[2$1*PERI\ TW=N O)NOMA/TWN TOU= BASILE/WS KAI\ TOU= U(PA/TOU
- Authority group
- Themistius (catalogue association; authorship remains anonymous)
- Edition reference
- <Περὶ τῶν ὀνομάτων τοῦ βασιλέως καὶ τοῦ ὑπάτου>, ed. Schenkl, Downey, and Norman, op. cit., vol. 2, 205–210.
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Ἵν' οὖν μὴ καὶ ὑμεῖς τὰ αὐτὰ ὑπομένητε καὶ ἀνιῴηνἐγὼ συνεχῶς ἄνδρας φίλους τε καὶ συνηκόους οὐδὲν δεό-μενος, οἰκουρῶ τὰ πολλὰ ἔνδον καὶ ἐμαυτῷ, φασί, καὶταῖς Μούσαις ᾄδω καὶ ἐργάζομαι τὴν μουσικήν. νεανίσκοιδὲ οὗτοι ὁποσοιοῦν ἀποχρώντως μοι καὶ ἱκανῶς ἡσυχῆὑπακούοντες ἀντὶ μυρίων ἐξαλλομένων καὶ ἐκβοώντων. Μὴ θαυμάζετε οὖν, εἰ Πλάτωνι συνὼν τῷ θεσπεσίῳκαὶ Ἀριστοτέλει συνδιαιτώμενος, Ὁμήρου δὲ ἔχων δυσαπ-αλλάκτως, οὐ θαμίζω ὑμῖν ἐπὶ τὸ βῆμα καὶ τοὺς συλλό-γους. ἀνάγκη γὰρ ἢ ἐκείνοις προσέχοντα ἀφαιρεῖσθαι ὑμῶντὴν ἐπὶ τοῖς ῥήμασιν ἐξουσίαν, ἢ συγχωροῦντα ἀνεξετά-στους ὑμῖν τὰς φωνάς, παραλύειν τὰ τῶν πατέρων νομο-θετήματα. ἐπεὶ καὶ νῦν ἐὰν μὴ πρὸ τοῦ λόγου ὁμολογήσητεμὴ χαλεπανεῖν μηδὲ θορυβήσειν, εἰ ἀποπειρῴμην τινῶνὀνομάτων λίαν περιβοήτων καὶ εὐδοκίμων, καὶ δεικνύοιμιαὐτῶν τὴν γνώμην, καθ' ἥντινα ἐξ ἀρχῆς τῇ διαλέκτῳἐπεφοίτησε τῇ Ἑλληνίδι, ἔπειθ' ὅτι οἱ πολλοὶ αὐτὰ τῶνκτησαμένων ψευδῶς καὶ πρὸς οὐδένα λόγον περιηνέγκαντο·ἐὰν μὴ συμβῆτέ μοι ἀτρέμα τοῦ λόγου ἀνέξεσθαι, ἕως ἂνξυμπεράνηται ὃ προαιρεῖται, ἄπειμι ὑμᾶς καταλιπὼντοσούτους ἀθρόους, οὐδὲν φροντίσας ὅτι ἥκετε ὑπ' ἐμοῦπαρακεκλημένοι. ἥκετε γὰρ δήπου ὧν ἐγὼ βούλομαι ἀκου-σόμενοι, οὐχ ἃ ὑμεῖς ἐπιζητεῖτε. οὐδὲ γὰρ τοὺς ἑστιάτο-ρας ἀπαναγκάζουσιν οἱ δεξιώτεροι τῶν δαιτυμόνων ἄλλ'ἄττα παραφέρειν ἐπὶ τὴν θοίνην ἢ ὅσα ἂν εὐτρεπίσωνται.τί οὖν φατε; καρτερήσετε; ἢ πῶς ποιῶμεν; ἀκούετε δὴμικρὸν ἄνωθεν· ἴσως γὰρ καὶ ῥᾴους ὑμᾶς ποιήσειε τὸπροαύλιον τοῦ λόγου. Τὰ ὀνόματα τοῖς ἀνθρώποις ταὐτὸν ὑπομένει πολλάκιςὅπερ καὶ τὰ νομίσματα, καὶ οὐ δύνανται ἴσον ἀεὶ τὸνἅπαντα χρόνον οὐδὲ ὁπηλίκον τὴν ἀρχὴν ἐδυνήθη, ὥσπερδὴ κἀκεῖνα τὰ πρώην, ἃ ἔναγχος ἐξελήλαται τῆς ἀγορᾶς.ἢ οὐ μέμνησθε ὡς αὐτίκα μὲν ἡνίκα τὸ πρῶτον ἐξεφοί-τησε τῶν χαλκοτύπων, σεμνόν τι χρῆμα ἦν καὶ μεγάλη ἡδύναμις, καὶ πολλὰ ἂν ὀλίγου ἐπρίω; προϊὸν δέ, καὶ ταῦταἐν οὐ πολλῷ χρόνῳ οὐδ' ἰσαρίθμως, οὕτως ἀχρείως εἰς τὰπωλητήρια ἀφικνεῖται. τοιοῦτον δή τι πέπονθεν ἄντικρυςκαὶ τὰ περικλεέστατα καὶ περιβοητότατα τῶν ὀνομάτων ὁβασιλεὺς καὶ ὁ ὕπατος, τοῦτο δὴ τὸ ἀγαπητὸν ὅσα ἔτη ἡ δι-πλῆ τοῦ ἐνιαυτοῦ ἐπωνυμία. καὶ ταῦτα προχειρισάμενος ὑμῖνἥκει ὁ λόγος ἐκκαλύψαι τε καὶ ἑρμηνεῦσαι, ἐφ' ὅτου μόγιςἀνθρώπου ξυνέλθοι ἀληθινῶς καὶ ἄνευ θωπείας, καὶ ὅτιτούτῳ ἐντυχεῖν σπανιώτερον τῷ ἀνθρώπῳ ἢ τῷ φοίνικιτῷ ὀρνέῳ, ὃ λέγει Ἡρόδοτος ὁ μυθογράφος δι' ἐτῶνπεντακοσίων φαίνεσθαι Αἰγυπτίοις περὶ τὸν νεὼν ****{ΠΡΟΣ ΤΟΥΣ ΑΙΤΙΑΣΑΜΕΝΟΥΣ ΕΠΙ ΤΩΙΔΕΞΑΣΘΑΙ ΤΗΝ ΑΡΧΗΝ}Ὅτι μὲν τηλικούτων τινὲς φιλοσοφίαν ἀξίαν ἡγοῦν-ται, ὥστε καὶ τὴν ἀρχὴν τὴν μεγίστην καταδεεστέραναὐτῆς ὑπολαμβάνειν, λίαν ἐπαινῶ τοὺς ἄνδρας καὶ φιλῶ.τὸ γὰρ περὶ τοῦ θειοτάτου τῶν ἀνθρωπίνων ἐπιτηδεύ-ματος τὰ μέγιστα διανοεῖσθαι σημεῖον οὐκ ἀγεννοῦς τίθε-μαι φύσεως. ὅτι δὲ μήτε ἐπισκεψάμενοι πώποτε ὑπὲρ τῶνπροσηκόντων ἔργων τῇ τέχνῃ μήτε μαθεῖν ἀξιώσαντες,ὅμως τὸ δοκοῦν ἀποφαίνονται, τοῦτο οὐκ ἄξιον ἡγοῦμαιτῆς δόξης ἣν ἔχειν ὑπὲρ αὐτῆς σχηματίζονται. καὶ εἰμὲν κατ' ἐμοῦ μόνου ταύτην ἐποιοῦντο τὴν ἐπιτίμησιν,ἀπέχρησεν ἄν μοι πρὸς αὐτοὺς ἑτέρωθι διαλεχθῆναι· ἐπεὶδὲ τῷ λαβόντι μὴ προσηκόντως συναπολαύειν τῆς αἰτιά-σεως καὶ τὸν δεδωκότα ἀνάγκη, 〈ἀνάγκη〉 ὑπὸ σοὶ κριτῇ τὸκοινὸν ἔγκλημα ἀπολύσασθαι. ἢ γὰρ ἐπήραμεν ἄμφω φιλο-σοφίαν εἰς τὰ ἔργα ἐκ τῶν λόγων καταγαγόντες, ἢ ἄμφωκαταβεβλήκαμεν. ἀνάγκη δὲ πρὸ ἁπάντων σαφὲς κατα-στῆσαι ὑμῖν τε τοῖς νῦν ἀκροωμένοις καὶ ὅσοι μετὰ ταῦτατῷ λόγῳ περιπεσοῦνται, τί τὸ ἔργον φιλοσοφίας ἡγεῖσθαιπροσήκει καὶ τί βουλομένη παρελήλυθεν εἰς τὸν ἀνθρώ-πινον βίον, καὶ ὅπως τὴν ἀρχὴν ηὐξήθη τε καὶ ἠγαπήθη,καὶ ὅση πρὸς τὴν βασιλείαν ἡ συγγένεια καὶ οἰκειότης καὶὅση πρὸς τυραννίδα ἀλλοτριότης. οὕτω γὰρ ῥᾷον μάθοιτεἂν εἴτε ἐφύλαττον ἐγὼ τοὺς πατρίους ὅρους τὴν ἀρχὴνὑποστὰς εἴτε ἐξῄειν. Εἰ τοίνυν τις ἔροιτο ὑμᾶς ὅτῳ μάλιστα τῶν λοιπῶνζῴων ἄνθρωπος διενήνοχε καὶ διὰ τί τῶν ἄλλων ζῴωνἄρχει τε καὶ κρατιστεύει, τίς οὕτω πόρρω καθέστηκε λόγουὥστε μὴ ἐννοεῖν ὅτι λόγος ἐστὶ τὸ πρεσβεῖον αὐτῆς τῆςφύσεως; οὐ γὰρ δὴ ἰσχὺς τοῦ σώματος οὐδὲ ὠκύτης οὐδὲτῆς αἰσθήσεως ἀρετή· ἀλλὰ τούτοις ἅπασιν οὐδὲ ἔστινεἰπεῖν ὅσον ἀπολειπόμεθα τῶν θηρίων καὶ τῶν ὀρνίθων.τοῦτο τοίνυν τὸ πλεονέκτημα τοῦ ἀνθρώπου εἰ μὲν καλῆςτύχοι παιδαγωγίας, παρέχει ζῷον ἐπὶ τῆς γῆς θεογενές,εἰ δὲ κακῆς, ποιεῖ θηρίον ἄρκτων δυσμαχώτερον καὶσυῶν. κακίᾳ γὰρ λόγος ὑπηρετῶν ὅπλον ἐστὶ λίαν δυσ-καταγώνιστον. ταύτης ἕνεκεν τῆς παιδαγωγίας ἐζητήθημὲν νόμος, ἐζητήθη δὲ τέχνη νόμου εὑρέτις. καὶ εἴπερ τὴνπρώτην γένεσιν ἐξιχνεύεις φιλοσοφίας ἐπὶ μήκιστον ἀν-ιών, ὥσπερ οἱ τῶν ὑδάτων τὰς πηγὰς ἐρευνῶντες, οὐκἄλλην ἢ ταύτην εὑρήσεις, καὶ τοὺς ἄρτι φυομένης αὐτῆςἐκλάμψαντας καὶ ἀνθήσαντας ἐπὶ τούτῳ πρώτῳ καὶ μόνῳτῷ ἔργῳ κλεινοὺς καὶ περιβοήτους γεγενημένους. Ὁ γὰρ Σόλων ἐκεῖνος καὶ ὁ Λυκοῦργος καὶ ὁ Πιτ-τακὸς καὶ ὁ Βίας καὶ ὁ Κλεόβουλος ἀνερρήθησαν σοφοὶπαρὰ τῶν τότε ἀνθρώπων, οὐχ ὅτι συλλογισμοὺς ἔστρε-φον ἄνω καὶ κάτω, οὐδὲ ὅτι περὶ τῶν ἰδεῶν διελέγοντο,οὐδ' ὅτι τοὺς ἐγκεκαλυμμένους ἀνεκάλυπτον καὶ τοὺςκερατίνας, σοφίσματα δυσμήχανα καὶ κακοῦργα, καὶ ὧνχαλεπὴ μὲν ἡ εὕρεσις, ἀχρεῖος δὲ ἡ ἐπιστήμη, ἀλλ' οὐδὲὅτι τὸν ἥλιον ἀνεμετροῦντο, οὐδὲ ὅτι τῆς σελήνης ἐγνω-μάτευον τὴν πορείαν, ἀλλ' ὅτι νόμους ἐτίθεσαν καὶ τὸποιητέον καὶ τὸ μὴ ποιητέον ἐδίδασκον, καὶ τί μὲν αἱρεῖ-σθαι προσήκει, τί δὲ ἀποφυγγάνειν, καὶ ὅτι τὸ ζῷον τοῦτοοὐ μονῆρες καὶ αὐθέκαστον, ἀλλὰ κοινωνικὸν καὶ πολι-τικόν, καὶ διὰ τοῦτο αὐτῷ καὶ πατρίδος ἐπιμελεῖσθαιπροσήκει καὶ νόμων καὶ πολιτείας. καὶ ταῦτα οὐ διδάσκεινμόνον, ἀλλὰ καὶ αὐτουργεῖν οὐκ ἀπώκνουν. ὥστε καὶ τὰμὲν συγγράμματα ἐκείνων ἑκάστου εὑρήσεις ἐνδύναμα ῥή-μασιν, ἔργα δὲ ἀμήχανα ὅσα, πρεσβείας καὶ στρατηγίας,ἐλευθερώσεις πατρίδος, γῆς ἐπικτήσεις. Καὶ ἡ μὲν πρώτη γένεσις φιλοσοφίας αὕτη καὶ τοι-αύτη. προϊόντος δὲ τοῦ χρόνου ταὐτὸν ὑπέμεινε καὶ φιλο-σοφία ταῖς ἄλλαις τέχναις. καὶ ὥσπερ ἐκεῖναι χρείας ἑκά-στην παραγαγούσης οὐκ ἔστησαν ἐπὶ τῆς χρείας, οὐδὲ ἄχριτῶν τοίχων καὶ τοῦ ὀρόφου προῆλθεν ἡ οἰκοδομική, οὐδὲἄχρι μόνου τοῦ σκέπειν τὸ σῶμα ὑφαντική, ἀλλὰ προὔβη-σαν περαιτέρω καὶ τὸ καλὸν τῷ ἀναγκαίῳ προσεξειργά-σαντο καὶ τοῦ προσεῖναι κόσμον [ἐν] τοῖς ἔργοις ἐπεμελήθη-σαν, οὕτω καὶ φιλοσοφία τὸ γνῶθι σαυτὸν καὶ τὸ γνῶθι και-ρὸν καὶ τὸ μηδὲν ἄγαν οὐκ ἀγαπήσασα, οὐδὲ ἀρκεσθεῖσατοῖς ἀναγκαίοις πρὸς τὸν ἀνθρώπινον βίον ἔργοις καὶ νου-θετήμασι, περιβέβληται πολὺν τὸν ἔξωθεν κόσμον, τὴντῆς φύσεως ἱστορίαν καὶ τὴν τοῦ λόγου ἀπεργασίαν· ὥσπεροἰκία πρὸ τοῦ ἀνδρῶνος καὶ τοῦ θαλάμου προπύλαια καὶστόμα καὶ ποικίλματα καὶ ἀγάλματα, ἃ τὴν μὲν χρείαν οὐσυμπληροῖ, κόσμος δέ ἐστι τῆς χρείας καὶ ἐγκαλλώπισμα. Καὶ διὰ τοῦτο ὁ μὲν παλαιὸς ἐκεῖνος Σωκράτης, ὃνἄν τις πατέρα προσείποι καὶ ἀρχηγέτην τῆς πολυτελε-