The Greek Library Author

Anonymous

tlg2001.tlg032

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Μετριοπαθὴς ἢ φιλότεκνος, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 193– 204.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg032.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

359

a

τὸ ἄριστον ἐξικνῶνται, οὐ μὴν ὑπεράλλονταί γε αὐτῆς

τὸ μέτρον οὐδὲ ὑπερφρονοῦσιν, οὐδὲ οὕτως ἄγαν σοφοί

εἰσιν ὥστε ἐκλανθάνεσθαι ὑπὸ τῆς σοφίας τοῦ ζῴου, περὶ

οὗ τὴν φροντίδα ποιοῦνται, ὅτι πολὺ μὲν αὐτῷ τὸ χθόνιόν

τε καὶ γεηρόν, σμικρὸν δὲ τὸ θεῖόν τε καὶ οὐράνιον. ἀγα-

b

πῶσιν οὖν εἰ τὰ μὲν πολλὰ καὶ οὐκ ἀναγκαῖα, ὧν ἀπολαύει

τοῦ θνητοῦ τὸ ἀθάνατον, παρακρούσειάν τε καὶ ἀποκα-

θάρειαν παντελῶς, τὰ δὲ ὅσα ἀμήχανον ἔκπλυτα καὶ

ἐξίτηλα ποιῆσαι, καὶ ἃ δ' ἐγκεχάρακται καὶ ἐνδέδυκεν

ἐν τῷ βάθει, ταῦτα δὲ ἐπικοσμήσειάν τε καὶ ἐπικαλ-

λύνειαν καὶ τὸ σφόδρα ἐκφανὲς αὐτῶν ἐξαλείψειαν. ἐπεὶ

τοῖς γε παντάπασιν αὐτὰ πειρωμένοις ἀφανίσαι τε καὶ

ἀϊστῶσαι λέγει Αἴσωπος ὁ μυθοποιὸς ταὐτὸν ξυμβήσεσθαι

ῥᾳδίως, ὅπερ τῷ πριαμένῳ τὸν Ἰνδὸν οἰκέτην. λέγει δὲ

c

ὅτι ὁ πριάμενος τὸν Ἰνδὸν ἐδυσχέραινε πρὸς τὴν χρόαν·

ἀπονίζειν οὖν αὐτὸν ἐπειρᾶτο καὶ ἀποσμήχειν, περιάγων

κρήνας καὶ ποταμοὺς καὶ ῥύμμασι χρώμενος καὶ χαλά-

στραις. ὡς δὲ αὐτῷ τὸ μὲν χρῶμα ἔμενεν ἀκραιφνές, τὸ

δέρμα δὲ ἐξετρίβετο, φιλονεικῶν δὴ κατέμαθε μόλις ὅτι

ἡ χροιὰ φύσις ἦν τῷ Ἰνδῷ, καὶ ὅτι ῥᾷον αὐτοῦ τὴν ψυ-

χὴν ἢ τὴν μελανίαν ἀφαιρήσεσθαι. οὕτω δὲ καὶ τῷ ἀνθρώ-

πῳ ἐγκεχρῶσθαί ἐστιν ἀναγκαῖον ἡδονὴν καὶ λύπην καὶ

ξύμπαντα τὰ ἄλλα παθήματα, πλείω δὲ καὶ ἐμμονωτέραν

τὴν λύπην.

d

Καὶ τοῦτο αὖ πάλιν Αἴσωπος λέγει· τὸν γὰρ πηλὸν

αὐτῷ ὁ Προμηθεύς, ἀφ' οὗ τὸν ἄνθρωπον διεπλάσατο,

οὐκ ἐφύρασεν ὕδατι, ἀλλὰ δακρύοις. οὐχὶ οὖν ἐκκόπτειν

αὐτὰ πειρᾶσθαι χρεών· ἀμήχανον γάρ· ἀλλ', εἴπερ ἄρα

εἴη, ἐπικόπτειν τε καὶ πραΰνειν, κοιμίζειν τε ἐφ' ὅσον

δυνατὸν καὶ νουθετεῖν· ταύτην γὰρ εὐμενῶς προσίεται

τὴν ἐπιμέλειαν. καὶ οὕτω σοι αὐτὰ παιδαγωγοῦντι ἀνα-

φανήσεται χρήσιμά τε καὶ ὠφέλιμα ἀντὶ ἀχρήστων καὶ

360

a

βλαβερῶν. οὐδὲ γὰρ ὁ θεὸς αὐτὰ ἐνεκεράσατο τῷ ἀν-

θρώπῳ, ὅπως λώβην τε καὶ αἶσχος αὐτῷ προσθείη, ἀλλὰ

καὶ ταῦτα πρὸς διαμονὴν καὶ σωτηρίαν τοῦ γένους προσ-

ύφηνέ τε καὶ προσῳκοδόμησε τῇ ψυχῇ· θυμὸν μέν,

ὅπως ἂν τὰ βλάπτοντα ἀμυνώμεθα, ἐπιθυμίαν δὲ ἐδω-

δῆς καὶ ποτῶν πρὸς τὴν ξύμφυτον καὶ ἀναγκαίαν ἀπορ-

ροήν. καὶ οὕτω δὴ ἄλλο πρὸς ἄλλην τινὰ τεταγμένον

τοῦ σώματος κῆρα. μένειν δὲ ἕκαστον χρὴ ἐν τῷ μέτρῳ,

καὶ τὸ μέτρον τοῦτο ἑκάστου γίνεται ἀρετή· τοῦ μὲν

b

θυμοειδοῦς ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ σωφροσύνη, τοῦ

δ' αὖ φιλοχρημάτου καὶ φιλοκερδοῦς ἐλευθεριότης τε καὶ

μεγαλοπρέπεια· ὅσα δὲ ἐπτόηται περὶ τιμὰς καὶ δυνάμεις

καὶ προεδρίας, τούτων ἐστὶ τὸ μέτρον μεγαλοψυχία. εἰ

δὲ ἀκόσμητα ἐαθείη καὶ ἀθεράπευτα ὑπὸ τοῦ λόγου, καθ-

άπερ φυτὰ καὶ ἥμερα καὶ χρηστὰ ἐξαμελήσαντος γεωρ-

γοῦ, ἀπαγριοῦται εὐθὺς καὶ ἐξυβρίζει καὶ παραβλαστάνει

τὰς κακίας, καθάπερ ἀκάνθας χαλεπάς τε καὶ φαρμακώ-

δεις τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ κεκτημένῳ. ἔστι δὲ

c

ἐφ' ὧν ἔμπαλιν καταφθίνει καὶ ἀπομαραίνεται εἴσω τῆς

ἀκμῆς. καὶ δέονται οὗτοι λόγου οὐ τοῦ κωλύοντος καὶ πιέ-

ζοντος, ἀλλὰ τοῦ ἐπάρδοντός τε καὶ ἐπανάγοντος καὶ ἐρε-

θίζοντος πρὸς τὴν αὔξην τὴν ἐοικυῖαν.

Καὶ διὰ τοῦτο ἄρα ἑκάστην ἀρετὴν περικάθηνται ἔνθεν

καὶ ἔνθεν δύο κακίαι, ἡ μὲν τὸ ἐνδεὲς τοῦ παθήματος ἀγα-

πῶσα, ἡ δὲ τὸ πλεονάζον ἀσπαζομένη. δεῖ δὲ οὐ πρὸς τὰ

φαῦλα καὶ διεστραμμένα ὁρῶντας ἅπαντα ὁμοίως ὑπ-

οπτεύειν καὶ διεξελαύνειν, ἀλλὰ τὸ βούλημα ἐξετάζειν τῆς

d

φύσεως, καὶ πρὸς ὅ τι ἕκαστον τῶν παθημάτων ἐνεφύ-

τευσέ τε καὶ ἐνεσημήνατο τῇ ψυχῇ. αὐτίκα ἐφ' ὧν νῦν ὁ

λόγος, εἰ μὴ σφόδρα ξυνειχόμεθα ἡδονῇ καὶ ξυνεδεδέμεθα

πρὸς τὰ ἔκγονα, ἀλλὰ ἄρτι γεννώμενα περιεωρῶμεν γυμνὰ

καὶ ἔρημα καὶ ἀσθενῆ καὶ ἀμήχανα ἑαυτοῖς πορίζειν τὴν

σωτηρίαν, οὐ πάλαι ἂν ἄιστον καὶ φροῦδον τὸ γένος ἦν

361

a

τὸ ἀνθρώπειον; νῦν δὲ ἐκεῖνο τὸ δέλεαρ ἐμφυόμενον ἡμῖν

ἀδιδάκτως καὶ ἐντρεφόμενον μαίας τε ἀναγκάζει θερα-

πεύειν καὶ τροφέας παρακαλεῖν καὶ τίτθας δὴ καὶ παιδ-

αγωγοὺς καὶ παιδοτρίβας, ῥητόρων δὲ αὖ δεῖσθαι καὶ γραμ-

ματιστῶν, καὶ χρήματα τὰ μὲν ἀναλίσκειν, τὰ δὲ αὖ

ξυναγείρεσθαι, σπείροντας καὶ φυτεύοντας καὶ στρατευο-

μένους καὶ πλέοντας καὶ παραβαλλομένους σὺν ἀμηχάνῳ

προθυμίᾳ πρὸς ἅπαντας πόνους, ὅπως τὰ ἔκγονα μηδενὸς

ἐνδεῆ καταλίποιμεν τελευτῶντες. καὶ ἑνὶ δὴ λόγῳ δι'

b

ἐκείνην τὴν γοητείαν παιδοτροφίαν ὑπομένομεν, δύσκολον

φροντίδα καὶ ἀλγεινήν. μέγα δὲ ἐρῶ σημεῖον τῆς δυσκο-

λίας. συμβάσης τῷ παιδὶ ἀρρωστίας ὁ μὲν παῖς τὴν

κεφαλὴν ὀδυνᾶται ἢ τὸν ὀφθαλμὸν ἢ τὴν χεῖρα, ὁ πατὴρ

δὲ πρὸς ὅλῳ τῷ σώματι ὅλην τὴν ψυχήν.

Ταῦτα δὲ ὑμῖν, ὦ ἄριστοι, ἕνεκα τοῦδε ἐμήκυνα, ὑπ-

οπτεύων ὑμᾶς τῶν φιλοσόφων καταγελᾶν τε καὶ κατα-

φρονεῖν, ὅταν ἴδητε ὁμοίως τοῖς πολλοῖς ἐξεχομένους τῶν

υἱέων καὶ τῶν θυγατέρων· λέγω οὖν ὑμῖν ὅτι καὶ τοῦτο

c

αὐτῶν φιλοσοφώτατον τὸ πάθος, καὶ εἰ πολλοὶ αὐτὸ ὑπο-

μένουσιν, οὐκ ἄλλοθέν ποι αὐτὸ ὑπομένουσιν ἢ ὅτι ἡ φύσις

παντὶ ἀνθρώπῳ ἴχνος τι ἐγκατέσπειρε φιλοσοφίας. ἢ οὐ

φιλόσοφον πρὸς θεῶν καὶ κομιδῆ θεῖον ὀριγνᾶσθαι ἀθανα-

σίας; ἴστε ὅτι οὐδ' ἐν τούτῳ ἀνὴρ φιλόσοφος ὅμοιος τοῖς

πολλοῖς, ἀλλὰ ταύτῃ κρείττων πολὺ καὶ ἀμείνων. καὶ

ἐρῶ ὑμῖν τοὐναντίον οὗ προσδοκᾶτε· κρείττων γάρ ἐστι

καὶ ἀμείνων ὅτι ὑπερβάλλει τοὺς πολλοὺς τῇ φιλοτεκνίᾳ.

ἐπεὶ τούς γε σκυτοτόμους καὶ τοὺς βαλανέας καὶ τοὺς

τέκτονας καὶ τοὺς χαλκοτύπους ῥᾳδίως ἔστιν ἰδεῖν ὑπερ-

d

ορῶντας τῆς φύσεως καὶ τὰ δεσμὰ οὐ χαλεπῶς ἀπορρη-

γνύντας, οἷς ἐκείνη πρὸς τὰ ἔκγονα αὐτοὺς συνεδήσατο.

καὶ ὥσπερ αἱ κύνες τὰ σκυλάκια θεραπεύουσι, μέχρις ἂν

δέηται τῶν μαστῶν, μικρὸν δὲ ὕστερον δάκνουσι καὶ

σπαράττουσι καὶ διακρίνονται ἀπὸ τῆς θοίνης, καὶ δῆλον

ποιοῦσιν ὅτι καὶ ἡνίκα αὐτὰ ἐθεράπευον, οὐκ αὐτοὶ ἐθερά-

πευον, ἀλλ' ἡ φύσις τῆς ἀσθενείας τῶν νεογνῶν ζῴων

ἐπεμελεῖτο, οὕτω δὲ καὶ οἱ πολλοὶ ἄνθρωποι τοὺς παῖδας,

362

a

ἕως μὲν ἂν ὦσι πάνυ μειράκια καὶ φθέγγηται κολοβὰ καὶ

συγκεχυμένα, ὑπερασπάζονταί τε καὶ προτιμῶσιν οὐ μόνον

τῶν χρημάτων, ἀλλὰ καὶ τῆς ψυχῆς. ὅταν δὲ οἱ παῖδες

ἐκβαίνωσι τῶν μειρακίων, συνεκβαίνουσι καὶ οἱ πατέρες

τοῦ ἔρωτος καὶ ἅμα τε εἰς ἄνδρας ἐγγράφουσι καὶ ἐχθροὺς

ποιοῦνται. καὶ τηνικαῦτα αὐτοῖς οὐ μόνον ὁ ἀγρὸς τιμιώ-

τερος τοῦ υἱέως, οὐδὲ τὸ ἀργύριον οὐδὲ τὸ χρυσίον, ἀλλὰ

καὶ ὁ μάγειρος καὶ ἡ θεράπαινα, τυχὸν δὲ καὶ ὁ ἵππος καὶ

τὸ χιτώνιον. καὶ ταῦτα οὔπω χαλεπά ἐστιν, ἀλλὰ καὶ

b

μικρόν τι ἐξαμαρτάνοντα καὶ παροξύναντα εἰς δικαστήριον

ἄγει τὸν παῖδα ὁ πατὴρ καὶ θανάτου τιμᾶται, καὶ οὐ δέ-

δοικε κροτῆσαι τὴν δίκην.

Εἰ δὲ μὴ σεμνὸν τῶν ἐμπόρων καὶ τῶν κναφέων ἀμεί-

νους εἶναι τοὺς φιλοσόφους, ἐγὼ δὲ ὑμῖν ἐρῶ σατράπας

καὶ τυράννους, Ἀριοβαρζάνην τὸν Μιθριδάτου καὶ Περίαν-

δρον τὸν Κυψέλου, ὧν ὁ μὲν ἐξεδίωξε τὸν υἱὸν καὶ εὐφράνθη

ἑαυτὸν κατακναίων, Περίανδρος δὲ Λυκόφρονα πυρὸς καὶ

ὕδατος εἶρξεν. εἰ δὲ καὶ ταῦτα οὔπω μεγάλα ἡμῖν τὰ ὀνό-

ματα ὁ σατράπης καὶ ὁ τύραννος, ἀλλ' ἐκεῖνό γε ἤδη λαμ-

c

πρὸν καὶ μέγα, βασιλεὺς ὁ τῆς γῆς τῆς ἡμισείας δεσπότης

Ἀρταξέρξης ὁ Δαρείου καὶ Παρυσάτιδος. ἢ οὐκ ἴστε ὅτι

οὗτος ὁ Ἀρταξέρξης τὸν μὲν ἀπέσφαξε τῶν υἱέων, τὸν δὲ

ἑκόντα ἀποθανεῖν κατηνάγκασεν; Εὐριπίδου δὲ ἀκούετε

ἐν ταῖς τραγῳδίαις οἷα κατεύξασθαι λέγει Θησέα τῷ πα-

τρὶ Ποσειδῶνι κατὰ τοῦ παιδὸς Ἱππολύτου, καὶ αὖ καὶ

τοῦτο ἀκούετε, ὅτι σωφροσύνης τε καὶ δικαιοσύνης αὕτη

ἦν ἡ ἀρὰ τιμωρία. ὁ μὲν γὰρ Ἀμύντωρ ὁ θαυμαστὸς

σφόδρα ἂν εἴη θαυμαστὸς ἐπὶ τηλικῇδε ἐξαμαρτίᾳ παροξυν-

d

θεὶς τῷ Φοίνικι ἐπαράσασθαι ἀγονίαν τε καὶ ἀτεκνίαν

καὶ τὸ μὴ φῦναι ἐκείνῳ μὲν παῖδας, αὑτῷ δὲ ἐκγόνους,

ὅτι καταιδεσθεὶς τὴν μητέρα διαβαλεῖν ὑπέμεινεν αὐτῷ

τὴν παλλακίδα.

Μῶν οὖν ἔτι σμικρολογοῦμαι εἰ ἐπαινοίην τοὺς φιλοσό-

φους, ὅτι μηδὲ ἐν τῷ τοιῷδε ἐξαμαρτάνουσιν, ἐν ᾧ φαίνον-

ται πλημμελοῦντες καὶ ἰδιῶται καὶ δυνάσται καὶ βασιλεῖς

καὶ ἥρωες καὶ θεῶν παῖδες, οἱ μὲν χρήματα τῶν υἱέων

περὶ πλείονος ποιούμενοι, οἱ δὲ τιμάς, οἱ δὲ τυραννίδας,

363

a

οἱ δὲ ἀκόλαστον ἡδονήν; ὀκνῶ δὲ ἐγὼ πιστεύειν πάνυ

τοῖς ποιηταῖς, ἐπεί τοι οὐδὲ τοὺς θεοὺς αὐτοὺς ἐξαιροῦνται

τοῦ ἀρρωστήματος, οὐδὲ τὸν πρεσβύτατον τῶν θεῶν· καὶ

δῆλον ὅτι μεστοὶ καὶ ὑμεῖς ἐστε Ἡσιόδου καὶ ὧν λέγει ἐκεῖ-

νος περὶ τοῦ Κρόνου, ὅτι ἐσιτεῖτο ἐπὶ πολὺ ἃ γεννῴη·

μόλις δὲ ἐξέθρεψεν ἡ Ῥέα τὸν Δία. ἀλλ' Ἡσίοδος μὲν

χαιρέτω ταῦτα ᾄδων περὶ τῶν θεῶν, εἰ μὴ ὅτι ὁ Κρόνος

αὐτῷ ἄλλο τί ἐστι, καὶ λόγον τινὰ ἁπλοῦν τε καὶ ἀρχαῖον

λέγων ἀτόπῳ αὐτὸν ἐπικρύπτεται παραπετάσματι. ἔστι δὲ

b

ὁ λόγος—οὐ γὰρ ἀνέξομαι ὑμᾶς ὑπὸ τῶν ποιητῶν ἐξαπατᾶ-

σθαι—οὐδὲν σεμνὸν ἔχων οὐδὲ μεγαλεῖον, ἀλλ' ὅτι ὁ

χρόνος οὑτοσί· τοῦτον λέγω, οὗ ἐν μέρει καὶ ἐγὼ καὶ

ὑμεῖς καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτά· πρεσβύτατός ἐστι

τῶν ἄλλων ἁπάντων καὶ σὺν ἀπαύστῳ ῥοῇ τὰ μὲν ἄλλα

ὅσα φύει καὶ ἀφανίζει, μόνος δὲ αὐτοῦ γίγνεται κρείττων

ὁ λόγος καὶ μένει αὐτός τε ἀπαθὴς ὑπὸ τοῦ χρόνου καὶ

τὰ φθαρέντα τῇ μνήμῃ ἀνακομίζεται. εἴπερ δὲ ὅλως τὰ

τοιαῦτα ψεύδεσθαι συγχωρητέον τοῖς ποιηταῖς, πολλῷ

c

τὸ Ὁμήρου ψεῦδος ὠφελιμώτερον τοῖς ἀνθρώποις, ὅτι τὸν

Δία ποιήσας πατέρα τοῦ Σαρπηδόνος δυσχεραίνειν τε

ὅμως φησὶν ἐπὶ τῷ παιδὶ καὶ ἀνιᾶσθαι μέλλοντι ἀπο-

σφαγήσεσθαι ὑπὸ τοῦ Πατρόκλου, καὶ οὐχ οἷός τε ἦν

ἀναλύειν τὴν πεπρωμένην.

Ἵν' οὖν μὴ πολλὰ τοιαῦτα λέγω, εὖ ἴστε, ὦ ἄνδρες, ὅτι

ὁ φιλότεκνος ἀξιέπαινον πάθος ἐστὶ καὶ οὐκ ἔοικε τῷ

φιλοχρημάτῳ ἢ τῷ φιλαργύρῳ. ἐκεῖνα μὲν γὰρ τὰ ὀνό-

ματα εἰκότως παρὰ τοῖς ἀνθρώποις ὀνείδη λέγεται καὶ

d

ἔστιν· οὐ γὰρ ποιεῖ αὐτὰ ἡ φύσις, ἀλλ' ἡ μοχθηρία ἡ

ἡμετέρα. τοῦτο δὲ ἄνωθεν αὐτῇ ἐνδέδεται ἐκ τοῦ οὐρανοῦ

καὶ ἐξῆπται ἐκείνης ἀτεχνῶς τῆς χρυσῆς καὶ ἀρρήκτου

σειρᾶς, δι' ἧς ξυρράπτουσα ἀεὶ καὶ ξυγκολλῶσα τῷ

φθίνοντι τὸ φυόμενον οὐκ ἀπολισθάνειν ἐᾷ εἰς τὸ μὴ

εἶναι.

Ὥστε οὐκ αἰσχύνεται ὁ φιλόσοφος τῇ φιλοτεκνίᾳ,

ὥσπερ οὐδὲ τῇ φιλοσοφίᾳ τε καὶ φιλολογίᾳ, ἐπεὶ καὶ τῶν

364

a

λόγων αὐτῶν ἐκείνους μάλιστα ἀγαπᾷ, οὓς ἂν αὐτὸς

γεννήσῃ τε καὶ ἐκθρέψηται, καὶ αὕτη γνησία ἐστὶν αὐτῷ ἡ

παιδοποιία, καθάπερ ἡ τῆς Ἀθηνᾶς τῷ Διί.

{〈ΠΕΡΙ ΤΩΝ ΟΝΟΜΑΤΩΝΤΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΤΟΥ ΥΠΑΤΟΥ〉}Ἀριστόξενος ὁ μουσικὸς θηλυνομένην ἤδη τὴν μουσι-κὴν ἐπειρᾶτο ἀναρρωννύναι, αὐτός τε ἀγαπῶν τὰ ἀνδρι-κώτερα τῶν κρουμάτων καὶ τοὺς μαθητὰς ἐπικελεύων τοῦμαλθακοῦ ἀφεμένους φιλεργεῖν τὸ ἀρρενωπὸν ἐν τοῖςμέλεσιν. ἐπειδὴ οὖν τις ἤρετο αὐτὸν τῶν συνήθων, τί δ'ἄν μοι γένοιτο πλέον ὑπεριδόντι μὲν τῆς νέας καὶ ἐπιτερ-ποῦς ἀοιδῆς, τὴν δὲ παλαιὰν διαπονήσαντι; ᾄσῃ, φησί,σπανιώτερος ἐν τοῖς θεάτροις· ὡς οὐχ οἷόν τε ὂν πλήθειτε ἅμα ἀρεστὸν εἶναι καὶ ἀρχαῖον τὴν ἐπιστήμην. Ἀρι-στόξενος μὲν οὖν, καὶ ταῦτα ἐπιτήδευσιν μετιὼν δημο-τικήν, παρ' οὐδὲν ἐποιεῖτο δήμου καὶ ὄχλου ὑπεροψίαν,καὶ εἰ μὴ ὑπάρχοι ἅμα τοῖς τε νόμοις τῆς τέχνης ἐμμένεινκαὶ τοῖς πολλοῖς ᾄδειν κεχαρισμένα, τὴν τέχνην εἵλετοἀντὶ τῆς φιλανθρωπίας. ἐγὼ δὲ ἀνθ' ὅτου προοίμιονἐποιησάμην τὴν Ἀριστοξένου ἀπόκρισιν; ἐνεθυμήθην κατ'ἐμαυτόν, ὦ φίλοι Ἕλληνες, ἐξ ὅτου πρὸς ὑμᾶς ἐπὶ συνου-σίᾳ λόγων δευρὶ ἀφικόμην, καὶ ὑπώπτευον ὅτι με ἐρήσεσθετὴν αἰτίαν, τυχὸν μὲν ἅπαντες, τυχὸν δὲ καὶ οὐδείς· ἐμοὶδὲ ἀποκριτέον ὅτι ἐγώ, φίλοι ἑταῖροι, φιλῶ μὲν ὑμᾶς καὶπερὶ πλείστου ποιοῦμαι, καὶ ἥδιστα ἂν καὶ ὅσαι ἡμέραιδιαλεγοίμην ἀθρόως ὑμῖν συγκαθημένοις· ἣν μέντοι ἀγα-πῶ ἐπιστήμην, οὐ πάνυ ἀσμενίζει τὰ θέατρα· οὐ γὰρθέλει εἶναι λίαν ἡδεῖα καὶ πρὸς ἡδονὴν λέγειν ἅττα ἂν λέγῃ,ὥστε καὶ τιτρώσκει ἐνίοτε τοὺς ἀκροωμένους καὶ ὀδυνᾷκαὶ ἀποπέμπει κατηφεστέρους ποιήσασα ἐκ τῆς συνου-σίας. ὅταν γὰρ ἀφίκηται μέν τις ἐπὶ τὸν σύλλογον ὑψη-λόφρων τε καὶ γεγανωμένος, ἐπειδὴ πολλὰς μὲν κέκτηταιοἰκίας, πολλοὺς δὲ ἀγρούς, πολλὰς δὲ ἀγέλας οὐ μόνονπροβάτων καὶ ἵππων, ἀλλὰ καὶ ἀνθρώπων, σιτεῖται δὲ ἐκτῆς γῆς καὶ τῆς θαλάττης καὶ τοῦ ἀέρος ἀγείρων τὴνεὐπάθειαν, ἡ πόλις δὲ αὐτὴ ἡ βασιλεύουσα περιβλέπῃαὐτὸν ἐν ταῖς ἀγυιαῖς καὶ ἐπικροτῇ φανέντι καὶ ἐπιβοᾷἄλλος ἄλλοθεν εὐδαίμονα καὶ ὄλβιον καὶ μακάριον, ὅτανταῦτα ὑπὸ τῶν πολλῶν πεπεισμένος ἀφίκηται ἐπὶ τὸνσύλλογον, λαβοῦσα δ' αὐτὸν ἡ φιλοσοφία ὑπὸ τῶν λόγωνμεταδιδάξῃ οὐ χαλεπῶς, εἰ μὴ παντάπασιν εἴη διεφθαρ-μένος, δῆλον ὅτι ἐξαπατῶσιν αὐτὸν οἱ ἄνθρωποι αὐτοὶπρότερον ἐξηπατημένοι. οὐ γὰρ ἐν ἀργύρῳ τὸ εὔδαιμονκαὶ μακάριον οὐδὲ ἐν ποτοῖς καὶ σιτίοις, ὧν τὰ ταμιεῖαἐμπεπλησμένα καὶ βεβυσμένους τοὺς θησαυροὺς πολλοὶκεκτημένοι οἰμώζουσι μᾶλλον τῶν ἐν ταῖς ὁδοῖς ἐρριμ-μένων. ἢ οὐκ ἀκούετε τοῦ Μενέλεω τοῦ βασιλέως τῆςΣπάρτης, ᾧ χρυσοῖ μὲν ἦσαν οἱ τοῖχοι, χρυσοῦς δὲ ἐπὶτῶν τοίχων ὁ ὄροφος, ἠλέκτρου δὲ ἔλαμπεν ἡ αὐλή, ὁ δὲἄργυρος τὸ ἀτιμότατον ἦν τῶν κτημάτων; οὐκ ἀκούετεἐκείνου ὀδυρομένου, ὡς οὔτι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω οὐδ' ἐπιτερπόμενος;καὶ τί πλέον ἐπιζητεῖς, ὦ μακάριε, οἰκῶν μὲν χρυσῆνοἰκίαν, συνοικῶν δὲ τῇ καλλίστῃ τῶν γυναικῶν, γαμβρὸςδὲ τοῦ Διὸς νενομισμένος, ἄρχων δὲ τῆς μεγάλης Λακε-δαίμονος; τῷ γὰρ ὄντι, ὁπόσοις ἡ τύχη παραγίνεται, ἄνευτῆς τέχνης οὐκ ἔχει τοσαύτη παραγίνεσθαι ὥστε μὴ ἐπι-δεὴς νομισθῆναι. οὐκ ἄρα ἐν κτήσει ἀμέτρῳ, ἀλλὰ ψυχῇἐμμέτρῳ τὸ ὄλβιον εἶναι καὶ ἐν τῷ πεπαιδεῦσθαι παι-δείαν, ἧς τοῦτο ἔργον, τὰ τῆς ψυχῆς ἀγαθὰ τοῦ κεκτη-μένου ποιῆσαι· ὅσῳ γὰρ τὰ ὄργανα σφαλερώτερα, τοσού-τῳ ἀκριβεστέρας δεῖ ἐπιστήμης. Ταῦτ' οὖν ὅταν λέγῃ φιλοσοφία καὶ ἀφαιρῆται ἀνθρώ-που ἣν πάνυ ᾤετο ἔχειν εὐδαιμονίαν, καὶ τοὔνομα αὐτὸτοῦτο † πρὸς τί ἐπισκοπῇ καὶ ἐξετάζῃ, ὡς παρὰ τὸ εὖ τὸνδαίμονα ἔχειν, ὅ ἐστι τὴν ψυχήν, ἢ παρὰ τὴν δαημοσύνηνκαὶ τὴν ἐπιστήμην, ἆρα οὐκ ἀνιῶμεν εὖ μάλα αὐτὸν ἐκεῖ-νον, ἅμα δὲ οὐδέν τι μεῖον καὶ τοὺς τοὔνομα αὐτῷ δωρου-μένους; καὶ καθέζονται ἀγανακτοῦντες καὶ δυσχερῶςἀκροώμενοι, εἰ μὴ ἐξέσται αὐτοῖς χαρίζεσθαι τὰ ῥήματαἐπ' ἐξουσίας, ἀλλὰ ἀφαιρεῖσθαί τις αὐτοὺς ἐπιχειρήσειταύτης τῆς ἀδείας, καὶ ταῦτα εἷς ὢν πολλοὺς καὶ ἰσχνὸςτὴν φωνήν, ἂν οὕτω τύχῃ, μέγα κεκραγότας· καὶ ἀν-έχονται ἀναπτύσσοντος καὶ ἀνακαθαίροντος τὰς φωνὰς καὶἐξηγουμένου ἕκαστον ὄνομα, ὥσπερ οἱ γενεαλόγοι, ὅθενμὲν αὐτῷ ἡ γένεσις ἡ ἀνέκαθεν καὶ πρὸς ἣν δή τινα αἰτίανὑπὸ τῶν πάλαι πατέρων καὶ γεννητόρων ξυνεζύγη ἐπὶτῷδε τῷ πράγματι, ὅπως δὲ ὕστερον ὑπὸ τοῦ χρόνουμετερρύη ἐπ' ἄλλ' ἄττα οὐδὲν ἐοικότα.