Analyticorum Posteriorum Paraphrasis
- Scientific editors
- Maximilian Wallies
- Edition reference
- Aristotelis Analyticorum Posteriorum paraphrasis · Berlin · Reimer · 1900
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg038.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ A.
Ἐμοὶ συντάττεσθαι μὲν ἐξηγήσεις τῶν Ἀριστοτελικῶν βιβλίων μετὰEd. Spengelii p. 1 τοσούτους τε καὶ τοιούτους οὐκ ἐδόκει πόρρωθεν εἶναι φιλοτιμίας ἀνωφελοῦς· οὔτε γὰρ πολλὰ ἔστιν εὑρεῖν ἐλλελοιπότας τοὺς πρότερον, τό τε μικρῶν ἕνεκα παρεγχειρήσεων ὁλοκλήρους καταβάλλεσθαι πραγματείας ὅμοιον τῷ τὴν Ἀθηνᾶν βουλομένῳ μετακινεῖν τὴν Φειδίου, ὅτι τὰ δεσμὰ τῆς κρηπῖδος ᾤετο ἀμείνω ποιήσειν. τὸ μέντοι ἐκλαμβάνοντα τὰ βουλήματα τῶν ἐν τοῖς βιβλίοις γεγραμμένων σὺν τάχει τε ἐξαγγέλλειν καὶ τῇ συντομίᾳ τοὐ φιλοσόφου κατὰ δύναμιν παρομαρτεῖν καινόν τε ἐδόκει καί τινα ὠφέλειαν παρέξεσθαι· εὔκολον γὰρ ἔσεσθαι διὰ τοῦ τοιούτου τρόπου τὴν ἀνάμνησιν ὑπειλήφαμεν τοῖς ἅπαξ μὲν τὰ Ἀριστοτέλους μεμαθηκόσιν ἀναλαμβάνειν δὲ αὐτὰ συνεχῶς τῷ μήκει τῶν ὑπομνημάτων οὐ δυναμένοις. τὸ δὴ πρότερον τῶν ‘Υστέρων ἀναλυτικῶν οὕτω σαφηνίσαι προελόμενοι σοὶ πρώτῳ τὸν τύπον κοινούμεθα τῆς συγγραφης, | παιδείας τε ἕνεκεν ἀκριβοῦς καὶ 2 φιλίας ἀληθινῆς, οὔτε λήσεσθαί τί σε τῶν μὴ δεόντως εἰρημένων οὔτε κατασιωπήσειν πεπιστευκότες. πολλὰ μὲν οὖν ἔοικε τῶν Ἀριστοτέλους βιβλίων εἰς ἐπίκρυψιν μεμηχανῆσθαι, οὐχ ἥκιστα δὲ καὶ τὰ προκείμενα, πρῶτον μὲν διὰ τὴν συνήθη βραχυλογίαν, ἔπειθ’ ὅτι καὶ ἡ τάξις τῶν κεφαλαίων οὐ διακέκριται. ὥσθ’ ἡμῖν ἀνάγκη συγγινώσκειν, εἰ τὰ μὲν φαινοίμεθα μακρότερον ἑρμηνεύοντες οὐ γὰρ ἐνῆν εἰπεῖν διὰ τῶν ἴσων σαφέστερον), τὰ δὲ μεθαρμοττόμενοι καὶ μετατιθέντες ὡς ἂν φαίνοιτο ἕκαστα τῶν κεφαλαίων περιγεγραμμένα. εἰ δέ τινα καὶ συντομώτερον ἐπι- 1 Inscripsi ex Α, quocum in alterius libri titulo concinant SW: θ. π. εἰς τὸ πρῶτον τῆς ἀποδεικτικῆς ἀριστοτέλους maiusc. rubr. C: θ. φιλοσόφου παράφρασις εἰς τὴν ἁ . . . . . . . (evan.) S itemque, sed τὰ ἀποδεικτικά W: Θ. π. τῶν ‘Υστέρων ἀναλυτικῶν τοῦ Ἀριστοτέλους s τλ 2 ἀριστοτέλου W: ἆριστο S 3 τε om. S οὐ δοκεῖ AC: ἐδόκει W 4 σμικρῶν Cs 5 ἕνεκεν AC 6 post τὴν alt. add. τοῦ SWs φιδείου W 8 τῆ superset. A 9 τινα om. Α 11 post μὲν add. γὰρ S 12 διὰ τὰ μήκη SW 13 οὕτως W πρῶτον Α 14 κοινούμεθα τὸν τύπον C κινούμεθα pr. W γραφῆς Ss, pr. W ἕνεκα S 15 δεόντων pr. Α 20 μακρότερον om. A 22 δέ corr. W: δ’ ἐπὶ ACS, pr. W δεδραμήκαμεν, οὐκ ἄξιον δυσχεραίνειν· ὄσα γὰρ τεχνικὴν ἔχει τὴν θεωρίαν, 2 οὐ συντείνει δὲ ἄγαν εἰς τὸν περὶ ἀποδείξεως λόγον, τούτοις οὐκ ἦν ἄξιον ἐνδιατρίβειν τῷ ῥᾳστώνην ἐπινοῆσαι προελομένῳ τῆς κατανοήσεως τῶν
1. Πρὸς πᾶσαν ἐπιστήμην καὶ πᾶσαν μάθησιν λογικὴν τὸν μέλλοντα προσέξειν μὴ μάτην ἀνάγκη φυσικάς τινας ἔχειν ἀρχάς, δι᾿ ὧν προγινώσκει τι περὶ τοῦ πράγματος· οὐ γὰρ οἷόν τε παρὰ τοῦ διδάσκοντος πάντα λαβεῖν, ἀλλὰ δεῖ τι καὶ οἴκοθεν φέρειν εἰς τὴν μάθησιν συντελοῦν. οὕτω γὰρ καὶ παρὰ τοῦ γεωμέτρου μανθάνομεν, ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐθέν, ἐπειδὴ τοῦ μέρους ἔννοισαν προκεκτήμεθα, καὶ παρὰ τοῦ ἀριθμητικοῦ, ὅτι περιττὸς ὁ διαιρούμενος εἰς ἄνισα, ἐπειδὴ τὰ ἄνισα προγινώσκομεν. καὶ οὐ μόνον γε τὰς ἐπιστήμας ἀλλὰ καὶ τὰς τέχνας ἁπάσας τοῦτον τὸν τρόπον περιποιούμεθα· οἰκοδομεῖν | γὰρ μανθάνομεν πηλοῦ καὶ λίθου προέχοντες 3 γνῶσιν, σκυτοτομεῖν δ᾿ αὖ δέρματός τε καὶ σμίλης τὴν φύσιν προεπιστάμενοι, ναυπηγεῖσθαι ὀμοίως, ὑφαίνειν, χαλκεύειν. μάλιστα δὲ δῆλον ἐπὶ τῶν διὰ λόγου τι διδασκόντων, ὥσπερ οἱ διαλεκτικοὶ καὶ οἱ ῥήτορες· κέχρηνται γὰρ οἱ μὲν ἐ τε καὶ συλλογισμῷ, οἱ δὲ ἐνθυμήματι καὶ παραδείγματι, ἐφ᾿ ὧν ἀναγκαῖον ἢ τὰ καθ᾿ ἕκαστον προγινώσκειν ἢ τὰ λήμματα ἢ τὰ ὅμοια. οὐ μόνον δὲ οἱ παρ᾿ ἄλλων μανθάνοντες, ἀλλ᾿ ὅσοι καὶ αὐτοί τι ζητοῦσιν, ἔχοντές τινα ἐναργῆ τε καὶ φανερὰ ἐκ τούτων ὁρμῶνται πρὸς τὸ τὰ ἀφανῆ ζητεῖν καὶ μὴ γνώριμα. ὥστε εἴπερ ἀληθῆ ταῦτα, πᾶσα ἂν διδασκαλία καὶ πᾶσα μάθησις λογικὴ ἐκ προϋπαρχούσης γίγνοιτο γνώσεως. μὴ θορυβείτω δὲ ἡμᾶς τὰ δι᾿ αἰσθήσεως γινωσκόμενα, ἐφ᾿ ὧν οὐδὲν προγινώσκειν ἀνάγκη· οὐγὰρ διὰ μαθήσεως τὰ τοιαῦτα οὐδ᾿ ἐκ μεθόδου λογικῆς παραγίνεται.
Ἐφ᾿ ὧν τοίνυν προγινώσκειν ἐστί τι ἀναγκαῖον, ἐπὶ τούτων διχῶς οἰόν τε προγινώσκειν· τὰ μὲν γὰρ ὅτι ἔστι προϋπολαμβάνειν ἀναγκαῖον, τὰ δὲ τί τὸ λεγόμενον ὄνομα σημαίνει ξυνιέναι δὲῖ. ζητοῦντες μὲν γὰρ διὰ τί τὸν σίδηρον ἡ λίθος ἕλκει, πρότερον ὅτι ἕλκει γινώσκομεν, καὶ ζητοῦντες τί ἐστι κίνησις ἢ τί χρόνος, ἴσμεν ὅτι ἔστι κίνησις καὶ χρόνος. καὶ οὗτος μὲν εἷς τρόπος τῆς προγνώσεως· ἐφ᾿ ὧν δὲ αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἔστιν ἢ μή, καὶ μανθάνομεν, ο+ον εἰ ἔστι θεός, ἆρα ἔστι πρόνοια, ἐπὶ τῶν 2 post τούτοις add. δ᾿ S, δὲ W 6 πρόέξειν AC προγινώσκειν corr. W πράγμ 7 μέλλοντος A διδασκάλου SW 9 περὶ Α οὐδέν s et, ut videtur, pr. A c0 τοῦ alt. om. SW ὅτι] ὁ S 11 post εἰς add. τὰ ACs προγινώσκωμεν W 14 ante γωῶσιν add. τὴν As σκυτομεῖν W σμύλης C 14. 15 προεπιστάμεθα pr. W 15 post δὲ add. γίνονται S, γίνεται W 16 οἱ alt. om. SW 18 ἢ τὰ prius] ἤτοι C ἕκαστα s 21 ὁρμῶντες AC καὶ] ὡς W μὴ s: evan. S: om. ACW ἀληᾶ pr. W 22 πᾶσα alt. om. C 23 γίνεται SW ὑμᾶς SW 25 λογικῶν W περιγίγνεται C 26 ἐστὶν, om. τι, Ss, pr. W 27 ἀναγκαῖον προϋπολαμβάνειν s 30. 31 καὶ οὖτος—προγνώσεως om. C 32 θεός om. A πρόσεστι, om. ἆρα, AC τοιούτων, τί σημαίνει τὸ λεγόμενον ὄνομα, ξυνιέναι πρότερ·ον | ἀναγκαῖον. 4 τὸ μὲν οὖν ὅτι ἔστιν ἄνευ του τι σημαίνει γινώσκειν ἀμήχανον· τὸ ’δε τι σημαίνει γινώσκειν δυνατὸν καὶ χωρὶς τοῦ εἰδέναι ὅτι ἔστι· τί γὰρ ἱπποκένταυρος σημαίνει καὶ τί Σκύλλα συνίεμεν οὐκ εἰδότες ὅτι ἔστιν, ἀλλὰ ζητοῦντες. οὐ γὰρ δὴ τὸ τί σημαίνει ταὐτὸν ὑποληπτέον εἶναι τῷ ὁρισμῷ τῷ τὸ τί ἦν εἶναι δηλοῦντι, ἀλλ’ ἰστέον ὅτι πάμπολυ διαφέρει τοῦ τί ἐστι τὸ τί σὴ μαίνει. τῶν μὲν γὰρ σημαινομένων ὑφ’ ἑκάστης φωνῆς καὶ οἱ πάνυ ἀμαθεῖς συνιᾶσιν· οὐδεὶς οὖν οἰκέτης ὁμόγλωττος ἄνθρωπον ἀκούσας καλέσαι ἵππον ἤγαγεν, οὐδὲ βάθρον ἐνεγκεῖν ὕδωρ ἐκόμισε· τί δὲ δήποτέ ἐστιν ἕκαστον τούτων καὶ τίς ἑκάστου τῆς οὐσίας ὁρισμός, εἰδέναι χαλεπὸν τῷ μὴ περὶ ταῦτα γεγυμνασμένῳ. ἐκ δὲ τῶν προειρημένων δῆλόν ἐστιν, ὅτι τὸ γνωρίζειν καὶ τὸ μανθάνειν οὐ μικρὸν διαφέρει, εἴ γε τῶν μὲν προγινωσκομένων ἡ γνῶσις, ἐκ δὲ τῶν μὴ προγινωσκομένων ἡ μάθησις, καὶ γνωρίζει μέν τις ἃ πρότερον ἐπίσταται, μανθάνει δὲ ἃ οὐκ ἐπίσταται. καίτοι γε ἔνια καὶ γνωρίζειν ἔστιν εὐθὺς καὶ πρῶτον μανθάνοντα, οἷον ὅσα ὑπό τι καθόλου ἐστὶν οὗ τὴν ἐπιστήμην πρότερον ἔχομεν· ὁ γὰρ εἰδὼς μὲν ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, μὴ εἰδὼς δὲ ὅτι τρίγωνον τοῦτο τὸ ἐνταῦθα γεγραμμένον, ὅταν αὐτὸ θεάσηται πρῶτον, μανθάνοι τ’ ἄν ἅμα αὐτὸ καὶ γνωρίζοι, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλὰ μανθάνοι μὲν ἂν ὅτι τρίγωνον, γνωρίζοι δ’ ἂν ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει· ὅτι μὲν γὰρ τρίγωνον | νῦν οἶδεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τῷ καθόλου προεπίσταται. δυοῖν γὰρ τούτοιν ὑπαρχόντων περὶ τὴν γνῶσιν τούτου τοῦ γεγραμμένου τριγώνου, ὅτι τε τρίγωνον καὶ ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὅτι μὲν τρίγωνον θεάσασθαι δεῖ καὶ τοῦτον τὸν τρόπον μαθεῖν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ συλλογισμῷ τις ἂν λάβοι· τούτου γὰρ οὐκ αἴσθησις κυρία ἀλλὰ λόγος καὶ ἀπόδειξις, ἡ δὲ ἀπόδειξις τῷ ἐπίστασθα τὸ καθόλου· ἐπειδὴ γὰρ παντὶ τοῦτο ὑπάρχει τῷ τριγώνῳ, τοῦτο δὲ τρίγωνον. ὥστε ἡνίκ’ ἄν ἔτι κρύπτηται τὸ τρίγωνον ἐν τῷ γραμματείῳ, τρόπον μέν τινα εἰδέναι φατέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, τρόπον δ’ ἄλλον ἀγνοεῖν· οὔτε γὰρ ἀπλῶς εἰδέναι ῥητέον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει, 1 συνιέναι C: σ supra ξ sciiptum Α 2 ὅτι—τοῦ expunxit S2 σημαίνει mrg. Α ἀμήχανον—3 γινώσκειν om. SW 4 καὶ τί Σκύλλα om. Α σύνισμεν AC ὁ δεῖ W 6 τὸ om. AC 7 ἐφ’ A 8 συνίασιν CS: ξυνιᾶσιν s ὁμόγλωσσος S 9 καλέσαι CSW: ἀγαγεῖν As 10 ἐστιν SW: ἄρα ACs καὶ] ἡ man. rec. S 12 οὐ om. CSW σμικρὸν SWs 13 immo ἐκ] τῶν δὲ μὴ om. SWs 14 ἄι’ πρότερόν τις CSW τις superscr. W) μανθάνει—ἐπίσταται om. SW 15 καὶ utrumque corr. W 16 εἴχομεν pr. C, corr. C1 17 μὲν om. W: post ὁ (16) collocat s 18 ὅταν] ὅτι W 19 τ’ ἄν] καὶ W ἀλλ’ οὐ—20 γνωρίζοι om. W ταὐτό C 20 post ἔχει add. τὰς γωνίας SW 21 δύο As τῶ AC: τὸ SW 22 τούτοιν Α: τούτων SW, compend. C an ὑπαρχόντοιν? cf. p. 23,1 25 συλλογισμός C λάβη S 26 οὐκ ACs: οὐχ ἡ SW ἀλλὰ —καὶ AC: ἀλλ’ ὁ—καὶ ἡ SWs 27 ἐπεὶ W τοῦτο (post παντὶ) Α 28 ante τρίγ. prius add. τὸ C ἔτι κρύπτηται S: ἐπικρύπτηται ACW 29 ante εἰδέναι add. οὐκ C τρόπον δ’ —30 ἴσας ἔχει om. AC 29. 30 τρόπον δ’ ἄλλον W: ἄλλον δὲ τρόπον S: ἄλλοτρόπον δ’ s 30 οὗτε γὰρ p. 4,1 ἀγνοεῖν om. W, sed ὃ μηδέ—ἀπλῶς πάλιν ἀγνοεῖν in mrg. rec. man. W ὃ μηδὲ εἰ τρίγωνόν ἐστιν ἴσμεν, οὔτ’ αὖ πάλιν ἀπλῶς ἀγνοεῖν, οὗ τὸ καθόλου κοινότερον ἐπιστάμεθα. διὰ ταῦτα οὖν οὐ φοβητέον ἐκείνους τοὺς λόγους οὓς ἐγεκαλυμμένους ὀνομάζουσιν οἱ σοφισταί· ‘ἀρ’ οἶδας ἅπασαν δυάδα ὅτι ἀρτία;’· φήσαντος δὲ ναί, ‘καὶ μὴν ταύτην οὐκ οἶδας ἣν κατέχομεν ἐν ταῖν χεροῖν. οὔθ’ ὅτι δυάς, οὔθ’ ὅτι ἀρτία. ὥστε τὸ αὐτὸ οἶδάς τε καὶ οὐκ οἶδας’. ἀλλ’ οὐδὲν ἄτοπον· οἶδα μὲν γὰρ τὸ καθόλου πάθος πάσης δυάδος· εἰ δὲ αὕτη δυάς, ἀγνοῶ. οὐχ ὅπερ οὖν ἐπίσταμαι, τοῦτο ἀγνοῶ, ἀλλ’ ἐπίσταμαι μὲν τὸ καθόλου, ἀγνοῶ δὲ τὸ καθ’ ἕκαστον, ὥσπερ καὶ πάντα ἄνθρωπον εἰδὼς ὅτι ζῷόν ἐστι τὸν ἐν Σαρδοῖ βαδίζοντα νῦν οὔτε εἰ ἄνθρωπός ἐστιν, οὕτε εἰ ζῷον, ἔχω γινώσκεν. οὐ γὰρ ἐκείνως γε ἀπαντητέον, ὡς ἐπιχειροῦσί τινες, ὅτι οὐ | πᾶσαν ἴσμεν δυάδα ἀρτίαν 6 οὖσαν, ἀλλ’ ἣν ἴσμεν ὅτι δυάς· οὐχ ὑγιὲς γὰρ τοῦτό γε παντελῶς, εἴπερ ἴσασι μὲν οὗπερ τὴν ἀπόδειξιν ἔχουσι καὶ οὗ ἔλαβον, ἔλαβον δὲ τὴν ἀπόδειξιν οὐ μετὰ τοιαύτης προσθήκης, οἷον ἐκείνην εἶναι δυάδα ἀρτίαν ἣν ἂν εἰδῶσιν ὅτι δυάς, ἀλλὰ πᾶσαν ἁπλῶς δυάδα καὶ πᾶν τρίγωνον. ἀλλ’ οὐδέν, οἶμαι, κωλύει τοὺς μανθάνοντας ἃ μανθάνουσι πῇ μὲν ἐπίστασθαι, πῇ δὲ ἀγνοεῖν, καὶ τὶ μὲν αὐτοῦ προγινώσκειν, τὶ δὲ ζητεῖν. τούτοις δὲ αὐτοῖς χρωμένοις καὶ πρὸς τὸν ἐν τῷ Μένωνι λόγον ἀπαντητέον, ὃς τὸ ζητεῖν πειρᾶται δεικνύειν ἀδύνατον τῷ δεῖν μὲν ἅπαντα τὸν ζητοῦντα ἐκεῖνο ζητεῖν ὃ μὴ οἶδε ὁ ***· καὶ γὰρ εἰ κατὰ τύχην αὐτῷ μὴ γνώσεσθαι ὅτι τοῦτό ἐστιν ὃ ζητεῖ. εἰ δὲ πᾶσα μὲν ζήτησις ἕνεκα τοῦ μανθάνειν ὑπάρχει, οὐκ ἔστι δὲ τὸ ζητεῖν δυνατόν, ἄν μὴ γινώσκωμεν, ὥστε δυοῖν θάτερον περιλείπεται, ἢ μηδὲν ὅλως ἡμᾶς μανθάνειν ἢ ταῦτα μόνον μανθάνειν ἃ ἐπιστάμεθα. οὕτω γὰρ <ἂν> αὐτὰ καὶ ἐξευρόντες ὅτι ταῦτά ἐστιν ἃ διώκομεν, ὥσπερ, οἶμαι, οἰκέτην ἀποδράντα, ὃν μὲν οὐκ ἴσμεν, οὐδὲ ζητεῖν <ἂν> οἷόν τε ἡμῖν εἴη, ὃν δὲ καὶ ζητεῖν δυνάμεθα καὶ ἐξευρίσκειν. πρὸς δὲ τοῦτον τὸν λόγον, μᾶλλον δὲ τὸ σόφισμα τοῦτο Πλάτων’ μὲν ἔοικεν ἐνδιδόναι· σχεδὸν γὰρ ὁμολογεῖ ταῦτα μανθάνειν ἃ ἴσμεν, ἀναμνήσεις ποιῶν τὰς μαθήσεις καὶ τὸ μανθάνειν οὐδὲν ἕτερον τοῦ γνωρίζειν. ἡμεῖς δὲ καὶ ταῦτα ἕτερα λέγομεν εἶναι, καὶ μανθάνειν μέν φαμεν ἃ πρότερον ἠγνοοῦμεν, | γνωρίζειν δὲ ἃ 7 πρότερον ἠπιστάμεθα, καὶ μηδὲν ὅλως κωλύειν τὸν μανθάνοντα, ὅταν μανθάνῃ, καὶ γνωρίζειν αὐτό, κατ’ ἄλλο μέντοι καὶ ἄλλο καὶ προείρηται ἡμῖν 3 ἐκκεκαλυμμένους SW σοφοί Α 5 ταῖς W αὐτὸ] ὐτὸ in ras., ut videtur, Α 6 γὰρ om. C 7 αὐτὴ Α: αὐτὸ C 10 ἐστιν om. S 10. 11 ἐκείνω τὲ S 12 οὖσαν om. S, superscr. W1 γε om. W 13 τὴν prius superscr. W1 14 ante τοιαύτης add. τῆς Α 15 εἰδῶσιν Arist. s: ἴδωσιν ACSW 16 πῶς—πῶς C 18 μέμνονι C ἐν τῷ Μένωνι] c. 14 p. 80 D 20 οὐχ (immo μὴ) οἷόν τε δ’ εἶναι ζητεῖν ὃ μὴ οἶδε recte supplet Spengel 22 ὑπάρχει AC: ἐστίν SW δὲ corr. W1 γινώσκομεν C 23 μηδὲ W 24 μόνον om. C 24 et 26 ἄν as: om. ACSW 29 ἃ] non liquet μὲν?) S τὰς μαθήσεις om. SW 30 γνωρίζειν renovavit A post ταῦτα add καὶ W ἕτερα ταῦτα A 31 μέν om. C 32 ἐπιστάμεθα AC μη)δὲν ὅλως renovavit Α post μανθάνοντα add. τι s 33 αὐτό, κατ’ renovavit Α ὁ τρόπος), ἁπλῶς δὲ ἅπασαν διδασκαλίαν καὶ μάθησιν ἀπό τινων ὁμολογουμένων 7 καὶ φανερῶν προιέναι, ἐξ ὧν καὶ τὸ ἀφανὲς γίνεται δῆλον. ὅτι μὲν οὖν ζητεῖν δυνατὸν καὶ ἀποδεικνύναι, διά τούτων ἔστω φανερόν· τί δέ ποτέ ἐστιν ἀπόδειξις, ἐφεξῆς ἂν εἴη διδάσκειν.
2. Λέγεται τοίνυν τὸ ἐπίστασθαι πολλαχῶς· καὶ γὰρ κοινῶς λέγεται καὶ κυρίως· κοινῶς μέν, ὅταν ἅπασαν γνῶσιν ὁπωσδήποτε γινομένην, εἴτε διὰ τῶν συμβεβηκότων τῷ πράγματι εἴτε καθ’ ἕτερον τρόπον, ἐπιστήμην ὀνομάζωμεν· κυρίως δὲ καὶ ἁπλῶς ἐστιν ἐπιστήμη, ὅταν τήν τε αἰτίαν οἰώμεθα γινώσκειν δι’ ἣν τὸ πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καὶ ὅταν αὐτὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν ὑπολαμβάνωμεν. δῆλον δὲ ὅτι τοιοῦτόν ἐστι τὸ ἐπίστασθαι· ἅπαντες γὰρ οἱ τινὸς ἐπιστήμης μεταποιούμενοι οἱ μὲν οἴονται δεῖν οὕτως ἔχειν περὶ τοῦ πράγματος, οἱ δὲ καὶ ἔχουσιν οὕτως. εἰσὶ μὲν οὖν καὶ ἕτεροι τοῦ κυρίως ἐπίστασθαι τρόποι· καὶ γὰρ. ἡ δι’ ὁρισμῶν θεωρία καὶ ἡ λῆψις τῶν ἀναποδείκτων ἀρχῶν ἐπιστῆμαι καλοῦνται κυρίως· ἀλλ’ ὅτι γε καὶ τοῦτο εἶδός ἐστι τῆς ἁπλῶς ἐπιστήμης, ὁμολογείσθω. τὸ δὴ τοιοῦτον εἶδος τῆς ἐπιστήμης τοῦτο εὐθὺς ἀπόδειξιν λέγω· ἀπόδειξις γάρ ἐστι συλλογισμὸς ἐπιστημονικός, ὥστε εἴπερ τῷ συλλογισμῷ μὲν δεῖ τὰς προτάσεις αἰτίας | εἶναι τοῦ συμπεράσματος, τῷ δ’ 8 ἐπίστασθαι οἰομένῳ προσήκει γινώσκειν καὶ τὴν αἰτίαν τοῦ πράγματος, καὶ ἄμφω δεῖ συνδραμεῖν ἐπὶ τῆς ἀποδείξεως καὶ τὰ λήμματα μὴ τῆς ἐπιφορᾶς εἶναι μόνον ἀλλὰ καὶ τοῦ πράγματος αἴτια τοῦ δεικνυμένου. ὡς μὲν γὰρ συμπεράσματος αἴτιον τοῦ πῦρ ἐνταῦθα κεκαῦσθαι τὸ τὴν τέφραν ὑπολελεῖφθαι, ὡς τοῦ] πράγματος δ' οὐκέτι· οὐ γὰρ ἡ τέφρα τοῦ πυρὸς αἰτία, ἀλλὰ τὸ πῦρ μᾶλλον ἐκείνης. ἄμφω τοίνυν συνδραμεῖν ἀναγκαῖον καὶ τὸ ποιητικὸν συναγωγῆς ποιητικὸν εἶναι τοῦ γενέσθαι τὸ συναχθέν. ἀλλ’ ἐπειδὴ πᾶν αἴτιον καὶ πρότερον τοὐ ποιουμένου καὶ οἰκεῖον αὐτῷ ὅτι μάλιστα, καὶ προτέρας εἶναι δεῖ καὶ οἰκείας ἰὰς προτάσεις τοῦ συμπεράσματος. καὶ ἐπειδὴ τὸ ἐπίστασθαί ἐστιν, ὅταν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν ὑπολαμβάνωμεν, διὰ τοῦτο καἰ τὴν ἁλή θείαν αὐταῖς προσθετέον· εἰ γὰρ τὸ ψεῦδος ἔχοιεν, συμβήσεται τὸν ἐπιστάμενον ἐξ ἀνάγκης εἶναι ὑπολαμβάνειν ὃ μή ἐστιν, οἷον εἴ τινες ψευδεῖς προτάσεις συνήγαγον τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον εἶναι. ἀλλ’ εἰ πᾶσα μάθησις καὶ διδασκαλία 2 γίνεται om. AC ὅτι SW: εἰ AC 3 δεικνύναι S ἔστω SW: ὧδε AC post φανερὸν add. εἶναι AC δέ AC: δή W: δὲ δὴ 8 4 ante ἀπόδ. add. ἡ Ss 5 post ἐπίστασθαι add. φανερὸν AC 8 ὀνομάζωμεν C: ὀνομάζομεν Α: ὀνομαζομένην SW ἐπιστήμων SW τε om. SW 10 ἐνδέχηται Α ἔχειν om. C ὑπολαμβάνομεν, supra νο compend. εἰν deletum A δὲ om. W 10. 11 ante τοιοῦτόν add. τὸ C 11 τινὲς C pr., corr. C1 12 οἷόν τε pr. W 13 κυρίως om. S 14 οἱ δι’ W ἀποδεικτῶν pr. W 15 ἐστι om. Α 17 ἀποδεικτικός S 19 καὶ prius om. A 22 ante συμπ. add. τοῦ SWs κεκαῦθαι C 23 ἐπιλελεῖφθαι C τοῦ prius delevi 24 αἰτία AC: αἴτιον SWs 25 συναγωγὴ ποιητικῆ S post εἶναι addiderim καὶ 28 ἐνδέχεται Α: ἐνδέχηται C 30 ἐπιστήμονα S 31 εἴ AC: εἰσί SW 32 post εἰ add. καὶ Cs πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις SW ἐκ προγινωσκομένων ἐστί, δεῖ καὶ τοῦτο σώζεσθαι ἐν τῇ ἀποδείξει. ἔσονται 8 τοίνυν καὶ γνωριμώτεραι αἱ προτάσεις τοῦ συμπεράσματος διὰ τοῦτο, γνωριμώτεραι δ’ οὐ μόνον τὸν ἕτερον τρόπον, τῷ ξυνιέναι τί σημαίνουσιν, ἀλλὰ καὶ τῷ εἰδέναι ὅτι εἰσί· τὸ γὰρ ἀληθὲς κτὰ τοῦτο. ἐξαριθμησώμεθα τοίνυν ὁπόσα προσδιωρίσαμεν τοῖς λήμμασιν ὑπάρχειν τοῖς ἀποδεικτικοῖς· ἔστι δὲ τάδε· αἰτίοις εἶναι καὶ οἰκείοις, ἀληθέσι τε καὶ γνωριμω|τέροις. 9 πᾶσα μὲν οὖν ἀπόδειξις οὐκ ἐκ προτέρων μόνον ἀλλὰ καὶ ἐκ πρώτων· εἰ μὲν γὰρ αἱ λαμβανόμεναι προτάσεις δι’ ἄλλων ἀποδεικνύοιντο πρότεραι μὲν ἔσονται τοῦ συμπεράσματος, οὐ πρῶται δέ· εἰ δὲ μὴ δι’ ἄλλων καὶ μηδ’ ὅλως προσδέοιντο ἀποδείξεως, ἀλλ’ αὐτόθεν εἶεν πισταὶ καὶ ἐναργεῖς, ἤδη καὶ πρῶται, ἃς οἱ παλαιοὶ καλοῦσιν ἀξιώματα καὶ ἀμέσους προτάσεις, εἰς ἃ χρὴ πάσας ἀνάγεσθαι καὶ ἐξ ὧν ἀποδείκνυσθαι τὰς εἰς συλλογισμὸν ἐπιστημονικὸν τιθεμένας· διὰ τοῦτο γὰρ αὐτὰς καὶ ἀρχὰς ἀποδείξεως ὀνομάζουσιν. εἰ δ’ οὕτως πρῶται καὶ οὕτως πρότεραι ἔσονται αἱ προτάσεις, δῆλον ὡς τὸ πρότερον ἂν ἔχ’ ἔχοιεν οὐ τὸ πρὸς ἡμᾶς ἀλλὰ τὸ πρὸς τὴν φύσιν ἡμῖν μὲν γὰρ πρότερα τὰ αἰσθητὰ καὶ καθ’ ἕκαστα, τῇ φύσει δὲ τὰ καθόλου τε καὶ πόρρω τῆς αἰσθήσεως), ἐπεὶ καὶ τὸ γνωριμώτερον ἕξουσιν οὕτως ὡς τῇ φύσει γνωριμώτεραι οὖσαι· τοιοῦτον γὰρ ἡ ἀπόδειξις, οὐ πρὸς τὴν ἡμετέραν γνῶσιν καὶ συγκατάθεσιν ἀφορᾷ, ἀλλὰ πρὸς ἀλήθειαν καὶ ὡς ἔχει τὸ πρᾶγμα κατὰ φύσιν, κἀν ἡμῖν μὴ δοκῇ. ὁ γὰρ ἐπιστημονικὸς συλλογισμὸς τούτῳ μάλιστα τῶν λοιπῶν διενήνοχεν·. ἐν μὲν γὰρ τοῖς ἄλλοις δείκνυται καὶ διὰ ψευδῶν τὸ ἀληθές, ὡς παρὰ τοῖς ῥήτορσι πολλάκις, καὶ δι’ ὑστέρων τὸ πρότερον, ὥσπερ οἱ διὰ σημείων συλλογισμοί, καὶ δι’ ἀληθῶν μὲν οὐκ οἰκείων δέ, ὥσπερ εἴ τις ἰατρὸς τὰ περιφερῆ τῶν τραυμάτων δυσιατότερα ἀποδεικνύοι, διότι τὸ σχῆμα πολυχωρητότερον τῶν λοιπῶν· γεωμέτρου γὰρ ἡ ἀπόδειξις, οὐκ ἰατροῦ. ταῦτα οὖν ἅπαντα παρατηρητέον ταῖς | μελλούσαις προτάσεσι τὴν ἀκρίβειαν τῆς ἀποδείξεως διασώσειν.
Ἄμεσος οὖν πρότασίς ἐστιν ἧς μή ἐστιν ἄλλη προτέρα καὶ ἣν οὐχ οἷόν τε ἀποδεῖξαι. τοιαῦται δέ εἰσι μὲν καὶ ἐκ τῶν καθόλου, εἰσὶ δὲ καὶ ἐκ τῶν αἰσθητῶν· ὅτι γὰρ τὸ τριβώνιον τοῦτο λευκόν, ἄμεσός ἐστι πρότασις, ἀλλ’ οὐκ εἰσὶν αὗται τῶν ἀποδείξεων ἀρχαί, ἀλλ’ αἱ καθόλου μᾶλλον· τὴν δὲ αἰτίαν μαθησόμεθα ἐφεξῆς. τῆς δὲ ἀμέσου προτάσεως τῆς ἀποδεικτικῆς ἡ μὲν τοιαύτη τὴν φύσιν ἐστὶν ὥστε ἀνάγκην εἶναι τὸν μανθάνοντα ὁτιοῦν 2 προτά(σεις) reuovavit Α 3 συνιέναι Α: ξυνίεσθαι S 4 τῶ CS: τὸ AW κατὰ τοῦτο renovavit Α ἐξαριθμησόμεθα W 5 προσδιορίσαμεν W 6 καὶ οἰκείοις om. SW 7 μόνων pr. C, corr. C1 8 γὰρ ἀναλαμβανόμεναι W 9 δι’ om. C καὶ om. Ss, pr. W 10 εἶεν om. A 12 an εἰς ἃς? 15 τὸ terf. SW: om. AC 10 post πρότερα add. ὡς SW τὸ (post δὲ) S 17 καὶ alt. ex δὲ corr. W 18 γνωριμώτερα S εἶναι SW 20 ἔχοι W post πρᾶγμα add. τὸ ACS 21 τοῦτο W διενήνοχε τῶν λοιπῶν C 22 ταῖς ἄλλαις AC ψευδὲς W τἀληθές Ws ὥσπερ τοῖς S, pr. W 25 ἀποδεικνύει W πολυχωρότατον Α 26 ἡ om. SW 27 ἀλήθειαν S διασώζειν S, pr. ᾦ 29 μὲν om. AC post καὶ prius add. αἱ Cs 30 αἰσθήσεων AC 32 τῆς alt. om. AC 33 τοιαύτην Cs ἀνάγκη W οἴκοθεν αὐτὴν κομίζειν καὶ εἰδέναι παρ’ ἑαυτοῦ, ὥσπερ ἔχει τὰ ἀξιώματα· τὰς γὰρ κοινὰς ἐννοίας ἀνάγκη ἕκαστον ἔχειν φύσει καὶ ἄνευ τούτων οὐδὲν ἔστι μαθεῖν. ὁ γὰρ Θεόφραστος οὕτως ὁρίζεται τὸ ἀξίωμα· ἀξίωμά ἐστι δόξα τις ἡ μὲν ἐν τοῖς ὁμογενέσιν, ἐὰν ἴσα ἀπὸ ἴσων, ἡ δὲ ἁπλῶς ἐν ἅπασιν, οἷον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν· ταῦτα γὰρ καθάπερ σύμφυτα καὶ κοινὰ πᾶσι. διὸ καὶ ἡ προσηγορία τοῦ ἀξιώματος· ὃ γὰρ ἀπλῶς καὶ ἐπὶ πάντων ἢ ὅλως ἐπὶ τῶν ὁμογενῶν τίθεται, ταὐτὸν ἀξιοῦμεν καὶ ἐπὶ τῶνδε. ἓν μὲν οὖν εἶδος τῆς ἀμέσου προτάσεως τοῦτο· ἕτερον δὲ θέσις, ἥτις ἀναπόδεικτος μὲν καὶ αὐτή, οὐ μέντοι παρ’ ἑαυτοῦ δύναται φέρειν αὐτὴν ὁ μανθάνων, ἀλλά παρὰ τοῦ διδάσκοντος χρὴ λαβεῖν. θέσεως δὲ τὸ μὲν ὁρισμὸς καλεῖται, τὸ δὲ ὑπόθεσις. ὁρισμὸς μὲν οὖν ἐστι λόγος ὁ ο2ὐ εἶναι τὸ πρᾶγμα ἢ μὴ εἶναι λέγων, ἀλλ’ ὅτι τοῦτ’ ἔστιν | αὐτῷ(τὸ 11 τί ἦν εἶναι) καίτοι ἕπεται μὲν αὐτοῖς καὶ εἶναι τὸ πρᾶγμα οὗ λέγουσι τὸν ὁρισμόν· ἀλλ’ οὐ τοῦτο λέγουσι -ροrιγουuιένω-̀́, ἀλλὰ τοῦτο μὲν ὑπάρχειν συμβεβηκός, προηγουμένως δὲ τί ἐστι λέγουσι· τοὺς γὰρ ὁρ,.σμοὺς μόνον ξυνίεσθαι δεῖ. διὸ καὶ ἀπορήσειεν ἄν τις, εἰ πρότασις ὅλως ὁ ὁρισμός, ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι καὶ ᾗπέρ φησιν Ἀριστοτέλης οὐ λαμβάνει τὸ εἶναι ἢ μὴ εἶναι. πῶς οὖν, εἰ μὴ πρότασίς ἐστι, προσγένοιτ’ ἂν εἶδος τῆς ἀμέσου προτάσεως; ἀλλὰ τοῦτο μὲν ἐπισκεπτέον. ἔστω δ’ οὗν τοῦτο ἕτερον εἶδος τῆς θέσεως, ἕτερον δὲ ἡ ὑπόθεσις. κοινὸν μὲν οὗν ἀπάσης ὑπο- θέσεως τὸ μὴ ἐκ τῆς φυσικῆς ἐννοίας ἠρτῆσθαι ἀλλὰ τίθεσθαι παρὰ τοῦ τεχνίτου καὶ πρότασιν εἶναι. φανερὸν μὲν γὰρ (xo) τοῦτο εἶναι ἡ μὴ εἶναι πάντωςι οἷον κίνησιν εἶναι <ἢ μὴ εἶναι>, ἐκ τοῦ μὴ ὄντος μηδὲν εἶναι, ἀπὸ παντὸς ἄγεσθαι σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν· ἀλλ’ ὅσαι μὲν γνώριμοι τούτων εἰσὶ καὶ ὅσας ἅμα τῷ πυθέσθαι ποοσίεταιὁ μανθάνων, ὑποθέσεις αὗται καλοῦνται· ὅσαι δ’ οὐ σαφεῖς καὶ οὐ γνώριμοι, αὗται αἰτήματα λέγονται οἷόν ἐστιν ἐν γεωμετρίᾳ τὰς ἀπ’ ἐλαττόνων ἡ δυοῖν ὀρθῶν ἐκ̀βα·Αt̀οuιέὶας συμπίπτειν. ἀπλῶς μὲν οὖν αἱ τοιαῦται ὑποθέσεις τε καὶ αἰτήμαια. ἤδη δὲ λέγονταί τινες ὑποθέσεις καί τινα αἰτήματα οὔτε ἄμεσα οὔτε ἀναπόδεῖκτα, ἀλλὰ δεόμενα <μὲν) ἀποδείξεως λαμβανόμενα δὲ χωρὶς ἀποὸ-αίςp-:ω,́ ἐν τοῖς λόγοις. καὶ εἰσὶν οὐχ ἁπλῶς ὑποθέσεις ταῦτα οὔτε αἰτήματα, ἀλλιὰ πρὸς ἐκεῖνον μόνον τὸν διδόντα καὶ συγχωροῦντα· ἀλλ’ αἵ γε ἀποδείξεις 12 οὐκ ἐκ τῶν τοιούτων ἀλλ’ ἐκ τῶν προτέρων διορισμῶν.
Ti μὲν οὖν ἐστιν ἄμεσος πρότασις καὶ τί ἀποδεικτικὴ καὶ τί ὑπόθεσις 1 αὐτὸν C τὸ ἀξίωμα AC 3 Θεόφραστος] Wirameri fr. LXXI 4 ἐν priiis om. C <οἷον> ἐὰν coriicio cf. p. 18,30 23,9 5 γὰρ] δὲ Α συμφοιτᾷ C 8 τοῦτο] τόδε Α 9 αὕτη AC 10 λαμβάνειν SW 1 1. 12 ἐστιν ὁ λόγος οὐχ ὁ Α II ὁ om. C 12 οὐχὶ s μὴ 0111. SW 14 ἀλλὰ-15 προηγουμένως oin. W ὑπάρχειν Α: ὑπάρχει Cs: ἐστι S 15 συμβεβηκὼς Α μόνους C 16 ξυνίεσθαι coiT. W: ξυνιέναι pr. Ws: ξυνιεῖσθι ACS ὅλος Α 17 εἴπερ S 18 post ἡ add. τὸ S προσγένοιτ’ AC, corn W: καὶ γένοιτ’ S, pr. W 19 τοῦτο alt. om. Α post ἕτερον add. μὲν SWs 20 post ἁπάσης add. τῆς AWs 22 φανερὸν C: φα- νερῶς ASWs μέν γὰρ induxit W τὸ addidi 23 κίνησις W ἣ μὴ εἶναι addidi 2.’» ἅς S\V ὁ ἀκούων SW 27 δυεῖν CS 28 οὖν om. C post καὶ indu.Kit τινα W 30 μὲν addidi :j4 ante ἀποδ. add. θέσις, S, del. W καὶ θέσις καὶ τί αἴτημα, ἐκ τούτων ἐστὶ φανερόν. ἃ δὲ εἴπομεν δεῖν 12 προσεῖναι ταῖς ἀρχαῖς τῆς ἀποδείξεως, καθ’ ἕκαστον αὐτῶν ἀναλαβόντες ἐπισκεψώμεθα, εἰ καλῶς εἴπομεν. φαμὲν τοίνυν ὅτι πρῶτον μὲν εἰκότως εἰρήκαμεν γνωριμωτέρας εἶναι τἀς προτάσεις ἐν ταῖς ἀποδείξεσι τοῦ συμπεράσματος, εἴπερ δεῖ πιστεύειν τε καὶ εἰδέναι τὸ συμπέρασμα δι’ ἐκείνας. ἀεὶ γὰρ οἷς ἂν ὑπάρχῃ ταὐτόν, θατέρῳ δὲ διὰ θάτερον, ἐκείνῳ μᾶλλον ὑπάρχει δι’ ὃ καὶ τῷ λοιπῷ ταὐτὸ τοῦτο συμβέβηκεν· ὥστ’ εἴπερ τῷ συμπεράσματι διὰ τὰς προτάσεις ὑπάρχει τὸ πιστεύεσθαι καὶ γινώσκεσθαι, ταῖς προτάσεσιν ἂν μᾶλλον ὑπάρχοι· καὶ γὰρ εἰ τὸν παιδαγωγὸν φιλοῦμεν διὰ τὸν παῖδα, τὸν παῖδα φιλοῖμεν ἂν μᾶλλον. ὥστ᾿ ἐξ ἀνάγκης γνωριμώτεραι αἱ προτάσεις. πολλάκις μὲν οὖν καὶ ἅπασαι δι’ ὧν ὁ συλλογισμός, πολλάκις δ’ οὐχ ἅπασαι μὲν ἀλλ’ ἐξ ἀνάγκης ἔνιαι· ἐνίας γὰρ οὐ σφόδρα γνωρίμους οὔσας δι’ ἑτέρων ἀποδείξαντες οὕτω χρώμεθα. εἰ δὲ δεῖ τὰς προτάσεις εἰδέναι μᾶλλον τοῦ συμπεράσματος, δυοῖν θάτερον ἀναγκαῖον, ἢ καὶ ταύτας εἰδέναι δι’ ἀποδείξεως ἢ βέλτιον διακεῖσθαι περὶ αὐτὰς τῆς ἀποδείξεως· οὕτω γὰρ ἔχομεν περὶ τὰ ἀξιώματα. οὐ μόνον δὲ τῆς ἐπιφορᾶς εἶναι δεῖ πιστότερα τὰ λαμβανόμενα ἀλλὰ καὶ τῶν ἑαυτοῖς ἐναντίων· εἰ γὰρ μηδὲν μᾶλλον τούτοις ἢ ἐκείνοις πιστεύοι, οὐ τῷ | συμπεράσματι 13 μᾶλλον πιστεύσει τοῦ ἐναντίου, ὥστε ἡγοῖτ’ ἂν αὐτὸ δυνατὸν εἶναι καὶ ἄλλως ἔχειν καὶ οὐκ ἂν ἀμετάπτωτος εἴη τοῦ συναχθέντος ἡ ἐπιστήμη.
3. τῷ δὲ παρ’ ἡμῖν καλῶς λεγομένῳ οὐ καλῶς τινες χρώμενοι ἀναιρεῖν ἐπιχειροῦσιν ἀπόδειξιν. ἡμεῖς μὲν γὰρ οἰόμεθα δεῖν, εἴπερ ἔστιν ἀπόδειξις, τὰς προτάσεις ἐπιστητὰς εἶναι μᾶλλον τοῦ συμπεράσματος· οἱ δὲ τοῦτο μὲν συγχωροῦσιν, οὐδὲν δὲ ἐπιστητὸν εἶναι τιθέμενοι ὃ μὴ δι’ ἀποδείξεως γίνεται, οὐκ ἐπιστήσεσθαι ήμᾶς μᾶλλόν φασι τὰς προτάσεις, εἰ μὴ καὶ αὐτὰς δι’ ἀποδείξεως πιστωσόμεθα. ὥστ’ εἰ μὲν ἀεὶ τὴν λαμβανομένην πρότασιν εἰς δεῖξίν τινος πάλιν αὐτὴν δι’ ἑτέρας ἀποδείκνυμεν, εἰς ἄπειρον ποιησόμεθα τὴν ἀναγωγήν· ἀδύνατον δὲ τὰ ἄπειρα διελθεῖν. εἰ δὲ στησόμεθά που καὶ ἀπαυδήσομεν, ἄγνωστα εἶναι συμβήσεται, εἴπερ οὐκ ἔστιν αὐτὰ γνῶναι δι’ ἀποδείξεως· ἀγνώστων δὲ οὐσῶν τῶν ἀρχῶν πῶς ἂν γένοιτο ἐξ αὐτῶν τι γνωστόν; ὧν γὰρ οὐκ ἔστι τὰ πρῶτα εἰδέναι καὶ τὰς ἀρχάς, οὐκ ἔστιν οὐδὲ τὰ ἐκ τούτων ἐπίστασθαι, εἰ μὴ τάχα ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστι. τοῦτο μὲν οὖν ὀρθῶς 1 ἢ (ante θέσις) Α θέσις] ὑπό superscr. S2 τί om. C αἰτήματα SW δεῖ W, pr. S 2. 3 ἐπισκεψόμεθα Α 3 ὅτι om. AC εἰκότως om. AC 6 αἰεὶ Α ἀν’ ὑπάρχῃ SW: ἐνυπάρχει AC διὰ om. SW 7 ταὐτὸν SW 8 τὸ SW: καὶ AC πιστύεσθαι S 9 εἰ γὰρ W φιλοίημεν SW 10 φιλοῦμεν μᾶλλον C: inv. ord. SW 11 αἱ πρότεραι AC οὖν om. s 12 δὲ καὶ οὐχ W 15 κεῖσθαι AC 17 πιστότερα εἰναι δεῖ As αὐτοῖς Α: ἐν αὐτοῖς C 18 ἢ superscr. Α πιστεύω AC 19 πιστεύσω AC: πιστεύσοι S αὐτῶ W 21 ἡμῶν ci. fort. rectc Spengel 22 γὰρ om. W 24 post μὲν add. οὐ AC 25 οὐκ W: οὔτε Α: οὔτε CS (superscr. δὲ S2) 26 αἰεὶ SW 27 ἀποδεικνύοιμεν SW 28 ἀγωγήν SW 29 ἀπαντήσομεν s 30 αὐτὰ –31 οὐκ ἔστι om. W 33 κἀκεῖνα om. εἰ C οὖν W: om. ACS λέγουσιν· ἀμήχανον γὰρ τὰ ὕστερα γινώσκειν μὴ τὰ πρῶτα ἐπισταμένους. 13 ἀλλ’ οὐκ ὀρθῶς τίθενται τὸ ἐπίστασθαι τοῦτο εἷναι μόνον τὸ δι’ ἀποδείξεώς τι γινώσκειν ἔστι γὰρ ἐπίστασθαι πολλὰ καὶ ἀναπόδεικτα ἔχοντας, ὅμοιά τε ἁμαρτάνουσι τοῖς πάντα ἀναπόδεικτα λέγουσιν οἱ πάντα ἀποδεικτὰ εἶναι τιθέμενοι), ἀλλ’ ὥσπερ ἐστὶν ἐναργὲς τὸ πολλά τῆς δι’ ἑτέρων πίστεως προσδεῖσθαι, | οὕτως οὐδὲν ἧττον ἐναργὲς τὸ πολλὰ εἶναι γνώριμα δι’ ἑαυτῶν, 14 ἀλλὰ καὶ μᾶλλον ἐπιστητὰ τῶν δ’ ἄλλων γινωσκομένων, αἵ τε ἀρχαὶ τῆς ἀποδείξεως οὐκ ἂν εἶεν δήπουθεν ἀποδἒίξεις ἀλλὰ προτάσεις αὐτόθεν ἐναργεῖς τε καὶ ἄμεσοι ὧν τε ἀρχὴ πάλιν ὁ νοῦς, ᾧ τοὺς ὅρους θηρεύομεν ἐξ ὧν σύγκειται τὰ ἀξιώματα. ταῦτα γὰρ ἀμείνω λέγειν ἢ συγχωρεῖν μὲν αὐτοῖς ἐπιστητὰ εἶναι τὰ δι’ ἀποδείξεως γινωσκόμενα, φεύγοντας δὲ τὴν εἰς ἄπειρον ἀναγωγὴν τὴν κύκλῳ δεῖξιν παράγειν. τοῦτο δ' ἐστὶ κακῷ τὸ κακὸν ἰᾶσθαι καὶ σώζειν ἐπιχειροῦντας ἀπόδειξιν μηδὲν ἧττον ἀναιρεῖν αὐτὴν τῶν τοῦτο προτιθεμένων. εἰ γὰρ ἐκ προτέρων δεῖ τὴν ἀπόδειξιν εἶναι καὶ γνωριμωτέρων, ἀδύνατον δὲ τῶν αὐτῶν τὰ αὐτὰ ἅμα πρότερά τε εἶναι καὶ ὕστερα, ἀδύνατον διὰ τῆς κύκλῳ δείξεως τι γινώσκειν, εἴπερ ἡ κύκλῳ δεῖξίς ἐστιν, ὅταν οἷς χρησόμεθα πρὸς τὴν ἄλλων δεῖξιν, ταῦτα πάλιν διὰ τῶν δειχθέντων ἀποδεικνύωμεν. ἴσως μὲν οὗν καὶ πρότερα καὶ ὕστερα τὰ αὐτὰ τῶν αὐτῶν δυνατὸν λέγειν, ἀλλ’ οὐχ ἅμα ἀλλὰ καθ’ ἕτερον καὶ ἕτερον τρόπον, οἷον τὰ μὲν πρὸς ἡμᾶς τὰ δὲ πρὸς τὴν φύσιν. ἀλλ’ ἥ γε ἀπόδειξις ἀεὶ τὸν ἕτερον τρόπον τῶν προτέρων παραλαμβάνει· εἰ δ’ ἐκ τῶν πρὸς ἡμάς προτέρων, λέγοιτο μὲν ἂν ἴσως ἀπόδειξις, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς ἡμάς. οὐ μόνον δὲ τοῦτο ἔχει τὸ ἄτοπον ἡ κύκλῳ δεῖξις, ἀλλὰ καὶ εἰς γελοῖόν τι περιίσταται· συμβαίνει γὰρ λέγειν αὐτοὺς ὅτι τὸ Α ἐστίν, εἰ τὸ Α ἐστίν. εἰ γὰρ διὰ μὲν τοῦ Α τὸ Β δεικνύουσι, διὰ δὲ τοῦ Β τὸ Γ, διὰ δὲ τοῦ Γ αὖθις | τὸ Α, δῆλον ὡς δεικνύουσι τὸ Α διὰ τοῦ Α· ἐξ οὗ γὰρ ἄρχονται, εἰς ἐκεῖνο καὶ τελευτῶσιν· οὕτω δὲ ἅπαντα δεῖξαι ῥᾴδιον. πολλαὶ δὲ καὶ ἄλλαι μοχθηρίαι παρέπονται, ἃς ἐδείξαμεν ἐν τοῖς περὶ συλλογισμοῦ καὶ πάλιν λέγειν οὐκ ἀναγκαῖον. ταῦτα μὲν οὖν ἐπὶ πλέον τῶν ἱκανῶν ἐμηκύναμεν ἔξωθεν ὄντα τῶν περὶ ἀποδείξεως λόγων. ἐπανίωμεν δὲ ὅθεν ἐξέβημεν.
4. Ἐλέγομεν τοίνυν ὅτι καὶ ἀληθεῖς εἶναι δεῖ τὰς ἐπιστημονικὰς προτάσεις, καὶ οὐχ ἁπλῶς ἀληθεῖς ἀλλ’ ἀδυνάτους ἑτέρως ἔχειν, ὅπερ οὐδὲν 1 γὰρ 010. A τὰ prius] τ corr. nescio unde A πρότερα Cs 2 τὸ prius AC: πίστ’ πρὸς τὸ SW 4 ἀποδεικτικὰ AC 5 τῆς δι’—6 πολλὰ mrg. W δείξεως A 6. 7 αὐτῶν ἄλλα S 8 οὐκ renovavit Α 9 τε alt. ACSW: δὴ s ἀρχὴ SW: ἄρχει ACs 9. 10 θηρῶμεν, supra scriptum εύο Α 10 ἄμεινον s 12 εἰς om. Α προσάγειν AC 14. 15 καὶ γνωριμωτέρων τὴν ἀπόδειξιν εἶναι s 15 ταὐτὰ W: post δὲ s 16 εἶναι πρότερα oiu. ἅω et τε Α: ἅμ τε εἶναι πρότερα s 18 ἀποδείκνυμεν A: ἀποδεικνύοιμεν W 18. 19 post utrumque καὶ add. τὰ AC 19 ἀλλὰ AC: ἀλλ’ αὖ Ss: ἀλλὰ αὖ W 21 αἰεὶ S 21. 22 ἡ δ’ W 22 μὲν ἂν om. W: ἄν om. S: μὲν om. s 23 τὸ om. SW 25 τὸ α prius CSW: τόδε A 29 ἐν τοῖς περὶ συλλ.] Anal. Pr. II —7 λογισμοῦ pr. W 31 δὲ AC: τοίνυν SW 32 καὶ induxit W 33 ἀδυνάτους scripsi cf. p. 15,22: ἀδυνάτως SW: ἀδύνατον ACs ἄλλο ἐστὶν ἢ τὸ δεῖν αὐτὰς ἀναγκαίας εἶναι. καὶ τοῦτο μὲν ὀρθῶς ἐλέγομεν· ἐπειδὴ γὰρ καὶ τὸ δεικνύμενον ἀναγκαῖον τοιοῦτον γὰρ ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις τὸ ἀδύνατον ἄλλως ἔχειν· καὶ ὅτι τοιοῦτόν ἐστιν, οὐκ ἄλλοθεν αὐτὸ γινώσκομεν ἢ τῷ τὴν ἀπόδειξιν ἔχειν καὶ τὸν ἐπιστημονικὸν συλλογισμόν), ἀνάγκη καὶ τὰς προτάσεις ἀναγκαίας εἶναι δι’ ὧν τοῦτο συμπεραινόμεθα. ὥστ’ ἐφεξῆς ἂν εἴη λαβεῖν τὰ προβλήματα ὁποῖά ἐστι τὰ ἐν ταῖς ἀποδείξεσι, καὶ τίνα τρόπον τῶν πρὸς αὐτὰ προτάσεων εὐπορήσομεν. ἀρχὴ δὲ ὁ περὶ τῶν προτάσεων λόγος· ἐκ τούτων γὰρ ὁ συλλογισμός. ἐπειδὴ τοίνυν ἅπασα πρότασις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τινός, γνωστέον ὅτι τὸν κατηγορούμενον ἐν ταῖς ἀποδεικτικαῖς προτάσεσιν οὐχ ἀπλῶς δεῖ τοῦ ὑποκειμένου κατηγορεῖσθαι ἀλλὰ καθ’ αὑτό. τί τοίνυν ἐστὶ τὸ καθ’ αὐτό, λέγωμεν ἤδη, πρότερον εἰπόντες τί τὸ I κατὰ παντός, 16 ἐπειδὴ τοῦτο ἀδύνατον σαφὲς ἄνευ ἐκείνου γενέσθαι.
Κατὰ παντὸς μὲν οὖν τοῦτο λέγω ὃ ἂν ᾖ μὴ ἐπὶ τινὸς μὲν τινὸς δὲ μή, μηδὲ ποτὲ μὲν ποτὲ δὲ μή. οὗτος δὲ ἕτερος τρόπος τοῦ κατὰ παντός ἐστιν ἢ ὃν ἐν τοῖς περὶ συλλογισμοῦ παραδεδώκαμεν· ἐκεῖ γὰρ ἦν κατὰ παντός, εἰ καὶ πρός τινα χρόνον ἅπασιν ὑπῆρχεν· ἐνταῦθα δὲ καὶ τοῦτο φυλακτέον, οἷον κατὰ παντὸς ἀνθρώπου τὸ ζῷον· καθ’ οὗ γὰρ ὁ ἄνθρωπος ἀληθής, καὶ τὸ ζῷον, καὶ εἰ νῦν θάτερον ἀληθές, καὶ θάτερον. δῆλον δὲ ὅτι τοιοῦτόν ἐστι τὸ κατὰ παντός· καὶ γὰρ οἱ τὰς ἐνστάσεις πρὸς αὐτὸ φέροντες οἴονται τὸ κατὰ παντὸς ἀναιρεῖν, εἰ μόνον εἴη τινὶ μὴ ὑπάρχον <ἢ εἰ ποτὲ εἴη μὴ ὑπάρχον>. τὸ μὲν οὖν κατὰ παντὸς τοιοῦτόν ἐστι.
Καθ’ αὑτὸ δὲ λέγεται κατηγορεῖσθαι ὅσα κατὰ παντὸς κατηγορούμενα ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου κατηγορεῖται, οἷον ἀνθρώπου τὸ ζῷόν καὶ πλατάνου τὸ φυτὸν καὶ τριγώνου γραμμή· τρίγωνον γὰρ τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. οὐ πᾶν γὰρ τὸ κατὰ παντὸς καὶ καθ’ αὑτό· κατὰ παντὸς μὲν γὰρ κύκνου τὸ λευκόν· ἀεί τε γὰρ ὑπάρχει καὶ παντὶ κύκνῳ· ἀλλ’ οὐκ ἐν τῷ ὁρισμῷ κατηγορεῖται. εἷς μὲν δὴ τοῦ καθ’ αὑτὸ κατηγορουμένου τρόπος οὗτός ἐστιν, ὃς καὶ μάλιστα ἐν ταῖς ἀποδείξεσι παραλαμβάνεται. ἕτερος δὲ * * * * ὅσων δὴ συμβεβηκότων τισὶ τὸν λόγον ἀποδι- δόντες τὰ ὑποκείμενα αὐτοῖς συνεφελκόμεθα ἐν τῷ λόγῳ, ταῦτα καθ’ αὑτὰ ὑπάρχειν τούτοις λέγεται τοῖς ὑποκειμένοις, ἃ παραλαμβάνομεν ἐν τῷ | λόγῳ τῷ τὸ τί ἐστιν αὐτῶν δηλοῦντι. οἷον σιμότης καθ’ αὑτὸ ὑπάρχει 17 2 ἐπεὶ C γὰρ prius om. S 3 ἐπιστήμαις om. SW 4. 5 τοὺς ἐπιστημονικοὺς συλλογισμούς S 5 ἀνάγκη initio paginae iterat S δι’ ἅς SW 10 τὸ e ci. Sp. s ἀποδεικτικαῖς] κτικαῖς in ras. C1 12 λέγωμεν ci. Spengel: λέγομεν libri s cf. p. 29,5 post παντὸς add. κατηγορεῖσθαι C 13 ἐπειδὴ—14 παντὸς om. W ἐκείνου ἄνευ S 14 τοῦτο λέγω] τὸ λέγ’. in ras. C1 15 τοῦ κατὰ παντὸς τρόπος S 16 ἐν τοῖς περὶ συλλ.] Anal. Pr. I 1 p. 24b29 ἀποδεδώκαμεν Α 19 ἀληθὲς (ante καὶ τὸ) ACS 21 ὑπάρχειν SW 22 ἢ—ὑπάρχον as: om. ACSW 26 καὶ om. Α 26. 27 κατὰ παντὸς— p. 12,8 αὐτῷ φύσεως om. S, in quo excid it folium 27 γὰρ alt. W: om. ACs ὑπάρχον s 28 ὁρισμῶ ACW: τί ἐστι s δή om. W 29 ὃς om. W ἐν om. W 30 lacunam indicavi 32 τούτοις om. C 33 τὸ A: om. CWs ῥινί· ὁριζόμενοι γὰρ τὴν σιμότητα ῥινὸς κοιλότητα λέγομεν. καὶ τὸ εὐθὺ 17 γραμμῇ· τί γάρ ἐστιν εὐθύ; τὸ κατὰ γραμμὴν ἐξ ἴσου κειμένην τοῖς ἐφ’ ἑαυτῆς σημείοις. καὶ τὸ περιττὸν ἀριθμῷ· τί γάρ ἐστι περιττόν; ἀριθμὸς εἰς ἄνισα διαιρούμενος. οὕτως ὑπάρχουσι καὶ αἱ ἀρεταὶ τῇ ψυχῇ· ἑκάστην γὰρ αὐτῶν ὁριζόμενος συμπαραλήψῃ μέρη τινὰ τῆς ψυχῆς ἢ δυνάμεις. τρίτος δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τρόπος ὁ τῶν συμβεβηκότων ἐστίν, ὅταν μὴ ἄλλοις πρώτοις ὑπάρχῃ, οἷον τῇ ἐπιφανείᾳ τὸ κεχρῶσθαι. τὰ μὲν οὖν κατηγορούμενα κατὰ τοὺς τρεῖς μόνους τούτους τρόπους καθ’ αὑτὰ ὑπάρχειν φαμέν. λέγεται δὲ καὶ τέταρτος ἄλλος τις τρόπος καθ’ 15 αὑτό οὐκέτι τῷ ἑτέρου κατηγορεῖσθαι ἀλλ’ ἁπλῶς, ὅτι μὴ δι’ ἄλλο ἐστὶ μηδὲ ἐν ἄλλῳ· τοιαῦτα γὰρ τὰ ἄτομα τῆς οὐσίας. ὅδε οὖν οὕτως ὁ Καλλίας λέγεται, καὶ αἴτιά τινα καθ’ αὑτά, ὅσα μὴ κατὰ συμβεβηκός τινων μηδὲ κατὰ σύμπτωμα αἴτια, οἷον εἰ βαδίζοντος ἤστραψεν· οὐ γὰρ διότι βαδίζει, ἤστραψεν, ἀλλὰ συνέβη· καὶ εἰ τὰς ἀμπέλους ὀρύττων τις θησαυρὸν εὗρεν· οὐ γὰρ διὰ τὸ χρυσίον ὤρυττεν, ἀλλὰ συνέβη. εἰ δὲ σφάττοντος ἀπέθανεν, οὐκέτι τοῦτο λέγομεν ὅτι συνέβη· καθ’ αὑτὸ γὰρ αἴτιον τοὐ θανάτου. ταῦτα μὲν οὖν τοῦ πλήρους ἕνεκα παρεμβέβληται τὰ σημαινόνμενα τοῦ καθ’ αὑτό. οἱ δὲ πρότεροι δύο τρόποι δῆλον ὡς ἐκ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων εἰσίν· οὐ γὰρ ἐνδέχεται μὴ ὑπάρχειν ἢ τὰ ἐν τῷ ὁρισμῷ κατὰ | πάντων τῶν 18 ὑποκειμένων ἐν τῷ τί ἐστι λεγόμενα, ἢ πάλιν ἂν ἐν τῷ ὁρισμῷ τοῦ συμβεβηκότος λαμβάνηται τὸ ὑποκείμενον. ὅτι μὲν οὖν τὰ ἒν τῷ ὁρισμῷ ἐξ ἀνάγκης συνυπάρχει, φανερὸν καὶ ἄνευ λόγου· ὅτι δὲ καὶ τῶν συμβεβηκότων ὅσα οὐ δυνατὸν ὁρίσασθαι χωρὶς τῆς τοῦ ὑποκειμένου οὐσίας, καὶ ταῦτα ἀναγκαῖα, δῆλον ἄν γένοιτο περὶ τούτων διαπορήσασι πρότερον. ἕκαστον τοίνυν τῶν τοιούτων οὐ πέφυκεν ἅπαντι προσεῖναι τῷ δεκτικῷ· οὐ γὰρ ἁπάσῃ ῥινὶ σιμότης, οὕτε τὸ ἄρτιον ἀριθμῷ, ὥστε καὶ εἴποι τις ἄν μὴ ἐξ ἀνάγκης ὑπάρχειν τῇ ῥινὶ τὸ σιμὸν ἢ τὸ ἄρτιον τῷ ἀριθμῷ. καὶ ἔστιν ἀληθὲς τὸ λεγόμενον, εἰ χωρὶς ἕκασ,τόν τις τὸ τοιοῦτον λαμβάνει. εἰ μέντοι γε ἐννοήσειεν, ὅτι καὶ αντικείμενα ἑκάστῳ τῶν τοιούτων ἐστίν, ἀρτίῳ μὲν τὸ περιττόν, σιμότητι δὲ ἡ γρυπότης, ἄλλῳ δὲ ἄλλο, γνώσεται ὅτι πάντως ἐξ ἀνάγκης τὸ ἕτερον τούτων τοῦ ὑποκειμένου κατηγορεῖται· πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός, καὶ πᾶσα γραμμὴ ἢ καμπύλη ἐστὶν ἢ εὐθεῖα. ἡ γὰρ ἀπόφασις ἐπὶ τῶν τοιούτωι 2. 3 κειμένην—ἑαυτῆς scripsi e Philop. f. 15r: κείμενον—ἑαυτοῖς libri s 6 αὐτὰ W: αὑτὸ A: αὑτὸ (sed καθ’) C τρόπων Α 8 κατὰ τουτουσὶ μόνους τρόπους W 9 αὐτὸ s δὲ C: δὴ AW τις ἄλλος s τρόπος ora. W: post 10 αὑτὸ collocat C post τρόπος add. τοῦ s 10 μὴ ex μὲν, ut videtur, corr. et in marg. Α 11 οὕτως om. W: οὗτος C post Καλλίας add. καθ’ αὐτὸ s 13 σύμπτωμα ex συμπτώματα corr. et in marg. A αἴτιον Α post βαδίζοντος add. τινος W 15 post συνέβη add. φαμὲν τοῦτο W 17 μὲν om. s ἕνεκεν παραβέβληται καὶ τοῦ W 18 ἐκ om. W 21 λαμβάνηται] ἧται in ras. C1 ad ὑποκείμενον, extremum folii verbum, ζήτει τὰ λείποντα et φανερὸν καὶ ἄνευ λόγου ὅτι inducta mrar. Α 23 χωρὶς τῆς ὑποκειμένης W 24 περὶ τούτων om. W: post διαπορήσασι collocat 26 post ἄρτιον add. τῶ C εἴποι] εἵ suiterscr. Α 28 τὸ initio versus repetit C 28. 29 ἀντικείμενον W 29 ἀρτίον W 30 ἄλλο δὲ ἄλλω s θατέρου θάτερον τίθησιν, ὅταν λέγηται κατά τοῦ γένους τοῦ δεκτικοῦ· 18 ἀριθμὸς γὰρ ὁ μὴ περιττὸς εὐθὺς ἄρτιος, καὶ ῥὶς ἡ μήτε ὀρθὴ μήτε γρυπὴ σιμὴ πάντως ἐστίν· ἐπ’ ἐνίων γὰρ ἐν πλείοσιν ἡ ἀντίθεσις, ἐφ’ ὅσων ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις θεωρεῖται, ἐπεὶ καὶ μεσότης ἐν τοῖς τοιούτοις. ὥστ’ εἴπερ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ἡ δὲ ἀπόφασις τῶν τοιούτων συμβεβηκότων <τι> κατὰ τῶν δεκτικῶν, δῆλον ὡς ἄν ἐξ ἀνάγκης ὑπάρχοι παντὶ τῷ λαμβανομένῳ τῆς ὑποκειμένης αὐτῷ φύσεως. τὸ μὲν οὖν κατὰ παντὸς καὶ καθ’ αὑτὸ διωρίσθω τοῦτον τὸν τρόπον. |
Καθόλου δὲ λέγω ὃ ἂν κατὰ παντός τε ὑπάρχῃ καὶ καθ’ αὑτὸ καὶ 19 ᾗ αὐτό. οὔτ’ οὖν, εἴ τι καθ’ αὑτό, εὐθὺς καὶ καθόλου· ὁ γὰρ δεύτερος τρόπος τῶν καθ’ αὑτὸ καὶ οἱ μετὰ τοῦτον ἑξῆς οὐ καθόλου· οὔτ’ εἰ ἔχουσι τὸ κατὰ παντός, εὐθὺς καὶ καθόλου· τὸ γὰρ λευκὸν κατὰ κύκνου παντὸς καὶ τὸ μέλαν κατὰ κόρακος, οὐ μὴν καθόλου, διότι οὐ καθ’ αὑτό. δεῖ τοίνυν ἄμφω συνδραμεῖν ἐπὶ τῶν καθόλου, τὸ <κατὰ παντὸς καὶ τὸ> καθ’ αὑτό τε καὶ ᾗ αὐτό. ταῦτα δὲ ὡς τὰ αὐτὰ λέγομεν νῦν· ἐφ’ οἷς γὰρ θάτερον, καὶ θάτερον ἐφαρμόττει. οἷον τῇ γραμμῇ ὑπάρχει καθ’ αὑτὸ τὸ μῆκος· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται· καὶ οὐ μόνον γε καθ’ αὑτὸ ἀλλὰ καὶ ᾗ αὐτό. καὶ τὸ εὐθὺ πάλιν ὑπάρχει τῇ γραμμῇ καθ’ αὑτὸ καὶ ᾗ αὐτό· οὐ γὰρ ἔστιν ὁρίσασθαι τὸ εὐθὺ δίχα τῆς γραμμῆς. ἆρ’ οὖν ἅπαντα καθόλου κατηγορεῖται ὅσα ἐν τῷ ὁρισμῷ τινος παραλαμβάνεται; ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί· ὑπάρχει γὰρ αὐτοῖς καὶ τὸ κατὰ παντὸς εἶναι καὶ τὸ καθ’ αὑτό. ἢ δεῖ καὶ τρίτης προσθήκης εἰς τὸ ἀκριβῶς ὁρίσασθαι τὸ καθόλου· δεῖ γὰρ τὸ καθόλου πρὸς τῷ παντὶ ὑπάρχειν καὶ καθ’ αὑτὸ ὑπάρχειν, ἔτι καὶ πρώτῳ ἐκείνῳ ὑπάρχειν καὶ μηδενὶ ἄλλῳ προτέρῳ, οἷον τὸ δύο ὀρθὰς ἔχειν τῷ τριγώνῳ· παντί τε γὰρ ὑπάρχει καὶ καθ’ αὑτό ἐκ γὰρ τῆς οὐσίας) καὶ πρώτῳ γε τῷ τριγώνῳ· οὐδενὶ γὰρ ἄλλω πρὸ τοῦ τριγώνου. οὔτ’ οὖν σχήματι καθόλου τὸ δύο ὀρθὰς ἔχειν ὑπάρχει· οὐ γὰρ ἅπαντι καὶ τῷ τυχόντι· οὐ γὰρ τῷ τετραγώνῳ καὶ τῷ πολυγώνῳ· οὕτε μὴν αὖθις τῷ σκαληνῷ· παντὶ μὲν γὰρ τούτῳ καὶ τῷ τυχόντι, οὐ | πρώτῳ δέ· τῷ τριγώνῳ γὰρ πρὸ…
5…
The complete text is available when the reading interface loads.