The Greek Library Author

Anonymous

tlg2001.tlg029

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Πρὸς τοὺς οὐκ ὀρθῶς ἐξηγουμένους τὸν σοφιστήν, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 173–179.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg029.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

343

d

οἷς ἐγχειρεῖ καὶ προαιρεῖται. καὶ ἐλέγχουσα λοιδορίαν λοι-

δορεῖσθαι δοκεῖ καὶ ἐγκαλεῖν ἔγκλημα διωθουμένη, καὶ

344

a

οὐδὲν ἄρα πρὸς ταύτην ἐστὶν ἡ τοῦ Αὐτολύκου σοφία.

ἐκεῖνος γὰρ τὰ μὲν χρώματα ἤμειβε τῶν βοῶν, λύκους δὲ

ἐποίει τοὺς βοῦς καὶ παρδάλεις. ταύτης δὲ πολὺ θαυμα-

σιωτέρα γοητεία ἡ περὶ τοὺς λόγους. τοὺς γὰρ ἐναντίους

μεταμορφοῖ εἰς τοὺς ἐναντίους καὶ φεύγειν δοκοῦσα διώ-

κει, καὶ φραγνῦσα ἑαυτήν, ὡς μὴ τιτρώσκοιτο, κεντεῖ καὶ

τιτρώσκει. καὶ τοῖς μὲν στρατιώταις, ὡς ἔοικεν, ἄλλα

ὅπλα ἐστὶν ὥστε ἀποκρούεσθαι τὰς βολάς, ἄλλα δὲ ὥστε

b

βάλλειν καὶ ἀκοντίζειν, ὁ λόγος δὲ ἄρα ὁ πάντων εὐμη-

χανώτατος πρᾶγμα ἀπορώτερόν ἐστι τοῦ σιδήρου, καὶ

ἀνάγκη αὐτῷ ἀντὶ θώρακος χρῆσθαι καὶ ἀντὶ μαχαίρας. ἢ

ὅτι ὁ μὲν λόγος ἕν τι ἐργάζεται, ὁ δὲ οὐκ ὀρθῶς ἀκούων τοῦ

λόγου ἕλκει αὐτὸν καὶ ἀναγκάζει οὗ μήτε προὔθετο μήτε

ὥρμησεν ἐξ ἀρχῆς, καὶ ἀποχρῆται αὐτοῦ τῇ φύσει εὐκόλῳ

οὔσῃ καὶ εὐαγώγῳ μεθαρμόζεσθαι εἰς ὑπονοίας μυρίας·

αἳ ὅταν μὲν [οὖν] κατὰ μικρόν γε ὑπάρχωσι προσεοικυῖαι,

c

συγγνώμη τῷ μεταβιβάζοντι τῆς περιεργίας· ὅταν δὲ δὴ

καὶ ἐξ ἐναντίας, τοῦτο ἤδη τεράστιον καὶ ἀλλόκοτον. κατ-

ηγορίας δὲ καὶ ἀπολογίας οὐδὲν οἶδα ἐγὼ ἐν τοῖς λόγοις

ἐναντιώτερον, ὥσπερ οὐδὲ ἐπαίνου καὶ ψόγου, οὐδὲ ἀβου-

λίας καὶ εὐβουλίας.

Λέγετε οὖν ἡμῖν, ὦ σοφώτατοι χρησμολόγοι τῆς παρα-

δοξότητος τῶν ἐμῶν ῥημάτων, διὰ τί οὕτω πόρρω τὸν

πρώην λόγον πολυπραγμονεῖτε καὶ γνωματεύετε. εἰ μὲν

d

γὰρ τοῦτό φατε εἶναι κατηγορίαν, ὅτι ἀπέδειξεν ὁ λόγος

συκοφαντοῦντας καὶ ψευδομένους τοὺς διαβάλλοντας, λέ-

γοιτε ἂν ὀρθῶς, καὶ τῷ ὄντι χαλεπὴ κατηγορία ὁ τοῦ

ψεύδους ἔλεγχος τῷ ψευδομένῳ. εἰ δὲ περαιτέρω τι ἐπι-

ζητεῖτε, οὐ τοῦ λόγου αὕτη ἡ κακοήθεια, ἀλλὰ τῶν οὕτως

ἀκροωμένων τοῦ λόγου. ὁ μὲν γὰρ λόγος οὐδὲ γινώσκειν

ὁμολογεῖ τοὺς σκώπτοντάς με ὡς σοφιστήν, ἀλλ' ὅτι μὴ

πάνυ τῷ σκώμματί μου ἐπιτυγχάνουσι πειρᾶται ἀποδει-

345

a

κνύναι, καὶ καλεῖ μάρτυρα ἀξιόπιστον Πλάτωνα τὸν Ἀθη-

ναῖον, καὶ ὅσα ἐκεῖνος ἴχνη δίδωσι καὶ σημεῖα τοῦ σοφιστοῦ,

πάντα ἀκριβῶς ἀπαριθμεῖται αὐταῖς λέξεσι καὶ αὐτοῖς

ῥήμασιν, ὥσπερ οἱ τοὺς νόμους ἀναγινώσκοντες. σὺ δὲ

ἀφεὶς τοὺς νόμους αὐτοὺς αἰτιᾶσθαι, εἰ τοιοῦτοί εἰσιν ὥστε

σε δάκνειν καὶ ἀνιᾶν, πράγματα ἐμοὶ παρέχεις τῷ κατα-

φυγόντι ἐπὶ τοὺς νόμους, ὥσπερ οἱ διωκόμενοι ἐπὶ τὰ ἱερὰ

πρὸ θεῶν. εἰ δὲ ἐπ' ἄλλῳ τῴ με ἐσυκοφάντουν, ἄλλ' ἄττα

b

ἂν προὐτεινάμην τοῖς καθημένοις καὶ οὐ τὰ αὐτὰ καὶ τὸν

αὐτὸν τρόπον, ὅτι τούτῳ ὑπεύθυνός ἐστι τῷ ἐγκλήματι ὁ

ταδὶ ποιῶν καὶ ταδί. καὶ ἐγὼ εἰ μὲν ταὐτὰ ποιῶ, τιμω-

ρεῖσθε, εἰ δὲ μή, ἀλλ' ἀφίετε· καὶ εἴ τις ἐμοῦ ταῦτα διεξ-

ιόντος ἀναστὰς ἀνέκραγεν ὅτι σύ γε τοῦ δεῖνος κατηγορή-

σων εἰσελήλυθας—ἐκεῖνον γὰρ ἅπαντες ἴσμεν ταῦτα ἃ

φῂς ἐργαζόμενον—εἶπον ἂν πρὸς αὐτόν, ὦ λῷστε, ἀλλ'

ἐμοὶ καὶ τῷ ἀνθρώπῳ ἐκείνῳ οὐδὲν πρᾶγμά ἐστι, καὶ μὴ

διάβαλλε ἡμᾶς πρὸς ἀλλήλους μηδὲ προστίθει τοῖς ἐμοῖς

c

λόγοις ἅττα ἂν σὺ δοξάζῃς, μηδὲ ἐξηγοῦ ἃ ἐγὼ λέγω, ὡς

σὺ ξυνίης, ἀλλ' ὡς ἐγὼ λέγω. ἐγὼ γὰρ τὸ ἐμαυτοῦ μόνον

περί του σκοπῶ, καὶ τοῦτο εὖ θησόμενος παρεκάλεσα τοὺς

δικαστάς. καὶ νῦν οὐκ ἄλλ' ἄττα ἢ ταῦτα λέγω. οὐκ ὀρθῶς

φημι ὀνομάζειν τοὺς ὀνομάζοντάς με σοφιστήν· οὐδὲ γάρ

με ἱκανὸν εἶναι ἐξ ὧν οἱ σοφισταὶ εὐδοκιμοῦσι. ταῦτα δέ

ἐστιν ἅ φησιν ὁ θεσπέσιος Πλάτων, τά τε ἄλλα καὶ ὅσα

λέγει ἐν τῷ βραχυτέρῳ Ἱππίᾳ πρὸς αὐτὸν ἐκεῖνον Ἱππίαν,

αὐτόν τε ἐκεῖνον ἐπιδείκνυσθαι καὶ τοὺς ἄλλους σοφιστὰς

d

ἐπιτηδεύειν. καὶ τὰ ῥήματα ἐκεῖθεν ταῦτά ἐστιν ἀγαμένου

δῆθεν Σωκράτους καὶ ἐκπεπληγμένου, ὅτι ἀφίκετό ποτε

εἰς Ὀλυμπίαν Ἱππίας οὐ μόνον ἄλλ' ἀμήχανα ὅσα ἐπιδει-

κνύμενος, ἀλλὰ καὶ ἔπη καὶ τραγῳδίαν καὶ διθυράμβους

καὶ πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους καὶ

περὶ ῥυθμῶν ἁρμονίας καὶ γραμμάτων ὀρθότητος καὶ

ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν καὶ τὴν περὶ

φύσεως θεωρίαν. ἐμοὶ δέ, ὦ ἄνδρες, τοσοῦτος σωρὸς καὶ

346

a

ἑσμὸς σοφίας οὔτε ἐκτήθη ποτὲ οὔτε μὴν κτηθείη, λέγω

δὲ οὐδὲ ἄλλῳ τῶν ἐν τῇ πόλει. ἴσως γὰρ καὶ ὑπὲρ τὴν φύσιν

ἐστὶ τὴν ἀνθρωπίνην οὕτω δυσαριθμήτων ἀγαθῶν πλοῦ-

τον καὶ θησαυρὸν μιᾷ ψυχῇ ἐναποκεῖσθαι. εἰ δὲ σύ τινα

οὕτως εὐδαίμονα τῶν ἡμετέρων πολιτῶν ὑπολαμβάνεις,

μακάριος μὲν ἐκεῖνος τῆς εὐποτμίας, μακάριοι δὲ οἱ συνόν-

τες αὐτῷ· ἐγὼ μέντοι, ὦ θαυμάσιε, τοῦ μακαρισμοῦ τού-

του πόρρω ἀφέστηκα, καὶ οὐχ ὅτι τὸ πρᾶγμα ἀδίκημα

τοῦτό ἐστι, διὰ τοῦτο ἐξαρνοῦμαι, οὐδὲ ὅτι ἄξιον φυγῆς ἢ

b

θανάτου, ἀλλ' αὖθίς σοι καὶ αὖθις λέγω ὅτι ἐγὼ αὐτοῦ

πόρρω ἀφέστηκα.

Τί ἂν οὖν τις πρός με ἀγανακτοίη, εἰ ὁμολογῶ δημοσίᾳ

ὅτι πένομαι σοφίας καὶ ὀλίγα πάνυ ἐστὶν ἃ ἐπίσταμαι, καὶ

ταῦτα ἐν πολλῷ χρόνῳ ἐκμελετῶν καὶ ἄνω καὶ κάτω

ἐγκαλινδούμενος; ἐπεὶ καὶ αὐτοῖς τοῖς ὀλίγοις βρενθύομαι

ἴσως καὶ αὐθαδίζομαι, καὶ ἐπεστόμισεν ἄν με Σωκράτης

ὡς ἀλαζόνα ὄντα, διότι μηδὲ εἶναι σοφὸς ᾤετο καὶ ὡμολό-

γει ὃν σοφώτατον ἀνεῖπεν ὁ θεός. ἀλλὰ σὺ μορμολύττῃ με

c

καὶ ἐρεσχελεῖς. ὅσοι γὰρ νῦν ἐν τῇ πόλει σοφισταὶ ὀνομά-

ζονται, πάντας οἶδα ἐγὼ δεξιοὺς καὶ φιλανθρώπους καὶ

οὐδένα αὐτῶν ἀμφισβητοῦντα τῆς Ἱππίου μεγαλαυχίας.

οὐκοῦν οὐδείς μοι αὐτῶν πολεμεῖ καὶ δυσμεναίνει, ὅτι οὔ

φημι σοφιστὴς εἶναι· οὐδὲ γὰρ τῶν ἰατρῶν οὐδείς, ὅτι

φημὶ εἶναι κιθαριστής. ἐπεὶ εἰ πάντες μοι πολέμιοι ἦσαν,

d

ὁπόσοι οὐ τὰς αὐτὰς τέχνας ἐργάζονται, πάλαι φροῦδα ἂν

ἦν τὰ ἐμὰ πράγματα ἐξ ἀνθρώπων.

Καὶ δῆτα ἐκεῖνος, ὅστις ποτέ ἐστιν ὃν σὺ ὀνειροπολεῖς

καὶ μαντεύῃ, οὐ προσήκει αὐτῷ ὁ λόγος. καὶ τί ἂν ἄχθοιτο

καὶ δυσχεραίνοι; ἢ εἰ τὰ μάλιστα δῆλός σοί ἐστιν ἀνιώμε-

νος, οὐ πρὸς τὸν λόγον χρὴ ἀνιᾶσθαι, ἀλλὰ πρὸς τὸ ἔργον,

δι' ὃ προσήκων αὐτῷ ἐφάνη ὁ λόγος. οὐ γὰρ οἱ λόγοι τὰ

347

a

πράγματα ἡμῖν προστιθέασιν· ὡς οὐδέν γε ἂν ἦν εὐπετέ-

στερον ἀνθρωπίνης εὐδαιμονίας· ἀλλ' ὅταν τὸ πρᾶγμα

ὑπάρχῃ, τηνικαῦτα συνομαρτεῖ καὶ ὁ τοῦ πράγματος λόγος.

χρὴ οὖν ἐκεῖνο ἀποσκευάσασθαι, καὶ ἡ σκιὰ συναπελήλα-

ται τῷ στερεμνίῳ. ἀλλ', ὅπερ ἐγὼ καὶ ἔμπροσθεν ἔφην,

οὐδένα σοφὸν οὕτως ἐξευρίσκω ἐν τῇ πόλει τῇ ἡμετέρᾳ,

ὅτῳ ἂν αὕτη ἡ προσποίησις ἐφαρμόσειε τοῦ καταλόγου

τῶν διδαγμάτων, ἀλλὰ καὶ κολοβοὶ ἅπαντες καὶ ἡμιτελεῖς

πρὸς τὸν Ἱππίαν. καὶ εἰ μέν τις οἷός τέ ἐστι ξυντιθέναι

τραγῳδίαν καὶ ἔπη καὶ διθυράμβους, ὥσπερ ὁ ἔναγχος

b

ἐπιδημήσας Αἰγύπτιος νεανίσκος, ἀλλὰ ἀμαθής γε εἶναι

ὁμολογεῖ τὴν ὑψηλοτέραν σοφίαν. εἰ δέ τις ἐκείνην ποιεῖται

ἄκρος τε εἶναι καὶ κορυφαῖος, τά τε σμικρὰ ταῦτα οὐκ

ἀξιοῖ καὶ χαμαίζηλα δημιουργεῖν, οὐκοῦν οὐδ' ἄχρι κόμ-

ματος οὐδ' ἐλεγείου. ὥστε οὐδεὶς ἂν ἐν δίκῃ ἡμῖν χαλε-

παίνοι ἐπὶ τῷ λόγῳ οὗ εἴσω κάμπτει καὶ ὁλοκλήρου οὐκ

ἐξικνεῖται.

Ὅτι δὲ οἱ σοφισταὶ οὕτω κηλοῦσι τοὺς νέους εἰς τὰς

μεγάλας πόλεις ἰόντες καὶ ἐν ταύταις πείθοντες τὰς τῶν

ἄλλων συνουσίας ἀπολιπόντας καὶ οἰκείων καὶ ὀθνείων καὶ

c

νεωτέρων καὶ πρεσβυτέρων αὐτοῖς συνεῖναι καὶ θυραυλεῖν,

ἀμελοῦντας γάμων τε καὶ παιδοποιίας, οὐκ ἐμὸς οὗτος ὁ

μῦθος, ἀλλὰ Πλάτωνος τοῦ σοφοῦ ἄντικρυς τοῖς ῥήμασιν

οἷς ἄρτι εἶπον. καὶ οὐδὲ αὕτη λοιδορία ἐστίν, ἀλλὰ καὶ

Πλάτων βελτίστους καλεῖ τοὺς τοιούτους καὶ ἐγὼ χρη-

στοὺς ὠνόμασα ἐν τῷ λόγῳ, καὶ τῷ ὄντι νέου αὕτη ἐστὶν

ἡ εὐδοκίμησις καὶ ἀρετή, ὃν ἂν ὑπολάβῃ αὐτὸν ἀμείνω

ποιήσειν, ὑπὲρ τούτου καὶ χρήματα ἀναλίσκειν καὶ τῷ

σώματι ταλαιπωρεῖσθαι. καὶ τὸν Καλλίαν οὐδεὶς μέμφεται

ἐπὶ τούτῳ, ὅτι μὴ μόνον Πρωταγόραν ἐθεράπευε καὶ περι-

d

εῖπεν, ἀλλὰ καὶ Ἀντίμοιρον τὸν Μενδαῖον καὶ τοὺς ἄλλους

μαθητὰς Πρωταγόρου, καὶ ἐκκενώσας τὸ ταμιεῖον τοῖς

σοφισταῖς ξενῶνα κατεσκευάσατο· γεννικῆς γὰρ τοῦτο

σημεῖον καὶ φιλομαθοῦς διανοίας· ἀλλ' ὅτι πρὸς Σωκράτην

οὐχ ἑώρα τὸν Σωφρονίσκου, οὐδὲ ἐτιτρώσκετο ὑπὸ τῶν

λόγων, οὓς θαμὰ εἰώθει λέγειν ἅπασιν Ἀθηναίοις, τοῦτο

348

a

ἴσως οὐκ εὔδαιμον πάνυ τῆς Καλλίου φιληκοΐας. ἐπεὶ καὶ

τὸν Κλεινίου Ἀλκιβιάδην οὐ κωμῳδεῖ Πλάτων ἐν τῷ

συνδείπνῳ ἐξομολογούμενον πρὸς τοὺς συμπότας ὅτι

ἕτοιμος ἦν πάντα χαρίζεσθαι τῷ διδασκάλῳ, ἀλλ' ἐκεῖνος

ὁ λόγος ὑπερήφανος ὕμνος ἐστὶ Σωκράτους καὶ Ἀλκιβιά-

δου· τοῦ μέν, ὅτι μόνου ἑάλω 〈αὐτοῦ,〉 τοῦ δέ, ὅτι μόνος

οὐχ ἑάλω Ἀλκιβιάδου. εἰ δὲ ὁ μὲν πρὸς ἅπαντα εἶκεν,

ὁ δὲ πρὸς μηδὲν ἐποίει ἀμείνω, Ἀλκιβιάδου μὲν ἔπαινος

ἦν, Σωκράτους δὲ κατηγορία.

{ΘΕΣΙΣ ΕΙ ΓΕΩΡΓΗΤΕΟΝ}Ἡσίοδος ὁ Ἀσκραῖος, ὃς μετὰ τῆς δάφνης τὴν μουσικὴνπαρὰ τῶν Μουσῶν αὐτῶν δέξασθαι λέγεται, τὴν ποίησινδιανείμας εἰς ἡρώων τε καὶ Μουσῶν ἐπαίνους καὶ τὴν γεωρ-γίαν ἐν τούτοις ἔταξε, τὴν φύσιν τε ἐπαινῶν τοῦ πράγματοςπᾶσαν καὶ μαθητὰς τῆς τέχνης ποιούμενος ἡμᾶς, καὶ τοὺςπερὶ γεωργίας λόγους τοῖς περὶ ἀρετῆς καταμίξας, ὡςταὐτὸν ὄν, γεωργίαν καὶ ἀρετὴν δι' ἀλλήλων καὶ ἅμα μα-θόντας εἰδέναι. δεῖ δὲ ἤδη καὶ ἡμᾶς Ἡσιόδῳ καὶ Μούσαιςἀκολουθοῦντας ἐπιδεῖξαι διὰ πλειόνων ὡς ἄρα οὐ μάτηνἩσίοδος σοφὸς ἐνομίσθη, ἀλλ' εἰς τοσοῦτον εὐκλείας διὰτοὺς εἰς γεωργίαν λόγους προῆλθεν, ὥστε καὶ Ὁμήρῳπερὶ σοφίας καὶ μουσικῆς ἐν ταφαῖς Ἀμφιδάμαντος εἰςἀγῶνα ἐλθὼν παρὰ τῶν κριτῶν τὸν στέφανον καὶ τὴν νίκηνἔχειν. ὁ μὲν γὰρ πολέμους καὶ μάχας καὶ τὸν συνασπισμὸντοῖν Αἰάντοιν καὶ ἄλλα τοιαῦτα προσῇδεν, ὁ δὲ γῆς τεὕμνησεν ἔργα καὶ ἡμέρας, ἐν αἷς τὰ ἔργα βελτίω γίνεται·καὶ διὰ ταῦτα πᾶσι τοῖς κριταῖς κρατεῖ. κεκλήσθων δὲἐπίκουροι πρὸς τὸν λόγον οἵ τε ἔφοροι γεωργίας θεοὶ καὶμούσης ἁπάσης εἰ δή τι κράτιστον, καὶ ὁ μουσηγέτης αὐ-τός, ἐπειδὴ καὶ τὰς ἐνιαυσίας [καὶ τὰς] ἀμοιβὰς οὐχ ὑπὲρτούτου μόνον, ἀλλὰ καὶ ὑπὲρ πάντων ὧν ἐκ θεοῦ ἔχου-σιν ἄνθρωποι παρὰ γεωργίας κομίζονται, σπονδὰς καὶθυσίας καὶ δαῖτας, καὶ ὅσα φύουσιν ἐκ τῆς γῆς Ὧραι·εἰ δὲ καὶ Διόνυσον καλοῖμεν καὶ νύμφας καὶ Δήμητροςκόρην ὑέτιόν τε Δία καὶ Ποσειδῶνα φυτάλμιον, πλησιάζο-μεν ἤδη ταῖς τελεταῖς καὶ τὴν Προδίκου σοφίαν τοῖς λόγοιςἐγκαταμίξομεν, ὃς ἱερουργίαν πᾶσαν ἀνθρώπων καὶ μυ-στήρια καὶ πανηγύρεις καὶ τελετὰς τῶν γεωργίας καλῶνἐξάπτει, νομίζων καὶ θεῶν εὔνοιαν ἐντεῦθεν εἰς ἀνθρώ-πους ἐλθεῖν καὶ πᾶσαν εὐσέβειαν ἐγγυώμενος. οὐ μὴνοὐδὲ Ὀρφέως τελετάς τε καὶ ὄργια γεωργίας ἐκτὸς συμ-βέβηκεν εἶναι, ἀλλὰ καὶ ὁ μῦθος τοῦτο αἰνίττεται, πάντακηλεῖν τε καὶ θέλγειν τὸν Ὀρφέα λέγων, ὑπὸ τῶν καρπῶντῶν ἡμέρων ὧν γεωργία παρέχει πᾶσαν ἡμερῶσαι φύσινκαὶ θηρίων δίαιταν, καὶ τὸ ἐν ταῖς ψυχαῖς θηριῶδες ἐκκό-ψαι καὶ ἡμερῶσαι. καὶ τὰ θηρία γὰρ τῷ μέλει κηλεῖν ἐπι-στεύθη θυσίας τε πάσας καὶ τελετὰς διὰ τῶν ἐκ γεωργίαςκαλῶν εἰς θεοὺς ἀνάγων. πάντας γοῦν ἀνθρώπους ἐπῆλθετῇ δόξῃ καὶ πάντες ἐδέξαντο γεωργίαν. κἂν εἰς Αἰθίοπαςἔλθῃς ἐξ ἀνατολῶν διὰ μεσημβρίας εἰς δύσιν παρατεταμέ-νους, κἂν Κελτοὺς τὸ ἀρκτῷον κατέχοντας μέρος, κἂντοὺς διὰ μέσου, γεωργοὶ καὶ ἀρόται καὶ φυτοσκάφοι· καὶοἷς πλείω τὰ τῆς γεωργίας, οὗτοι μᾶλλον εὐδαίμονες. εἰδέ τις ἄξενος Σκυθῶν καὶ ἀνήμερος βίον ἀλήτην γεωργίαςπροὐτίμησεν, ἐν οἷς ἁμαρτάνει τὴν δίκην ἔχει, ἀνέστιος,ἀλήτης, δίαιταν θηρίων μετιών· ὡς κἀν τούτῳ γεωργίανθαυμασιωτέραν εἶναι, τῷ χαλεπώτατα εἶναι καὶ ἀγριώτατατῶν ἐθνῶν, εἴπερ ὄντως ἐστίν, ὅσα γηπονίαν ἠτίμασε. καί-τοι καὶ τούτους, εἰ καὶ οὐ πονοῦσι περὶ τὴν γῆν, τοὺς γεωρ-γίας καρποὺς ἑτέρωθεν εἰσκομιζομένους λέγουσι διαζῆν.καί τις ποιητὴς ὀδύρεται τούτους, ὅτι νήιδές εἰσιν ἀσταχύωνκαὶ ἀνήκοοι σπορᾶς τε καὶ θέρους, παραχρῆμα ἐπαγαγὼνὅτι τοῖς θηρίοις ἐξ ἴσης ἄνευ γεωργίας καὶ οἴκων διαζῶσιν. Οἷς δὲ ὁ βίος ἥμερος καὶ ὑπόστεγος, οὗτοι τῆς περὶτροφὴν ἀνάγκης ἀπαλλαγέντες πρὸς οὐρανόν τε ἀνέβλεψανθεούς τε ἐτίμησαν καὶ δίκῃ καὶ νόμοις ἐχρήσαντο πρῶτοι,οὐκ ἔτ' οὔσης ἀνάγκης τοῖς ἀναγκαίοις προσκαρτερεῖν,ἀλλ' εὐπορίᾳ βίου σοφίαν ἀσκοῦντες. οἱ δὲ πόλεις τεἐδείμαντο καὶ νεὼς ἤγειραν καὶ δίκῃ χρῶνται καὶ νόμουςἔθεντο· ὥστε καὶ τῶν νόμων αὐτῇ περίεστι μᾶλλον ἢ τοῖςἄλλοις πᾶσιν. ἡδὶ καὶ εἶναι ἀνθρώπους καὶ γράψαι νόμιμακαὶ γραψαμένους κυρῶσαι παρέσχε. καὶ πλείω περὶ ταύτηςοἱ νομοθέται σπουδὴν ἢ περὶ τῶν ἄλλων πεποίηνται. καὶοἷς εἰρήνη δι' ἐπιθυμίας καὶ οἷς πόλεμος ἀναγκαῖον, οἱ μὲνἀπωθοῦνται τὸν πόλεμον διὰ τὸν νόμον, οἱ δ' ἐπὶ τῷδετὸν πόλεμον συνέταξαν, ἵνα μηδεὶς φθείρῃ τὰ γηπόνωνἔργα, οἱ δὲ τὴν εἰρήνην ἐφύλαξαν, ὅπως ἐν ἀδείᾳ φυτο-σκάφος καὶ ἀρότης εἴη, καὶ ταῖς ὥραις ἐξείη τὰ τούτωνἐκτρέφειν. καὶ ἐμπορικοὶ νόμοι τοῦτο ἐθέλουσι, τὸ τῶνκαρπῶν τοὺς ἐλλείποντας καὶ ἑκάστοις περιττεύονταςἀδεῶς παρ' ἀλλήλους διακομίζειν. Ἐκ δὲ τῶν νόμων ἄνθρωποι τὸ δίκαιον εὗρον καὶ εὑρόν-τες φυλάττουσιν· ὥστε καὶ δικαιοσύνην μάλιστα ἐντεῦθενεἰκὸς περιγίνεσθαι τοῖς ἀνθρώποις. οὐδὲ γὰρ σχολὴ γεωρ-γοῖς ἀδικεῖν, οὐ δι' ἔνδειαν ἀναγκαζομένοις, ἀλλ' ἐνἀφθονίᾳ διάγουσιν. οἷς δὲ σχολὴ ἀπὸ τῶν ἔργων εἰς ἀδι-κίαν, ἀστικοί τε ἄνδρες καὶ εἰ δή τις ἄλλος γεωργίας ἐκτὸςσυκοφαντίαν καὶ ἀδικίαν τιμῶσι. ὁ δὲ γεωργὸς ἁπλοῦν καὶγενναῖον ἓν ἀγαθὸν εἰδώς, ὃ παρὰ τῆς γῆς σὺν ταῖς ὥραιςἐπιμελούμενος κομίζεται, πολυπραγμοσύνην δὲ ἀρχὴν ἀδι-κίας πεπιστευμένος εἶναι καὶ πόρρωθεν φυλαττόμενος.οὕτω δὲ ἀκριβῶς ἀλλότριος ἀδικίας κατὰ φύσιν ἐστὶν ὥστεκαθάπερ τὰ φύσει πολέμια τῶν στοιχείων, οἷον ὕδωρ καὶπῦρ, ἄμικτα πρὸς ἄλληλά ἐστι, κἂν πλησιάσωσι, θάτερονἀνῄρηται πάντως, οὕτως ἀδικίας ἐγγινομένης πόλεμοί τεαὐτίκα καὶ στάσεις καὶ φθορὰ γεωργίας ἀκολουθεῖ, δι-καιοσύνης δὲ καὶ εὐνομίας κρατούσης ἔρρωται ἡ γῆ τοῖςκαρποῖς. Φησὶ δὲ Ὅμηρος καὶ Ἡσίοδος καὶ τὰ ἐξ οὐρανοῦ τοῖςτοιούτοις ἵλεώ τε εἶναι καὶ σὺν εὐμενείᾳ χωρεῖν, χαλαζῶνμὲν καλινδουμένων ἐπὶ τοὺς ἀδίκους καὶ ὄμβρων ἀγόνων καὶλοιμῶν, τοῖς δικαίοις δὲ εἰς γεωργίαν τῆς ἀμοιβῆς οὔσης,ὑετῶν μὲν ἐκ τοῦ Διὸς ἐπιχεομένων ἡμέρων, δρυῶν δὲ καὶτὰ οἰκεῖα καὶ μέλι φερουσῶν, ἐπειδὴ τὰ κοῖλα τῶν δέν-δρων καὶ ἅμα ἄκαρπα κηρίων τὰ σμήνη πληροῦσιν. Ἐκ δὴ τούτων οὐκ ἔτι χαλεπὸν γνωρίζειν ὡς οὐδὲνἀνθρώποις οὕτω λυσιτελές ἐστιν ὡς γηπονίας τε ἐπιμελη-θῆναι καὶ ἐμβιῶναι τῇ τέχνῃ. εἴτε γὰρ τὸ αὔταρκες τίμιον,ἐντεῦθεν ἀφθονία τῶν ἐπιτηδείων, εἴτε εὐπορία διὰ σπου-δῆς, Δήμητρος παῖδα τὸν Πλοῦτον ποιηταὶ ᾄδουσιν, ὡςοὐδαμόθεν ἔξωθεν οὕτως αὐξανομένης περιουσίας ὡς διὰ