The Greek Library Author

Anonymous

tlg2001.tlg025

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Πρὸς τὸν ἀξιώσαντα λέγειν ἐκ τοῦ παραχρῆμα, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 113–115.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg025.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{ΠΡΟΣ

ΤΟΝ ΑΞΙΩΣΑΝΤΑ ΛΕΓΕΙΝ

ΕΚ ΤΟΥ ΠΑΡΑΧΡΗΜΑ}

309

d

Ἀλλ' εἰ καὶ σφόδρα ἦν σοφὸς ὁ Φειδίας ἐν χρυσῷ καὶ

ἐλέφαντι μορφὴν ἐπιδεῖξαι θείαν ἢ ἀνθρωπίνην, ὅμως

χρόνου γε ἐδεῖτο καὶ σχολῆς πλείονος εἰς τὰ ἔργα. λέγεται

310

a

οὖν, ἡνίκα ἐδημιούργει τὴν Ἀθηνᾶν, οὐδὲ εἰς τὴν κρηπῖδα

τῆς θεοῦ μόνην ὀλίγου χρόνου καὶ πόνου προσδεηθῆναι. εἰ

οὖν τις αὐτὸν αὐθημερὸν ἐκέλευσεν ἐπιδείξασθαι τὴν τέ-

χνην, τί ἂν ἔδρασεν; ἢ πῶς ἂν ἐπείσθη τῷ ἐπιτάγματι;

σκόπει δῆτα εἰ καλῶς πρὸς τὸν ἐραστὴν ἀπεκρίνατο ὅτι,

ὦ χρηστέ, ὁ τῶν ἐμῶν ἔργων φιλοθεάμων, εἰ μὴ συγχω-

ρεῖς μηδὲ ἐπιτρέπεις καιρὸν ὥστε καινόν τι καὶ νέον δη-

μιουργῆσαι, σὺ δὲ ἐπίσκεψαι τέως τὴν Ἀθηνᾶν τὴν ἐν πόλει

b

ἢ τὸν Δία τὸν Ὀλύμπιον, καί σοι ταῦτα ἀποχρήσει πρὸς τὸ

Φειδίαν θαυμάσαι.

Κἀγὼ σέ, ὦ μακάριε, τὸν ἐμὸν ἐραστήν, ἐπεὶ καὶ αὐ-

τὸς οὕτως ἔχειν δοκεῖς ὡς καὶ τήμερόν τί μου ποθεῖν

δημιούργημα, παρακαλέσαιμ' ἂν προσεπιδεῖν τι τῶν ἤδη

προειργασμένων. οὐ δεήσει δέ, οἶμαι, βαδίζειν εἰς τὸ χωρίον

τοῦ ἔργου· φέρω γὰρ ἐν ἐμαυτῷ τὰ τῆς ἐμῆς τέχνης ἀγάλ-

c

ματα, ἃ δημιουργεῖται μὲν καθ' ἕνα τόπον, συμπερίεισι δὲ

ἁπανταχόθεν τῷ τεχνίτῃ. τοσόνδε μέντοι μοι χάρισαι· ἔασόν

με κατὰ χρόνον ἐργάσασθαι τὴν σὴν εἰκόνα. οὐ γὰρ οὕτως

εἰμὶ σοφὸς οὐδὲ εὔπορος ὥστε αὐτοσχεδιάζειν ὥσπερ ἔτυχε

τὰς γραφάς, καθάπερ οἱ δαιμόνιοι σοφισταί. ἀλλ' οὐδὲ

ἅπαντα γράφειν ἄρχοντα δύναμαι, ἀλλ' ὃς ἄν μοι τόνδε

τὸν πίνακα εὐτρεπίσοι, ὃς χωρήσει μὲν δικαιοσύνην μετὰ

τῆς εἰκόνος, χωρήσει δὲ πραότητα μετ' ἐξουσίας, πολλῶν

τε ἄλλων θεῶν καὶ δαιμόνων ἀγαθῶν ὅμιλον, ὧν δίχα γρά-

φειν οὐ θέμις τοῖς ἀπὸ Σωκράτους γραφεῦσιν.

d

Οὐ σφόδρα οὖν μοι σύνηθες τὸ ἔργον, ἅτε δὴ σφόδρα

ὀλίγων εὐποροῦντι τῶν ἀρχετύπων. ὃν δὲ σύ μοι πίνακα

πήγνυσαι, καλός ἐστι καὶ μέγας καὶ οὐ στενοχωρήσεται

ἡ γραφή. ἀλλὰ στήσω μὲν ἐπὶ δεξιὰ τὸν νόμον, ὃς παιδόθεν

τέ σε ἐθρέψατο καὶ νῦν συνθακεῖ, στήσω δὲ ἐπὶ θάτερα

τὴν δίκην, ἥ σε μήποτε ἀπολείψειε, καὶ δὴ καὶ τὸν ἄλλον

χορόν, ὃν ἄν μοι τὸ παράδειγμα ὑποδεικνύοι· ὑποδείξει δέ,

311

a

εὖ οἶδα, ὥστε μοι μὴ ἐπιλείπειν τὰ καίρια. νῦν δέ (οὐ γάρ

μοι τοσαύτη σχολή) προχειριστέον τί σοι τῶν ἀπορρήτων.

πάντως οὐκ ἔστι τὸ λόγων κάλλος, οἷον ἀρτιτόκοις μὲν

[ἴσμεν] ἐπανθεῖν, πρεσβυτέρων δὲ ἀπομαραίνεσθαι, ἀλλ'

οἷοί περ ἂν ἐξ ἀρχῆς τεχθῶσι, τοιοῦτοι καὶ τὸν ἅπαντα

μένουσι χρόνον.

{〈ΥΠΕΡ ΤΟΥ ΛΕΓΕΙΝΗ ΠΩΣ ΤΩΙ ΦΙΛΟΣΟΦΩΙΛΕΚΤΕΟΝ〉}{Προθεωρία} Οὐ δήπου με τὰ θέατρα οὕτως ἀγαπᾶν ἡγεῖσθε ὥστεἀγνοεῖν ὅτι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων τῷ λέγοντιφοβερώτεροι, ὥσπερ, οἶμαι, καὶ τοὺς ἄρχοντας τῶν στρα-τοπέδων ὀλίγοι τε καὶ λογάδες ἀντικαθήμενοι εὐλαβεστέ-ρους ποιοῦσιν ἢ πολὺς ὅμιλος συμπεφυρμένος ἀφράκτωνκαὶ ψιλῶν καὶ ἀνίππων, ἄλλων ἐξ ἄλλης γλώσσης θορυ-βούντων καὶ ἐπηχούντων· οἷον Ὅμηρος εἶναι λέγει τὸβαρβαρικὸν στρατόπεδον, ἀπεικάζων αὐτῶν τὴν βοὴν ὄρνι-σιν ἅμα κλαγγῇ πετομένοις ἐπὶ Νεῖλον τὸν ποταμὸν διὰτὸν μέγαν χειμῶνα. κἀγὼ οὖν ὑμᾶς, ὦ ἄνδρες, εὖ ἴστε ὅτιμᾶλλον ὀκνῶ τε καὶ δυσωποῦμαι ἢ πρώην τὸν πολὺν ὄχλοντὸν ἐν τῷ θεάτρῳ, τὸν κεκραγότα ῥᾳδίως καὶ θαμὰ ἐξαλ-λόμενον ἀπὸ τῶν πετρῶν. σεμνότερον δὲ ἦν καὶ Ἀθήνησιδικαστήριον τῶν εἰς ἕνα τε καὶ χιλίους ὁ Ἄρειος πάγος.τάχ' οὖν οὐδ' ὑμεῖς ἐπιτρέψετε προοιμιάζεσθαι ἐπὶ πλέον·οὐδὲ γὰρ ἐν Ἀρείῳ πάγῳ ὁ νόμος ἐδίδου. Τί δήποτε ἄρα οἱ ἄνθρωποι τοὺς μὲν τέκτονας οὐνουθετοῦσιν ὅ τι ποιητέον αὐτοῖς περὶ τὰ ξύλα, οὐδὲ δὴτοὺς σκυτοτόμους ὅ τι ποιητέον αὐτοῖς περὶ τὰ σκύτη,ἀλλ' οὐδὲ τοὺς ὑφάντας ὑπὲρ τῶν ἐρίων οὐδὲ τοὺς κιθα-ριστὰς ὑπὲρ τῶν κρουμάτων, ἀλλ' ἐπιτρέπουσιν οἱ μὴ εἰδό-τες ἑκάστην τέχνην τοῖς ἐπισταμένοις, καθότι ἂν δοκιμά-ζωσι τὰ ἐκ τῆς τέχνης ἔργα μεταχειρίζεσθαι, μόνους δὲτοὺς φιλοσόφους σχεδόν τι ἅπαντες ἄνθρωποι νουθετοῦσικαὶ διδάσκειν ἐπιχειροῦσι καὶ ἅττα ῥητέον αὐτοῖς καὶπρὸς οὓς καὶ ὁπότε καὶ ἐν ᾧ χωρίῳ, καὶ οὐδεὶς ὅστις οὐκἀξιοῖ ταύτης μόνης τῆς ἐπιστήμης ἐξεταστὴς ἀκριβὴς εἶναι,καὶ ὧν λέγει καὶ ὧν ἐργάζεται; αὐτίκα τὸν μὲν ποιητὴν οὐχἅπαντες εὐθύνουσι τῶν ἐπῶν οὐδὲ τὸν ῥήτορα τῆς δεινότη-τος οὐδὲ τοὺς πρὶν νεανίσκους τοὺς ἀπαρξαμένους ὑμῖνἐν τῷ θεάτρῳ καὶ εὐδοκίμους φανέντας ἐφ' ἑκατέρᾳ τῇτέχνῃ οἴεσθε δεῖν †κνισταρεύειν† καὶ διασκοπεῖν τῶν δειγ-μάτων, ἀλλ' οἱ ποιηταὶ μόνοι καὶ λογογράφοι. εἰ δὲ εἰςτὸν αὐτὸν τοῦτον χῶρον συγκαλέσας ὑμᾶς ἀνὴρ φιλό-σοφος λόγον διαλεχθείη, φροντίσας τε καὶ μεριμνήσας καὶπολλὰς νύκτας ἀύπνους ἰαύσας, πολλὰς δὲ ἐπιπόνουςἡμέρας καταμελετήσας, ὡς ἄν τι χρηστὸν ἐξ αὐτοῦ ἀπ-ενέγκησθε, τηνικαῦτα οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶοἱ ῥήτορες καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδοτρίβαι καὶ οἱστρατιῶται καὶ οἱ πάλαι στρατιῶται, καὶ τίς δὴ οὐ κρι-τὴς καὶ ἐξεταστὴς τῶν λόγων, ἀλλὰ καὶ τῶν ἀκροωμένωνὅτι δῆμος ἦν καὶ τοῦ χωρίου ὅτι τὸ θέατρον. οὕτως ἄραἐξ ἁπάντων μαθημάτων μόνον τοῦτό ἐστι πρόχειρόν τεἅπασι καὶ εὐμαθὲς καὶ ἐπίδρομον, μᾶλλον δὲ ἴσως τερά-στιον καὶ ἀλλόκοτον, εἰ οἱ μὲν ἄλλοι πάντες εἴσονταιἀκριβῶς τὰ ἁρμόζοντα τῇ τέχνῃ, μόνοι δὲ ἀγνοήσουσιν οἱσύμπαντα ἐπ' αὐτῇ τὸν βίον κατατριβόμενοι. Καίτοι ἴσως οὐκ ὀρθῶς λέγει ὁ λόγος οὐδὲ δικαίως· οὐδὲγὰρ οἱ τοὺς φιλοσόφους παιδαγωγοῦντες λίαν πολλοίεἰσιν, οὐδὲ πάντες ὑμεῖς λίαν τετύφωσθε ἐξαισίως, ἀλλὰτὸ πρᾶγμα ἐκείνῃ σχέτλιον, ὅτι μηδὲν ἄμεινον διακείμενοιτῶν πολλῶν οἱ ὀλίγοι οὗτοι, μηδ' ἐγγύτερον ὄντες τῆςἐπιστήμης ἢ ὁ ὄχλος, χειροτονοῦσιν ἑαυτοὺς νομοθέταςτοῖς φιλοσόφοις, καὶ ἀποφαίνονται ἀφώνους εἶναι καὶ στέ-γειν ἅττα ἂν εἰδῶσιν ἐν τῇ καρδίᾳ καὶ μὴ ἐξαγγέλλειν μηδὲκοινωνεῖν, ὥσπερ οἱ τὰ χρήματα θησαυρίζοντες. εἰ οὖνὑπὲρ ἄλλου του λεκτέον τῷ φιλοσόφῳ, πόσῳ δὴ μᾶλλονὑπὲρ τοῦ λέγειν; καὶ εἰ παριτητέον ἐπ' ἄλλῃ ὑποθέσει εἰςτὸ κοινόν, πόσῳ δὴ μᾶλλον ἐπὶ ταύτῃ αὐτῇ; ἥκω γοῦν ἐγὼτήμερον, ὦ φίλοι Ἕλληνες, καὶ ἐμαυτῷ καὶ ὑμῖν βοηθήσων,καὶ διαπραξόμενος ἐκ τοῦ λόγου, ἵνα ἐμοὶ μὲν ἐξείη λέγειν,ὑμῖν δὲ ἀκούειν. δίκαιον οὖν καὶ ὑμᾶς συμπροθυμεῖσθαικαὶ συλλαμβάνειν καὶ μὴ ῥᾳθυμοτέρους εἶναι περὶ τὴνἑορτὴν τοὺς δαιτυμόνας τοῦ ἑστιάτορος. ἐγὼ γὰρ δὴλέγω τό γε ἐμόν, ὅτι δυσαπαλλάκτως ἔχω σφόδρα ὑμῶν·εἰ δὲ καὶ ὑμεῖς φιλοσοφίας, αὐτοὶ ἴστε· καλὸν δὲ ἀντερᾶντοῦ ἐρῶντος. Τὸ δ' οὖν ἀληθὲς τοῦτό ἐστιν, ὅτι κοινὸν τὸ κινδύνευμακαὶ ἐπ' ἴσης ἀποκλεισθῆναι τῇ τε πόλει τῇ τε φιλοσοφίᾳτὴν συνουσίαν, καὶ διατελεῖν τὴν μὲν ἄναυδον, τὴν δὲ ἀν-ήκοον, ὥσπερ ἀπεχθανομένας, εἰ μὴ ἐγὼ ἀμφοτέραις ἐκτί-σαιμι τὰ χαριστήρια, καὶ τῇ μὲν φυλάξαιμι τὴν φωνὴν καὶἀποδοίην, τῇ δὲ παρασκευάσαιμι καὶ ἐκκαθάραιμι τὰ ὦτα,ἐπίτιμον ἑαυτὸν ἀποδείξας καὶ οὐκ ὀφείλοντα 〈τῷ κοινῷ〉κοινωνοῦντα βουλευτηρίου καὶ ἐκκλησίας. Τυχὸν δ' ἂν καὶ ὑπολιπὲς τοῦτο εἴη τοῦ πρὶν ἀγῶνος, καὶμετὰ τὴν φάλαγγα τῶν μισθοφόρων, εἰ τοὺς ψιλοὺς σο-φιστὰς καὶ εὐζώνους ἀποδρασόμεθα, πάνυ ἂν φανεῖμενἀκέραιοι τοῦ ὀνόματος. πάλιν δὴ ὥσπερ ἐν δικαστηρίῳ τὴνἀντωμοσίαν ὑμῖν ἀναγνωστέον, ἣν ὑπογράφονται καθ'