tlg2001.tlg022
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Περὶ φιλίας, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 51–73.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg022.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
266
d
νέσθαι ἐπηβόλῳ τοῦδε τοῦ κτήματος, εὐτυχέστερον δὲ
ὅτῳ πολλὰς μὲν πόλεις, πολλὴν δὲ χώραν ἐπιτροπεύοντι.
267
a
ὃν γὰρ πολλὰ μὲν ἀκούειν δεῖ, πολλὰ δὲ ὁρᾶν, πολλῶν δὲ
ἅμα ἐπιμελεῖσθαι, τούτῳ σφόδρα ὀλίγα τὰ δύο ὦτα καὶ
τὼ δύο ὀφθαλμὼ καὶ τὸ σῶμα ἓν ὂν καὶ μία ἐνοῦσα ἡ ψυχή.
εἰ δὲ φιλίαν πλουτοίη, καὶ ὄψεται μακρὰν καὶ ἀκούσεται
τῶν οὐ πλησίον καὶ εἴσεται τὰ πόρρω, καθάπερ οἱ μάν-
τεις, καὶ πλείοσιν ἅμα παρέσται, καθάπερ οἱ θεοί.
Πῶς οὖν δή τις τό γε τοιοῦτον ἀγαθὸν εὕροι τ' ἂν καὶ
εὑρὼν θηρεύσαι καὶ θηρεύσας ἐγκρατὴς γένοιτο; ἆρα οὐχ
ἡμᾶς δεῖ, καθάπερ τοὺς κυνηγέτας, πρῶτον ἁπάντων πε-
b
παιδεῦσθαι τὰ ἴχνη τῆς ἄγρας καὶ τὰ σύμβολα καὶ τὰ ση-
μεῖα γινώσκειν ἀκριβῶς καὶ ἐπιλέγεσθαι, δι' ὧν καὶ
αὐτοὶ μὴ λησόμεθα, καθάπερ, οἶμαι, οἱ τὰ θηρία ἰχνηλα-
τοῦντες, κρημνὸν ἀντὶ χρηστῆς ἄγρας ἐπί τινα ἀπότομον
ἐξενεχθέντες; καὶ γὰρ δὴ καὶ ἐν τῇδε τῇ θηρείᾳ πολλὰ καὶ
ποικίλα θηρία εὐδαίμονα φιλίαν μιμεῖται, μάλιστα δὲ τὸ
πάντων ἐπιβουλότατόν τε καὶ ἀγριώτατον, ὃ καλεῖται ὑπὸ
τῶν νῦν ἀνθρώπων ὑπόκρισις. τοσαύτη δὲ αὐτῆς ἡ πρὸς
τὴν μίμησιν κακουργία ὥστε καὶ μέχρις εὐνῆς ἔλθοις ἂν
c
πολλάκις τοῖς ἴχνεσιν ἀπατώμενος· τῇ δὲ οὐκ ἀρκεῖ βαί-
νειν ὁμοῦ μόνον, ἀλλὰ καὶ φωνῆς ἂν ἀκούσαις παραπλησίας,
καὶ φθέγματος εἰς ἀπάτην γεγοητευμένου. ἔοικε τῶν ἀν-
θρωπίνων ἀγαθῶν ὄντως ἕκαστον εἶναι κινδύνῳ κεκαλυμ-
μένον, μηδέν τε ἄκρατον τοῦ ἐναντίου, καὶ λέγει τις ὀρθῶς
ἄρα τῶν τοῦ γέλωτος ποιητῶν ὅτι μηδέν ἐστιν ἀγαθὸν ἐν
τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀεὶ δὲ
αὐτῷ προσπέφυκε καὶ κακόν. τοῦτο οὖν ἐστιν ὃ διόλλυσι
d
τοὺς πολλούς, οὐκ ἔχοντας εὐκόλως ἐκλέγειν τὰ ἀμείνω τῶν
φαυλοτέρων. δεώμεθα οὖν ἐγώ τε καὶ ὑμεῖς τῆς Ὁμηρικῆς
Ἀθηνᾶς, ἐάν πως ἡμῶν ἀποσκεδάσῃ τὴν πολλὴν ἀχλὺν
τῶν ὀμμάτων, ὄφρ' εὖ διαγινώσκοιμεν οὐ θεὸν ἐν ταῖς
μάχαις καὶ ἄνδρα, ἀλλὰ φιλίαν ἀληθῆ καὶ πεπλασμένην.
λεκτέον οὖν ὅσα τέ ἐστι καὶ ὁποῖα ἄττα γνωρίσματα τοῦ
μέλλοντος ἐγκριθήσεσθαι. καὶ γὰρ δὴ καὶ σὺν Ἀθηνᾷ καὶ
χεῖρα κινεῖν ὁ [τῆς Ἀθηνᾶς] λόγος φησί.
268
a
Πρῶτον μὲν οὖν ὁ δοκιμαζόμενος ἔστω φιλόστοργός τε
καὶ φιλοίκειος ὅτι μάλιστα, καὶ φύσει τόδε τὸ κέντρον
ἔχων ὡς παραίτιον τῆς ξυγκολλήσεως. εἰ οὖν φαίη μέ τις
ληρεῖν ἐξ αὐτῶν τῶν προοιμίων, κελεύοντα πρὸ πείρας
γινώσκειν ἃ μετὰ πείρας οἷόν τε μόνης, εὖ τοι γινωσκέτω
μὴ δεήσεσθαι μαντικῆς. οὐδεὶς γὰρ ἡμῶν, κατὰ τοὺς ποιη-
τάς,
ἀπὸ δρυός ἐστι παλαιφάτου οὐδ' ἀπὸ πέτρης,
b
ἀλλ' ἑκάστῳ καὶ πατὴρ καὶ μήτηρ ἐστὶ καὶ ἀδελφός, ἴσως
καὶ συγγενής. ὅταν οὖν ἐθέλῃς γινώσκειν ὅπως σοι χρήσεται
φίλῳ ἄνθρωπος οὗτος, γινώσκειν πρῶτον ὅπως ἐχρήσατο
τῷ πατρὶ ἢ ὅπως τῇ μητρὶ ἢ ὅπως τἀδελφῷ χρῆται ἢ ὅπως
ἔχει πρὸς τὴν γυναῖκα. εἰ μὲν γὰρ τούτοις πρᾶός τε εἴη καὶ
εὔνους, ἐλπίζειν χρὴ καὶ πρὸς ἑαυτὸν τὰ ἀμείνω, εἰ δὲ χαλε-
πὸς καὶ δυσμενής, σοὶ πόρρωθεν ἂν εἴη φευκτός. ὁ γὰρ
πρὸς τὰ ἔνδον πονηρὸς οὐκ ἂν γένοιτο πρὸς τὰ ἔξω χρηστός.
c
Μετὰ δὲ ταῦτα σκεπτέον εἰ μὴ παντελῶς ἄφορος εὐχα-
ριστίας. ὥσπερ γὰρ τῆς γῆς ἡ μὲν ἄκαρπος, ἡ δὲ πιστὴ τὰς
ἀμοιβὰς ἀποδοῦναι τῷ τὸ σπέρμα καταβαλόντι, οὕτω καὶ
τῶν ψυχῶν αἱ μὲν ἄγονοι χαρίτων καὶ λήσμονες καὶ πρὸς
φιλίαν ἀχρεῖοι, ταῖς δὲ ἐπανθεῖ τὸ πρόθυμον εἰς τὴν ἔκτι-
σιν. οὐ γὰρ πάντως τὸ ἔργον ἀπαιτητέον, ἀλλὰ τὴν γνώμην
μόνον ἐξεταστέον, καὶ εἰ τοσαῦτα ἐκτίσουσιν ὅσα δύνανται·
δύνανται δὲ πάντως ἐπαινεῖν τε καὶ μνημονεύειν. οὐδὲν γὰρ
ὅλως φιλίαν οὔτε συνδεῖ μᾶλλον εὐχαριστίας οὔτε διόλλυσιν
ἀχαριστίας. καὶ διὰ τοῦτο ὁ Περσικὸς νόμος δίκας εἰσπράτ-
τεται ἀχαριστίας, ὅτι μάλιστα ἐμποιεῖ μῖσος ὅπη ἂν ᾖ. οὗ
δὲ μηδεὶς κολάζει νόμος, ἐνταῦθά περ αὐτῆς μισοῦσι μὲν
ἀλλήλους, οὐ δικάζονται δέ, ἀλλὰ κρύπτουσι τὸ ἔχθος.
Σκεπτέον δὲ καὶ ὅπως ἔχει τὸ θήραμα πρὸς ἡδονάς τε
269
a
καὶ πόνους, 〈***〉 πολλὰς δὲ ὑπερβαίνειν ἡδονὰς ἐν τοῖς
ὑπὲρ φιλίας ἀγῶσιν ἀνάγκη. διὰ τί ποτε ἄλλο γνώριμος ὁ
τοῦ Στροφίου ἢ ὅτι τὰς σὺν Ὀρέστῃ ταλαιπωρίας τῆς οἴκοι
βασιλείας περὶ πλείονος ἐποιήσατο;
Καὶ μήν που καὶ τόδε δεῖ σκοπεῖν, εἰ βάσκανος, εἰ φθό-
νου κρείττων· ἢ προσ〈δοκᾷς〉 τινα ἱκανῶς ἂν στέρξαι φί-
b
λον, ὃς τοῦτο τὸ νόσημα ἐντὸς ἔχει, ὃ πέφυκε τοῖς μὲν ἔγ-
γιστα πολεμεῖν, τῶν δὲ μηδὲν προσηκόντων ἀντέχεσθαι;
Οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι, ὅταν κρίνειν
μέλλῃς φύσιν φιλικήν τε καὶ μή, μή σε λάθῃ μετέχουσα
ἀνελευθερίας. ἐναντιώτατον γάρ που σμικρολογία ψυχῇ
μελλούσῃ φιλίας ἀληθινῆς ἐπορέξεσθαι. ὁρῶμεν γάρ που
τοὺς καλουμένους φίλους ὅτι τέως μὲν τὰς δεξιάς τε ἀλλή-
λοις ἐμβάλλουσι καὶ συμπεριπατοῦσι καὶ συνδιάγουσιν,
c
ἐπειδὰν δὲ ὀλίγα κέρματα μεταξὺ τύχη τις βάλῃ, ὥσπερ τὰ
κυνάρια μεθαλλόμενοι δάκνουσί τε ἀλλήλους καὶ σπαράτ-
τουσι.
Τί οὖν ὁ πρᾶος καὶ εὔχαρις μηδὲ φιλοχρήματος μηδὲ
βάσκανος; ἆρα εἰ φιλόδοξος εἴη καὶ πάνυ τοῦ πρωτεύειν
ἐξηρτημένος, ἔσθ' ὅπου ἂν εὐκοινώνητος γένοιτο; καὶ
τίς οὐκ οἶδεν ὅτι τὴν ἐκ φιλίας ἰσότητα οὐ σφόδρα
ἀνέχεται φιλοτιμία; ὑπερόπτην δὴ καὶ ἀλαζόνα πολλὴν
d
ἰσηγορίαν ζητοῦντι μήποτε ἐγκρίνωμεν, οὐ μὴν οὐδὲ ἀκρό-
χολον ἢ ὀργίλον. πῶς γὰρ ἐπιτήδειος εἰς συνήθειαν ὁ με-
μηνώς; ἐγὼ δὲ οἶμαι τὴν ὀργὴν μανίαν ὀλιγοχρόνιον εἶναι.
Τόδε τοίνυν μετὰ ταῦτα σκεπτέον, εἰ μὴ σφόδρα ἐφ' ἕν
τι νένευκε τῶν οὐ πάνυ τι χρηστῶν, κυβείαν ἢ πεττείαν ἢ
κιθαριστικὴν ἢ αὐλούς. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἕν τι τοιοῦτον
αἱ ἐπιθυμίαι πᾶσαι ῥέπουσι, τούτῳ δὴ οὐκ ἂν εἰς τἀμείνω
270
a
γίγνοιντο φιλίαι ἰσχυραί, ὥσπερ ῥεῦμα ἐπὶ τὸ πρανέστερον
ἀποτετραμμέναι. ἆρ' οὖν οὐκ εὐπετὲς ἐξευρεῖν ἄνδρα
οὕτω κεκαθαρμένον; ἢ καὶ χρυσοῦ σπανιώτερον ἀρετὴ καὶ
ἀγαπητὸν ὅτῳ καὶ εἷς που τοιόσδε εἰς τὴν κρίσιν ἀφίκοιτο;
οὐκ ἄρα πολύφιλος οὐδὲ μυριόφιλος ἔσται ὁ τῆς ἐκλογῆς
ἐπιστήμων.
Καὶ γὰρ αὖ ἀναγκαῖον αὐτῷ μὴ ἐπ' ὀλίγων ἱσταμένῳ,
μηδὲ τοῖς πλείοσιν ἔχειν ὅ τι χρήσαιτο. σκέψαι γάρ· πολλοὺς
b
ἀνθρώπους οὔτε χαίρειν τοῖς αὐτοῖς οὔτε ἀνιᾶσθαι δυνατὸν
οὔτε μὴν τύχῃ ὁμοίᾳ κεχρῆσθαι, ἀλλὰ τῷ μὲν ἄλλο τι, τῷ
δὲ ἄλλο τι ἡδύ τε ἔφυ καὶ ἀλγεινόν, καὶ τῷ μὲν εὖ ποτε,
τῷ δὲ οὐχ οὕτως ὁ δαίμων χρῆται. λεγέτω οὖν ἡμῖν ἐκεῖνος
ὁ τὸ πλῆθος ἐν φιλίᾳ τιμῶν, ὅταν τῶν πολλῶν αὐτοῦ φίλων
τοῖς αὐτοῖς οἱ μὲν χαίρωσιν, οἱ δὲ ἄχθωνται, ποτέροις
συνδιακείσεται· καὶ ὅταν ὁ μὲν συναλγεῖν αὐτόν, ὁ δὲ συν-
εορτάζειν ἐθέλῃ, εἰς πότερον αὐτοῖν βαδιεῖται. ἆρ' οὐκ
ἀναγκαῖον αὐτῷ τιμῶντι τοὺς ἑτέρους τοῖς ἀτιμουμένοις
ἀπέχθεσθαι; τὸ δὲ τοῦ Ὁμήρου πολὺ ἂν ἀραρώτερον ἐπὶ
c
τῶν φίλων λέγειν ἢ τοῖς λαφύροις, ὅτι τοῖς φρονίμοις
ὄντως ὀλίγον τὸ φίλον.
Ἀλλ' ἐπειδὴ χαλεπὰ τὰ καλὰ καὶ οὔτε αὐτοὶ κακίας
ἄτερ οὔτε οὓς κρίνομεν, οὐ πάντως ἀποκριτέον ἂν εἴη τὸν
ἡντιναοῦν καὶ σμικρὰν κῆρα φέροντα ἐν τῇ ψυχῇ, ἀλλὰ
ζητητέον μόνον ἐπὶ τῶν τοιούτων, εἰ μή τινι παραπλησίῳ
μοχθηρίας εἴδει περιπεπτώκαμεν. ἀρετὴ μὲν γὰρ πρὸς αὑ-
τὴν ἅπασα σύμφωνος, κακία δὲ οὔτε πρὸς ἀρετὴν εὐμενὴς
οὔτε εὐάρεστος ἑαυτῇ. ὅθεν οὔτε ὀξύθυμος ὀξυθύμῳ γέ-
νοιτ' ἂν φίλος οὔτε νωθεῖ νωθὴς οὔτε 〈αὐθάδης〉 αὐθάδει,
d
διαμιχθέντα δὲ ταῦτα φέροι ἂν ἄλληλα μετρίως καὶ συγκιρ-
νῷτο. ὑβριστῇ μὲν γὰρ ἀνάλγητος προσαρμόσει, μεγαλαύ-
χῳ δὲ μικροπρεπής, ὑπερόπτῃ δὲ καταπεπληγμένος, ὁ δὲ
νωθέστερος τῷ κεκινημένῳ πλέον· ἐνέγκαι δ' ἂν καὶ φει-
δωλὸν ὁ περὶ τὰς δαπάνας ἐκκεχυμένος, καὶ πρὸς φιλόδοξον
271
a
εὔμικτος ὁ σφόδρα τοῦ λαθεῖν ἐραστής. τοιαίδε μέντοι
καὶ τῶν πρόσθεν ὁπόσαι μνήμης εὐκλεοῦς ἔτυχον, ἐφ' ὧν
μόνιμοι αἱ συζεύξεις. Χαβρίου γὰρ καὶ Ἰφικράτους φιλίαν
ᾄδουσιν· ἦν δὲ ὁ μὲν αὐτοῖν σύντονός τε καὶ δραστήριος,
δυσκίνητος δὲ ὁ Χαβρίας, ὥστε ὁ μὲν χαλινοῦ δεόμενος,
ὁ δὲ κέντρου, εἰς δέον ἀλλήλοις συνηρμοσάτην. Ὅμηρος δὲ
ἄρα οὐ πόλεμον ποιῆσαι μόνον, ἀλλὰ καὶ φιλίαν ἠπίστατο.
Ἀχιλλεῖ γὰρ Πάτροκλον ἐποίησε φίλον, τῷ μεγαλαύχῳ
b
τὸν μείλιχον· Σθένελόν τε αὖ καὶ Διομήδη, τὸν μὲν ἀνεξί-
κακον, τὸν δὲ οὐ στέργοντα ὕβριν. ποῦ δῆτα ἄμφω ταῦτα
μαρτυρεῖ τοῖν ἀνδροῖν; ὅπου πεποίηκε τὸν βασιλέα τῶν
Ἀχαιῶν διέποντα τὸ στρατόπεδον μετὰ τὴν τοῦ Ζελείτου
τοξείαν. ὀνειδισθέντες γὰρ ὑπ' αὐτοῦ κατ' ὀργὴν ὁ μὲν οὐκ
ἀνέχεται, ὁ δὲ ἡσυχάζει. ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα, ὡς
ἔοικεν, ἐγκριτέον τε καὶ ἀποκριτέον τῷ τῆς ἐκλέξεως
ἐπιστήμονι.
Θηρεύσονται δὲ ἡμῖν οὗτοι καὶ ἁλώσονται τίνα τρόπον;
c
οὐ γὰρ ἀφετέον ἐξευρεθέντας τοὺς ἄνδρας, ἀλλὰ κύκλῳ
περιθρεκτέον αὐτοὺς μετὰ πλείονος προθυμίας ἢ τοὺς θά-
μνους οἱ κυνηγέται. ἥμερόν τε γὰρ καὶ οὐκ ἄγριον τὸ θη-
ρίον, ἥ τε σπουδὴ ἡμῖν οὐ κρεαδίων ἕνεκεν, ἀλλὰ βίου
ξύμπαντος κοινωνίας. ποίας δῆτα αὐτοῖς ἄρκυς περιστη-
σόμεθα; ἢ ποῖον προθήσομεν δέλεαρ, ὃ μήτε πημανεῖ γευ-
σαμένους μήτε ὕπουλον καὶ δολερὰν ἕξει τὴν ἡδονήν, ἀλλὰ
προσέξεται ἀβλαβῶς καὶ γοητεύσει ξὺν ὠφελείᾳ; θηρία μὲν
γὰρ καὶ ἰχθῦς ἄλλα ἄττα δελεάσματα προδεικνύντες αἱροῦ-
d
σιν οἵ τε ἀσπαλιευταὶ καὶ οἱ κυνηγέται, μόνον δὲ τοῦτο τὸ
ζῷον ὁ φίλος αὐτῷ δελεάζεται τῷ θηρεύοντι. διὸ χρὴ καλόν
τε εἶναι καὶ ἀγαθόν, ὥστε αὐτοῦ γευσαμένην τὴν ἄγραν
ἐνέχεσθαί τε καὶ μηκέτι εὐπετῶς ἀπολύεσθαι. τοῦτο δὲ
αὐτὸ καὶ τὴν ἐκλογὴν αὐτόματον περιποιήσει. ὁ μὲν γὰρ
προσιὼν καὶ γανύμενος τοιῷδε ὄντι, οὗτός ἐστιν ὃν πάλαι
272
a
ἐπεζητοῦμεν, ὁ δὲ ἤτοι μὴ θαυμάζων τὴν ἀρετὴν ἢ ἀπο-
φεύγων, ὁ μὲν ὡς ἀναίσθητος φευκτός, ὁ δὲ ὡς πονηρὸς
μισητέος.
Τὰ δὲ καθ' ἕκαστα ἄγκιστρα τῆς θήρας ὁποῖα ἄττα
ἔσται λέγωμεν ἐφεξῆς. προσιτέον δὴ πρῶτον αὐτῷ πόρ-
ρωθεν, ὥσπερ δὴ τοῖς πώλοις, ἠρέμα χειροήθη ποιοῦντας,
ἀπὸ τῶν σμικρῶν καὶ φαυλοτάτων ὡς ἂν δόξειεν ἀρχομέ-
νους, οἷον τοῦ προσορᾶν εὐμενῶς καὶ διαλέγεσθαι ἐπι-
b
δεξίως καὶ συμπαρακαθέζεσθαι καὶ συμβαδίζειν, καὶ
δῆλον γενέσθαι ὅτι ἥδοιτο ὁρωμένῳ. μεταδιωκτέον δὲ
καὶ ἐν ἀγορᾷ τόπον οὗ τὰ πολλὰ ἐκείνῳ συνεσόμεθα, καὶ ἐν
συμποσίοις καὶ ἐν βαλανείοις καὶ κατὰ θεωρίαν ἢ κατὰ
στρατείαν ἢ ἐν ὁδῶν πορείαις ἢ ἔν τισιν ἄλλαις κοινωνίαις.
ταῦτα γὰρ οὐ μεγάλα μὲν φαῖμεν ἄν, ἀρχαὶ δὲ ὅμως ἀεὶ τὰ
ἐλάχιστα τῶν μεγίστων. εἰ μὴ ἐδεδοίκειν ἐγὼ τοὺς κατα-
γελασομένους ἐπὶ τῇ λεπτολογίᾳ, εἶπον ἂν ὑμῖν καὶ φαυλό-
τερα θήρατρα τῶν εἰρημένων· νῦν δὲ ἐὰν λέγω ὅτι καὶ τὸ
c
δεξιὰν ἐμβαλεῖν καὶ τὸ πιέσαι τοῦ θηρευομένου τὴν χεῖρα
καὶ τὸ θλῖψαι τῶν δακτύλων ἐνίησί τι κέντρον μελλούσης
φιλίας, ἀλλὰ καταγελάσονται γάρ, εὖ οἶδα, καὶ σμικρολό-
γον ἐροῦσιν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς πατέρας, ὅτι ἡνίκα ἂν
σφόδρα ἀσπάζωνται τὰ παιδάρια, τύπτειν αὐτὰ καὶ δάκνειν
ἐξ ἀπλήστου πάθους παράγονται. ἔοικε γὰρ δὴ πᾶν τὸ
τοιοῦτον σημεῖον εἶναι διανοίας ὠθιζομένης ἑνωθῆναι τῇ
τοῦ στεργομένου ψυχῇ, διὰ δὲ ἀμηχανίαν τοῦ ξυγκολλη-
d
θῆναι καθ' ἑαυτὴν ἐπὶ τὸ σῶμα καταντώσης, ὥστε διὰ
τούτου γε ἐθέλειν ἐμφῦναι.
Δραστικώτατόν γε μὴν πρὸς θήραν φίλου φάρμακον
ἡγητέον τὸν ἔπαινον, εἰ καὶ σφόδρα ὕποπτον αὐτὸν οἱ κό-
λακες πεποιήκασιν, ὡς καὶ τοὔλαιον οἱ μυροποιοί. ἐπιβολῇ
γὰρ τῶν πέλας οὗτοι μὲν τοὔλαιον, οἱ δὲ [πέλας] τὸν ἔπαι-
νον διαφθείρουσιν. ὅθεν αὐτῷ ξὺν μέτρῳ καθάπερ τῷ
273
a
οἴνῳ χρηστέον, οὔτε ἐκεῖσε ὑπερβαίνοντα τοὺς σωφροσύνης
ὅρους οὔτε ἐνταῦθα τοὺς ἀληθείας. ἥκιστα δὲ παρόντα
ἐπαινετέον. μόνον γὰρ δὴ τοῦτο φαρμάκων ἐρρωμενέστε-
ρόν τε ἅπτεταί τε καὶ ἐνδύνεται, ὅταν μὴ αὐτῷ προσφέρη-
ται τῷ φαρμασσομένῳ τηνικάδε· καὶ αὐτὸ ὥσπερ ὕποπτόν
τε καὶ ἐπίβουλον ἀπωθοῦνται οἱ ἄνθρωποι. οὐδὲν οὖν,
οἶμαι, τῶν τοξευόντων διαφέρουσιν οἱ ἐπαινοῦντες. ἐντο-
νώτερα γὰρ καὶ τούτων τὰ βέλη πόρρωθεν ἀφιέντων ἢ
σφόδρα ἐγγύθεν.
b
Προσακτέον δὲ οὐκ αὐτῷ μόνῳ τῷ θηρευομένῳ τὰς μη-
χανάς, ἀλλὰ κἀκείνοις οἳ προαλόντες ἐπιβατὸν ἡμῖν ἔργον
ποιήσουσι, παῖδάς τε οὖν αὐτῷ καὶ ἀδελφοὺς καὶ γονέας εὖ
ποιοῦντάς γε καὶ ἀσπαζομένους. εἰ γὰρ δὴ κατὰ τὴν παροι-
μίαν [καὶ] τὸν εὐνοοῦντα καὶ κύων σαίνει, πόσῳ δὴ μᾶλλον
εὖ πάσχοντες ἄνθρωποι ἥμεροί τε καὶ τιθασσοὶ γίνονται
πρὸς τὸν εὖ ἐργαζόμενον; ἐπεὶ καὶ μέγας ὁ ἀγών, τό τε
θηρευόμενον οὐ λαγωὸς οὐδὲ σῦς οὐδὲ ἔλαφος, ἀλλὰ τὸ
πάντων ζῴων εὐκολώτατόν τε καὶ ἡμερώτατον. μιμητέα
c
οὖν πρὸς τὴν ἄγραν αὐτοῦ τοὺς κούφους θηρευτάς· καθ-
άπερ οὖν ἐκεῖνοι φάττιά τε καὶ τρυγόνια τιθασσεύοντες
διὰ τούτων τὰ ὁμόφυλα γοητεύουσι καὶ ἑκόντα ὑπάγονται
εἰς τὸν ἰξὸν ἢ τοὺς βρόχους, ὧδε ἄρα δεῖ καὶ ἡμῖν 〈διὰ〉
τῶν ἤδη προηλωκότων φίλων τοὺς οὔπω τεθηρευμένους.
οὐ γὰρ δὴ τῶν περιστερῶν μὲν αἱ ἐθάδες πολλάκις τινὰς
καὶ ξένας ἐπάγονται, 〈***〉
d
Εἶεν. τὸ δὲ μετὰ τοῦτο λεκτέον ἡμῖν φυλακῆς πέρι καὶ
ξυντηρήσεως τῶν θηρευθέντων. τί γὰρ ἂν εἴη κέρδος τῆς
ἄγρας, εἰ κρατήσαντες αὐτῆς μὴ κατάσχοιμεν; φυλακτέα
δὴ εὐθὺς ἐξ ἀρχῆς προθεμένοις σκοπόν, ᾧ ἂν χρώμενοι
μάλιστα ἐπιτυγχάνοιμεν. ἔστι δὲ οὗτος τὸ κοινῇ ξυμφέρον,
καθάπερ ἐν οἰκίᾳ καὶ ἐν πόλει καὶ ἐν ταῖς ἄλλαις κοι-
νωνίαις. οὐδὲν γὰρ δὴ τούτων σῴζοιτ' ἄν, μὴ μετεχόντων
ἑκάστου παντὸς τῶν πραττομένων εἰς ἓν τοῦτο κεφάλαιον
ἀναφέροντος. καὶ μὲν δὴ ἅπαντα ἐπιμελείας μὲν ἀπολαύον-
274
a
τα ἀμείνονά τε καὶ ὠφελιμώτερα γίγνεται αὐτά τε αὑ-
τοῖς καὶ τοῖς πεπαμένοις. ἀμείνων μὲν ἵππος, ἀμείνων δὲ
βοῦς, ἀμείνων δὲ κύων, εἰ τὸν μὲν ἱπποκόμος, τὸν δὲ
γεωργὸς θεραπεύει, τὸν δὲ κυνηγέτης. ἀκομιστία δὲ οὐχ
ἵππον μόνον καὶ κύνα, ἀλλὰ καὶ ἀσπίδα καὶ λύραν καὶ δρέ-
πανον διολλύει. οὕτω δὴ καὶ φιλίαν ἐπιμέλεια μὲν εὖ δια-
τίθησι, ῥᾳθυμία δὲ ἀκροσφαλῆ καὶ σαθρὰν ἀπεργάζεται.
μὴ γὰρ δὴ οἴου, εἰ μὲν οἰκίαν οἰκονομήσαις, δεῖσθαι αὐτὴν
καὶ συνεχοῦς θεραπείας, εἰ μὴ μέλλει τάχιστα διαρρυήσε-
b
σθαι, εἰ δὲ φίλον σεαυτῷ κατασκευάσαις, τοῦτον οὐ χρῄ-
ζειν συντηρούσης ἐπιμελείας. ἀλλ' ἄρα τὸ μὲν δωμάτιον
οὐκ ἐάσεις ἀτημελές, εἴ τι αὐτοῦ κινηθείη ἢ χειμῶνος
ἐπιβρίσαντος ἢ πνεύματος ἐπιγενομένου ἢ ὕδατος λάβρου
καταρραγέντος, τὸν φίλον δὲ ἀφήσεις εἰκῆ, λύπης ἢ νόσου
καταλαβούσης ἤ τινος ἄλλης ξυμφορᾶς οὐκ εὐδαίμονος;
καίτοι γε ὁ μὲν τοῖχος διαρρυεὶς οὐδὲν ἄν σε πλέον λυ-
πήσειε τοῦ διερρυηκέναι, οὐδὲ τῶν ἄλλων ὀργάνων ἢ
κτημάτων οὐδὲν αὐτοῦ τοῦ διολέσθαι χαλεπώτερον ἐρ-
c
γάσαιτο ἄν τι τὸν ῥᾳθυμήσαντα· φιλία δὲ παροφθεῖσα οὐ
διαφθείρεται μόνον, ἀλλὰ καὶ γίγνεται ἔχθρα, ἐξ ἧς μά-
λιστα τὰ κακὰ τοῖς ἀνθρώποις συμβαίνει, ὅταν συμβαίνῃ.
πολεμήσεις δὲ τῷ μετὰ ταῦτα ἀνδρὶ καλῷ τε καὶ ἀγαθῷ
καὶ οἷόν σοι μικρῷ πρόσθεν ἐξεκαθήραμεν. ὥστε σοι παντα-
χόθεν ἀπορριπτέον τὸν ὄκνον καὶ κοινωνητέον πόνων τε
καὶ ἀγρυπνιῶν, κινδύνων τε αὖ καὶ δαπάνης καὶ ἀτιμίας,
οὐ κληθῆναι ἀναμένοντι εἰς τὴν κοινωνίαν, ἀλλ' αὐτομάτῳ
d
θέοντι καὶ προμαντευομένῳ τοῦ καιροῦ πολλάκις καὶ πει-
ρωμένῳ πρὸς ἑκάστην χρείαν τοῦ φίλου τὸ πρόσωπον
οἰκεῖον μεταλαμβάνειν, ἐν ἀρρωστίᾳ μὲν ἰατροῦ, ἐν δίκαις
δὲ συνηγόρου, συμβούλου δὲ ἁπανταχοῦ καὶ συνεργοῦ ἐπὶ
τῇ γνώμῃ.
Πολλοῦ δὲ ὄντος τοῦ κατὰ τὸν βίον ἀνίσου τε καὶ ἀνω-
μάλου καὶ τῆς ἀκριβοῦς ὁμοιότητος οὐδὲ πάμπαν εὑρι-
275
a
σκομένης, οὔπω λέγω κατὰ τὰ πρόσωπα (οὐδὲ γὰρ δέο-
μαι ταύτης νῦν τῆς ποικιλίας), ἀλλὰ κατὰ τὴν ἔξωθεν
τύχην πλούτου τε καὶ πενίας, ἐπιφανείας τε αὖ καὶ ἀδο-
ξίας· τούτου γὰρ ἀνάγκη μὲν οὐδὲ τοὺς πάνυ φίλους ἴσην
ἑκάστου μοῖραν μεταλαγχάνειν, φιλίᾳ δὲ τὰ πολλὰ τὸ
πλέον ὑπεροψίαν κατὰ τοῦ ἐλάσσονος ἐντίκτει. ὅθεν εἴ σε
ἄγει προσωτέρω τούτων ἡ τύχη, συμπαρενεκτέον σοι καὶ
τὸν φίλον· ἀπολειφθέντα γὰρ οὐ ῥᾳδίως ὄψει τοῖς αὐτοῖς
ὀφθαλμοῖς. εἰ δὲ σὺ μὲν ἐφέλκοιο, τὸν δὲ [ἂν] ἀνάγκη τις
b
ἀντισπῴη, θαμὰ ἐπιστρέφεσθαι πρὸς τὸ 〈καὶ〉 βλέμμα
ὅμοιον τηρεῖν. εἰ γάρ σε λάθῃ παραδῦσα ἀλαζονεία, πάντα
ἐκεῖνα ὀξέως τὰ δεσμὰ διαλύσει, μετέωρον ἄρασα. συμβαί-
νει γὰρ ὥσπερ πλάστιγγος ἐπὶ θάτερα κουφισθείσης τὴν
ἰσορροπίαν τοῦ ζυγοῦ μὴ διαμένειν. ὁ μὲν οὖν τραγικὸς
ποιητὴς καὶ τὸν ἀγνῶτα μέν, ἀγαθὸν δέ, ἐπαινεῖ καὶ
φίλον ἡγεῖται, ἐγὼ δὲ καὶ τοῦτο μὲν τὸ ἔπος ὡς πάνυ κομ-
c
ψὸν ἐκδέχομαι, παραινέσαιμι δ' ἂν τοῖς φιλίαν τηρεῖν βου-
λομένοις τὴν συνήθειαν εἰς δύναμιν ἐπιπλέκειν καὶ τὸ
συνδιατρίβειν ἀλλήλοις πολλοῦ ἄξιον εἰς τὸν σύνδεσμον
ἡγεῖσθαι. εἰ γὰρ τὸ πᾶν εἰς ἅπαντα ἡ μελέτη, καὶ φιλίας με-
λέτην νομιστέον τὴν συνουσίαν.
Φιλονεικίαν γε μὴν καὶ τὸ δύσερι καὶ πᾶσαν 〈***〉 ἐκ-
ποδὼν μεταστατέον, οἷον σπέρματα ἔχθρας εὐλαβουμένους.
d
οὐ γὰρ ἐν ἀνταγωνισταῖς, ἀλλ' ἐν συναγωνισταῖς ἡ φιλία.
τῷ τοι οὐδὲ ταῖς αὐταῖς ἐπιστήμαις ἢ τέχναις ἐνευδοκιμεῖν
εἰκὸς τοὺς ἀσφαλῶς τὴν κοινωνίαν φυλάξοντας. σφαλερὰ
γὰρ ἡ ὁμοιότης, ἔρωτα ἐντιθεῖσα τῶν αὐτῶν ἐπαίνων,
ἠρέμα ἀντιπαρεξάγειν εἰς ἅμιλλαν. εἰ δ' οὖν σε δαίμων
συζεύξειεν ἢ ῥήτορα ὄντα ῥήτορι ἢ ἰατρὸν ἰατρῷ ἢ γραμ-
276
a
ματιστὴν γραμματιστῇ, μήτοι πρὸς τὸν φίλον φιλονεικεῖν,
ἀλλὰ μᾶλλον πρὸς τὸν Ἡσίοδον· μηδὲ ἐκεῖνον χείρω
σεαυτοῦ διελέγχειν, ἀλλὰ τὸν ποιητὴν μᾶλλον ἀπολει-
φθέντα τῆς ἀληθείας, ἀεὶ μὲν παραχωροῦντα τῆς πλείονος
δόξης, εἰ ἄρα τι καὶ σοφώτερον ἐπίσταιο, ἀεὶ δὲ ἐν χώρᾳ
δευτέρᾳ τῆς τιμῆς ἱστάμενον, εἰ ἄρα σοι καὶ μᾶλλον ἡ
πρώτη προσήκει. καὶ εἰ ταῦτα οὕτως πράξεις, οὐκέτι ἐκεῖνα
τὰ ἔπη θαυμασόμεθα, ἀλλ' ἐροῦμεν πρὸς τὸν πατέρα τῶν
στίχων ὅτι, ὦ θαυμάσιε καὶ αὐτοδίδακτε ποιητά, οὐχ ἡ
b
τῶν τεχνῶν ὁμοιότης τὸν κότον ποιεῖ καὶ τὴν ἔριν, ἀλλ' ὁ
τρόπος τῶν ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι
ὦσι, καὶ ἡ τέχνη μετρίως αὐτοὺς παρακινήσει· εἰ δὲ 〈μή,〉
καὶ τέχνη καὶ ἀτεχνία χαλεπὴ κοινωνεῖν τοῖς τοιούτοις
ξυμβαίνει.
Ἐπεὶ δὲ τὸ μηδὲν ἁμαρτάνειν ἔξω τῆς φύσεως κεῖται
τῆς ἀνθρωπίνης—οὐ γὰρ πείθομαι ἐγὼ τοῖς ἐκ τῆς ποι-
κίλης φῦναί ποτε ἐν ἀνθρώποις οἵους τινὰς ἐκεῖνοι πλάτ-
τουσι σοφούς τε καὶ σπουδαίους, οὐκέτι ἀνθρώπους, ἀλλὰ
τάχα δὴ τὸ ἐπίγραμμα ἀληθέστερον ὃ Ἀθήνησιν ἐπιγέ-
c
γραπται ἐν τῷ τάφῳ τῷ δημοσίῳ· καὶ γὰρ τοῖς θεοῖς μόνοις
τὸ πάντα κατορθοῦν ἀπονέμει—λεκτέον δὴ καὶ περὶ τῶν
ἐν φιλίᾳ γιγνομένων ἁμαρτημάτων, ὅπως τε αὐτὰ χρὴ
κολούειν καὶ ὅπως ἰᾶσθαι, 〈εἰ〉 ξυμβαίνοι, ὁ γὰρ δὴ φίλος
τοῦ κόλακος οὐδὲν μὲν οὐδαμῆ ἐγγύς, ταύτῃ δὲ μάλιστα
πορρωτάτω, ὅτι ὁ μὲν ἅπαντα ἐπαινεῖ, ὁ δὲ οὐκ ἂν
σφαλλομένῳ σοι συγχωρήσειε. τῷ μὲν γὰρ πρόκειται
κερδαίνειν ἢ γαστρίζεσθαι ἐκ τοῦ ἔργου, καὶ οὐ σὲ τε-
d
θαύμακεν, ἀλλὰ τὰ χρήματά σου ἢ τὴν δυναστείαν.
οὐκοῦν οὐδὲ αὐτῷ μέλει ὅπως ἂν ἔχῃς· μέλει μὲν οὖν
ὅπως ἂν μὴ ἄριστα ἔχῃς, ἵνα αὐτὸς ὡς ῥᾷστα ἐργάζοιτο. ὁ
δὲ φίλος σοὶ μόνῳ προσέχει τὸν νοῦν καὶ σοῦ μόνου ἥλω,
καὶ βούλοιτο ἄν σε μηδὲν κακὸν ἔχειν. ἀφαιρετέον οὖν τὰ
νοσήματα ἠρέμα καὶ ὡς μὴ σφόδρα λυποῦντας μηδὲ ἐν-
διδόντας, ἀλλ' ὥσπερ οἱ ἰατροὶ τὸ μὲν σιδήριον πολλάκις
ἐῶσι, προστιθέμενοι δὲ φάρμακα ἄττα οὐ ξὺν ἀλγηδόνι τὸ
277
a
πάθος ἰῶνται, οὕτω καὶ σοὶ τὸν φίλον θεραπευτέον. ἔχεις
δὲ καὶ σὺ φαρμάκοις ἀντὶ καύσεων καὶ τομῶν εἰς τὴν
ἰατρείαν κεχρῆσθαι. τὰ δὲ φάρμακα ταῦτα λόγοι εἰσὶ
μεστοὶ εὐνοίας καὶ παρρησίας, οὐχ οἱ γλυκεῖς καὶ πρὸς
χάριν· οὗτοι μὲν γὰρ τρέφουσι καὶ ἄρδουσι τὸ νόσημα·
ἀλλ' οἱ στρυφνοὶ καὶ ἀληθινοὶ καὶ μεστοὶ παρρησίας οὐκ
ὀνειδίζουσι—πάμπολυ γὰρ διαφέρει νουθεσία μὲν λοιδο-
ρίας, ἐπίπληξις δὲ ὀνείδους, οὐ τῇ διανοίᾳ μόνῃ τοῦ λέ-
b
γοντος, ἀλλὰ καὶ αὐτῷ τῷ λόγῳ [εὐνοίας καὶ παρρησίας]—
νουθετοῦντες, οὐ λοιδορούμενοι, καὶ ἐπανορθοῦντες, οὐκ
ὀνειδίζοντες. φυλακτέον δὴ ἐν τῷ τοιῷδε μὴ ἀκράτους
προσάγειν τοὺς δάκνοντας λόγους, ἀλλὰ προσπλέκοντα
αὐτοῖς ἠπίου τινὸς καὶ προσηνοῦς, οἷον μέλιτος, πικρῷ
μέν, ὠφελίμῳ δὲ πόματι. ὁ τοιοῦτος οὐκ ἐάσει δι' ἀηδίαν
τό τε φάρμακον ἀπορρίπτειν καὶ τὸν ἰατρὸν ἀποκλείειν.
ἰατροῦ δὲ ἐγὼ κακίαν λέγω τοιαῦτά τε καὶ οὕτως εὑρίσκειν
c
τὰ ἐπίκουρα τῶν νόσων ὥστε ἐρεθίζειν τὰ ἀρρωστήματα.
οὐκοῦν οὐδὲ ἐκεῖνον ἐπαινῶ τὸν ἅπαντα ἐπινεύοντα τῷ
κάμνοντι σιτία τε καὶ ποτά, τὰ αὔξοντα καὶ ποικίλλοντα
τὴν νόσον, οἰνοχόον ἢ τραπεζοποιὸν ἀντὶ θεραπευτοῦ
γιγνόμενον. οὐκ ἄρα οὐδὲ ἐν φιλίᾳ τὸ σφόδρα. ἑκατέρα
γὰρ ταῖν 〈ὁδοῖν〉 ἄλλοσέ ποι ἐκφέρει ἢ ὅποι δεῖ κατα-
λῦσαι. ἡ μὲν γὰρ ἐπὶ κολακείαν ἄγει, τῆς δὲ ἐπ' ἔχθραν
ἡ τελευτή.
Διαβολὴ δὲ χαλεπὸν μὲν ἁπανταχοῦ καὶ πολεμοποιὸν
d
οὗ ἂν παρεισρυῇ, καὶ πρὸς παῖδα πατρὶ καὶ πρὸς ἀδελφὸν
ἀδελφῷ, καὶ τὸ δρᾶμα ἐκείνης καὶ ὁ Ἱππόλυτος, καὶ ἅμα
ἀδικεῖ ἀμφοτέρους, ᾧ τε ἐπιβουλεύει καὶ ὃν ἐξαπατᾷ· τὸν
μέν, ὅτι πάσχειν ὑπὲρ δίκην, τὸν δέ, ὅτι ἐργάζεσθαι ἀναγ-
κάζει· ἀλλὰ φιλίας ἐχθρότατόν τε φύσει καὶ ἐπιβουλότα-
τον ὑπὲρ τὰ ἄλλα, καὶ ὅπου ἂν αἴσθηται αὐτὴν εὐπραγοῦ-
278
a
σαν, ἠρέμα εἰσοικισαμένη κατὰ σμικρὸν ὑπορύττει καὶ
ἐλέγχει τὸν ἄφρακτόν τε καὶ ἀσθενῆ. ἀποτειχιστέον οὖν
αὐτὴν καὶ ἀποκρουστέον τῇ ἀπιστίᾳ, ἰσχυρὸν ἐν ταῖς
ἀκοαῖς οἰκοδομησαμένους τὸ φυλακτήριον, ὥστε πόρ-
ρωθεν αὐτῆς ἀφεστάναι τὰς ἐπιβουλάς, καὶ μάλιστα
μὲν ἀποκλείειν προσιοῦσαν καὶ ἀπωθεῖσθαι· εἰ δ' οὖν
σε λάθῃ παρεισδῦσα, μήτοι κατακρύπτειν εἰσδεξάμενον
μηδὲ ἐντὸς ἔχειν ἐργαζόμενον, ἀλλ' εἰς φανερὸν προάγειν
καὶ διελέγχειν. ὄψει γὰρ ἰλιγγιῶσαν εὐθέως καὶ λυγι-
b
ζομένην καὶ βατταρίζουσαν καὶ οὐκ ἔχουσαν ὅ τι χρήσε-
ται. καὶ εἰ τοῦτο ὑπομείνειεν ἅπαξ, οὐ μή ποτε ἐνοχλήσει
λοιπόν, ἀλλ' οὐδ' ἂν ἀποπειράσειεν οὐδ' ἂν προσέλθοι
πλησίον. ὅσοι δὲ αὐτῇ τῶν ἀνοήτων ἥσθησάν τε προσιούσῃ
καὶ τὸ θύριον εὐμενῶς ἀνεπέτασαν, οὗτοι δὲ ἥκιστα ἀπο-
λαύουσι τῆς φιλανθρωπίας. ἐξίστανται γὰρ ὑπ' αὐτῆς καὶ
οὐδὲν διαφέρουσι τῶν μεμηνότων. ἄθρει δὲ ὡς ὅμοια πάντα
τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη. δεδίασι γὰρ καὶ ὑφορῶνται
οὓς ἥκιστα ἐχρῆν, ὥσπερ οἱ τὰ ὑδάτια εὐλαβούμενοι ἢ
c
ὥσπερ ὁ μελαγχολῶν Ὀρέστης ἐν ταῖς τραγῳδίαις πρὸς
τὴν ἀδελφὴν βοᾷ θεραπεύουσαν τὸ νόσημα. τὸ δὲ ἁπάντων
ἐλεεινότατον, ὁπλίζονται ἐπὶ τοὺς φιλτάτους καὶ ἥδιστα
ἂν κατακάνοιεν. τοῦτο αὖ πάλιν ἑτέρου λυττῶντος ἔργον
καὶ ἑτέρας τραγῳδίας. Αἰσώπου δὲ τοῦ μυθοποιοῦ πολ-
λαχῇ τε ἄλλῃ μνημονεύειν ἐπωφελὲς καὶ ὅσα εἰς διαβο-
λὴν εὖ ἔχοντα ἀπολέλοιπεν. ἀεὶ μὲν γὰρ αὐτὴν τῇ ἀλώπεκι
περιτίθησι, δολερῷ καὶ ἀνάνδρῳ θηρίῳ, ποιεῖ δὲ ὑπ'
αὐτῆς ἁλισκόμενα τῶν ζῴων τὰ ἀλκιμώτατα.
d
Καὶ ὅντινα ἔχω πρόχειρον μῦθον εἴποιμ' ἂν ὑμῖν, εἴ
μου πράως ἀνέξεσθε παραβαλλομένου τοῖς σοφισταῖς.
ταύρω δύο μιᾶς ἡγεῖσθον ἀγέλης, ξυννόμω τε ὄντε καὶ
ὅτι μάλιστα φίλω. ὁ λέων δὲ αὐτοῖν τὴν ξύστασιν ἐδεδίει,
καὶ οὔτε αὐτοὺς ἐθάρσει οὔτε δι' αὐτοὺς τὴν ἀγέλην.
κακῶς οὖν ὑπὸ λιμοῦ διακείμενος ἔρχεται ἐπὶ τὴν κερδὼ
καὶ ξυμμαχίαν ὁμολογοῦσι. τῇ δὲ ἄρα τοσοῦτον κακουρ-
γίας καὶ δεινότητος περιῆν ὥστε προσενεγκοῦσα τὴν
279
a
μηχανὴν διέστησέ τε αὐτὼ καὶ ἐξέμηνε κατ' ἀλλήλοιν,
καὶ παραδέδωκε τῷ λέοντι δίχα ἑκάτερον εὐτρεπῆ καὶ
εὔκολον θήραν. τοῦτο μὲν ἡ τοῦ Αἰσώπου κερδώ. φύονται
δέ τινες καὶ ἐν ἀνθρώποις ἀλώπεκες, μᾶλλον δὲ ἀνθρώπια
σμικρά τε καὶ ἀνελεύθερα, τὰς ἀλώπεκας ὄπισθεν ἐφελ-
κόμενα, οἱ δὲ αὐτῶν οὐκ ἀλώπεκας, ἀλλὰ δράκοντας ἰοῦ
χαλεποῦ καὶ ἀτόπου μεστοὺς ὑφέρποντας καὶ κρυπτομέ-
νους εὐνοίας καὶ φιλανθρωπίας παραπετάσμασιν, οὓς
ἀπελαύνειν χρεὼν καὶ ἀποσοβεῖν πορρωτάτω. κηλούμεθα
b
γὰρ πολλάκις καὶ γανύμεθα δάκνουσι, τὰ ἄκρα τῆς γλώτ-
της μόνον ὁρῶντες, τὰ δὲ ἐντὸς οὐκ ἐθέλοντες διιδεῖν.
Ὧι δέ μοι δοκοῦσιν ὅμοιοι εἶναι, ἐθέλω ἀπεικάσαι, εἰ
βούλεσθε. τεθέαμαι, οἶμαι, πολλαχοῦ Σκύλλης εἰκόνα, οὐχ
οἵαν Ὅμηρος διηγεῖται· Ὅμηρος μὲν γὰρ οὐδέν τι λέγει
πλέον περὶ τῆς μορφῆς ἢ ὅτι τὸ θηρίον ἦν ἐν σπηλαίῳ
διαιτώμενον ἓξ κεφαλὰς ἔχον καὶ δυοκαίδεκα χεῖρας· οἱ
πλάσται δὲ ἐπὶ μᾶλλον κομψεύονται ἐν τῷ ἔργῳ. ποιοῦσι
γὰρ αὐτὴν τὰ μὲν ἀπὸ κεφαλῆς ἄχρι λαγόνων παρθένον,
c
ἀπὸ δὲ τῆς ἰξύος εὐθὺς εἰς τοὺς κύνας ἐκφερομένην, δει-
νοὺς ὄντας καὶ σμερδαλέους· καὶ τρίστοιχοι μὲν αὐτοῖς οἱ
ὀδόντες, ἀνεστήκασι δὲ αἱ κεφαλαί, ζητοῦσι δὲ ἰσάριθμον
θήραν. μαντεύομαι οὖν ἐγὼ καὶ Ὅμηρον βούλεσθαι λέγειν
ὅτι ὁ μὲν σοφὸς καὶ πολύμητις οἶδέ τε ὅλην ἀκριβῶς καὶ
οὐκ ἐγοήτευσεν αὐτὸν τὰ ἄνωθεν τοῦ θηρίου, ἀλλὰ παρ-
ετάξατο καὶ ὡπλίσατο καὶ μάχεσθαι ἕτοιμος ἦν· οἱ δὲ
ἀφύλακτοι τῶν ἀνθρώπων ἁλίσκονται. ὅτῳ δὲ μὴ δοκεῖ
d
οὕτως ὁ Ὅμηρος λέγειν, ἀλλ' ὁρᾷ μόνον τὸ φαινόμενον
τοῦ μύθου, οὗτος ἐμοὶ δοκεῖ καὶ τὴν Σκύλλαν ἰδὼν τὴν
μὲν ἄνθρωπον θεάσασθαι, τοὺς κύνας δὲ οὐκ ἂν δυνηθῆ-
ναι. πῶς οὖν δὴ φυλαξόμεθα καὶ κρινοῦμεν φιλίας τε ἐτή-
τυμον πρόσωπον καὶ κακουργίας εὔνοιαν ὑποδυομένης;
βούλεσθε, ἵνα μὴ σφόδρα ὦ φορτικός, σύμβολα αὖ πάλιν
καὶ σημεῖα διδοὺς μῦθόν τινα ὑφαπλώσας τῷ λόγῳ, κατα-
λίπω διορᾶν ὑμῖν αὐτοῖς τὰ ἐμφαινόμενα;
280
a
Ὥσπερ γὰρ Πρόδικος λέγει, καθημένῳ τῷ Ἡρακλεῖ
ἐφ' ἡσυχίας, ὁπηνίκα ἐξῆλθε τῶν μειρακίων, καὶ διασκο-
πουμένῳ ποῖός τις τῶν ἀνθρώπων καὶ ποίᾳ χρησάμενος
ἀτραπῷ τὸν βίον ὡς ἄριστα διέλθοι, ἐφάνησαν δύο γυναῖ-
κες, ὧν τὴν μὲν Ἀρετὴν ἐκεῖνος ὀνομάζει, τὴν δὲ Κακίαν.
ἐπεὶ γοῦν εἰπάτην ἑκατέρα τὰ αὑτῆς ἀγαθὰ καὶ ἔδοξε τῷ
Ἡρακλεῖ τὴν Ἀρετὴν ποιήσασθαι ἡγεμόνα, λέγει αὐτὸν
ἐκείνη παραλαβοῦσα, ‘ἵν' ἔτι καὶ μᾶλλον ἴδῃς’, φησίν, ‘ὅτι
b
ὀρθῶς δοκιμάζεις’· ἄγει οὖν ἐπί τινα τόπον ὑψηλόν τε καὶ
ἀνεστηκότα ἐξ εὐρέος τε καὶ ἀναπεπταμένου πεδίου, οὗ
δύο μὲν ἦσαν αἱ κορυφαί, πόρρωθεν δὲ ἐδόκει τοῖς θεω-
μένοις εἰς μίαν τελευτὴν ἀπολήγειν. ἀλλ' ἥ γε Ἀρετὴ προσ-
άγουσα τὸν Ἡρακλέα πλησίον ἔδειξέ τε τὰ ἄκρα πλεῖστον
ἀπέχοντα ἀπ' ἀλλήλων· καὶ ‘αὕτη μέν’, φησίν, ‘〈ἡ〉 ἐπὶ
δεξιὰ κορυφὴ καλεῖται Φιλίας ἱερὸς χῶρος, ἐμῆς ξυνοπα-
δοῦ τε καὶ ἀδελφῆς, αὕτη δὲ ἡ ἐπὶ θάτερα Ὑποκρίσεως,
Κακίας ξυννόμου δαίμονος. πρόσιθι οὖν ἀγχοῦ καὶ ἐπι-
c
σκόπει τὴν φύσιν ἑκατέρου τοῦ χωρίου, μή ποτε ἓν αὐτὸ
πόρρωθεν ὁρῶν ὑπολάβῃς.’ καὶ ἅμα ἐκέλευσε τὴν Φρόνη-
σιν συμπαροῦσαν ἐπιδεικνύναι τὰ ἕκαστα καὶ ἐξηγεῖ-
σθαι. ἐδείκνυεν οὖν ἐκείνη τοὺς μὲν πρόποδας τοῖν λόφοιν
σφόδρα τε ὁμοίους καὶ προσεοικότας ἀλλήλοιν, τοῖς αὐτοῖς
μὲν ἄνθεσι βρύοντας, τοῖς αὐτοῖς δὲ φυτοῖς, εἰ μὴ ὅσον τὰ
μὲν τὸν ἅπαντα ἔρρωτο χρόνον, τὰ δὲ εὐθὺς ἐβλάστανέ τε
καὶ ἐμαραίνετο. ἔρρει δὲ καὶ νᾶμα ἐξ ἑκατέρας τῆς ἄκρας
ψυχροῦ τε καὶ διαυγοῦς ὕδατος, ἀλλὰ τὰ μὲν δι' ὅλου τοῦ
d
ῥείθρου γλυκέα τε ἦν καὶ προσηνῆ, τὰ δὲ κάτωθεν μὲν γευο-
μένῳ γλυκύτερά τε ἐδόκει, προσιόντι δὲ ἐγγὺς τῆς πηγῆς
πικρά τε καὶ φαρμακώδη, σπασμὸν ἐμποιοῦντα καὶ ἴλιγγον
τοῖς πιεῖν ἐκ τῆς χρόας ἀπατηθεῖσι. τὰς κορυφάς τε αὐτὰς
οὐκέτι ὁμοίας, ἀλλὰ πάμπαν διαφερούσας. ἐδείκνυέ τε
τὴν ἐπὶ δεξιὰ πρώτην ἄλσει τε σύσκιον δένδρων ἀειθαλῶν
κυπαρίττου καὶ δάφνης καὶ φυτῶν εὐκάρπων μεστήν,
λεπταὶ δὲ αὐτὰ περιέπνεον αὖραι, οἷαι τρέφειν τε καὶ
281
a
αὔξειν, οὐχ οἷαι καταρρηγνύναι καὶ διασπᾶν. πολὺ δὲ ἀθό-
ρυβος ἡσυχία καὶ εὐφροσύνη κατεῖχε τὸν τόπον, καί τινες
ἐφαίνοντο ἄνθρωποι σφόδρα ὀλίγοι, προσιόντες τε καὶ
ἀπιόντες μεθ' ἡδονῆς τῷ αὐτῷ προσώπῳ.
Καθῆστο δὲ ἐπ' ἄκρας τῆς κορυφῆς παρθένος εὐειδὴς
μὲν οὔ, ὡραία δέ, ἀληθινοῦ καὶ ἀρχαίου γέμουσα κάλλους,
ὁποῖα τὰ ἀγάλματα τῆς παλαιᾶς τέχνης, ἃ χρόνου δεῖται
εἰς τὸ θαυμάσαι καὶ ὀφθαλμῶν ἀκριβεστέρων. ἠμφίεστο
δὲ λευκόν τινα κόσμον †ἰκέον† διαφανῶν καὶ λεπτῶν ἱμα-
b
τίων, ὥστε πολλαχῆ καὶ τοῦ σώματος διαφαίνειν. καὶ τὴν
ψυχὴν εἶχε τοῦ σώματος φανερωτέραν. ἦν γὰρ αὐτῆς τὸ
μὲν βλέμμα ἁπλοῦν καὶ γενναῖον, τὸ μειδίαμα δὲ ἑστηκὸς
καὶ οὐ μετατρεπόμενον. εἰ δέ τις αὐτῇ προσέλθοι σεβα-
σθείς τε καὶ θαυμάσας, οὐ χρυσίον ἢ ἄργυρον προέτεινεν,
ἀλλ' αὐτὸν καλλίω καὶ μείζω, διπλασίονα πολλάκις ἢ τρι-
πλασίονα. ὁ γοῦν Ἡρακλῆς ἠγάσθη τε αὐτῆς καὶ προσηύ-
ξατο ἵλεω τυγχάνειν, καὶ ἐπήρετο τὴν Φρόνησιν, ‘τίνες δὲ αἱ
πλησίον αὗται γυναῖκες; ὡς καλαί τε καὶ πρέπουσαι ὀπα-
c
δοὶ τῆς θεοῦ.’ ‘αὕτη μέν’ εἰπεῖν ‘ἡ τὸ πολὺ φῶς κατέχουσα
καὶ ἐπὶ τοῦ ἀδάμαντος καθημένη, Διὸς θυγάτηρ Ἀλήθεια·
ἡ δὲ ἐπικλίνουσα τὴν κεφαλὴν αὕτη καὶ ἐπαναπαυομένη
καλεῖται μὲν Εὔνοια, χρῆται δὲ ἡ θεὸς αὐτῇ πρὸς ἅπαντα
διακόνῳ. τὸ δὲ παιδίον ἐκεῖνο τὸ σεμνότερον τῆς ἡλικίας,
ὃ τὰ χρυσέα φέρει δεσμὰ ταῖν χεροῖν, Ἔρως Φιλίας ἐστὶν
ὑπουργός. οὐκ ἔχει δὲ οὐδὲ πτερὰ οὐδὲ βέλη. οὔτε γὰρ πέτε-
σθαι βούλεται καὶ ἀναίμακτον αὐτοῦ τὸ ἔργον. ἀλλ' οἵους
ἂν καλούς τε καὶ ἀγαθοὺς καὶ οὕτως ἁρμόζοντας ἴδῃ, τού-
d
τους ξυγκολλᾷ καὶ συνδεῖ, καὶ αὐτοῦ τὰ δεσμὰ ἄλυτα καὶ
ἄρρηκτα παντελῶς καὶ μόνοις γάνυνται οἱ δεδεμένοι. ἀλλὰ
δεῦρο, ἔφη, καὶ θέασαι τὴν ἑτέραν, εἰς ἣν ἐμπίπτουσιν
οἱ πολλοί.’
Καὶ δῆτα πρῶτα μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ὑπ-
εδείκνυε, τοῖς προτέροις, ὥσπερ ἔφην, ἐξεικασμένα· ἔπειτα
αὐτὸ τὸ πέρας, ὄρθιον καὶ ἀπότομον πάγον, κυανῇ νεφέλῃ
τὰ ἄκρα κεκαλυμμένον· κρημνοὶ δὲ αὐτὸ καὶ φάραγγες
282
a
περιεῖχον καὶ θῖνες ὀστῶν ἀνθρωπίνων σεσωρευμένοι,
μεστὰ δὲ ἅπαντα δακετῶν θανασίμων καὶ ἰοβόλων. ἔπειτα
αὐτὴν τὴν Ὑπόκρισιν προσποιουμένην καὶ ἀφομοιοῦσαν
ἑαυτὴν τῇ Φιλίᾳ· ἀλλ' ὅμως ἀντὶ μὲν ἀληθινοῦ κάλλους τὸ
πρόσωπον ὑπεγέγραπτο, ἀντὶ δὲ γαληνοῦ μειδιάματος
ὕπουλον ἐσεσήρει· ἵνα δὲ φαίνοιτο ἐρασμία, ἐρᾶν αὐτὴ
προσεποιεῖτο τῶν εἰσιόντων. οὐδενὸς δὲ αὐτομάτου προσ-
ερχομένου πόρρωθεν ἐκτρέχουσα ὑπέκυπτε καὶ ἀπήντα
b
καὶ λιπαροῦσα ἀνῆγε. παρῆν δὲ αὐτῇ καὶ γυναικῶν ὅμιλος
οὐδὲν ταῖς προτέραις ὅμοιαι, Ἀπάτη καὶ Ἐπιβουλὴ καὶ
Δόλος ἀγεννής· ἀντὶ δὲ Ἀληθείας Ἐπιορκία παρῆν, ἰταμὴ
καὶ θρασεῖα καὶ ἄσπονδος, μάλιστα δὲ ἁπασῶν συμπράτ-
τουσα ἐκείνῃ καὶ συνεργοῦσα. ἰδὼν δὲ Ἡρακλῆς γυναῖκά
τινα κατὰ τὰς εἰσόδους οἷον λοχῶσαν ἤρετο τὴν Φρόνησιν
ἥτις εἴη. ‘Κολακεία, ἔφη, πρόδρομος Ὑποκρίσεως. δαίμων
αὕτη, ὡς ὁρᾷς, ἐνεδρεύουσα τοὺς εἰσιόντας προσπλέκεται
c
καὶ θαυμαστὰ δρᾷ γοητεύουσα, πείθουσα θαρσεῖν τε καὶ
ἀνιέναι.’ ‘τίς δὲ ἡ σκυθρωπὴ ἐκείνη καὶ σύννους, ἡ τοὺς
ὀλίγους κατάγουσα κοπτομένους τε καὶ ἀνοιμώζοντας;’
‘Μετάνοια, ἔφη, βραδεῖα καὶ οὐ σφόδρα εὔκαιρος δαίμων.
ὅμως δέ τινας οὐκ ἐᾷ πάμπαν ὑπὸ τῶν ἑρπετῶν ἀπομυζη-
θῆναι, ἀλλ' ἀνίστησιν ἔτι πνέοντας καὶ οἴκαδε ἀποσῴζει.’
{ΣΟΦΙΣΤΗΣ}Ἆρα οἴεσθέ με, ὦ ἄνδρες, ἐπιδεῶς ἔχοντα ἔτι κρότου τεκαὶ ἐκβομβήσεων, ὧν δαψιλῶς μοι εἰώθατε χορηγεῖνἑκάστοτε, ὅταν λέγω, ἀγεῖραί τε αὖ καὶ τήμερον [ἐγεῖραι]ἀναβῆναι ἐπὶ τοῦ βήματος καὶ ἑτοίμως δέχεσθαι καὶ ἀγα-πᾶν τοὺς θορύβους, οὓς ἂν διδῶτε ἐπὶ τοῖς ῥήμασιν; ἐμοὶδὲ ἡδὺ μὲν δοκεῖ εἶναι καὶ πολλοῦ ἄξιον ἄκουσμα ἔπαινοςἄδολος καὶ ἀληθινός, ὁποῖος ὁ παρ' ὑμῶν ἀπαντᾷ μοιἀεί, αὐτοκέλευστος καὶ ἄνευ παραγγελίας, οὐ μὴν τούτουγε ἕνεκα φανείην ἂν πράγματα παρασχὼν ὑμῖν καὶ δι-οχλήσας. ἀλλ' ἐγὼ μὲν εἴσειμι, ὅταν εἰσίω, ὅπως ἄν τινουθετήσαιμι καὶ διδάξαιμι ἢ προσαξοίμην ὑμῖν εἰς εὔνοιανπλείω τὸν ἀρχηγέτην, ἢ καὶ εὐθύνας ὑπόσχοιμι οὐδὲν δεο-μένοις· ὑμεῖς δὲ ὑπὸ δεξιότητος καὶ φιλανθρωπίας θέατράμοι ποιεῖτε τὰς ἐκκλησίας. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τή-μερον 〈ἐγὼ μὲν〉 ξυνήγαγον ὑμᾶς ὡς δικαστάς μοι καθ-εδουμένους ὑπὲρ ὧν αἰτίαν ἔχω παρανομεῖν, ὑμεῖς δὲ τὸ εἰ-ωθὸς ἀποδώσετε καὶ βοήσεσθε ἀναπηδῶντες, ἐπιλαθόμε-νοι ὅτι ψήφου κύριοι ἥκετε καὶ οὐ πανήγυρις τοῦτό ἐστιν,ἀλλὰ δικαστήριον ἐμμελέστερον καὶ σοφώτερον τοῦ εἰςἕνα καὶ χιλίους, οἷς ἐπιτέτραπται ἐκ τῆς ψήφου ἐξενεγκεῖνὅ τι χρὴ παθεῖν τὸν ἁλόντα ἢ ἀποτῖσαι. Καὶ πρῶτον δὲ ἐκεῖνο μὴ θορυβεῖσθε, ὅτι οὔτε φεύγωνἐγὼ οὔτε διώκων οὔτε προσκεκλημένος ὑπό του οὔτεἕτερόν τινα πρὸς ὑμᾶς εἰσάγων, ὑμᾶς τε δικαστὰς ποιοῦμαικαὶ αὐτός φημι ἀγωνιεῖσθαι. τὸ γὰρ δὴ λίαν ἄτοπον τοῦτοκαὶ θαυμαστὸν οὐ παρ' ἐμὲ ὄψεσθε συμβαῖνον, ἀλλὰ παρὰτοὺς ἐμοὺς κατηγόρους, οἳ οὕτως ἄρα δεινοί εἰσιν ὥστεοἵτινες μέν εἰσιν οὐδὲ ἐγὼ οἶδα. τοξεύουσι δὲ ἀφανῶς,ὥσπερ οἱ Πλαταιεῖς ποτε Πελοποννησίους, ἀποδιδρά-σκοντες ἐν νυκτὶ τὴν πολιορκίαν, ἔβαλλον ἀπὸ τοῦ σκό-τους διώκοντας μετὰ λαμπάδων. καὶ δὴ τὰ μὲν βέλη περι-κέχυταί μοι ἔνθεν καὶ ἔνθεν ἀθρόα καὶ πολλὰ καὶ ποικίλακαὶ οὐδὲ ἐκ μιᾶς ἰοδόκης, τοὺς δὲ βάλλοντας οὔτε γινώσκωοὔτ' ἂν βουλοίμην, ἀλλὰ ἀγαπῶ ὅτι πολέμιοι ὄντες οὕτωφαῦλοί εἰσι καὶ οὐδεὶς αὐτῶν ἥψατο τῆς ψυχῆς, ἀλλ' οὐδὲἐπέγραψέ τι τοῦ σώματος οὐδὲ ἤλεγξέ τι τῶν φραγμάτων,ἀλλ' ὅσῳπερ ἂν πλείω καὶ ἐντονώτερά μοι ἐπιτοξάζωνται,τοσῷδε ἐκφαίνουσι μᾶλλον τῶν ὅπλων τὸ στεγανόν τε καὶἄρρηκτον, ἃ Ἥφαιστος μὲν οὐκ ἐχαλκεύσατό μοι ἐν τῷὈλύμπῳ, θεοὶ δὲ οἱ φιλοσοφίας δοτῆρες καὶ προστάται, οἳὅντινα ἂν περιφράξωνται, ἀκριβῶς ἄτρωτον ποιοῦσι μᾶλ-λον ἢ τὸν Καινέα, καὶ οὐδὲν ἀνύτουσιν οἱ μιξάνθρωποι ἢμιξόθηροι ἁλιζόμενοι καὶ παίοντες δρυσὶ καὶ ἐλάταις, ἀλλὰἀκέραιος διαμένει καὶ ἀκλινής. καὶ προσήκει αὐτῷ μεῖζονφρονεῖν φέροντι ῥᾳδίως ἀγνωμοσύνας ἀνθρώπων ἢ ἐφρό-νει ἐκεῖνος ὁ †ἐξαμύνας† φέρων ἐπὶ τῶν ὤμων τὸν λίθοντὸν ἑπτατάλαντον. ἐπεὶ οὖν οἱ μὲν βάλλοντες εἰς τοὐμ-φανὲς προελθεῖν οὐκ ἐθέλουσι καὶ στῆναι ἐν μέσῳ παρ'ὑμῖν καὶ ἐν περιόπτῳ, ἀλλ' ἐν γωνίαις που καταδεδύ-κασιν ἢ χηραμοῖς, τοὺς δὲ ὀϊστοὺς ὁρῶ πίπτοντας οὐκ οἶδαὅθεν καὶ ἐν ποσὶ κυλινδομένους, φέρε ἐξαριθμήσωμαί τεαὐτοὺς ἀνελόμενος ἐκ τῆς γῆς καὶ πειραθῶ διακλάσαι, ἢνδύνωμαι, καὶ ἐπιδεῖξαι τῶν ὄγκων τὴν μαλακότητα καὶ δι-αθρῆσαι εἰ δή τινες εἶεν φαρμάκῳ ἀληλιμμένοι. ἴσως δ' ἂνκαὶ πυκνὰ ἐπαφώμενοι καὶ μεταστρέφοντες εὕροιμεν ἀγχοῦτῶν γλυφίδων καὶ τοὔνομα τοῦ βάλλοντος ἐγκεχαραγμένον·ὅθενπερ καὶ Φιλίππῳ ἐφωράθη τῷ Μακεδόνι πολιορκοῦντιΜεθώνην ὁ βαλὼν ἐκ τοῦ τείχους τοξότης. Ἀστὴρ ὄνομα ἦντῷ ἀνθρώπῳ, καὶ ἐγκέκαυτο ἐν τῷ βέλει. εἶεν. ἀλλ' ἀνάγεινχρὴ ἐκ τῆς εἰκόνος καὶ ἅπτεσθαι ἀληθινῶς τοῦ ἀγῶνος. Δοκεῖ οὖν μοι χρήσασθαι προοιμίῳ, ὥσπερ οἱ ῥήτορεςποιοῦσι καθιστάμενοι τὸν λόγον. καὶ δὴ ἐχέτω ὧδέ μοι τὸπροοίμιον, ὅτι μηδὲν καινὸν οὗτοι νῦν οἱ ἐμοὶ κατήγοροι δια-πράττονται, ἀλλ' ὅπερ πάλαι εἴωθε καὶ ἐν τῇ φύσει ἐστὶ τῇἀνθρωπίνῃ, ἐξ οὗ φιλοσοφία παρὰ θεῶν ἐν γῇ ἐφάνη, τοῦτοαὖθις καὶ νῦν ὥσπερ νόσημα περιτρεπόμενον ἀνακυκλεῖται.ποιεῖται μὲν γάρ που καὶ τἆλλα ἀγαθὰ τοὺς κεκτημένουςἐπιφθόνους τε καὶ ἐπιβούλους καὶ βαρεῖς τοῖς τῶν αὐτῶν οὐμετέχουσι, κἂν μηδ' ὁτιοῦν ἀδικῶνται· καὶ τῷ πένητι οὐχἡδὺ ὁρᾶν τὸν πλούτῳ σεμνυνόμενον καὶ τῷ ἀφίππῳ τὸνἱππικὸν καὶ τῷ ἀσθενεῖ τὸν ῥωμαλέον· σοφία δὲ ὅσῳ μεῖ-ζον καὶ τελεώτερον ἀγαθόν, τοσούτῳ πλείους ἐγείρει τεκαὶ ἀνίστησι πρὸς τὸν ἔχοντα ἢ δοκοῦντα. καὶ τοῦτο ἄνω-θεν ἀρξάμενον ἐκ Πυθαγόρου, ὥσπερ κλῆρός τις ἀναγ-καῖος διαδόσιμος, συμπαρέμεινε τοῖς ἀπ' ἐκείνου ἐγγόνοις.αὐτός τε γὰρ ὁ Μνησάρχου τοσόνδε ἄρα ἀπέλαυσε τῆς πολυ-υμνήτου σοφίας ὥστε μετανάστης ἀεὶ διεβίω διὰ τοὺςβασκαίνοντας καὶ κολούοντας, ἐκ Σάμου μὲν εἰς Κρότωναδιὰ Πολυκράτην, ἐκ Κρότωνος δὲ εἰς Λοκροὺς διὰ Κύλωνα·Λοκρῶν δὲ οὐχ εἷς ἤδη, ἀλλὰ πάντες Λοκροὶ οὐχ ὑπέμεινανΠυθαγόρου τὴν ἀρετήν, ἀλλὰ μετεστήσαντο εἰς Τάραντακαὶ παρέπεμψαν· Ταραντῖνοι δὲ αὖθις, ὥσπερ φορτίον, εἰςΜεταπόντιον· οὗ δὴ καὶ ἐτελεύτησεν ἐν τῷ τεμένει τῶν Μου-σῶν, τετταράκοντα, ὥς φασιν, ἡμέρας φεισάμενος σίτου.τὰ δ' ἀμφὶ Σωκράτους τί ἂν θρυλοῖτο; ἐμπέπλησται γὰρτὰ ὦτα τοῦ Μελήτου καὶ Ἀνύτου καὶ Λύκωνος. Πλάτω-νος δὲ οὐ μέχρι νῦν καταβοῶσιν ὡς τρὶς πλεύσαντος εἰςΣικελίαν ἐπὶ χρήμασι καὶ τραπέζῃ; Κηφισιδώρους δὲ καὶΕὐβουλίδας καὶ Τιμαίους 〈καὶ〉 Δικαιάρχους καὶ στρατὸνὅλον τῶν ἐπιθεμένων Ἀριστοτέλει τῷ Σταγειρίτῃ πότ' ἂνκαταλέξαιμι εὐπετῶς, ὧν καὶ λόγοι ἐξικνοῦνται εἰς τόνδετὸν χρόνον, διατηροῦντες τὴν ἀπέχθειαν καὶ φιλονεικίαν; Τί ἂν οὖν ἐγώ, ὦ ἄνδρες, ἀγανακτοίην, εἰ πάντα τὸνβίον σπουδάσας, ὅπως ἂν τοῖς ἀνδράσιν ἐκείνοις εἰς ἐμὴνδύναμιν συνεποίμην, ἔπειτα ἀπέλαυσα τῶν ὁμοίων τοῖςἡγεμόσι καὶ προσέπταισα τοῖς αὐτοῖς ἕρμασι τὰ αὐτὰ ἴχνημεταδιώκων, ἠρέθισά τε ἐπ' ἐμαυτὸν καὶ ἐπεσπασάμηνοἷον ἑσμόν τινα κηφήνων κεκεντρωμένων, οὔτι μάλα ἑκὼνοὐδὲ προαιρούμενος, ἀλλ' ὅτι φύσει τὸ πρᾶγμα τοιόνδεἐστίν, ὃ λιπαρῶ τε καὶ ἀγαπῶ καὶ ἧττον ἂν μεθείμην ἢτὴν ψυχήν; οὐ γὰρ εἰ ἐμπορίας μετεποιούμην, ἵλεων ἀεὶτὴν θάλατταν λογίζεσθαι ἐχρῆν καὶ τὰ πνεύματα ἐξοὐρίας καὶ τὸ χρυσίον ἀεὶ προσαυξόμενον ἐκ τοῦ φορτίου,