tlg2001.tlg030
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Θέσις εἰ γεωργητέον, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 181–186.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg030.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τῶν ἐκ γεωργίας καλῶν. αἱ μὲν γὰρ ἄλλαι τέχναι ἐπι-νοίας πᾶσαι προσδέονται, καὶ οὐ μόνον τέχναι, ἀλλὰ καὶἐπιτηδεύματα, καὶ οἱ τὰς δυνάμεις ἔχοντες καὶ οἱ τὰ σκῆπ-τρα κομίζοντες ἐν ἐκείνοις ἔχουσι καὶ τῆς βασιλείας καὶτῆς δυνάμεως 〈καὶ〉 τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶντὰς ἐλπίδας· γεωργία δὲ ἀπὸ περιττῶν τοῖς λοιποῖς χορη-γεῖ. οὐκοῦν οὐδὲ τῷ βασιλεῖ ὄφελος οὐδὲ ἕν, κἂν Ἀχαιμενί-δης, κἂν Ἡρακλείδης, κἂν ὁστισοῦν εἶναι αὐχῇ, εἰ μὴτοῖς ὅπλοις τὰ τῶν τροφῶν τῆς παρασκευῆς ἁπάσηςἡγοῖτο. καὶ ὅστις γραφεύς ἐστιν, ἢ ποιητὴς ἀγαλμάτων,καὶ ἐμπορία καὶ ναυτιλία, καὶ τί δεῖ πᾶσιν ἐπεξελθεῖν;οὐκ ἔστιν ὃς μὴ γεωργίας προσδεῖται. καὶ παρούσης μὲνκαὶ χορηγούσης τὴν ἀφθονίαν ἀνθεῖ τὸ οἰκεῖον ἔργονἑκάστοις καὶ τὴν σπουδὴν εἰς πέρας ἀγαθὸν προάγει· εἰδὲ τὰ ἐκεῖθεν ἐλλείποι, οὐδὲν εἰς τὸν βίον ὑπόλοιπον.{ΠΕΡΙ ΠΡΟΕΔΡΙΑΣΕΙΣ ΤΗΝ ΣΥΓΚΛΗΤΟΝ}Πολλάκις ὑμῖν, ὦ πατέρες συγγεγραμμένοι, βουληθεὶςἐν κοινῷ διαλεχθῆναι περὶ ὧν ἰδίᾳ τινὲς πρὸς ἐμὲ δυσχε-ραίνουσι, τοῦτον εἶναι καιρὸν ἐπιτηδειότατον ὑπολαμβάνω,ἐν ᾧ δίδωσιν ἐκεχειρίαν ὁ νόμος καὶ τοῖς σφόδρα ὑπόπτωςπρὸς ἀλλήλους διακειμένοις, τὴν ἱερομηνίαν τοῦ ἔτους.ἴσως γὰρ ἂν γένοιντο πραότεροι καταμαθόντες τὴν ἐμὴνγνώμην ὑπὲρ ὧν ἀμφισβητεῖν με νῦν πρὸς αὐτοὺς ὑπολαμ-βάνουσιν. ἐρῶ δὲ ὡς ἔνι μάλιστα συντόμως καὶ τοῦ καιροῦστοχαζόμενος. Ἐγὼ τοῖς δοκιμωτάτοις τῶν ἀρχαίων φιλοσόφων ἀκο-λουθήσας, οἳ δύο εἶναι τῆς φιλοσοφίας ὁδοὺς ἐξηγοῦνται,τὴν μὲν θειοτέραν, τὴν δὲ τοῖς κοινοῖς ὠφελιμωτέραν, τὴνὑμῖν λυσιτελοῦσαν προετίμησα τῆς μόνον τὸ ἐμὸν ἴδιονἐξεταζούσης, καὶ ἐν πολιτείᾳ φιλοσοφίαν εἱλόμην, ἑπό-μενος Σωκράτει καὶ Ἀριστοτέλει καὶ πρό γε τούτων τοῖςὑμνουμένοις ἑπτὰ σοφοῖς, οἳ τὰ ἔργα τοῖς λόγοις ἐγκατα-μίξαντες οὔτε ἄπρακτον οὔτε ἀσυντελῆ τοῖς κοινοῖς ἐπ-εδείξαντο φιλοσοφίαν. τούτοις ἅπασιν ἀκολουθήσας τεσσα-ράκοντα ἔτη ταῦτα σχεδὸν ἐτέλεσα λειτουργῶν ὑμῖν ἐκτῶν λόγων καὶ πρεσβεύων ἐφεξῆς ὁπόσας αὐτοὶ ἴστε πρεσ-βείας οὐκ ἀτίμως οὐδὲ ἀδόξως οὐδὲ ἀναξίως τῆς ὑμετέραςχειροτονίας, τὰς μὲν καθ' ἑαυτόν, τὰς δὲ τοῖς ἀρίστοιςὑμῶν κοινωνῶν. Καὶ τὰ κεφάλαια τῶν κατορθωμάτων ἐκείνων ὑμῖνμὲν ἴσως μεμνῆσθαι καλόν, ἡμῖν δὲ ἐπιλελῆσθαι. ἐφ' οἷςἅπασι τὰς πρεπούσας τιμὰς καὶ παρ' ὑμῶν καὶ παρὰ τῶναὐτοκρατόρων ὥσπερ ἆθλα εὐμενῶς προσιέμην, οὐκἐμαυτοῦ χάριν οὐδ' ὡς βελτίων ἐσόμενος, ἀλλὰ τὸ Πλάτω-νος ἐννοῶν, καὶ βουλόμενος πολλοὺς ὑμῖν πολίτας τοιού-τους γενέσθαι. ἀσκεῖται γὰρ ἀεί, φησί, τὸ τιμώμενον,ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. καὶ διὰ τοῦτο οὐδὲ πρὸςτὰς χαλκᾶς ἐδυσκόλανα τὰς δύο ταύτας εἰκόνας, οὐδὲ ὁπη-νίκα πάροχον ἑαυτῷ ποιεῖσθαι δεῖν ᾤετό με ὁ αὐτοκρά-τωρ, οὐδὲ ὅτε τὰς δέλτους ἐδίδου τὰς πολυθρυλήτους· οἷςμὲν οἷοί τε ἦσαν τιμᾶν τοὺς φιλοσοφοῦντας οἱ βασιλεύοντεςἐφιείς, σχολὴν δὲ παντάπασι μὴ ἐπιτρέπων καὶ μετάγωνἐπὶ φροντίδας ἐλάττους ἀντὶ μειζόνων. Εἶτα λέγει τις ὅτι ψευδεῖς αἱ πινακίδες. καὶ ἔστωσανμὲν αἱ πινακίδες ψευδεῖς τῷ γε πινακίσιν ἰσχυριζομένῳπρὸς ὑπεροχὴν ἀρετῆς, ἀλλ' ὅμως πρὸς τοῦτον τὸν λόγονδότε μοι μικρὸν ἀποκρίνασθαι μετὰ παρρησίας. ἐγὼψευδῆ τιμὴν ἐκείνην ὑπολαμβάνω, ἣν ἄν τις ὠνησάμενοςἔχοι χρημάτων, ἢ προσαιτήσας πολλὰ καὶ θυραυλήσας, ἢμισθὸν αὐλικῆς διακονίας. ἣν δ' ἄν τις ἀρετῆς καὶ παι-δείας ἆθλον κομίσαιτο, ὡς μόνον ἐνὸν τοῖς διδοῦσι, μήτεπραγματευσάμενος μήτε προθεὶς ἱκετηρίαν, ταύτην ἐγὼτὴν τιμὴν ἐνδεεστέραν μέν φημι τῆς ἀξίας, ψευδῆ δὲ οὐδα-μῶς, εἰ μὴ καὶ τὰς εἰς τὸ θεῖον τιμὰς ψευδεῖς εἶναί τις ὑπο-λαμβάνει, ὅτι τῆς ἀξίας οὐκ ἐφικνοῦνται. Ἐμοὶ τῶν ἐπαργύρων ὀχημάτων καὶ τῶν μεγαλοφώνωνκηρύκων ὑψηλοτέρα ἀρχὴ ἡ ἀπὸ τῶν λόγων, ἣν οὔτε δοῦναιβασιλεῦσιν ἔστιν οὔτε ἀφελέσθαι. ταύτην γὰρ κἂν ἐπὶχρυσοῦ καθέζωμαι κἂν ἐπὶ ξύλου κἂν ἐπὶ χαμαιζήλου θρο-νίδος, ἐμαυτῷ συμπεριφέρω, καὶ τὸ σῶμα ἀπολιπόντιμόνη παραμένει. ταύτην ἄρχει τὴν ἀρχὴν μέχρι νῦν ὁἈρίστωνος, ταύτην Ἀριστοτέλης, ταύτην Σπεύσιππος,ταύτην Ξενοκράτης. ἢ οὐ δοκοῦσιν ἄρχειν ὑμῖν οἱ νομο-θετοῦντες τῶν τοῖς νόμοις ὑπακουόντων, οἱ διδάσκοντεςτῶν μανθανόντων, οἱ πείθοντες ἀρετὴν μεταδιώκειν τῶνπειθομένων; καὶ ταύτην ἄρχουσι τὴν ἀρχὴν πλεῖν ἑπτα-κόσια ἔτη, καὶ ἄρξουσί γε ἔτι καὶ ἐφεξῆς, ἕως ἂν τίκτων-ται ἄνθρωποι διαφέροντες συῶν καὶ τῶν λοιπῶν ζῴων,ὅσον οὐκ ἦρξαν χρόνον Πέρσαι μετὰ Ἀσσυρίους, ὅσον οὐδ'οἱ ἐγγὺς Μακεδόνες, ὅσον οὐδέπω Ῥωμαῖοι. τί γὰρ δεῖχρόνου γε ἕνεκεν τῆς ἀρχῆς ἢ Φίλιππον Πλάτωνι παρα-βάλλειν, ἢ Ἀλέξανδρον Ἀριστοτέλει; ἐκείνοις τήμερονοὐδεὶς ὑπακούει, ἀλλ' οὐδὲ τὰ δόγματα αὐτῶν οὐδὲ οἱνόμοι ἔχουσί τινα δύναμιν ἐν τοῖς ἀνθρώποις. τὰ δὲ Πλά-τωνος δόγματα καὶ Ἀριστοτέλους ἐνεργὰ ἔτι καὶ ἀκραιφ-νῆ, καὶ ἐν τοσαύταις μεταβολαῖς αὐτοκρατόρων καὶ ἡγε-μόνων ἀμετάβλητα διαμένει καὶ ἀκίνητα καὶ ἀσάλευτα. τίςἈλεξάνδρῳ νῦν τὸν ἑαυτοῦ βίον ἐπονομάζει καθάπερΠλάτωνι; τίς τὸ Φιλίππου νῦν ὄνομα ἐπιγράφεται καθ-άπερ Ἀριστοτέλους; τούτοις σεμνὸν ἐνάριθμον εἶναι, σὺντούτοις καθίζειν, καὶ μετὰ τούτους καὶ ταῖς παρὰ τούτωνπινακίσιν ἰσχυρίζεσθαι ὑψηλόν τε καὶ μεγαλεῖον· δι' ἃςἔξεστί μοι παρακαλέσαντι τὴν Ἀδράστειαν ὑψηλολογῆσαι,οὔ τί μοι τῆς ἀνθρωπίνης χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ.εἰ δ' οὖν καὶ ἀνθρωπίνης τιμῆς δεηθείην, εὐξαίμην ἂνὑμᾶς, οὓς περὶ πλείστου ποιοῦμαι, δικαίους εἶναι κριτὰςἀρετῆς· ἄλλως δὲ ἐχόντων παρ' ἐμοί γε καὶ ἄλλοι, οἵ κ' ἐμὲ τιμήσουσι,μάλιστα δὲ οἱ πατέρες ὑμῶν καὶ ἀρχηγέται, Ῥωμαῖοι, ὧνἐπέδειξα ὑμῖν τὰς φωνάς, ἐν αἷς οἱ πρὸς τὸν οὐρανὸν ἁμιλ-λώμενοι δεῖσθαι τῶν ἡμετέρων ἀγαθῶν ὁμολογοῦσι, καὶπρός γε Ῥωμαίοις οἱ αὐτοκράτορες. ἀρκεῖ μοι Κωνστάν-τιος, κόσμον τῆς ἑαυτοῦ βασιλείας τὴν ἐμὴν φιλοσοφίανεἰπὼν πολλάκις, ἀρκεῖ βιασθεὶς Ἰουλιανὸς τῆς οἰκουμένηςκαλέσαι πρεσβευτὴν ἄξιον, οὐ μόνον τῆς καλλιπόλεως, καὶτὰ πρῶτα φέρεσθαι φιλοσοφίας ἐν γράμμασιν ὁμολογήσας·ἀρκεῖ Οὐάλης, ἡττηθεὶς ὑπὸ τῶν ἐμῶν λόγων πολλάκις·ἱκανός μοι Γρατιανός, σεμνυνόμενος πρὸς Ῥωμαίους ὡςαἴτιος αὐτοῖς γεγονὼς τῆς ἐμῆς ἐπιδημίας· ἀντὶ τῶν ὑψη-λοτάτων θρόνων ποιοῦμαι τὰς τοῦ θεοειδεστάτου Θεοδο-σίου φωνὰς τὰς πρώην ὑμῖν ἀναγνωσθείσας, ἃς εἰ μὲν μι-μοῖσθε καὶ δέχοισθε φιλοσοφίαν τὸν εἰκότα τρόπον, οὐδε-μία μοι ψῆφος τῆς παρ' ὑμῶν ἀσμενιστοτέρα· εἰ δέ τιναςὑμῶν συμπείσουσι τῶν ἀρετῇ τεθαρρηκότων ἐπίπροσθενἄγειν τοὺς τῆς τύχης ἐκκρεμαμένους, οὐκ ἂν ἐγὼ τούτουβουλοίμην τοῦ χοροῦ κοινωνεῖν, ἐν ᾧ τὸ παρὰ μέλος ᾄδειντοῦ σὺν ταῖς Μούσαις εὐδοκιμώτερον φαίνεται. Μούσαιςλέγω· καὶ γὰρ οὐδὲ τοῦτο μικρόν· ὧν καλῶς ποιοῦντεςνεὼν ἀπεδείξατε τὸ βουλευτήριον καὶ τὰ ἀγάλματα κατ-εστήσατε τῶν θεῶν ἐν τῷ σηκῷ ἔνθεν καὶ ἔνθεν. οὐδὲ γὰρἀπέχρησεν ὑμῖν εἷς χορὸς τῶν Μουσῶν, ἀλλ' Ὅμηρος μὲνἐννέα ποιεῖ τὰς πάσας Μούσας ἐν τῷ οὐρανῷ, παρ' ὑμῖν δὲξενίζονται διπλασίους, καὶ μετελήλυθεν ὁ Ἑλικὼν εἰς τὸνΒόσπορον. καὶ οὗτος ἀμείνων κόσμος παρ' ὑμῖν τῆς βουλῆςἢ παρὰ τοῖς πάλαι Ῥωμαίοις.