tlg2001.tlg031
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Περὶ προεδρίας εἰς τὴν σύγκλητον, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 187–192.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg031.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Καίτοι νῦν ἐγὼ πέποιθα ὑμᾶς οὐκ ἐπίδειξιν ποιουμένουςτοῦ κάλλους τῶν ἀγαλμάτων ἐνταῦθα τὰς θεὰς εἰσοικίσα-σθαι, οὗ μηδὲ εἰσιτητὸν οὐδενὶ πλὴν τῶν ἐκκρίτων, ἀλλ' ὑπὲρτοῦ δεῖξαι τοῖς κοινωνοῦσι τοῦ καταλόγου τίνι μάλιστατῶν ἄθλων τὸν μετέχοντα τῆς γερουσίας πλεῖον ἔχειν τῶνἄλλων προσήκει, ὅτι μὴ πλούτῳ μήτε ἀπήναις μήτεῥάβδοις μήτε πελέκεσιν, ἀλλὰ τῇ τῶν Μουσῶν εὐμενείᾳ.ἠκούσατε γὰρ τοῦ ὀνόματος, ὃ καλεῖται ὁ νεὼς οὗτος· κα-λεῖται γὰρ οὐ στρατήγιον οὐδὲ θέατρον οὐδὲ ταμιεῖον,ἀλλὰ γερουσία καὶ βουλευτήριον, ἐν ᾧ τῆς Καλλιόπης ἡπροεδρία καὶ ἀνδρὸς ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο.{ΜΕΤΡΙΟΠΑΘΗΣ Η ΦΙΛΟΤΕΚΝΟΣ}Ὠδῖνες καὶ τόκοι ἀνθρώπων εἰσὶ μέν που καὶ ἐκ τοῦσώματος, εἰσὶ δὲ καὶ ἐξ αὐτῆς ἕτεροι τῆς ψυχῆς. ἄμφω μὲνδὴ ἡ φύσις ἐμηχανήσατο ἀθανασίαν ἐπισκευαστὴν τῷγένει ποριζομένη, τυγχάνει δὲ οὐχ ὁμοίως ἐπ' ἀμφοῖν τοῦβουλήματος, ἀλλὰ τῶν μὲν τῆς ψυχῆς κυημάτων καὶ τὸἀσθενὲς καὶ τὸ ῥωμαλέον ἐν τῇ ἀρετῇ ἀπόκειται τῆς γεν-νώσης, καὶ δὴ ὅσα μὲν φύεται ἔκγονα ψυχῆς ἀγαθῆς καὶἐξ ἀγαθῶν τῶν σπερμάτων, ἐρρωμενέστερά ἐστι καὶ ἀνδρι-κώτερα πάσης ἔξωθεν διολλυούσης ἀνάγκης, καὶ τίκτεταιεὐθὺς ἀκμάζοντα ἐκ τῶν ὠδίνων καὶ διαμένει τοιαῦτα εἰςτὸν ἀεὶ χρόνον, ὅσα δὲ ἐκ φαύλης καὶ ἀσθενοῦς, ἄγονά τέἐστι καὶ ἀνεμιαῖα καὶ οὐ ταμιεύεται αὐτὰ παραλαβοῦσα ἡμνήμη, ἀλλὰ δέχεται ἐκπίπτοντα παραχρῆμα ὁ τῆς λήθηςκόλπος· τοὺς δὲ δὴ ἐκ τοῦ σώματος παῖδας οὔτε ἀρετὴσῴζει τῶν γεννώντων οὔτε κακία διόλλυσιν, ἀλλὰ βασι-λεύουσιν ἄρα τῶν ὠδίνων τούτων Μοῖραί τε καὶ Ἀνάγκηκαὶ τὰ ἄλυτα αὐτῶν καὶ ἀμετάστροφα νήματα. ἐπεὶ εἴ τικαὶ αὐτὴ ἡ γέννα συναπέλαυε τῶν γειναμένων, οὔτ' ἂν Σω-κράτει πρὸ ὥρας ἐτελεύτησε Λαμπροκλῆς οὔτε Πεισιστρά-του Ἱππίας διεδέξατο τὴν τυραννίδα. ἀλλ', ὅπερ εἶπον,Κλωθὼ καὶ Ἄτροπος καὶ Λάχεσις αἱ τῆς Ἀνάγκης θυγα-τέρες ταύτην ἔλαχον τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν. ὅτῳ μὲνοὖν ἐπιδέξια τὸν ἄτρακτον ἐδίνησαν αἱ θεαί, τούτῳ γεκαίπερ ἀσθενεῖς ὄντες οὗτοι οἱ τόκοι καὶ εὐσθενοῦσί τεκαὶ εὐθαλοῦσι καὶ ἀποτίκτουσιν ἐξ αὑτῶν αὖθις ἑτέρουςὥσπερ τὰ σμήνη αἱ μέλιτται, καὶ διδόασι πλείω ὀνόματατῷ ἀρχηγέτῃ, πατέρα καὶ πάππον καὶ προσωτέρω γήρωςεὐδαίμονος ἐπωνυμίας· ὅτῳ δὲ ἐπαρίστερά τε καὶ σκολιά,μακρῷ μὲν ἀνολβότερος, τυφλάς τε εὐθὺς καὶ ἀγόνους τὰςὠδῖνας λαχὼν βαρύνεται, συμφορώτερος δὲ ὅτῳ περὶ τὸνσπόνδυλον τοῦ ἀτράκτου λεπτὸν τὸ λίνον καὶ εὐανθὲς ἐπι-κλώσασαι κᾆτα διέρρηξαν καὶ ἀπέκοψαν. γευσάμενοι γὰροἱ τοιοῦτοι πρὸς μικρὸν χρόνον ὑπούλου τε καὶ ὀδυνηρᾶςἡδονῆς οὐκ εἰς μακρὰν αἰσθάνονται τῆς οὐδενείας τοῦτόκου, καὶ ὅτι ὀνειράτων ἄρα οὐδὲν ἀπέοικε τὰ τοιαῦτα τῆςφύσεως γοητεύματα. οἱ δὲ δὴ ἕτεροι παῖδες, οὓς αἱ Μοῦσαιἐκτρέφουσι καὶ τιθηνοῦνται, πρῶτον μὲν ἐφ' ἑαυτοῖςἀλύπους ἀεὶ παρέχονται τοὺς πατέρας, ἔπειτα παρασκευά-ζουσι καρτερώτατα ὑπομένειν τὰς ἐπὶ τοῖς ἀδελφοῖς συμ-φοράς. ὅθεν δὲ αὐτοῖς ἡ δύναμις τῆς παρασκευῆς εἰ βού-λοισθε ἀκούειν, ἔχοιμ' ἂν λέγειν. Φύεται ἐν τοῖς φιλοσοφίας λειμῶσιν φάρμακον πολύ τεκαὶ ἰσχυρόν, ὁποῖον Ὅμηρος λέγει τὴν τοῦ Διὸς θυγατέραἙλένην παρὰ Πολυδάμνης πορίσασθαι τῆς Αἰγυπτίας.ξυλλεξάμενοι οὖν οἱ παῖδες τῆς πόας καὶ ξυναγείραντεςπολλὴν μὲν ἐκ τῶν Πλάτωνος περιβόλων, πολλὴν δὲ ἐκτῶν Ἀριστοτέλους τοῦ Νικομάχου, καὶ τρίψαντες καὶἐγκερασάμενοι τῷ κρατῆρι τῆς Μνημοσύνης, καταχρίουσίτε καὶ ἐπαλείφουσι τὸν πατέρα. τὸ δὲ αὐτίκα διαίξανἀντιδράττεται εὐθὺς καὶ ἀνθάπτεται τῆς καρδίας καὶ πει-ρᾶται ἐξωθεῖν τὴν ὀδύνην ἀπρὶξ ἐχομένην τε καὶ εἰσδεδυ-κυῖαν εἰς αὐτόν που τὸν μυχὸν τῆς ψυχῆς. ἔνθα δὴ καὶμάλιστα διαφαίνεται τοῦ φαρμάκου ἥ τε ῥώμη καὶ ἡἀνδρεία. ἐπειδὰν γὰρ πανταχόθεν οἱ προσβάλλοντι καὶπειρωμένῳ μηδὲν χαλᾷ μηδὲ ὑπείκῃ ἡ λύπη μηδὲ ὑπό-σπονδος ἐκχωρῇ, ἀλλ' ἀμύνηται καρτερῶς καὶ τὰς προσ-βολὰς ἀποκρούηται τοῦ λόγου, ἀντιπροϊσχομένη τὰἄμαχα κέντρα τῆς φύσεως, τηνικαῦτα ἀποικοδομεῖ τεαὐτὴν ἔνδον καὶ ἀποτειχίζει καὶ περιφράγνυσιν ἁπανταχό-θεν καὶ ἐπιτίθησι κλεῖθρα ἀδαμάντινα ταῖς ἐξόδοις, ὥστεμήτε ἐξακούεσθαι βοῶσαν μήτε ὁρᾶσθαι ἐξαλλομένην·αὐτὸς δὲ τῶν ἔξω ἐπιμελεῖται καὶ παρασκευάζει εἰρη-ναῖά τε καὶ ἥμερα, ὡς μηδεμίαν παρέχειν αἴσθησιν μηδενὶτῆς ἔσω πολιορκίας. οὕτω δὲ ἡ μὲν ὀδύνη ἔνδον μένει καθ-ειργμένη τε καὶ σφαδάζουσα καὶ ἀνήκουστα ὑλακτοῦσα,τὰ δὲ ἔξω πολλὴ εἰρήνη καὶ ἐλευθερία· καὶ οὔτε λουτρὰἀποκλείεται οὔτ' εἰλαπίναι κωλύονται οὔτε σύλλογοιεἰωθότες· ἔστι δὲ ὅτε καὶ γέλως ἐπισκιρτᾷ ἄνω, κοῦφός τεδὴ καὶ ἐπιπολῆς καὶ μετέωρος, ὥστε ἀπιστήσαις ἂν ἐν τῷτοιούτῳ ἀνθρώπῳ μὴ οὐ πάντα εἶναι ἔμπλεα χαρμονῆς.οὕτω τὰ πρόθυρα αὐτοῦ τὸ φάρμακον τοῦτο σκιαγραφεῖγενναιότητι καὶ εὐψυχίᾳ· ἀλλ' ὅμως προσήκει αὐτῷ τόδ'ἔπος ἐκ τῆς κωμῳδίας, οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ὅταν δ' ἀνοίξῃ,οὐχὶ τὴν θύραν, ἀλλὰ τὴν ψυχήν, τρισάθλιος. οὔτι δὲ θέμιςἄνδρα τῷ ὄντι φιλόσοφον εἰς τοῦτο αὐτό ποτε τὸ ὄνομαὑπὸ τῆς τύχης ἐκβιασθῆναι. οὐ μὴν οὐδὲ μακάριος οὐδὲεὐδαίμων. οὐδὲ γὰρ ἐξαρκεῖ ἡ ἀρετὴ καὶ ἡ σοφία καὶ τὰχρηστὰ αὐτῷ ὀνόματα διασώσασθαι, ἀλλ' ἱκανὸν αὐταῖςτὰ δυσώνυμα ἀπωθεῖσθαι. Καὶ ταῦτα μὲν ἔργῳ ἅπαντες οἱ φιλόσοφοι ὑπομένουσι,τῷ λόγῳ δὲ μόνον συγχωροῦσιν οἱ ἐκ τοῦ Λυκείου. τῷ τοιοὐδὲ ὀφλισκάνουσι γέλωτα, οἷον ὦφλέ ποτε Ἀντιγόνῳ Περ-σαῖος ὁ Κιτιεύς· Ἀντιγόνῳ γὰρ τῷ βασιλεῖ συνδιῃτᾶτοΠερσαῖος ὁ τοῦ Ζήνωνος ἑταῖρος. ἀκούων δὲ αὐτοῦ συν-εχῶς ἐξογκουμένου τε καὶ θρυλοῦντος θαμὰ τὰ κομψὰδὴ ταῦτα τῆς ποικίλης νεανιεύματα, ὅτι ὁ σοφὸς ὑπὸ τῆςτύχης ἀήττητός ἐστι καὶ ἀδούλωτος καὶ ἀκέραιος καὶἀπαθής, πᾶσαν ἐπεχείρησεν ἔργῳ ἐλέγξαι τὴν τούτουἀλαζονείαν. ποιεῖται δή τινας ἥκειν ἐμπόρους ἀπὸ Κύπρουτε καὶ Φοινίκης, ἃ χρὴ λέγειν ἐπὶ τοῦ Περσαίου προεκ-διδάξας. κἄπειτα ἀνηρώτα πυνθανόμενος πρῶτον μὲνπερὶ τῶν νεῶν καὶ τοῦ ναυτικοῦ καὶ τῶν ἐν Κύπρῳ στρα-τιωτῶν καὶ ὅσα δὴ βασιλικὰ ἐρωτήματα· ἔπειτα ἀτρέμαδὴ κατιὼν τῷ λόγῳ, καὶ ὅπως ἔχει καὶ τῷ Περσαίῳ τὰοἴκοι τὰ ἐν Κιτίῳ. ὡς δὲ τοῦ Περσαίου ἀκούσαντες οἱἔμποροι οὗτοι σκυθρωπάσαντες εὐθὺς κατέβαλον τὰςκεφαλὰς καὶ δῆλοι ἦσαν οὐ χρηστὰ ἀποκρινούμενοι, ἀπέρ-ρει τε ἡ θρασύτης ἅπασα τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἐγκει-μένου τε καὶ ἐκλιπαροῦντος ἀπεκρίναντο μόλις οἱ ἔμποροιδῆθεν ἐξηνδραποδίσθαι μέν οἱ τὴν γυναῖκα εἰς ἀγρὸνβαδίζουσαν σὺν ταῖς ἄβραις ὑπὸ δή τινων λῃστῶν Αἰ-γυπτίων, ἀπεσφάχθαι δὲ τὸν ἀγαπητὸν νεανίσκον, καὶτὰ χρήματα δὲ ἔρρειν καὶ τὰ ἀνδράποδα, τοὐντεῦθεν δὲφροῦδος μὲν τῷ Περσαίῳ ὁ Ζήνων, φροῦδος δὲ ὁ Κλεάν-θης· ἤλεγξε δὲ ἡ φύσις τὰ λογάρια, ὅτι τῷ ὄντι λογάριαἦν κενὰ καὶ ἀσθενῆ καὶ οὐ μαρτυρούμενα ὑπὸ τῶν πραγ-μάτων. Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, τὰ ἄλλα ἀγάμενος Ἀριστοτέλουςταύτῃ μάλιστα ἄγαμαι καὶ ζηλῶ τοῦ ἀνδρὸς τὴν σοφίαν,ὅτι οἱ λόγοι αὐτῷ οὐκ ἀπολιμπάνουσι τὴν φύσιν ὑπὲρ ἧςλέγονται, ἀλλ' ἐπαμύνουσι μὲν τῇ ἀσθενείᾳ καὶ ἐπανορθοῦσιτὸ ἐνδεὲς καὶ πᾶσαν μηχανὴν μηχανῶνται, ὅπως ἂν πρὸς