The Greek Library Author

Anonymous

tlg2001.tlg037

Authority group
Themistius (catalogue association; authorship remains anonymous)
Edition reference
Περὶ φρονήσεως (fragmentum), ed. Schenkl, Downey, and Norman, op. cit., vol. 3, 4–5.
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg037.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

δὲ φαύλοις ὑπηρετοῦσι τὰ σφέτερα ἔργα· καὶ οὔτε ὁμαχαιροποιὸς δοκιμάζειν ἔχει εἰ ἀνδροφόνῳ τὴν μάχαι-ραν ἀποδώσεται οὔτε ὁ ναυπηγὸς εἰ ἅρπαγι ναυπηγή-σεται, ὥσπερ τῷ Πάριδι Ἁρμονίδης, οὔτε ὁ κυβερνήτηςεἰ σώζει ἐν τῷ πλῷ ὃν καὶ βαπτίσαι ἄμεινον ἦν. εἰ δὲκαὶ φρόνησις καὶ σοφία τὰ ἔργα αὐτῶν ἀπευθύνοι καὶδιατάττοι, καὶ τοῦτο αὐτῶν τὸ ἔλλειμμα ἐξιάσεται καὶοὐ συγχωρήσει ὥσπερ τυφλοῖς προτείνειν τὰ δημιουργή-ματα τοῖς ἀπαντῶσι. τοῦτ' οὖν ἐστιν ὃ λέγει ὁ λόγος,ἐπιστήμην εἶναι ἐπιστημῶν καὶ τέχνην τεχνῶν, ὅτι τῶνμὲν τὰς ἀρχὰς βεβαιοῦται, τῶν δὲ ἐξετάζει τὴν χρείαν.{ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ Α.} Ἐμοὶ συντάττεσθαι μὲν ἐξηγήσεις τῶν Ἀριστοτελικῶν βιβλίων μετὰτοσούτους τε καὶ τοιούτους οὐκ ἐδόκει πόρρωθεν εἶναι φιλοτιμίας ἀνωφελοῦς·οὔτε γὰρ πολλὰ ἔστιν εὑρεῖν ἐλλελοιπότας τοὺς πρότερον, τό τε μικρῶνἕνεκα παρεγχειρήσεων ὁλοκλήρους καταβάλλεσθαι πραγματείας ὅμοιον τῷτὴν Ἀθηνᾶν βουλομένῳ μετακινεῖν τὴν Φειδίου, ὅτι τὰ δεσμὰ τῆς κρηπῖδοςᾤετο ἀμείνω ποιήσειν. τὸ μέντοι ἐκλαμβάνοντα τὰ βουλήματα τῶν ἐν τοῖςβιβλίοις γεγραμμένων σὺν τάχει τε ἐξαγγέλλειν καὶ τῇ συντομίᾳ τοῦ φιλο-σόφου κατὰ δύναμιν παρομαρτεῖν καινόν τε ἐδόκει καί τινα ὠφέλειαν παρ-έξεσθαι· εὔκολον γὰρ ἔσεσθαι διὰ τοῦ τοιούτου τρόπου τὴν ἀνάμνησινὑπειλήφαμεν τοῖς ἅπαξ μὲν τὰ Ἀριστοτέλους μεμαθηκόσιν ἀναλαμβάνεινδὲ αὐτὰ συνεχῶς τῷ μήκει τῶν ὑπομνημάτων οὐ δυναμένοις. τὸ δὴπρότερον τῶν Ὑστέρων ἀναλυτικῶν οὕτω σαφηνίσαι προελόμενοι σοὶ πρώτῳτὸν τύπον κοινούμεθα τῆς συγγραφῆς, παιδείας τε ἕνεκεν ἀκριβοῦς καὶφιλίας ἀληθινῆς, οὔτε λήσεσθαί τί σε τῶν μὴ δεόντως εἰρημένων οὔτεκατασιωπήσειν πεπιστευκότες. πολλὰ μὲν οὖν ἔοικε τῶν Ἀριστοτέλουςβιβλίων εἰς ἐπίκρυψιν μεμηχανῆσθαι, οὐχ ἥκιστα δὲ καὶ τὰ προκείμενα,πρῶτον μὲν διὰ τὴν συνήθη βραχυλογίαν, ἔπειθ' ὅτι καὶ ἡ τάξις τῶνκεφαλαίων οὐ διακέκριται. ὥσθ' ἡμῖν ἀνάγκη συγγινώσκειν, εἰ τὰ μὲνφαινοίμεθα μακρότερον ἑρμηνεύοντες (οὐ γὰρ ἐνῆν εἰπεῖν διὰ τῶν ἴσωνσαφέστερον), τὰ δὲ μεθαρμοττόμενοι καὶ μετατιθέντες ὡς ἂν φαίνοιτοἕκαστα τῶν κεφαλαίων περιγεγραμμένα. εἰ δέ τινα καὶ συντομώτερον ἐπι-δεδραμήκαμεν, οὐκ ἄξιον δυσχεραίνειν· ὅσα γὰρ τεχνικὴν ἔχει τὴν θεωρίαν,οὐ συντείνει δὲ ἄγαν εἰς τὸν περὶ ἀποδείξεως λόγον, τούτοις οὐκ ἦν ἄξιονἐνδιατρίβειν τῷ ῥᾳστώνην ἐπινοῆσαι προελομένῳ τῆς κατανοήσεως τῶνχρησίμων. Πρὸς πᾶσαν ἐπιστήμην καὶ πᾶσαν μάθησιν λογικὴν τὸν μέλλονταπροσέξειν μὴ μάτην ἀνάγκη φυσικάς τινας ἔχειν ἀρχάς, δι' ὧν προγινώσκειτι περὶ τοῦ πράγματος· οὐ γὰρ οἷόν τε παρὰ τοῦ διδάσκοντος πάντα λαβεῖν,ἀλλὰ δεῖ τι καὶ οἴκοθεν φέρειν εἰς τὴν μάθησιν συντελοῦν. οὕτω γὰρ καὶπαρὰ τοῦ γεωμέτρου μανθάνομεν, ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐθέν, ἐπειδὴτοῦ μέρους ἔννοιαν προκεκτήμεθα, καὶ παρὰ τοῦ ἀριθμητικοῦ, ὅτι περιττὸςὁ διαιρούμενος εἰς ἄνισα, ἐπειδὴ τὰ ἄνισα προγινώσκομεν. καὶ οὐ μόνονγε τὰς ἐπιστήμας ἀλλὰ καὶ τὰς τέχνας ἁπάσας τοῦτον τὸν τρόπον περι-ποιούμεθα· οἰκοδομεῖν γὰρ μανθάνομεν πηλοῦ καὶ λίθου προέχοντεςγνῶσιν, σκυτοτομεῖν δ' αὖ δέρματός τε καὶ σμίλης τὴν φύσιν προεπι-στάμενοι, ναυπηγεῖσθαι ὁμοίως, ὑφαίνειν, χαλκεύειν. μάλιστα δὲ δῆλονἐπὶ τῶν διὰ λόγου τι διδασκόντων, ὥσπερ οἱ διαλεκτικοὶ καὶ οἱ ῥήτορες·κέχρηνται γὰρ οἱ μὲν ἐπαγωγῇ τε καὶ συλλογισμῷ, οἱ δὲ ἐνθυμήματι καὶπαραδείγματι, ἐφ' ὧν ἀναγκαῖον ἢ τὰ καθ' ἕκαστον προγινώσκειν ἢ τὰλήμματα ἢ τὰ ὅμοια. οὐ μόνον δὲ οἱ παρ' ἄλλων μανθάνοντες, ἀλλ' ὅσοικαὶ αὐτοί τι ζητοῦσιν, ἔχοντές τινα ἐναργῆ τε καὶ φανερὰ ἐκ τούτωνὁρμῶνται πρὸς τὸ τὰ ἀφανῆ ζητεῖν καὶ μὴ γνώριμα. ὥστε εἴπερ ἀληθῆταῦτα, πᾶσα ἂν διδασκαλία καὶ πᾶσα μάθησις λογικὴ ἐκ προϋπαρχούσηςγίγνοιτο γνώσεως. μὴ θορυβείτω δὲ ἡμᾶς τὰ δι' αἰσθήσεως γινωσκόμενα,ἐφ' ὧν οὐδὲν προγινώσκειν ἀνάγκη· οὐ γὰρ διὰ μαθήσεως τὰ τοιαῦταοὐδ' ἐκ μεθόδου λογικῆς παραγίνεται. Ἐφ' ὧν τοίνυν προγινώσκειν ἐστί τι ἀναγκαῖον, ἐπὶ τούτων διχῶςοἷόν τε προγινώσκειν· τὰ μὲν γὰρ ὅτι ἔστι προϋπολαμβάνειν ἀναγκαῖον, τὰδὲ τί τὸ λεγόμενον ὄνομα σημαίνει ξυνιέναι δεῖ. ζητοῦντες μὲν γὰρ διὰτί τὸν σίδηρον ἡ λίθος ἕλκει, πρότερον ὅτι ἕλκει γινώσκομεν, καὶ ζητοῦντεςτί ἐστι κίνησις ἢ τί χρόνος, ἴσμεν ὅτι ἔστι κίνησις καὶ χρόνος. καὶ οὗτοςμὲν εἷς τρόπος τῆς προγνώσεως· ἐφ' ὧν δὲ αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἔστινἢ μή, καὶ μανθάνομεν, οἷον εἰ ἔστι θεός, ἆρα ἔστι πρόνοια, ἐπὶ τῶντοιούτων, τί σημαίνει τὸ λεγόμενον ὄνομα, ξυνιέναι πρότερον ἀναγκαῖον.τὸ μὲν οὖν ὅτι ἔστιν ἄνευ τοῦ τί σημαίνει γινώσκειν ἀμήχανον· τὸ δὲ τίσημαίνει γινώσκειν δυνατὸν καὶ χωρὶς τοῦ εἰδέναι ὅτι ἔστι· τί γὰρ ἱππο-κένταυρος σημαίνει καὶ τί Σκύλλα συνίεμεν οὐκ εἰδότες ὅτι ἔστιν, ἀλλὰζητοῦντες. οὐ γὰρ δὴ τὸ τί σημαίνει ταὐτὸν ὑποληπτέον εἶναι τῷ ὁρισμῷτῷ τὸ τί ἦν εἶναι δηλοῦντι, ἀλλ' ἰστέον ὅτι πάμπολυ διαφέρει τοῦ τί ἐστιτὸ τί σημαίνει. τῶν μὲν γὰρ σημαινομένων ὑφ' ἑκάστης φωνῆς καὶ οἱπάνυ ἀμαθεῖς συνιᾶσιν· οὐδεὶς οὖν οἰκέτης ὁμόγλωττος ἄνθρωπον ἀκούσαςκαλέσαι ἵππον ἤγαγεν, οὐδὲ βάθρον ἐνεγκεῖν ὕδωρ ἐκόμισε· τί δὲ δήποτέἐστιν ἕκαστον τούτων καὶ τίς ἑκάστου τῆς οὐσίας ὁρισμός, εἰδέναι χαλεπὸντῷ μὴ περὶ ταῦτα γεγυμνασμένῳ. ἐκ δὲ τῶν προειρημένων δῆλόν ἐστιν,ὅτι τὸ γνωρίζειν καὶ τὸ μανθάνειν οὐ μικρὸν διαφέρει, εἴ γε τῶν μὲν προ-γινωσκομένων ἡ γνῶσις, ἐκ δὲ τῶν μὴ προγινωσκομένων ἡ μάθησις, καὶγνωρίζει μέν τις ἃ πρότερον ἐπίσταται, μανθάνει δὲ ἃ οὐκ ἐπίσταται.καίτοι γε ἔνια καὶ γνωρίζειν ἔστιν εὐθὺς καὶ πρῶτον μανθάνοντα, οἷονὅσα ὑπό τι καθόλου ἐστὶν οὗ τὴν ἐπιστήμην πρότερον ἔχομεν· ὁ γὰρεἰδὼς μὲν ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, μὴεἰδὼς δὲ ὅτι τρίγωνον τοῦτο τὸ ἐνταῦθα γεγραμμένον, ὅταν αὐτὸ θεάσηταιπρῶτον, μανθάνοι τ' ἂν ἅμα αὐτὸ καὶ γνωρίζοι, ἀλλ' οὐ κατὰ ταὐτόν, ἀλλὰμανθάνοι μὲν ἂν ὅτι τρίγωνον, γνωρίζοι δ' ἂν ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει·ὅτι μὲν γὰρ τρίγωνον νῦν οἶδεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τῷκαθόλου προεπίσταται. δυοῖν γὰρ τούτοιν ὑπαρχόντων περὶ τὴν γνῶσιντούτου τοῦ γεγραμμένου τριγώνου, ὅτι τε τρίγωνον καὶ ὅτι δυσὶν ὀρθαῖςἴσας ἔχει, ὅτι μὲν τρίγωνον θεάσασθαι δεῖ καὶ τοῦτον τὸν τρόπον μαθεῖν,ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ συλλογισμῷ τις ἂν λάβοι· τούτου γὰροὐκ αἴσθησις κυρία ἀλλὰ λόγος καὶ ἀπόδειξις, ἡ δὲ ἀπόδειξις τῷ ἐπίστα-σθαι τὸ καθόλου· ἐπειδὴ γὰρ παντὶ τοῦτο ὑπάρχει τῷ τριγώνῳ, τοῦτο δὲτρίγωνον. ὥστε ἡνίκ' ἂν ἔτι κρύπτηται τὸ τρίγωνον ἐν τῷ γραμματείῳ,τρόπον μέν τινα εἰδέναι φατέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, τρόπον δ'ἄλλον ἀγνοεῖν· οὔτε γὰρ ἁπλῶς εἰδέναι ῥητέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει,ὃ μηδὲ εἰ τρίγωνόν ἐστιν ἴσμεν, οὔτ' αὖ πάλιν ἁπλῶς ἀγνοεῖν, οὗ τὸ καθό-λου κοινότερον ἐπιστάμεθα. διὰ ταῦτα οὖν οὐ φοβητέον ἐκείνους τοὺςλόγους οὓς ἐγκεκαλυμμένους ὀνομάζουσιν οἱ σοφισταί· ‘ἆρ' οἶδας ἅπασανδυάδα ὅτι ἀρτία;’· φήσαντος δὲ ναί, ‘καὶ μὴν ταύτην οὐκ οἶδας ἣν κατέ-