν, εἰ δύναταί μοι στέγειν τὰ ὄμματα καὶ ἀνέχεσθαι
τὴν αὐγὴν τῆς ἀληθείας, καὶ πολλάκις ἀπέπεμπες ἐλπί-
δος γεμίσας ἀγαθῆς, καὶ ἐγεγάνυσο καὶ ἐγεγήθεις ὅτι σοι
d
γνησίους ἤλεγχον τὰς γονάς, πρὸς τὸν ἥλιον οὐ σκαρδα-
μύττων. οὐ δὴ οὖν τότε μὲν ἐχρῆν ἀνοίγειν τὼ ὀφθαλμώ,
νῦν δὲ καταμύειν, ἀλλὰ καὶ ὑπὲρ τῆς σῆς σπουδῆς ἢ
ψήφου ἀγωνιστέον ὡς μὴ παντάπασι πατρὸς φαινοίμην
ἀφιλοσόφου. ἐπαμύνοις δὲ αὐτὸς ἄνωθεν τῷ παιδὶ καὶ ἐν-
στάξαις, ὦ μάκαρ, προσευχομένῳ ἀλκήν τε καὶ ἀνδρείαν
εἰς τὸν ἀγῶνα.
{ΒΑΣΑΝΙΣΤΗΣ Η ΦΙΛΟΣΟΦΟΣ}Ἄνδρες ὅσοι ξυνελέγητε ὑπ' ἐμοῦ τήμερον εἰς τὸ θέατροντῶν Μουσῶν, τί κάθησθε ἐκπεπληγμένοι; τί δὲ συνέχεσθεὑπὸ θάμβους; οὔτι που ὑμῖν καινὸν καὶ ἀλλόκοτον κατα-φαίνεται ἄνδρα τοῦ φιλοσοφίας ὀνόματος ἀξιούμενον χθέςτε ἀγείροντα ἑωρᾶσθαι καὶ νῦν καθήμενον ἐπὶ θρόνου τινὸςὑψηλοῦ μάλα σοφιστικῶς καὶ σοβαρῶς, μέλλοντα ὑμᾶς προ-καλέσεσθαι ἀφ' ὧν ἂν λέγῃ εἰς ἐκβοήσεις τε καὶ κρότους,οἵων θαμὰ ἀπολαύουσι παρ' ὑμῶν οἱ δαιμόνιοι σοφισταί;εἰ οὖν διὰ τοῦτο θαυμάζετε, εὖ ἴστε ὅτι εἰκότως θαυμάζετετῷ ὄντι γὰρ οὐ φιλοσόφου οὔτε τὸ ἔργον οὔτε τὸ ἐπιθύ-μημα. ἀλλ' οὐκ ἐγώ τοι ὁ παραχαράττων καὶ πλημμελῶν,ἀλλ' ὁ τοῦτό μοι τὸ ὄνομα ἐξ ἀρχῆς περιθεὶς καὶ διδάξαςὑμᾶς νομίζειν. ἐπεὶ τό γε ἀληθὲς οὐ ταύτῃ ἔχει, ἀλλ'ἐγὼ πατρὸς μὲν οἶδα ἐμαυτὸν γενέσθαι μάλα γενναίου τεκαὶ ἀληθινοῦ φιλοσόφου, καὶ οὐκ ἀπιστῶ τῇ μητρί, καθ-άπερ ὁ Τηλέμαχος τῇ Πηνελόπῃ· φιλόσοφος δὲ οὔτεεἶναι ἡγοῦμαι τούς τε ἡγουμένους ἐξαπατᾶσθαι ὑπολαμ-βάνω. τί οὖν πράγματα ἔχουσι καὶ παρέχουσιν; ἰδοὺ γὰρὑμῖν διαρρήδην αὐτὸς ἐγὼ λέγω κατ' ἐμαυτοῦ ἐν κοινῷθεάτρῳ ὅτι τούτου μοι τοῦ ὀνόματος οὐδὲν προσήκει, ἀλλ'ὁ κατ' ἀρχὰς αὐτὸ ἐπιρρίψας, ὡς ἔοικεν, οὐκ ἐσκέψατο ὅτιοὐ μόνον ἀπόχρη τὸ γενέσθαι ἐκ πατρὸς φιλοσόφου, ἀλλὰδεῖ καὶ τραφῆναι καὶ παιδευθῆναι ὑπὸ τοιούτοις διδα-σκάλοις τε καὶ τροφεῦσι, καὶ τὴν ψυχὴν ἀναπλασθῆναι ἔτινέαν τε καὶ ἁπαλήν. οὕτω γὰρ δὴ μάλιστ' ἂν ὁ τύπος εἰσίοιτε καὶ ἐνδύοιτο ἐν τῷ βάθει καὶ οὐκ ἂν μένοι ἐπιπολῆς. Τούτων δὲ οὐκ οἶδα ὅπως ἔγωγε ἀπεστέρημαι, καὶταῦτα δύο πατέρων τυχὼν κορυφαίων, ὧν ὁ μὲν ἐγέννη-σεν, ὁ δὲ ἐξείλετο κηδεστήν. τῷ δὲ Ἀριστίππῳ ἐξήρκε-σεν ὑπὸ μητρὶ μόνῃ φιλοσοφούσῃ τραφέντι μητροδιδάκτῳκληθῆναι. ἴστε ἄρα ὃν λέγω Ἀρίστιππον, οὐκ ἐκεῖνον τὸνπάνυ, τὸν Σωκράτους ὁμιλητήν, ἀλλὰ τὸν ἐκείνου θυγα-τριδοῦν. ἀλλ' Ἀρίστιππον μέν, ὡς ἔοικεν, ἠγάπα ἡ μήτηρκαὶ τὰ μαθήματα ἐνετίθει, σπεύδουσα ἀποδεῖξαι ἑαυτῆςμὲν ἄξιον καὶ τοῦ πάππου, ἐμὲ δὲ ἐμισείτην τὼ πατέρετούτω καὶ ἀπηχθέσθην. ἢ ἐκείνω μὲν οὐκ ἐμισείτην—οὐ γάρ, οἶμαι, θέμις ἄνδρας σοφούς τε καὶ μακαρίους τὰἔκγονα ἀπεχθαίρειν τὰ ἑαυτῶν—ἀλλ' ἐγὼ νωθής τεπρὸς παιδείαν ἔφυν καὶ ἀτεράμων, καί μοι σκληρίας ὑπό-πλεων ξυνεπάγη τὸ ἐκμαγεῖον, ὥστε καὶ πάνυ βουλομέ-νους αὐτοὺς ἐγγράφειν μὴ δύνασθαι τὰ παιδεύματα. εἰοὖν ταῦτα οὕτως ἔχει, παύσασθε παύσασθε, ὦ μακάριοι,καὶ ὑμεῖς τῆς πλάνης· παύεσθε ἤδη πρὸς τῶν Μουσῶν,καί μοι τοῦ ὀνόματος τούτου μὴ πάνυ μεταδιδόναι, ἀλλ'εἰς μὲν τὸ ἔργον, ὃ δηλοῦν ἐθέλητε τῷ ὀνόματι, ξυνελαύ-νεσθε, εἴ πη δύνασθε, καὶ ξυνωθεῖτε—ὡς οὐδέν με ἄλλοτηλικοῦτον ἀγαθὸν ἐργάσεσθε—, τῆς δὲ προσηγορίας, εἰἄρα ἀναγκαία ὑμῖν ἐνδιαιτᾶσθαι, ἑτέροις πρὸ ἐμοῦ ξυγ-χωρεῖν, ἢ ἐγὼ καταγέλαστος ἔσομαι καθάπερ χιτῶναἀλλότριον καὶ πολὺ μείζω ἠμφιεσμένος, καὶ ὀλίγοι εἴ-σονται τἀληθές, ὅτι ὑμεῖς ἄρα φιλόδωροι ὀνομάτων, ἀλλ'ἐμὲ ἐπιπηδᾶν ὑπολήψονται καὶ ἐπιβατεύειν καὶ ἀφαρ-πάζειν μὴ ἐθελόντων διδόναι. ἐγὼ δὲ οὐκ ἂν βουλοίμηνἄτοπόν τινα δόξαν ἐν ἀνθρώποις λαβεῖν. Ἀλλ' εὖ ἴστε ὅτι πρῶτος καταγελῶ τῶν τοιαύτῃ νόσῳξυνεχομένων, καὶ οἶμαι αὐτοὺς μικρὸν διαφέρειν ἀνθρακέωςτινὸς ἢ σιδηρέως, καπνοῦ γέμοντος καὶ μαρίλης, ἔπειταἀνθρακέως μὲν οὐκ ἀξιοῦντος καλεῖσθαι, ἀλλὰ καὶ πάνυἀγανακτοῦντος πρὸς τοὺς καλοῦντας, καὶ ἑτοίμου, εἰλάβοι τινάς, κατατέμνειν, μάντεως δὲ ἢ ἰατροῦ ἢ ἄλλουτου σεμνοτέρου δημιουργοῦ. νεμεσῶ γὰρ καὶ τῷ ὄνῳΑἰσώπου, ἀκούων ὅτι ὄνος ὢν ὅμως ἠμπίσχετο λεοντῆν.ταύτῃ τοι καὶ ξυνελθόντα παιδάρια ξαίνει τε αὐτὸν τοῖςῥοπάλοις καὶ ἀφαιρεῖται τῆς δορᾶς τε καὶ τοῦ φρονήματος.ἀλλ' ὅπερ λέγω, εἰ [μὴ] συγχωροίην ὑμῖν φιλόσοφος εἶναι,πάντως τέρας τὸ παρ' ἐμοῦ γινόμενον. ἐφεῖται γάρ που