In Aristotelis Physica Paraphrasis
- Scientific editors
- Maxmilian Wallies
- Edition reference
- Themistii in Aristotelis physica paraphrasis · Berlin · Reimer · 1900
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg039.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Α ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.
1. Πρόκειται τῇδε τῆ συγγραφῇ γραφῇ ἐπιστήμην τινὰ πορίσασθαι τῆς τε φύσεως καὶ τῶν ὑπ’ αὐτῆς γινομένων. τὸ μὲν γὰρ ἄνευ λόγου ταῦτα γινώσκειν ῥᾴδιον καὶ πᾶσιν ἀνθρώποις· ἅπαντες γὰρ ἄν εἰπεῖν ἔχοιμεν οἵ γε τὴν αἴσθησιν ὑγιαίνοντες, ὅτι τοῦτο μέν ἐστιν γῆ, τοῦτο δὲ ὕδωρ, τοῦτο δὲ φυτόν, τοῦτο δὲ ζῷον· ἀλλὰ τῷ μετ’ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν. δηλοῦσι δὲ τοῦτο καὶ αἱ λογικώτεραι τῶν τεχνῶν· γραμματικοὺς γὰρ λέγομεν οὐ τοὺς ἐπακούοντας τῶν ὀνομάτων, ἀλλὰ τοὺς εἰπεῖν ἔχοντας, ἐξ ὅσων ἕκαστον ὄνομα σύγκειται στοιχείων, μουσικούς τε αὖ οὐ τοὺς αἰσθανομένους τῶν μελῶν διὰ τῆς ἀκοῆς, ἀλλὰ τοὺς διαλύειν αὐτὰ δυναμένους εἰς τόνους καὶ ἡμιτόνια. πῶς ἄν οὖν τι περὶ ἀρχῶν μετὰ ἀποδείξεως ἔχοιμεν λέγειν, εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, εἰ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀρχῶν εὑρεῖν βουλησόμεθα; 106 τὸ πρότερον οὖν διχῶς· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν φύσιν. πρὸς ἡμᾶς μὲν οὖν πρότερον τὸ γνωριμώτερον ἡμῖν καὶ ὃ ῥᾷον ἄν καταλάβοιμεν, οἷον τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῶν γραμμάτων· πρὸς δὲ τὴν φύσιν πρότερα τὰ κατὰ τὴν οὐσίαν ἁπλούστερα, οἷον τὰ γράμματα τῶν ὀνομάτων, ἀνάπαλιν δὲ ἡ πορεία· ἡμεῖς μὲν γὰρ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα πρὸς δὲ τὴν φύσιν πρότερα ἀναλύομεν, ἡ φύσις δὲ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα μηχανᾶται. ὅταν μὲν οὖν περὶ τῶν συγκειμένων ποιώμεθα Inscriptionem dedi ex M; de ceteris libris cf. Praef. 2 πορίσασθαι MBL: ποιήσασθαι W τῆς τε MBW: τὴν τῆς L 4 καὶ om. L ἄν om. L 5 γε Μ2W2L: τε M1W1B 6 τῷ—γνωσομένῳ Laur. 85,14: τῷ—γινωσκομένῳ MWB: τοῦ—γινωσκομέου L 7 αὑτῆς (sc. τῆς φύσεως; cf. Philop. 9,17) M: αὐτοῦ WBL 9 ἕκαστον om. L ὄνομα om. W 10 μέλλων BL δι’ ἀκοῆς L 11 δυναμένους αὐτὰ διαλύειν W καὶ εἰς ἡμιτόνια L ἄν] μὲν L 12 περὶ τῶν ἀρχῶν BL (cf. Simpl. 4,13) ἔχομεν M εῖ γε] ὥς γε L 13 πρότερα] πρότερον L malim totum locum sec. Philop. 10,11 hunc in modum constituere: πῶς ἄν—ἔχοιμεν λέγειν; εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, ἀεὶ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀργῶν εὑρεῖν βουλησόμεθα. τὸ πρότερον οὖν κτλ. 14 post φύσιν add. ἐστί L 16 γραμμάτων M in mrg. (γρ.) BL: στοιχείων M text. 18 ἀνάπαλίν τε L 19 πρότερον a (in L compendium scripturae) Comment. Arist. V. 2 Themist. Phys. 1 λόγον, ἐκ τῶν φύσει προτέρων αὐτὸ ἀποδείξομεν· ὅταν δὲ περὶ τῶν 106 ἀρχῶν, ἐκ τῶν πρὸς ἡμᾶς προτέρων. καὶ ἔστιν ἐκείνη μὲν ἡ κυρίως ἀπόδειξις, αὕτη δὲ εἰ καὶ μὴ κυρίως, ἀλλὰ ἡμῖν ἱκανῶς. ἐὰν οὖν ἀρχώμεθα τοῦ περὶ τῶν ἀρχῶν λόγου ἀπὸ κοινῶν τινων καὶ πλείοσιν ὑπαρχόντων, οὐ † ταρακτέον· ἀπὸ γὰρ τούτων ἐπὶ τὰ ἴδια βαδιούμεθα. γνωριμώτερα δ’ ἡμῖν τὰ κοινὰ τῶν ἰδίων ἐστίν· οἷον γὰρ σύγκειται μᾶλλον καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίῃ τι ζῷον, ὅλου τοῦ σώματος ἡ ὄψις θᾶττον ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρῶν καὶ ποδῶν (οὕτω γοῦν εἴποι τάχιον ἄν ὅτι ζῷον τὸ προσιὸν ἢ ἄνθρωπος), οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν τῶν προσεχῶν καὶ ἰδίων ἐστίν, καίτοι μᾶλλον ἐκείνων συγκεχυμένα· ἔστι γὰρ καὶ τῷ νῷ οἷον ὅλον μέν τι τὸ καθόλου, οἷον δὲ μέρη ὅσα ἐκεῖνο περιλαμβάνει. οὕτω δὲ καὶ οἱ ῥήτορες ποιοῦσι καὶ περὶ τῶν κοινῶν κεφαλαίων | πρῶτον, εἶθ’ οὕτως περὶ τῶν 107 ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω δὲ καὶ ἐν τοῖς ἀναλυτικοῖς ὁ περὶ τοῦ συλλογισμοῦ λόγος προτάττεται τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ σοφιστικοῦ (ἀπὸ γὰρ τῶν κοινῶν ὁρμώμενοι ῥᾷον ἑκάστου τὰ ἴδια καὶ τὰ προσεχῆ διακρίνομεν) καὶ αἱ πρῶται δὲ ἡμῖν φαντασίαι γίνονται ἀδιάρθρωτοι καὶ ἀπὸ τῶν κοινῶν· τὰ γοῦν παιδία προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας τὸ ἄρρεν ἢ θῆλυ καταλαμβάνοντα ὡς κοινὰ ῥᾷον, πρὶν διορίζειν τοῖν γονέοιν τὰ ἴδια. εἴποις δ’ ἄν κατά τινα τρόπον ὁμοίως ἔχειν καὶ τοὔνομα πρὸς τὸν ὁρισμόν, λέγω δὲ ὄνομα μὲν οἷον ἄνθρωπον, ζῷον δὲ πεζὸν δίπουν τὸν ὁρισμόν· τὸ μὲν γὰρ ὁλοσχερῶς καὶ συγκεχυμένως σημαίνει καὶ οἷόν τέ ἐστι κεῖσθαι καὶ καθ’ ἑτέρων πλειόνων κατὰ τοῦ γεγραμμένου καὶ πεπλασμένου, ὁ δὲ ὁρισμὸς ἔοικεν εἰς τὰ μέρη διαιροῦντι τὴν ὑποκειμένην οὐσίαν. ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν.
2. Ἀνάγκη τὴν ἀρχὴν ἡ μίαν ἢ πλείους εἶναι· ἀλλ’ εἴτε μίαν, ἢ κινουμένην ἢ ἀκίνητον, ἢ πεπερασμένην ἢ ἄπειρον· εἴτε πλείους, καὶ ταύτας γε αὖ ἢ κινουμένας γε ἢ ἀκινήτους, ἡ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν ἀπείρους. εἰσὶ γάρ τινες καὶ οἱ ἀπείρους θέμενοι τὰς ἀρχὰς ὥσπερ Ἀνα- ξαγόρας τε καὶ Δημόκριτος· ἀλλὰ Δημόκριτος μὲν μίαν οὐσίαν ταῖς ἀτόμοις 1 ὑποδείξομεν L 4. 5 οὐ ταρακτέον ΜWBL2a: οὕτως ἀρκτέον L1 (ἀρκτέον commate post λόγου posito Spengel; exspectes οὐ θορυβητέον vel simile quid; cf. Simpl. 18,32) 6 οἷον γὰρ MWB: εἴ γε L 7 προσίοι Spengel (at cf. Ind. i. v. εἰ) 8 εἴποι ἄν τάχιον W 9 ἢ M: ἡ ὅτι WBL 10 11 καίτοι] καίτοι γε L1: ὥς γε L2a 11 ὅλον μέν τι WL: ὅλον μέντοι M: μὲν ὅλον τι B 13 καὶ M: oin. WBL περὶ (post οὕτως) om. L 14 δὲ M: om. WBL 15 τοῦ om. W προτάττεται B τάττε in ras. man. 2): προτέταται Vind. 188 text.: προτέτακται Vind 110 et mig. (γρ.) 188 16 ἴδια ἑκάστου W 17 τὰ om. L 18 προσαγορεύει] sic F Aristot. 184b13: ὑπολαμβάνει Ι: utrumque E 19 καὶ μητέρας MBL: μητέρας δὲ W τὰς om. a ἡ] καὶ L 20 κοινὸν L post πρὶν add. ἡ W γονοῖν L 21 τοὺς ὁρισμοὺς L 22 ἀνθρώπου L 23 τέ] τί M 27 εἴτε] εἰ (cf. Aristot. 184 b 15) post κινουμένην] add. γε BL 28 ἡ pr.—(30) ἀπείρους exscr. Simpl. 42,12 (ὁ εὐφραδὴς Θεμίστιος παραφράζων—φησὶν) 29 γε om. B, Simpl. post πεπερασμένας add. καὶ Simpl. 30 καὶ οἱ MW: οἱ καὶ BL 31 τε om. W ὁμοιομερείαις | ἐναντιότητας, θερμότητας ψυχρότητας, λευκότητας μελανίας. 108 διῃρέθησαν δὲ καὶ εἰς τὰς ἄλλας δόξας οἱ περὶ τῶν ὄντων πάλαι φιλοσοφήσαντες· ὄντα γὰρ ἐνόμιζον τὰς ἀρχὰς ἐκεῖνοι καὶ ζητοῦντες, πόσα τὰ ὄντα, τὰς ἀρχὰς ἐζήτουν ὁπόσας θετέον ἐστίν, εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον· ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν ἑαυτῇ συνεισάγει, καὶ τοσαῦτά γε ὅσων ἔστιν ἀρχή· πρός τι γὰρ ἡ ἀρχὴ καὶ τινῶν. ἀλλὰ καὶ τὸ ἀκίνητον λέγειν τὸ ὂν φανεροὺς ποιεῖ μὴ λαμβάνοντας τὸ ὂν ἀντὶ τῆς ἀρχῆς· πῶς γὰρ ἄν ἕτερόν τι γένοιτο ἐξ ἀρχῆς μὴ κινουμένης; ἔστι μὲν οὖν ὁ πρὸς τούτους λόγος οὐ τῷ φυσικῷ προσήκων· τί δήποτε; ἀναιροῦσι γὰρ τὰς φυσικὰς ἀρχάς, ὥσπερ ἔφην, μᾶλλον δὲ τὴν φύσιν αὐτήν, κίνησιν μὴ τιθέμενοι. συστῆσαι δὲ τὰς οἰκείας ἀρχὰς οὐδεμιᾶς ἐστιν ἐπιστήμης, ὥσπερ οὐδὲ γεωμετρίας γραμμὰς καὶ σημεῖα, οὐδὲ ἀριθμητικῆς μονάδας, ἀλλ’ ἐπὶ ταύταις ὑποκειμέναις περαίνουσι τὰ ἐφεξῆς, ἐπεὶ ὅτι γέ ἐστι φύσις πόθεν ἂν ὁ φυσικὸς ἀποδείξειεν; πότερον ἔκ τινων φυσικῶν; ἀλλ’ αἰτήσεται τὸ ζητούμενον. ἀλλ’ ἐξ ἑτέρων; ἀλλ’ οὐχ ᾗ φυσικὸς ἀποδείξει. εἰ μὲν οὖν ἔχει τινὰ προτέραν ἑαυτῆς ἐπιστήμην ἡ φυσική, παρ’ ἐκείνης λήψεται τὰς ἀρχὰς ὥσπερ καὶ παρὰ ταύτης ἡ ἰατρικὴ καὶ παρὰ γεωμετρίας ἡ ὀπτική· εἰ δὲ μή, χρήσεται τῇ κοινῇ πασῶν τῶν τεχνῶν μεθόδῳ τῇ δι’ ἐνδόξων· ἀλλ’ εἴτε οὕτως εἴτ’ ἐκείνως, οὐχ ᾗ φυσικὸς δώσει λόγον ἀλλ’ ᾗ διαλεκτικὸς ἢ φιλόσοφος. τὸ μὲν οὖν πόσαι καὶ τίνες | αἱ τῆς φύσεως εἰσιν 109 ἀρχαὶ διδάσκειν ἀναγκαῖον τῷ φυσικῷ, τὸ δὲ ὡς ἔστιν ὅλως ἡ φύσις, οὐκ ἔστι φυσικοῦ. ἀλλ’ οὐδὲ φανερῶς ἀναιροῦσι τὴν φύσιν, ἀλλὰ καὶ εἰ μὴ λέγουσι φανερῶς, ἀλλ’ ἐξ ὧν λέγουσι τοῦτο συμβαίνει. ὁ γὰρ κίνησιν μὴ διδοὺς οὐ δώσει δήπου καὶ τὴν ἀρχὴν τῆς κινήσεως, αὕτη δέ ἐστιν ἡ φύσις. εἰ μὲν οὖν τηροῦντες τὰς ἀρχὰς ἐν τοῖς ἑξῆς τι παρελογίζοντο, ἀκόλουθον ἦν ἐπιδεικνύναι τῷ φυσικῷ, πῇ φενακίζουσιν· εἰ δὲ δι’ ὧν παρακρούονται, τὰς ἀρχὰς αὐτὰς ἀναιροῦσιν, οὐκ οἰκεῖον τὸ λύειν τοὺς λόγους αὐτῶν τοῦ μετιόντος τὴν ἐπιστήμην, ἐπεὶ καὶ τὰ ψευδογραφήματα ὅσα μὲν σῴζει τὰς γεωμετρικὰς ὑποθέσεις λυτέον τῷ γεωμέτρῃ, ὅσα δὲ μάχεται πρὸς ἐκείνας, παραιτητέον, οἷον δύο τινὲς κύκλον ἐπιχειρήσαντες τετραγωνίζειν Ἱπποκράτης τε ὁ Χῖος καὶ ὁ Ἀντιφῶν. τὸν μὲν οὖν Ἱπποκράτους λυτέον· τὰς γὰρ ἀρχὰς φυλάττων παραλογίζεται τῷ μόνον μὲν 1 αὑτοῖς M: αὐτὰ WB: αὐτὰς L 2 ὁμοιομερίαις L ἐναντιότητες, θερμότητες ψυχρότητες, λευκότητες μελανίαι Β1W1 4 ὁπόσα L 7 συνεισάγει κτλ.] ex Alexandro; cf. Simpl. 46,15 13 οὐδεμία a (compendium scripturae in L) 14 ἀριθμητικὸν L μονάδα L 15 ταύταις W2L: ταύταις ταῖς MW1B ἡ ante φύσις add. Β 10 ἄν om. W 17 φυσικῶς B ᾗ φυσικὸς] cf. Simpl. 47,11 18 ἑαυτῷ W 19 περὶ bis Β ἡ pr. om. BL ἡ alt. om. L 22 ὁπόσαι L 24 καὶ εἰ MW: εἰ καὶ BL 25 συμβαίνει] ποιοῦσι W 28 δεικνύναι W 29 τὰς αὐτὰς ἀρχὰς L 31 μὲν om. W 32 ἐκείνας W2L: ἐκείνους MW1: ἐκεῖνα Β 32. 33 τετραγωνίζειν ἐπιχειρήσαντες W: ἐπεχείρησαν τετραγωνίζειν L 33 τε] δὲ Β1 ὁ alt. om Β2L 34 τῷ L: τὸ MWB 1* ἐκεῖνον τὸν μηνίσκον τετραγωνίσαι ὃς γράφεται περὶ τὴν τοῦ τετραγώνου 109 πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, * * * ἀπόδειξιν πρὸς Ἀντιφῶντα δὲ οὐκέτ’ ἄν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ᾤετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. πρῶτον μὲν οὖν διὰ τοῦτο 1 ἄξιον ἦν παραιτήσασθαι 110 τὸν Παρμενίδου καὶ Μελίσσου λόγον, ἔπειτα ὅτι καὶ ἀπίθανος καὶ παράδοξος τῶν ἀνδρῶν ἡ δόξα. τί γὰρ διαφέρει τὸ λέγειν ἓν τὸ ὂν τοῦ λέγειν Δίωνα τὸ ὂν εἶναι, ἢ πρὸς ἄλλην θέσιν τινὰ διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων, ὡς Ἡράκλειτος ἔλεγε ταὐτὸν εἶναι τὰ ἐναντία; καὶ οἱ λόγοι δὲ ἀμφοτέρων οἷς κέχρηνται, ἄντικρύς εἰσιν ἐριστικοί· καὶ γὰρ τὰς προτάσεις ψευδεῖς καὶ τὸ σχῆ μὰ φέρουσιν ἀσυλλόγιστον, φορτικώτερος δὲ ὁ Μελίσσου· ποιεῖ γὰρ οὐδ’ ἡντιναοῦν ἀπορίαν. οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὐδὲν λέγουσιν (πῶς γὰρ οἵ γε ἀναιροῦντες τὴν φύσιν;), φυσικὰς δὲ συμβαίνει λέγειν αὐτοῖς, τὰς ἐκ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου καὶ τῆς κινήσεως, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· εἰ γὰρ καὶ φυσικῷ μὴ προσήκων ὁ λόγος, ἀλλὰ φιλοσόφῳ γε οὐκ ἀλλότριος. ἐροῦμεν δὲ πρὸς τοὺς ἄνδρας οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν· ταῦτα γὰρ ἡμῖν διὰ τὸ ἐναργὲς ὑποκείσθω, ἄλλως δὲ ἐκ περιόντος ἃ λέγουσιν ἐξεταστέον καὶ πρῶτόν γε αὐτὴν τὴν δόξαν καθ’ ἑαυτὴν χωρὶς τῶν λόγων οἷς ἐπιχειροῦσιν αὐτὴν κατασκευάζειν.
Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν τί σημαίνει τὸ ὂν αὐτοῖς ἐρωτῆσαι, πότερον οἴονται πολλαχῶς αὐτὸ λέγεσθαι ἢ μοναχῶς· εἰ μὲν γὰρ πολλαχῶς, ὥσπερ ἡμεῖς ἐν ταῖς Κατηγορίαις ἐδείξαμεν, κατὰ τὸ ὄνομα ἂν λέγοιεν τὸ ὂν ἕν, πολλὰ δὲ κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα· εἰ γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, εἴτε καὶ ἀπολελυμένα ταῦτα ἀπ’ ἀλλήλων εἴτε σὺν ἀλ | λήλοις τὸ εἶναι ἔχοντα, πολλὰ τὰ ὄντα γενήσεται, κἄν μία 111 φωνὴ πάντων κατηγορῆται. εἰ δὲ μοναχῶς, οὕτω δὲ τῷ πράγματι λέγοιεν ἀν’ καὶ τῷ σημαινομένῳ, ἀλλ’ εἰ ἓν πρᾶγμα σημαίνει, ἢ ὡς γένος ἄν ἓν σημαίνοι ἢ ὡς εἶδος ἢ ὡς ἄτομον. ἀλλ’ εἴτε ὡς γένος, πολλὰ τὰ ὄντα· εἴτε ὡς εἶδος, ὁμοίως· κατὰ γὰρ πλειόνων καὶ 1 παρὰ M 2 lacuna in L expleta est his verbis insertis: πάντα δὲ μηνίσκον οἶόν τε τετραγωνίζειν λαβεῖν εἰς (e Simpl. 58,16) 4 τὸ Β ἑκάστῃ L 5 συνιστὰς B2L (compendium scripturae in Β1): συνιστᾶ MW 7 δὲ M: δὲ ἦν WB, δ’ ἦν L 10 ἡ τῶν ἀνδρῶν δόξα L 12 ὡς M: οἷον ὡς WBL (cf. Philop. 29,13) 17 τὰς γὰρ ἐκ L 19 φιλοσόφῳ M: φιλοσόφου WBL 21 ἄλλως δὲ] ‘fort. ἀλλ’ ὡς Spengel 23 λόγων WBL: ἀλόγων M (cf. Philop. 30,17), ἄλλων Laur. 85,14 24 αὐτοὺς W 25 γὰρ om. γ’ 26 ὡς L ταῖς om. BL 30 δὲ] καὶ mavult Spengel ἂν M: ἄν (post 2 litt. ras.) ἓν W: ἄν ἓν BL 32 ἄν ἓν MW et fort. Β1: ἓν ἄν Β2L σημαίνοι L: in MW compendium scripturae (ση), σημαίνῃ Β2: σημαίνει ἄτομον] cf. Porphyrius apud Simpl. 74,9 διαφερόντων ταῦτα κατηγορεῖται. λείπεται τοίνυν ὡς ἄτομον ἓν εἶναι τὸ 111 ὄν, ὡς ὁ Καλλίας, ὡς ὁ Βουκέφαλος ἵππος, ὡς τοδὶ τὸ μέλαν. πότερον οὗν οὐσίαν τοῦτο ἐροῦσιν ἢ συμβεβηκός; οἴονται μὲν γὰρ συμβεβηκός, ὅταν ὁ μὲν ἄπειρον ὁ δὲ πεπερασμένον λέγῃ τὸ ὄν· τὸ γὰρ ἄπειρον καὶ πεπερασμένον ἐν γένει τῷ ποσῷ· τὸ μὲν γὰρ ποσὸν ἀδιεξίτητον, τὸ δὲ πόσον ὡρισμένον. εἰ μὲν ὦν ὑποκειμένου τινὸς ταύτα κατηγοροῦσι, δύο ἄν λέγοιεν τὰ ὄντα, οὐσίαν καὶ ποσόν· εἰ δὲ κατὰ μηδενὸς ὑποκειμένου φέρουσι τὸ ποσόν, τοῦτο ἤδη καὶ ἀδύνατον εἶναι συμβεβηκὸς ἄνευ ὑποκειμένης οὐσίας. ἔτι τὸ ἓν κατ’ ἀριθμὸν ὥσπερ τὸ ὄν, λέγεται καὶ αὐτὸ πολλαχῶς. λέγεται γὰρ ἓν κατὰ ἀριθμὸν ἢ ὡς συνεχές, ὡς μίαν εἶναι εἴποιμι ἄν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει ὡς τὸ σημεῖον καὶ ἡ στιγμή, ἢ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχον λόγον, ὡς ἓν λέγεται λώπιον καὶ ἱμάτιον. κατὰ τίνα οὖν τῶν τριῶν τρόπων ἓν λέγουσιν κατὰ ἀριθμὸν εἶναι τὸ ὄν; οὔτε γὰρ ὡς συνεχές διαιρετὸρ γὰρ ἐκεῖνό γε εἰς πολλά), μᾶλλον δὲ εἰς ἄπειρα. εἰ γὰρ διότι ἥνωται, ἓν αὐτὸ λέγουσιν, ὅτι ἐστὶ διαιρετὸν ἐροῦσιν αὐτὸ κτὰ τοῦτο πολλὰ εἶναι. ἀλλ’ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου· ταύτῃ γὰρ λέγεται καὶ συνεχὲς ᾗ κατ’ ἐνέρ | γειάν ἐστιν ἕν. ἀλλὰ πρῶιον μὲν οὐδαμῶς διαστέλλονται τὸ κατ’ 112 ἐνέργειαν τοῦ δυνάμει· ἔπειτα (συγκεχωρήσθω γὰρ αὐτοῖς τοῦτο) ἐκεῖνό γε πάντως ὁμολογήσουσιν ὅτι συνεχῆ τε καὶ ἡνωμένα οὐχ ὁμοιομερῆ μόνον ἐστίν, πλεῖστα δὲ καὶ ἀνομοιομερῆ, τὰ σώματα λέγω τῶν ζῴων καὶ τῶν φυτῶν· ἥνωται γὰρ καὶ τούτων τὰ μέρη, καὶ οὐ σύγκειται ὥσπερ σωρός. διὰ τί οὖν εἰ τῆς γραμμῆς τὸ μέρος ἕν τε καὶ ταὐτὸν τῇ γραμμῇ, ὅτι μὴ διῄρηται τῆς ὅλης, οὐκ ἔσται καὶ ἡ χεὶρ ταὐτὸν Σωκράτει καὶ ὁ ποὺς δὲ ὁμοίως· ὁ γὰρ αὐτὸς λόγος. εἰ δ’ ἄμφω τὰ αὐτὰ τῷ αὐτῷ, καὶ ἀλλήλοις δήπου τὰ αὐτά. ἔσται οὖν ταὐτὸν ποὺς χεὶρ ὀφθαλμὸς κοιλία. τοῦτο τὸ ζήτημα κατ’ ἰδίαν ἐτύγχανε λόγου παρὰ τοῖς παλαιοῖς, πότερον ταὐτὸν τῷ ὅλῳ τὸ μέρος ἢ ἕτερον· ἀπήντα γὰρ ἄπορον ἐξ ἑκατέρου· εἰ μὲν ταὐτόν, ὅπροείρηται· εἰ δ’ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ· οὐ γὰρ δὴ τοδὶ μὲν τὸ μέρος ἕτερον, τοδὶ δὲ οὔ, ἀλλὰ πάντα ὁμοίως ἕτερα τοῦ ὅλου, πάντα δὲ ἦν τὸ ὅλον. κἄν ἐπὶ τῶν ἐκ διωρισμένων δὲ μερῶν ἐρωτήσῃς τὸν λόγον, τὰ αὐτὰ ἄπορα ἀπαντήσεται οἷον οἰκίας ἢ χοροῦ. λέγεται δὲ ἡ λύσις ἐν ἄλλοις· οὐ γὰρ ἀληθές, εἰ κατ’ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου, διὰ τοῦτο καὶ πάντα ἅμ ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου· τὰ γὰρ πάντα ἑκάστου τῶν 1 post εἶναι add. συμβεβηκὸς ἄρα οἴονται W (ἀρα s. n.) 3 οἴονται μὲν γὰρ συμβεβηκός om. W 8 ὑποκειμένου om. L εἶναι Μ: εἶναί τι WBL 10 γὰρ] δὲ L 11 τὸ ἀδιαίρετον] cf. Philop. 45,19 12 ἔχον BL (cf. Simpl. 81,9): om. MW 13 λώπιον MW: λώπιόν τε BL τρόπων BL2a: τρόπον MWL1 (fortasse recte) 13. 14 κτὰ ἀριθμὸν ἓν λέγουσιν L 14 οὔτε γὰρ—(17) ἕν] cf. Simpl. 81,16 sqq. 17 καὶ om. L συνεχὴς M ᾖ WB2L: ἢ M, ἦ Β1 18 ἕν] ὄν M 19 συγχωρήσθω L: συγχωρείσθω Spengel γὰρ om. W 26 κοιλία] καλλίας L (cf. Alexander apud Simpl. 85,8) 27 παλαιοῖς M: πάλαι WBL 28 ἄπορον] ἄτοπον L προηπόρηται W 29 τὸ] τὸν Β 32 εἰ—(p.6,1) ὅλον] eadem fere Simpl. (non Alexander, cuius verba ante illud μήποτε δὲ v. 29 finiuntur) 84,34 sqq. 34 ἑκάστου W2BL Simpl.: ἑκάστῳ MW1 ἐν αὐτοῖς ἕτερα, τὰ πάντα δὲ ἦν τὸ ὅλον. εἶεν. ἀλλ’ ὡς μὲν συνεχὲς διὰ 112 ταῦτα οὐκ ἐροῦσιν ἓν εἶναι τὸ ὄν, ὡς δὲ ἀδιαίρετον ἴσως. μονὰς οὖν ἢ σημεῖον ἔσται πάντα τὰ ὄντα γῆ θάλαττα οὐρανός, οὗ τί γένοιτ’ ἄν ἀποπληκτότερον; πῶς δὲ ἐν σημείῳ ποιότητα ἀπολείψουσιν; | οὔτε γὰρ σχῆμα 113 οὔτε πάθος ἐν τῷ ἀμερεῖ. φροῦδον δὲ αὐτοῖς ἔσται καὶ τὸ ποσόν· οὐ γὰρ ποσὸν τὸ σημεῖον, ἀλλὰ πέρας ποσοῦ καὶ οὔτε ἄπειρον οὔτε πεπερασμένον τὸ ὄν. ἀλλὰ ταῦτά γε αὐτοὶ κατηγοροῦσι τοῦ ὄντος. ἔτι τὸ πέρας ἀδιαίρετον, οὐ τὸ πεπερασμένον ἐστίν· εἰ δὲ ὡς πέρας ἀδιαίρετον τὸ ὄν, δηλονότι καὶ οὗ πέρας ἐστί, καὶ ἐκεῖνο συνεισαχθήσεται· πρός τι γὰρ τὸ πέρας καὶ ἀεὶ σὺν ἄλλῳ. ἀλλὰ μὴν εἰ ὡς μέθυ καὶ οἶνος ἓν τὰ πάντα ἐστί, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται παρ’ αὐτοῖς κατὰ τὸν λόγον τῆς οὐσίας φυτὸν ἄνθρωπος πτηνὸν τὸ ἀγαθὸν τὸ κακόν, ἀπλῶς τἀναντία. συναληθεύει δὲ οὕτως καὶ ἡ ἀντίφασις· εἰ γὰρ ταὐτόν ἐστι τὸ λευκὸν εἶναι καὶ μέλαν εἶναι, ταὐτὸν ἔσται λευκόν τε καὶ οὐ λευκόν· τὸ γὰρ μέλαν ἦν οὐ λευκόν. εἰ δὲ ταὐτόν ἐστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, διὰ τί καὶ τὸ ὂν οὐκ ἐροῦσι μὴ ὂν καὶ τὸ ἓν οὐχ ἕν, καὶ οὕτως ἀτοπώτερόν τι νεανιεύσονται, οὐχ ἓν εἶναι τὸ ἓν ἀλλὰ μηδὲν ὅλως τιθέμενοι; ἐὰν δὲ δὴ λέγωμεν οὕτως, ‘Σωκράτης φιλόσοφός ἐστιν᾿, ‘Σωκράτης δίπηχύς ἐστιν᾿, ἆρα ταὐτὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν σημαίνομεν; ἦ πολὺς ὁ γέλως ταὐτὸν τῷ ποσῷ τὸ ποιὸν ὑπολαμβάνειν κατὰ τὸν λόγον. εἰ οὖν τις ἔροιτο ἡμᾶς ‘καθ’ ὑμᾶς δὲ πῶς ἔσται ἓν ὁ Σωκράτης, ὅταν λέγητε αὐτὸν καὶ σιμὸν καὶ δίπηχυν καὶ φιλόσοφον οὐ γὰρ δὴ πλῆθος ἔσται ὑμῖν ὁ Σωκράτης ἁπλῶς, τὸ δὲ ἓν αὐτοῦ παντελῶς ἀφαιρήσεσθε, ἀλλὰ δώσετε καὶ ἕνα τὸν Σωκράτην καὶ πολλοὺς εἶναι᾿, πῶς οὐκ ἀντιστρέψει καὶ καθ’ ἡμῶν | ὁ ἐκ τῆς ἀντιφάσεως 114 ἔλεγχος; ταὐτὸν γὰρ καὶ οὕτως ἕν τε καὶ οὐχ ἓν ἅμα γενήσεται. οὗτος ὁ λόγος Λυκόφρονα μὲν καὶ τοὺς ὕστερον τῶν ἀρχαίων οὕτως διεθορύβησεν, ὥστε Λυκόφρων μὲν ὑπολαμβάνων ὧν τὸ ἔστι κατηγορεῖται, ταῦτα εἶναι μόνα, τῆς μὲν οὐσίας τὸ ἔστι κατηγόρει οἷον ‘Σωκράτης ἐστίν᾿. εἰ δέ τι τῶν συμβεβηκότων κατ’ αὐτοῦ λέγοιτο, ἵνα μὴ πολλὰ γένοιτο ὁ Σωκράτης, <οὐκέτι τὸ ἔστι τῶν συμβεβηκότων προσκατηγόρει· οὐ γὰρ ἔλεγε ‘Σωκράτης 1 ἐν αὐτοῖς] ἐν αὐτῷ D Simpl., ἑαυτοῖς Ea εἶεν] εἶναι L μὲν BL: μὴ M et fort. W1 (in quo duae vel tres litterae eiasae) 3 σημεῖα Β1 4 ἀπολείψουσιν L: ἀπολήψουσι—ιν) MWB 5 πάθο M ο in ras.) 6 πέρας ποσοῦ] cf. Simpl. 82,11 7 ταῦτά γε MW: ταῦτά τε Β, ταῦτα καὶ L 12 num post φυτὸν excidit ζῷον ? τἀγαθὸν Β 13 post ἁπλῶς add. δὲ L συναληθεύει —(17) τιθέμενοι] ex Porphyrio; cf. Simpl. 82,28 sqq. 19 ἀμφοτέροιν scripsi: ἀμφοῖν BL: αὐτοῖν MW ἦ M: ἡ WBL ὁ om. L ποιῷ et 20 ποσὸν M: ποσῷ et ποιὸν WBL 20 ἡμᾶς] ὑμᾶς Laa 21 δὲ] γε L: γε δὲ Laur. 85,18 ἓν] ὂν M (corr. man. rec.) 22 ὑμῖν MWB: ἡμῖν L 23 παντελῶς om. L ἀφαιρεθήσεσθε L ἀλλὰ scripsi: ἀλλ’ εἰ libri ἓν et 24 πολλὰ M (cf. 91,5 sq.): ἕνα et πολλοὺς WBL 24 ἀντιστρέφει a ὑρῶν M rec. BL ἐκ om. W 28 μόνω M (in W compendium scripturae) τῆς μὲν—ἐστὶν] cf. Simpl. 91,8 29 γένοιτο M: γίνοιτο WBL 30 quae uncis inclusi, habent WBL: omissa sunt in M et puto iam olim deerant in archetypo. ad explendam lacunam (si modo lacunosus est locus) sufficiunt verba ἁπλῶς Σωκράτης; cetera agrammatico Philoponi (49,22) non immemori addita esse videntur λευκός ἐστιν’ ἢ ‘Σωκράτης δίπηχύς ἐστιν’, ἀλλ’ ἀπλῶς ‘Σωκράτης> λευκός 114 τε καὶ δίπηχυς’, κακῷ τὸ κακὸν ἰώμενος· πρότασιν γὰρ ἀνῄρει καὶ ἀποφαντικὸν λόγον. Πλάτων δὲ μετερρύθμιζε τὸν λόγον ἀντὶ τοῦ ‘λευκός ἐστιν᾿ λέγων ‘λελεύκωται’. ἡμεῖς δέ φαμεν ταὐτὸν εἶναι δύνασθαι ἕν τε καὶ οὐχ ἕν, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα. τοῦτο μὲν γὰρ ἀμήχανόν πὼς, ἐκεῖνο δὲ ἀληθές τε καὶ δυνατόν, τὸν αὐτὸν τοῦτον Σωκράτην ἓν μὲν εἶναι κατὰ τὸ ὑποκείμενον, πλείω δὲ κατὰ τὸν λόγον· ἄλλος γὰρ λόγος μουσικὸν αὐτὸν εἶναι καὶ ἄλλος δίπηχυν. οὐκ ἀντιφάσεις οὖν ταῦτα, ὥστε μάτην ἐθορυβοῦντο, καὶ ἐπὶ τῆς τοῦ συνεχοῦς διαιρέσεως ταύτῃ· εἰ μὲν γὰρ δὴ καὶ ἐνεδίδοσαν καὶ ταὐτὸν ὡμολόγουν ἕν τε καὶ πολλὰ εἶναι, ἀλλ’ ἓν μὲν ἔστω καὶ πολλά, οὐχ ἅμα δέ, οὐδὲ κατὰ ταὐτὸν τὰ ἀντικείμενα, ἀλλ’ ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὥσπερ εἰ λέγοιμι τὸν πυρὸν δυνάμει μὲν εἶναι στάχυν ἐνεργείᾳ δὲ μή· ταῦτα γὰρ οὐκ ἔστιν ἀντίφασις, εἰ μεμνήμεθα τῶν διορισμῶν οἷς χρώμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις. |
3. τόνδε δὴ τρόπον ἐπιοῦσιν ἀδύνατον φαίνεται ἓν εἶναι τὰ ὄντα καὶ 115 τοὺς λόγους αὐτῶν λύειν οὐ χαλεπόν· εὐθὺς γὰρ ἀσυλλόγιστος ὁ λόγος Μελίσσου· φησὶ γὰρ ‘εἰ γέγονε τὸ ὄν, ἀρχὴν ἔχει· οὐ γέγονε δέ, οὐκ ἄρα ἀρχὴν ἔχει· διὸ καὶ ἄπειρον καὶ ἕν’. δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοὐ ἡγουμένου τὸ ἀντικείμενον (οὕτως συνίσταται καὶ συλλογισμὸς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν), ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε· συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται, τὸ δὲ ἀντικείμενον τοῦ ἡγουμένου προσλαβὼν ἐπήνεγκε τὸ τοῦ λήγοντος ἀντικείμενον. τοιούτων δὲ συλλογισμῶν πολλή τις ἀφθονία· ἱεῖ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· οὐκ ἔστι δὲ ἄνθρωπος, οὐδ’ ἄρα ζῷον’. ἱεῖ περιπατεῖ, κινεῖται· οὐ περιπατεῖ δέ, οὐδ’ ἄρα κινεῖται’. εἶτα καὶ ὁμωνυμίᾳ χρώμενος τῆς ἀρχῆς ἀπατᾶν οἴεται· ἀρχὴ γάρ τίς ἐστι κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἔχειν τῆς γενέσεως τὸ ζῷον τὴν χθὲς ἡμέραν· ἡ δέ τις ἡ κατὰ τὸ πρᾶγμα αὐτὸ καὶ τὸ μέγεθος, ὥς φαμεν ὁδοῦ καὶ διαστήματος ἀρχὴν εἶναι. καὶ τοίνυν ὅταν λέγῃ Μέλισσος ‘ἅπαν τὸ γενόμενον ἀρχὴν ἔχει’, ‘ποίαν ἀρχὴν;’ ἐρησόμεθα αὐτόν· ἅπαν μὲν γὰρ ἀρχὴν ἔχει τὴν κατὰ χρόνον ὃ γίνεται κατ’ οὐσίαν ἀπλῶς, ὡς ἄνθρωπος ἵππος ἐλαία πλάτανος, οὐχ ἅπαν δὲ τὴν κτὰ τὸ μέγεθος, οἷον ὃ γίνεται κατ’ ἀλλοίωσιν καὶ ἀθρόαν μεταβολήν· 5 ἀμήχανόν πως Μ: ἀμήχανον ὄντως WBL 6 τὸν αὐτὸν—(8) δίπηχυν] ex Alexandro (cf. Simpl. 96,26) 7. 8 εἶναι αὐτὸν L 8. 9 post ἐθορυβοῦντο add. μάτην δὲ ἐθορυβοῦντο L 9 καὶ om. L 11 οὐδὲ om. MW 14 διορισμένων Laur. 85,18; unde διωρισμένων Spengel 15 τόνδε δὴ τρόπον ΜW1B: τὸν δὲ δὴ τρόπον τοῦτον W2: τόν τε δὴ τρόπον τοῦτον (ex Aristotele) L: τόνδε δὴ τὸν τρόπον Laur. 85,14 16 τοὺς λόγους αὐτῶν exscr. Simpl. 102,31 17 δὲ om. Β (cf. Simpl. 105,9) 20 καὶ om. BL 22 λέγοντος M 23 πολλή τίς ἐστιν ἀφθονία L 24 καὶ om. L (cf. Simpl. 105,1) 25 οὐδ’ (δ᾿ in ras.) M ὁμώνυμος L1: ὁμωνύμως 26 οἴεται] cf. Diels Zur Textgesch. p. 16 κατὰ χρόνον e corr. m. 1 B χρονική Simpl. 106,1 et Philop. 52,28) 27 ἔχει W γεννήσεως L τὸ ζῷον om. W(?)L 28 καὶ κατὰ τὸ μέγεθος BL 29 ἔχειν BL (ut Simplicii libri 105,32) 29 ποίαν—(30) ἔχει om. W 32 τὸ om. BL γίνεται γὰρ καὶ κρύσταλλος καὶ τυρός, οὐ μὴν ἔστι λαβεῖν ἀρχὴν 115 τοῦ μεγέθους ὅθεν ἤρξατο πρῶτον τῆς τήξεως. πάλιν δὲ ὅταν ἐπάγῃ ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’, παραπλησίως ἐξεταστέον τίνα λέγει τὴν ἀρχήν· | τὴν μὲν γὰρ κατὰ χρόνον οὐκ ἔχει τὸ μὴ γενόμενον, τὴν κατὰ 116 μέγεθος δὲ οὐδὲν κωλύεται ἔχειν, ὡς ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὥστε εἰ μὲν ἐν ταῖς προτάσεσι περὶ τῆς κατὰ μέγεθος ἀρχῆς διαλέγεται, τῆς μὲν ἀκολουθίας φροντίζει τοῦ συμπεράσματος, ψευδεῖς. δὲ ἄμφω λαμβάνει· εἰ δὲ τὴν κατὰ χρόνον ἀρχὴν αὐτῷ σημαίνει τἂ ἀξιώματα, ἀληθεύει μὲν ἐν οἷς τίθησι, συμπεραίνει δὲ οὐχ ὃ βούλεται· βούλεται μὲν γὰρ ἂν τὸ μέγεθος ἄπειρον δεῖξαι τοὐ ὄντος, δείκνυσι δὲ οὐ τὸ μέγεθος, ἀλλὰ τὸν χρόνον. ἔπειτα καὶ ἀκίνητόν φησι τὸ ὄν· οὐδὲ γὰρ ἔχειν ὅπου κινηθήσεται ἕν τε ὂν καὶ ἄπειρον πανταχῇ. διὰ τί ὦ γενναῖε; ὅλον μὲν γὰρ οὐκ ἂν μεταβαίνοι, κινεῖσθαι δὲ αὐτὸ κατὰ μόρια πῶς οὐκ ἐνδέχεται; εἰ μὴ καὶ τὴν θάλατταν ἀκίνητον εἶναι φῄς, ὅτι μὴ πᾶσα μεταβαίνει τόπον ἐκ τόπου, καίτοι κινουμένην κατὰ μόρια φανερῶς. ἀλλοίωσιν δὲ ἤτοι κίνησιν οὐ νενόμικας; ἢ διὰ τί καὶ ταύτην προσαφῄρησαι τοῦ ἀπείρου· οὐ γὰρ δὴ καὶ τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι τόπου προσδεῖται. φορτικὸς οὖν ὅπερ ἔφην ὁ λόγος, καὶ ἐφ’ ἑνὶ σαλεύων ἀτόπῳ τῷ μοναχῶς λέγεσθαι τὴν ἀρχήν, ὅπερ εἰ μὴ συγχωροῖτο, εὐφώρατος ἡ κακουργία. ἀλλὰ γὰρ ἴσως κατὰ τὸν λόγον [τὸν λογισμὸν] ἓν ἄν φαίη τὸ ὄν. ἀλλ’ εἰ μὲν ἀντὶ τῆς ἀρχῆς τὸ ὂν ἐλάμβανε Μέλισσος μίαν τὴν ἀρχὴν λέγων κατὰ τὸν λόγον, ταὐτὸν ἄν τισι φυσικοῖς ἔλεγε. τὸ πάντα δὲ ἓν εἶναι κατὰ τὸν λόγον ἀμήχανον, ἄνθρωπον ἵππον τὰ ἐναντία. πρὸς μὲν οὖν τοῦτον καὶ ταῦτα πλείω των ικανων.
Πρὸς Παρμενίδην δὲ ἑξῆς ῥητέον. ὅσα μὲν τοίνυν εἴρηται πρὸς τὴν 117 δόξαν, κοινὰ καὶ πρὸς τοῦτον· ἴδια δὲ ὅσα πρὸς τὸν λόγον ὃν ἐρωτᾷ, ὅς ἐστι τοιόσδε κατὰ τὴν δύναμιν· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’. ψεύδεται μὲν οὗν ὅτι μοναχῶς λαμβάνει λέγεσθαι τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐπεδείξαμεν τρόπους· ὅμοιον γάρ τι λέγειν, τὸ παρὰ τὸν καρκίνον οὐ καρκῖνός ἐστιν, τὸ παρὰ τὸν κύνα οὐ κύων ἐστί· δύναται δὲ καὶ τὸ παρὰ τὸν κύνα κύων εἶναι καὶ τὸ παρὰ τὸν καρκίνον καρκῖνος· τὸ γὰρ παρὰ τὸν θαλάττιον κύνα οὐκ ἔστι μὲν κύων θαλάττιος, 1 κρύσταλος MWL 2 δὲ om. Β ἐπαγάγῃ L 5 ante ἥλιος in Β una littera erasa καὶ om. BL 6 τῆς om. L τίθεται L 10 ‘ἄν delendum᾿ Spengel 11 καὶ om. Ε Aristot. 186a16 16 12 πανταχοῦ L γεναῖε L μὲν om. W 13 μεταβαίη W, μεταβαίνῃ MB 14 φης σ M; num φήσεις (?) 20 τὸν ante λόγον om. Β τὸν λογισμὸν MW (in quo ἓν superscr.), Β: ἤτοι τὸν λογισμὸν Neapolit. Ill D7: τὸν ὁρισμὸν (e Simpl. 114,15) Laur. 85,14: τὸν λογισμὸν del. L 22 τὸ M: τὰ WBL 26 ὅσα om. W 27 sq. Parmenidei syllogismi formam, qualem Theophrastus constituit, ex Alexandro desumpsit Themistius (cf. Simpl. 115,11) 28. 29 ψεύδεται—τρόπους] cf. Simpl. 117,16 sqq., ubi λέγεσθαι om. 29 ἐπεδείξαμεν] ἐν Κατηγορίαις add. Simpl. γάρ τι M: γάρ τοι WBL 30 τὸν pr.] τὸ M cancri exemplo Simpl. quoque utitur 117,19 sqq. 31 δὲ Μ (in marg. γὰρ) W: γὰρ BL τὸν ante κύνα] τὸ MB1 οὐράνιος δὲ ἢ χερσαῖος. καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἷον εἰ τὸ παρὰ τὴν 117 οὐσίαν, ἐκεῖνο οὐκ οὐσία, ποιότης μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται· καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται, καὶ οὐδὲν κωλύει πολλὰ οὕτως εἶναι τὰ ὄντα. οὕτω μὲν οὖν ψεύδεται Παρμενίδης· ὅτι δὲ μὴ συλλογίζεται, δῆλον ἂν γένοιτο ἐξ ὑποθέσεως, εἰ τῷ αὐτῷ σχήματι τοῦ λόγου ἕτερα λήμματα ἐναρμόσαιμεν. ὑποκείσθω γὰρ ὑπὸ τοῦ ὄντος μόνον σημαίνεσθαι τὸ λευκόν, τὸ δὲ παρὰ τὸ λευκὸν μηδὲν εἶναι, καὶ πλεκέσθω παραπλησίως ὁ λόγος· εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐκ ἔστιν λευκόν, τὸ δὲ μὴ λευκὸν οὐδέν ἐστιν. τί δὴ συνάγεται; τὸ παρὰ τὸ λευκόν μηδὲν εἶναι. εἰ γέγονας ἐν τοῖς ἀναλυτικοῖς, οἶδας ὅτι τοῦτο συνά | γεται· ὁ δὲ ἐπάγει ‘μόνον ἄρα τὸ λευκόν ἐστιν᾿. 118 διὰ τί οὖν ἔφη φορτικώτερον εἶναι τὸν Μελίσσου λόγον; ὅτι τούτῳ μὲν αἱ προτάσεις συνετέθησαν τεχνικῶς· οὐ γὰρ ἀπόφασις τὸ οὐκ ὄν· οὐ γὰρ ἄν ἔλαβεν ὑποκείμενον τὸ οὐκ ὂν ἐν τῇ δευτέρᾳ προτάσει, ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως. Μελίσσω δὲ καὶ τὰ λήμματα τὴν ἀντιστροφὴν εἶχεν οὐχ ὑγιῆ. ἀλλὰ δῆτα αὐτῷ συγχωρείσθω συμπεραίνεσθαι, μόνον ἄρα ἐστὶν τὸ λευκόν. τί οὖν κωλύει πολλὰ εἶναι τὰ λευκά, κύκνον χιόνα ψιμμύθιον γάλα; καίτοι τί λέγω; ταῦτα μέν διέστηκεν ἀπ’ ἀλλήλων καὶ τὸ πλῆθος εὐφώρατον ἅπαντι, ἀλλ’ ἓν ἔστω μόνον τὸ λευκὸν συνεχὲς καὶ ἡνωμένον. ἀλλ’ οὐδὲ τοῦτο ἕν ἐστιν εἰ σκοποίης κατὰ τὸν λόγον, ἀλλὰ δύο τοὐλάχιστον ἐν αὐτῷ τό τε ὑποκείμενον σῶμα καὶ ἡ λευκότης, δύο δὲ οὐχ ὡς δυνάμενα χωρὶς ἀλλήλων ὑποστῆναί ποτε· τοῦτο μὲν γὰρ ἀμήχανον ὅλως λευκὸν εἶναί τι καθ’ ἑαυτὸ χωρὶς ὑποκειμένου τινός. ἀλλ’ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν· τὸ μὲν γάρ ἐστι σῶμα λελευκωμένον, τὸ δὲ χρῶμα διακριτικὸν ὄψεως. ταῦτα δὲ οὔπω διέκρινε Παρμενίδης. ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸν ἄνδρα· τὸ γὰρ ὂν ἐκεῖνος ἓν λέγων οὐ συμβεβηκὸς ἔλεγεν οὐδὲ τῶν ἐν ἄλλῳ τὸ εἶναι ἐχόντων, ἀλλὰ τὸ κυρίως ὂν καὶ μάλιστα ὂν καὶ ὡς ἄν ἡμεῖς εἴποιμεν, τὸ ὅπερ ὄν· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ μάλιστα ὄν, ὥσπερ Πλάτωνι τὸ αὐτοόν· οὐ γὰρ οὕτως ἀπόπληκτος ἦν Παρμενίδης ὥστε ἀγνοεῖν, ὅτι τὸ συμβεβηκὸς ὑποκειμένου τινὸς ἀεὶ δεῖται πρὸς τὴν ὑπόστασιν, ὅπερ εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὃν | ἔσται· ἕτερον γὰρ τοῦ ὄντος, μᾶλλον 119 1 καὶ—(4) ὄντα exscr. Simpl. 117,22 sqq. ἐστιν] ἔστι, τοῦτο οὐκ ὃν τῆ εἰ τὸ] εἰ Simpl.; εἶ τι vel τὸ Spengel 2 post οὐσία add. μὲν Simpl. δυνήσεται] οὐ κωλύεται Simpl. 3 verba καὶ εἴτι—(4) δυνήσεται male repetita in L 3. 4 εἶναι δυνήσεται om. Simpl. 4 οὕτως ante οὐδὲν Simpl. 5 μηδὲ L 6 ἐναρμόσωμεν L (unde ἐναρμόσομεν Spengel 8 εἶναι] οὗν L (unde ὃν Spengel) παραπλήσιος L 9 οὐκ ἔστιν ἐκεῖνο L 1 1 ὑπάγει μόνον ἄρα om.) L 12 ἔφην Spengel φορτικώτερον ἔφη W τὸν τοῦ Μελίσσου L 13 ἀπόφασιν L (omissis verbis τὸ οὐκ ὃν v. s.; unde verba οὐ γὰρ ἄν delenda esse censuit Spengel) 14 κατάφασιν L 17 cf. Simpl. 119, 13 sqq. ψιμύθιον Β1, ψιμμίθιον W 19 μόνον ἔστω WL 24 ὁ λόγος αὐτῶν M: αὐτῶν ὁ λόγος WBL τὸ μὲν—(25) ὄψεως] cf. Simpl. 119,22 sqq. 25 οὔπω Spengel ex Aristot. 186a33: οὔτε libri 27 ἀλλὰ—(29) αὐτοόν] cf. Simpl. 122,26 sqq. 28 εἴποιμεν Spengel: εἴπωμεν libri δὲ συμβήσεται ἅμα τε εἶναι αὐτὸ καὶ μὴ εἶναι, εἶναι μὲν εἰ τῷ ὄντι ὑπόκειται, 119 μὴ εἶναι δὲ εἰ μόνον τέθειται εἶναι τὸ συμβεβηκός· ἐπεὶ καὶ τοῦτο οὐκ ἠγνόει πάντως, ὡς εἰ διὰ ταύτην τὴν ἀτοπίαν καὶ τὴν οὐσίαν εἶναι ὂν συγχωρήσειεν, ἐπειδὴ οὐχ οἷόν τε τὸ συμβεβηκὸς δίχα αὐτῆς ὑποστῆναι, ὃ μόνον εἶναι νομίζει, πολλὰ αὐτῷ πάλιν σημαίνει τὸ ὄν, πολλὰ δὲ ὡς ἕκαστον εἶναί τε καὶ ὑφεστάναι κατ’ ἴδιον λόγον, εἰ καὶ μὴ χωρίζοιτο ἀπ’ ἀλλήλων. ἀλλ’ οὐκ ἔχει καλῶς ἀνδρὶ παλαιῷ τοσαύτην ἐναντιολογίαν προσάπτειν, ἀλλ’ ἔστω, δεδόσθω αὐτὸ τὸ ὂν σημαίνειν τὸ μάλιστα ὂν καὶ ὅπερ ὂν καὶ τὴν οὐσίαν καὶ τὸ αὐτοὸν καὶ ὃ μηδενὶ συμβέβηκεν ἄλλῳ, μᾶλλον δὲ ᾧ τὰ ἄλλα συμβέβηκεν. ἀλλὰ καὶ οὕτως αὐτὸ τὸ ὅπερ ὂν ἔσται μὴ ὄν. ἆρα δὲ εἴποις ἄν τὸ ὅπερ ὃν τοῦτο καὶ λευκὸν ἢ μέλαν ἢ ὅ τι δήποτε; ὑπάρχειν γάρ τι τῇ οὐσίᾳ δηλονότι συγχωρήσεις, εἴπερ ὑπόκειται πᾶσιν. ἔστω δὴ τὸ ὅπερ ὂν τοῦτο καὶ λευκόν. ἀλλὰ τὸ λευκὸν οὐκ ἦν ὅπερ ὄν· ἐκεῖνο μὲν γὰρ ἐσήμαινε τὴν οὐσίαν, τοῦτο δέ ἐστι συμβεβηκός· εἰ δὲ μὴ ὅπερ ὂν τὸ λευκόν, οὐδὲ ὂν ὅλως· μόνον γὰρ ὑπόκειται εἶναι τὸ ὅπερ ὄν. οὐχ οὕτως οὖν μὴ ὃν τὸ λευκὸν ὡς πῇ μὲν εἶναι πῇ δὲ μή, ἀλλ’ ὡς παντελῶς μὴ εἶναι διὰ τὴν ὑπόθεσιν· οὐδὲ γὰρ συμβεβηκέναι τῷ λευκῷ τούτῳ τὸ ὄν εἴποι τις ἄν· αὐτὸ γὰρ ὑπόκειται ἄλλῳ ὑπάρχον. τούτου δὴ οὕτως ἔχοντος καὶ τοῦ λευκοῦ παντελῶς μὴ ὄντος, εἰ λέγοιμεν ὑπάρχειν αὐτὸ τῷ ὅπερ ὄντι, τῷ μάλιστα ὄντι τὸ μάλιστα μὴ ὂν ὑπάρχειν ἐροῦμεν. ἄτοπον μὲν δή, καὶ τοῦτο προσέτι δέ, εἰ τὸ ὅπερ ὂν ἔσται | λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἔσται οὐκ ὄν. καὶ μηδεὶς ὑπολάβῃ 120 παραλογίζεσθαι ἡμᾶς· οὐ γὰρ ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός· οὐδὲν γὰρ ὅμοιον παραβάλλεται ὁ μὲν γὰρ λέγων συμβεβηκὸς τὸ λευκὸν εἶναί τι καὶ αὐτὸ δίδωσι παρὰ τὴν οὐσίαν· ὂν γὰρ αὐτὸ πάντως ὑπολαμβάνων οὕτως ἑτέρῳ συμβαίνειν λέγει. εἰ δὲ ἄλλο ὂν τὸ ὑποκείμενον ἄλλου ὄντος μετέχει τοῦ λευκοῦ, οὐκ ἔσται ταὐτὸν ὅπερ ἐκεῖνο. ἐνταῦθα δὲ ἁπλῶς μὴ ὂν καὶ πάντῃ μὴ ὄν φησι τὸ λευκόν, οὐκοῦν οὐδ’ ὡς συμβεβηκὸς αὐτὸ κατηγορήσει τοῦ ὄντος, ἐπεὶ θήσεται εἶναι, πάλιν αὐτό. εἰ δὲ εἶναι, καὶ ὅπερ ὂν εἶναι· καὶ πάλιν ὡσαύτως τὸ ὅπερ ὂν πλείω σημαίνει. ἀλλ’ εἰ μὴ ὡς συμβεβηκός ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν. εἶεν· ἀλλ’ οὐδὲ σῶμα ἴσως τὸ ἄπειρον οὐδὲ † μεγέθους θέσιν ἐροῦσιν, ἵνα μήτε εἰς μόρια πολλὰ διαιρεῖν ἀναγκάζωνται μήτε συμβεβηκότα προσάπτωσι. πότερον οὖν ὁριοῦνται τὸ ὅπερ ὂν καὶ λόγον 1 εἰ] ᾖ L, item v. 2 5 ὃν] ἓν M 8 αὐτὸ τὸ ὃν MW: τὸ ὂν αὐτὸ BS: τὸ ὃν αὐτῷ Spengel 8. 9 καὶ ὅπερ ὃν M: καὶ τὸ ὅπερ ὃν WBL 9 μηδαμῶς L 10 δέ] τὸ a γε codd. Laur. 85,13 et 18) 11 δὲ] γὰρ L εἴποις L: εἴπῃς MB, εἴπῃ W λευκὸν καὶ μέλαν L 18 ἄλλῳ Μ2 L1, ἄλλο M1WBL2a 22. 23 ὑπολάβοι L 23 οὐ] οὐδὲ L post ἐπειδὴ add. καὶ BL 28 ἔστι L 29 οὐδὲ W 32 ἢ γένος ἢ εἶδος scripsi: ὡς γένος ἡ εἶδος MWB: ὡς γένος ἢ ὡς εἶδος Paris. 1888: ἢ ὡς γένος ἢ ὡς εἶδος L 33 μεγέθους θέσιν MWB: μέγεθος ἔχειν M in marg. (γρ.), W2L; si probaveris, malim ἔχον vel potius μεγέθους μετέχον. nec tamen θέσεως notionem ab hoc loco prorsus alienam esse contenderim (cf. Philop. 500,15) 34 ἀναγκάζονται B1W1 τινὰ αὐτοῦ τῆς οὐσίας ἀποδώσουσιν ἢ καὶ τοῦτο ἀφαιρήσονται; εἰ μὲν 120 γὰρ ἀφαιρήσονται τὸν ὁρισμόν, οὐκ οἶδα τί λοιπὸν ὑπὲρ αὐτοῦ δυνήσονται λέγειν ἢ γράφειν, εἰ μήτε ὡς συμβεβηκὸς μήτε ὡς γένος μήτε ὡς εἶδος μήτε ὡς διαφορὰν μήτε ὡς ὁρισμόν, ὅλως μηδὲ ὡς ὑπογραφὴν ἕξουσιν αὐτοῦ κατηγορίαν· εἰ δὲ ποιήσονταί τινα λόγον, τοῦτον ἀνάγκη διαιρεῖσθαι εἰς ὅπερ ὄντα· οἷον (ὑποκείσθω γὰρ ἄνθρωπος εἶναι τὸ ὅπερ ὄν) φημὶ ὅτι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ἀνάγκη ἐξ ὅπερ ὄντων συγκεῖσθαι καὶ εἶναι ὅπερ ὄντα καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ | δίπουν· 121 εἰ γὰρ μὴ ὅπερ ὄντα, συμβεβηκότα πάλιν γενήσεται, ἀλλ’ οὐκ ἐνδέχεταί τινι συμβεβηκέναι τὰ τὸν ὁρισμὸν αὐτοῦ συμπληροῦντα. ὅτι ’δε τοῦτο ἀληθές, ῥᾳδίως οἶμαι διδάξειν. τὰ συμβεβηκότα τοίνυν ἢ τοιαῦτά ἐστιν ὡς οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθῆσθαι καὶ διαλέγεσθαι, ἢ τοιαῦτα ὡς ἐν τῷ λόγῳ τοῦ συμβεβηκότος τὸ ὑποκείμενον περιέχεσθαι, ὡς σιμότης ἐν ῥινί, τὸ περιττὸν ἐν τῷ ἀριθμῷ καὶ τὸ ἄρτιον· σιμότης τε γάρ ἐστι κοιλότης ἐν ῥινί, περιττός τε ἀριθμὸς εἰς ἄνισα διαιρούμενος· κατὰ τίνα οὖν τῶν τρόπων τούτων συμβεβηκὸς ἔσται τὸ ζῷον; πότερον κατὰ τὸν πρότερον; οὐκοῦν ἔσται ποτὲ οὔτε ζῷον ὁ ἄνθρωπος οὔτε πεζὸν οὔτε δίπουν, οὔτε διαλέξεταί ποτε οὔτε καθεδεῖται. ἀλλὰ κατὰ τὸν δεύτερον; ἀλλ’ ἀδύνατον, οὐ γὰρ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζώου καὶ τῷ λόγῳ τοῦ πεζοῦ καὶ τῷ λόγῳ τοῦ δίποδος, ἀλλ’ ἐκεῖνα ἐν τῷ τοῦδε ὁρισμῷ περιέχεται· καθόλου γὰρ ὅσα τινὸς ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβάνεται, ἐν τῷ τούτων ὁρισμῷ τὸ ὁριστὸν ὑπάρχειν ἀδύνατον· ἔσται γὰρ οὕτως τὸ ὅλον τοῦ μέρους μέρος, μέρος μὲν γὰρ ἀνθρώπου τὸ ζῷον· μετὰ γὰρ ἄλλων συντεθὲν ποιεῖ τὸν ἄνθρωπον· εἰ δὲ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου, τὸ ὅλον ἐνυπάρξει τῷ μέρει καὶ ἔσται τοῦ μέρους μέρος· οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει τῷ τοῦ λευκοῦ χρώματος ὁρισμῷ. ἀλλ’ ἴσως οὐκ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν συμβέβηκεν, ἀλλ’ ἑτέρῳ τινί. ἐγὼ δὲ τοῦτο | ἐμπαραλιμπάνω, ὡς 122 ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ· ἀλλ’ ἐκεῖνο ἀπορῶ, μᾶλλον δὲ οἶδα, ὡς εἰ ταῦτα ἔσται συμβεβηκότα, καὶ τὸ ἐκ τούτων ἔσται συμβεβηκὸς ὁ ἄνθρωπος ἡ ὅ τι δήποτέ ἐστι τὸ ὅπερ ὄν. διὸ τοῦτο μὲν καὶ λέγειν πολλῆς μανίας, εἰ δὲ μὴ συμβέβηκε ταῦτα ὡς ἐπέδειξα τῷ ἀνθρώπῳ, δηλονότι ὁ λόγος τοῦ ἀνθρώπου εἰς ὅπερ ὄντα διαιρεθήσεται. ὅταν δὲ εἴπω τὸν λόγον, τὴν οὐσίαν λέγω καὶ τὴν φύσιν ἥτις ἂν ᾖ τοῦ ὅπερ ὄντος. πολλὰ οὖν καὶ οὕτω τὰ ὅπερ ὄντα, εἰ καὶ ἀχώριστα καὶ ἀδιαίρετα τοῦ ὅπερ ὄντος, καὶ τὸ ὅπερ ὂν ἐξ ἀχωρίστων μὲν καὶ ἀδιαιρέτων ὑπάρξει, 1 αὐτοῦ om. W 4 ἐπιγραφὴν L (cf. Philop. 72,12) ὁ ante ἄνθρωπος add. L 9 ὄν τι EI Aristot. 186 b 17 (sed ὄντα F) 11 τὰ ante τοιαῦτα add. L 14 καὶ ante τὸ περιττὸν add. L (at cf. ex. c. Philop. 73,3); ceterum cum toto hoc loco cf. Alexander apud Simpl. 76,12 sqq. τῷ om. BL 17 ὁ om. L (cf. Simpl. 128,12) 18 post δίπουν add. ὥσπερ L οὔτε (ante καθεδεῖται)] οὐδὲ WBL 21 περιέχονται W 22 ὁριστικῷ] ὁρισμῷ a (typoth. err.) τὸ] τὸν L ὁριστικὸν τῆ 26 ἐστι L 29 ἐμπαρελιμπάνω M (num ἐμπαρεκλιμπάνω ? de μὲν παραλιμπάνω cogitavit Spengel) 33 ἀπέδειξα L ἐξ ὅπερ δὲ ὄντων. ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζήνωνος, 122 ὃς ἐκ τοῦ συνεχές τε εἶναι καὶ ἀδιαίρετον ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, λέγων ὡς εἰ διαιρεῖται, οὐδὲ ἔσται ἀκριβῶς ἕν, διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν· λύειν γὰρ αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦντες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς, ἵνα φύγῃ ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶς ὑπελάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος. καίτοι ταὐτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ· ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρύς ἐστιν ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. Πλάτων’ δὲ τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι διδοὺς τὸ πρότερον λῆμμα τοῦ Παρμε | νιδείου λόγου, ἀλλὰ καὶ τὸ ὂν ἓν εἶναι συγχωρῶν, ὅπερ 123 † ᾤετο ὁ λόγος συνάγειν, οὐκέτι τὰ πάντα ἓν εἶναι συνωμολόγει· εἶναι γὰρ ἔφασκέ πὼς καὶ τὸ μὴ ὄν· τὸ μὲν γὰρ ὄντως ὂν ἀπέφαινε τὴν ἰδέαν, τὴν δὲ ἄμορφον καὶ πρώτην ὕλην εἶναι μέν, μηδὲν δὲ τοῦ ὄντος εἶναι· συγκεῖσθαι γὰρ τὸ ὂν πάλιν ἔκ τε τοῦ ὄντος ὃ καὶ ἓν εἶναι ἐδίδου, κἀκ τοῦ μὴ ὄντος ὃ τὴν ὕλην ὑπελάμβανεν. ἐγὼ δὲ οὐκ οἶδα ὅπως καὶ οὗτος φυγὼν τὴν…
4. οἱ δὲ…
…
The complete text is available when the reading interface loads.