The Greek Library Author

Themistius

In libros Aristotelis de Anima paraphrasis

Scientific editors
Richard Heinze
Edition reference
Themistii in libros Aristotelis de anima paraphrasis · Berlin · Reimer · 1899
CTS identifier
urn:cts:greekLit:tlg2001.tlg040.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.

1. Περὶ ψυχῆς ὅσα δυνατὸν σὺν ἐπιστήμῃ λαβεῖν, ἀκολουθοῦντας Ἀριστοτέλει πειρατέον ἡμῖν ἐν τῇδε τῇ πραγματείᾳ ἐκθέσθαι τῷ [καὶ] μὲν ἐκκαλύψαι, τοῖς δὲ συστῆναι, τοῖς δὲ ἐπιστῆσαι, τὰ δὲ εἰ μὴ φορτικὸν εἰπεῖν) καὶ ἐξεργάσασθαι. καὶ γὰρ πολλῶν ὄντων συνταγμάτων ἅ τις ἄν θαυμάσειεν Ἀριστοτέλους, πάντων ἄγασθαι μᾶλλον προσήκει τὴν Περὶ ψυχῆς πραγματείαν καὶ τοῦ πλήθους ἕνεκεν τῶν προβλημάτων, ἃ μηδὲ ἐξαριθμήσασθαι μόνον οἱ πρὸ Ἀριστοτέλους ἐξίκοντο, καὶ τῆς εὐπορίας τῶν εἰς ἕκαστον ἀφορμῶν, καὶ τῶν μεθόδων ὅσας ἐνέδωκε τῇ θεωρία· δῆλον δὲ ἐξ αὐτῶν ἔσται τῶν λεγομένων.

Φησὶ δὲ ἀρχόμενος εὐθὺς τοῦ λόγου πᾶσαι μὲν γνῶσιν καὶ ἐπιστήμην καλὴν καὶ τιμίαν ὑπάρχειν, πλεονεκτεῖν δὲ ἑτέραν ἑτέρας ἢ τῇ τῶν ἀποδείξεων ἀκριβείᾳ ἢ τῇ τιμιότητι τῶν ὑποκειμένων πραγμάτων· ὃ πεπόνθασι πρὸς ἀλλήλας γεωμετρία τε καὶ ἀστρονομία· τῆς μὲν γὰρ | πλέον τὸ ἀκριβές, τῆς δὲ πλέον τὸ θαυμάσιον διὰ τὴν ὑποκειμένην 2 φύσιν, περὶ ἧς πραγματεύεται, ἐπεὶ μαλακώτεραί γε αἱ ἀποδείξεις ἀστρονομίας· τῷ γὰρ ἔγγιστα χρῆται ἐπὶ πολλῶν. μόνῃ δὲ τῇ περὶ ψυχῆς ἐπιστήμῃ συντρέχειν ἄμφω ταῦτα ἀνάγκη καὶ νικᾶν αὐτὴν καὶ τῷ ἀκριβεῖ καὶ τῷ θαυμασίῳ· τῷ μὲν ἀκριβεῖ, διότι καὶ ταῖς ἄλλαις ἐπιστήμαις παρὰ ψυχῆς ἡ ἀκρίβεια. τῷ θαυμασίῳ δέ, ὅτι σχεδὸν διὰ πάντων διήκει τῶν ὄντων ἡ τῆς ψυχῆς φύσις ἀπὸ τῆς ἐσχάτης ἀρχομένοις τῆς φυτικῆς μέχρι τῆς πρώτης, λέγω δὲ τοῦ νοῦ, ὃς εἴτε μέρος εἴτε δύναμίς ἐστι τῆς ψυχῆς εἴτε συγγενὴς ἄλλως καὶ ἐμφύεσθαι δυνάμενος, τί ἂν εἴη τῆς φύσεως ταύτης θαυμασιώτερον; τρίτον ἡμᾶς πρὸς τούτοις παρακαλεῖ πρὸς τὴν προκειμένην φροντίδα, ὅτι εἰ μὲν περὶ ἄλλου του μάθοιμεν τἀληθές, οὐκ ἔστιν ἡμῖν τὸ ἀληθὲς τοῦτο πρὸς τὰ λοιπὰ ὁρμητήριον· εἰ δέ τι περὶ ψυχῆς ἀληθὲς κατανοήσαιμεν, πάμμεγα ἂν ἐφόδιον εἴη τοῦτο πρὸς σύμπασαν τὴν ἀλήθειαν. πρὸς γὰρ ἅπαντα τὰ μέρη τῆς φιλοσοφίας ἀξιολόγους δίδωσιν 1 de titulo V. Praef. 3 ἐκθέσθαι suprascr. Q2: om. PC καὶ om. Q in ras. 11 post μὲν eras, οὖν Q 18 ταῦτα om. Arist E 21 ἀρχομένοις] ὄις ex ης Q: ἀρχομένη Cs φυσικῆς QC 20 λοιπ ABBREV Q (ABBREV in ras.) 28 post δίδωσιν add. τὰς Qs ἀφορμάς, τὸ μὲν πρακτικόν, ὅτι τὰς ἀρετὰς αὐτῆς καὶ τὰς τελειότητας 2 οὕτως ἂν ῥᾷον καταστησαίμεθα, εἰ τὴν οὐσίαν αὐτῆς πρότερον καταμά- θοιμεν· τὴν δὲ περὶ φύσεως θεωρίαν, ὅτι πηγὴ καὶ ἀρχὴ πάσης κινήσεως ἡ ψυχὴ ἴσως μὲν καὶ πᾶσι τοῖς σώμασι, μάλιστα δὲ τοῖς τῶν ζώων καὶ τῶν φυτῶν. γιγνώσκουσα μὲν οὖν ἑαυτὴν ἀξιόπιστος καὶ περὶ τῶν ἄλλων, ὑπὲρ ἑαυτῆς δὲ ἀπατωμένη περὶ τίνος ἄν ἄλλου πιστὴ νομισθείη; ἡ μὲν οὖν χρεία τοσαύτη τῆς προκειμένης θεωρίας ἐστί· οὐ μὴν ῥᾷστόν | γε τὸ 3 ἔργον, ἀλλὰ καὶ σχεδὸν χαλεπώτατον. αὐτὸ γὰρ πρῶτον τὸ γνῶναι τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι, οὐ λίαν πρόχειρον οὐδὲ εὐπετές. ὅλως μὲν γὰρ ἡ μέθοδος ἡ ὁριστική, τίς ποιέ ἐστι καὶ κατὰ τίνα πρόεισι τρόπον, ἔτι καὶ νῦν παρὰ τοῖς φιλοσόφοις ἀμφισβητήσιμος, καὶ οὐ μόνον γε παρὰ τοῖς φιλοσόφοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν, ὅσοι τι διὰ λόγου διδάσκουσι. πάντες γὰρ ὁρισμῷ χρῆσθαι πειρῶνται, καὶ τοῖς μὲν εἶναι δοκεῖ μία μέθοδος περὶ πάντων, ὧν βουλόμεθα γνῶναι τὸν ὁρισμόν, ὥσπερ καὶ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων μία μέθοδός ἐστιν ἡ ἀπόδειξις· τοῖς δὲ οὐ μία ἀλλὰ κατὰ τὰς τῶν ὄντων διαφορὰς διαφόρους εἶναι καὶ τὰς περὶ τῶν ὁρισμῶν πραγματείας,ὃ τὴν χαλεπότητα τῆς σκέψεως μείζω ποιεῖ. δεήσει γὰρ λαβεῖν περὶ ἑκάστου τῶν ὄντων, τίς τρόπος οἰκεῖος· | τοῦτο δὲ εἰ καὶ μίαν τις εἶναι συγχωρήσειε τὴν ὁριστικὴν πραγματείαν, ἤτοι κατὰ διαίρεσιν, καθάπερ ἤρεσκε Πλάτωνι, ἢ συνθέσει μᾶλλον, καθάπερ βούλεται Ἀριστοτέλης, ἢ τρόπον τινὰ ἕτερον ἀποδείξεως, ὅμως οὐδὲν ἧττον ἀπαντᾷ· δεήσει γὰρ καὶ οὕτως ὑπὲρ ἑκάστου τῶν οἰκείων ἀρχῶν, εἰ μέλλοιμεν σὺν ἐπιστήμῃ τῆς φύσεως τοῦ πρά- γματος περιέσεσθαι· καὶ εἰς τὴν αὐτὴν χαλεπότητα ὁ λόγος αὖθις ἡμῖν περιίσταται· ἄλλαι γὰρ ἄλλων αἱ ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων· καίτοι συγγενεῖς αὗται αἱ μέθοδοι καὶ περὶ τὸ ποσὸν ἀμφότεραι πραγματεύονται.

Οτι μὲν οὖν καὶ ἀναγκαία καὶ ἐργώδης ἡ θεωρία, διὰ τοσούτων εἰρήσθω· λέγωμεν δὲ ἐφεξῆς, ὅσα τῷ | καθ’ ὁδὸν μετιόντι περὶ ψυχῆς 4 διοριστέον. πρῶτον μὲν ληπτέον ἂν εἴη τὴν φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν· ἴδια μὲν νόησις καὶ θεωρία, δι’ ἐκείνην δὲ καὶ τοῖς ζώοις προσγίγνεσθαι ἡδονὴ καὶ λύπη καὶ αἴσθησις καὶ φαντασία. δυοῖν δὲ ὄντων τῶν περὶ αὐτῆς ζητουμένων, τῆς τε οὐσίας καὶ τῶν συμβεβηκότων, πρῶτον ὅσα χρήσιμα πρὸς τὴν οὐσίαν ληπτέον. χρήσιμον δὲ πρῶτον μὲν ἐξευρεῖν τὸ γένος τὸ ἀνωτάτω τῶν ἐν ταῖς κατηγορίαις διηριθμημένων, ἐν ᾧ τακτέον τὴν ψυχήν, ἆρ’ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ· καὶ οὐ μόνον γε τὸ ἀνωτάτω, ἀλλὰ καὶ τὸ προσεχέστερον καὶ τὸ ἐγγυτέρω· οὐδὲ γὰρ ὅταν ἄνθρωπον ὁριζώμεθα, τὴν οὐσίαν λαμβάνομεν, ἀλλὰ τὸ ζῶον. δεύτερον ἡνίκα ἂν τὸ γένος διακριθῇ, ἐπειδὴ διχῶς ἕκαστον λέγεται γένος, τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καθάπερ τὸ ζῶον καὶ τὸ φυτόν· τὸ μὲν γὰρ ὠὸν καὶ τὸ σπέρμα δυνάμει ζῶον καὶ φυτόν, ὁ δὲ ὄρνις καὶ τὸ δένδρον ἐνεργείᾳ ζῶον καὶ φυτόν, ὅπερ λέγομεν 7 ἐστὶ post τοσαύτη as 24 αὗται] αὐτῶν C 29 ante εἶθ’ eras. δεύτερον P 32 δυοῖν ex δυεῖν Q 33 τὴν om. C 41 post λέγομεν add. καὶ C ἐντελεχείᾳ, διότι δὲ οὕτω λέγομεν ἐν τοῖς ἐφεξῆς ἔσται δῆλον· εἴπερ οὖν 4 τὴν οὐσίαν εὕροιμεν τῆς ψυχῆς, ἐν τίνι τῶν διαφορῶν τούτων αποταχθήσεται, ἆρ’ ὡς δύναμις ὑποκειμένη καὶ πρὸς οὐσίαν ἔχουσα εὐφυῶς, ἢ μᾶλλον ὡς ἐντελέχεια; ἔστι δὲ καὶ τῶν ἐντελεχειῶν τις διπλόη, καὶ ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα· πρώτη μὲν ἡ ὥσπερ ἕξις, δευτέρα δὲ ἡ τῆς ἕξεως ἐνέργεια.

Σκεπτέον δὲ | καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ εἴπερ φανείη μεριστή, 5 πότερον ὡς σῶμα εἰς ὄγκους, ἢ ὡς τέχνη καὶ ἐπιστήμη· λέγεται γὰρ καὶ ἰατρικῆς εἶναι μέρη καὶ φιλοσοφίας. εἰ δὲ ἀμερής, ἆρα παντάπασιν ἁπλῆ τις καὶ πλήθους ἀνέμφατος φύσις, ἢ μερῶν μὲν πλῆθος περὶ αὐτὴν οὐ θεωρεῖται, δυνάμεων δὲ ποικιλία; διαφέρει γὰρ οὕτως ἢ ἐκείνως. μέρους μὲν γὰρ μέρος κατὰ τὸ ὑποκείμενον ἐξαλλάττει, δύναμις δὲ δυνάμεως τῷ διάφορα ἐνεργεῖν διενήνοχε)· διὰ τοῦτο γὰρ οἱ μὲν πολυδύναμον ἀξιοῦσιν εἶναι τὴν ψυχὴν ἐφ’ ἑνὸς οὖσαν ὑποκειμένου, οἱ δὲ πολυμερῆ, διορίζοντες καὶ τοῖς τόποις τὰ μέρη, ὥσπερ οἱ Στωικοί, τυχὸν δὲ καὶ Πλάτων’.

τέταρτον ἂν εἴη ζήτημα τῶν εἰρημένων, ἄρα ὁμοειδὴς πᾶσα ψυχὴ πρὸς πᾶσάν ἐστιν, ἢ οὐδαμῶς, καὶ εἴπερ ὑφ’ ἕτερον καὶ ἕτερον εἶδος, ἀρ’ οὐδ’ ὑφ’ ἓν γένος; οἷον ἡ ἀνθρώπου καὶ ἵππου· εἰ δὲ μὴ ταὐτὸν ἔχουσιν εἷδος ψυχῆς, ἆρ’ οὐδὲ γένος ταὐτόν; ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ ἵππος ὑπὸ τὸ ζῶον, αἱ ψυχαὶ δὲ αὐτῶν οὐκέτι ὑφ’ ἓν γένος ψυχῆς; ταῦτα δὲ οὐχ οἷόν τε διακρῖναι τὰ προβλήματα μὴ περὶ πάσης ψυχῆς ἐπισκοπουμένους, ὅπερ ἔνιοι τῶν πρότερον παρεώρων· περὶ γὰρ τῆς ἀνθρωπίνης μόνης ἐοίκασι πεφροντικέναι, ἡμῖν δὲ τὴν καθόλου φύσιν ἐπισκεπτέον, ἆρα εἷς ὁρισμὸς καὶ ἓν τὸ τί ἦν εἶναι πάσης ψυχῆς, ἢ ἄλλος μὲν τῆς ἀνθρώπου, ἄλλος δὲ τῆς ἵππου. | λέγω δὲ ὧδε· ἔστιν ὁρισμὸς τοῦ ζώου καθόλου, ὅτι οὐσία ἔμψυχος αἰσθητική, ἔστι δὲ καὶ ἀνθρώπου χωρίς, ὅτι ζῶον λογικὸν θνητόν. ζητοῦντας οὗν τῆς ψυχῆς τὸν ὁρισμὸν ἆρα τοιοῦτον | προσήκει 6 ζητεῖν, οἷός ἐστιν ὁ τοῦ ζώου, ἢ μᾶλλον οἷος ὁ τοῦ ἀνθρώπου; τοῦτο δὲ ταὐτὸν τῷ ζητεῖν, ἆρα ὥσπερ εἴδους ζητητέον τὸ τί ἦν εἶναι τοῖς καθ’ ἕκαστον προσεχομένου, ὥσπερ ὁ ἄνθρωπος Σωκράτει καὶ Δίωνι καὶ Θεαιτήτῳ, ἢ ὥσπερ γένους εἰς εἴδη ἤδη διαιρουμένου· διαφέρει δὲ οὐ παρὰ μικρὸν ἡ θεωρία· τὸ μὲν γὰρ γένος ἐννόημά ἐστιν ἀνυπόστατον ἐξ ἀμυδρᾶς τῶν καθ’ ἕκαστον ὁμοιότητος κεφαλαιούμενον καἰ ἤτοι παντάπασιν οὐδὲν τὸ γένος, ἢ πολλῷ ὕστερον τῶν καθ’ ἕκαστα, τὸ δὲ εἶδος φύσις τις εἶναι βούλεται καὶ μορφή· μόνης γὰρ ὕλης προσδεῖται ὁ τοῦ ἀνθρώπου λόγος καὶ ἔστιν ἄνθρωπος ἤδη· ἐπεὶ καὶ καθ’ αὑτὸ ἔχει τινὰ ἀξιόλογον θεωρίαν, ἆρ’ οἱ τῶν γενῶν καὶ τῶν εἰδῶν ὁρισμοὶ νοημάτων εἰσὶν ὁρισμοὶ 2. 3 ἀποταχθήσεται scripsi: ἀποτμηθήσεται 3 ὑποκειμένη] ὑπομένει Q 4 μᾶλλον] μόνον Arist. E 7 καὶ (ante εἰ μεριστὴ) om. Q 8 εἰς ὄγκους] καὶ ὄγκος Cs: καὶ ὄγκος εἰς ὄγκους a 9 εἶναι om. Q: incl. s 14 ἐφ’ corn ex ? Q 16 ὁμοειδὴς etiam Arist. ESy: ὁμοιοειδὴς Arist. rell. 18 δέ om. Cs 20 post οὐκέτι add. καὶ Cs 22 μόνης] μόνου Arist. Ey 24 et 25 post τῆς add. τοῦ Ms 27 τὸν om. C 36 ἡδῆ in ras. Q2 ἢ φύσεων ἐν τοῖς καθ’ ἕκαστα ὑφισταμένων· ἐοίκασι γὰρ βούλεσθαι μὲν 6 εἶναι τῶν νοημάτων ἃ συναθροίζεται ἐκ τῆς) τῶν καθ’ ἕκαστον ὁμοιότητος, ἀποπίπτειν δὲ εἰς τὰ καθ’ ἕκαστον καὶ εἰς τὰς φύσεις τὰς ὑφεστηκυίας· κυίας· οὔτε γὰρ τὸ τοῦ ζώου νόημα οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, οὔτε μᾶλλον τὸ τοῦ ἀνθρώπου ζῶον λογικὸν θνητόν, ἀλλὰ τὰ καθ’ ἕκαστον ὤα οὐσίαι ἔμψυχοι αἰσθητικαί, καὶ οἱ καθ’ ἕκαστον ἄνθρωποι ζῷα λογικὰ θνητά. δῆλον δὲ ἐντεῦθεν· εἰ γὰρ καταλειφθείη πρὸς ὑπόθεσιν ἄνθρωπος εἷς, οἷον οἱ μῦθοι ποιοῦσι τὸν Δευκαλίωνα ἐν τῷ κατακλυσμῷ, τηνικαῦτα ὁ τοῦ ἀνθρώπου λόγος εἰς τὸν τοῦ τινὸς ἀνθρώπου περιορισθήσεται. ἀλλὰ ταῦτα μὲν τῆς περὶ γενῶν καὶ εἰδῶν θεωρίας οἰκειότερα, νῦν δ’ ἐπεξιτέον τῷ ἀριθμῷ, ὧν περὶ ψυ|χῆς ἄν τις ζητήσειεν.

Ἄξιον δὴ καὶ τοῦτο πολλῆς ἂν εἴη φροντίδος, ἆρα πολλὰς θετέον ψυχὰς ὑπάρχειν τῷ ζῴῳ οἷον φυτικὴν θρεπτικὴν ὀρεκτικὴν διανοητικήν, ἐφ’ ὧν καὶ αὗται, ἢ πολλαὶ μὲν οὐκ εἰσὶν ἐν ἑκάστῳ ψυχαί γελοῖον γὰρ ὥς φησιν ὁ θεῖος Πλάτων, καθάπερ ἐν δουρείῳ ἵππῳ καθεζομένας φέρειν ἕκαστον ἡμῶν πλείους ψυχάς), μιᾶς δὲ ὅλης αὐτῆς ὑπαρχούσης τὰ μόρια διενήνοχε· καὶ εἰ μιᾶς θετέον μέρη, χαλεπὸν τὸ διορίσαι, ποῖα καὶ πῶς· οἷον εὐθύς, ἆρ’ ἕτερον τὸ θρεπτικὸν τοῦ αὐξητικοῦ καὶ ἄμφω τοῦ γεννητικοῦ, ἢ τῷ λόγῳ μὲν ἕτερα, τῷ δ’ ὑποκειμένῳ ταὐτά; καὶ ταῦτ’ ἆρα τὰ τρία ἕτερα τοῦ αἰσθητικοῦ καὶ φανταστικοῦ καὶ ὀρεκτικοῦ; δοκεῖ γὰρ ἐν τούτοις ἤδη καὶ τῶν ὑποκειμένων εἶναι διαφορά, ἅ γε καὶ χωρίζεται ἀπ’ ἀλλήλων· πολλὰ γὰρ τρέφεται μὲν καὶ αὔξεται καὶ γεννᾷ, αἰσθάνεται δὲ οὔ, καὶ αἰσθά- νεται μὲν, νοεῖ δὲ οὔ. εἰ δ’ οὖν φανείη τινὰ μὲν ἕτερα τῶν μερῶν καὶ πῶς ἕτερα, τινὰ δὲ ταὐτά, ἆρα ὑπὲρ τῆς ὅλης ψυχῆς σαφέστερον ἡμῖν ἢ περὶ τῶν μορίων πρῶτον ἐπισκοπεῖν; δόξειε γὰρ ἂν πὼς μὲν τὸ ὅλον σαφέστερον εἶναι· καὶ γὰρ ἐν τοῖς μεγέθεσι τρόπον τινὰ τοὐ ὅλου πρῶτον αἰσθανόμεθα ἢ τῶν μερῶν] καὶ ἐν ταῖς ἐπιστήμαις ἀπὸ τῶν καθόλου πρῶτον ἀρχόμεθα ὡς σαφεστέρων· πὼς δὲ αὖ τὰ μέρη πρότερα· ἀεὶ γὰρ πρότερα τὰ ἐξ ὧν, ἐκ δὲ τῶν μερῶν τὸ ὅλον. καὶ εἰ δόξειε περὶ τῶν μερῶν, πότερον τὰς οὐσίας αὐτῶν ἢ τὰς ἐνεργείας ἡμῖν προτέρας διδακτέον; σαφέστεραι γὰρ ἐπὶ πολλῶν ἡμῖν αἱ ἐνέργειαι· ὅτι μὲν γὰρ | αἰσθανόμεθα, 8 δῆλον· τί δὲ ἡ αἴσθησις, οὐ σαφές. καὶ εἰ περὶ τῶν ἐνεργειῶν, ἆρα περὶ αὐτῶν πρότερον ἢ περὶ τῶν ὑποκειμένων ταῖς ἐνεργείαις; σαφέστερα γὰρ ἐπὶ πολλῶν ἡμῖν τὰ πράγματα περὶ ἃ γίνονται καὶ αἱ ἐν τοῖς μέρεσιν ἐνέργειαι, ὥσπερ τὰ ὁρατὰ τῆς ὁράσεως καὶ τὰ ἀκουστὰ τῆς ἀκοῆς, ἴσως δὲ καὶ τὰ νοητὰ τοὐ νοῦ· καὶ γὰρ ἀντίκειται ὡς τὰ πρός τι τὸ μὲν νοητὸν πρὸς τὸν νοῦν, τὸ δὲ αἰσθητὸν πρὸς τὴν αἴσθησιν.

Τὰ μὲν οὖν κεφάλια ταῦτα καὶ τοσαῦτά ἐστι τῶν περὶ ψυχῆς ζητουμένων, 8 καὶ πάντα γε προὔργου καὶ ἀναγκαῖα πρὸς τὴν εὕρεσιν τοῦ τί ἦν εἶναι. ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστιν ἐφ’ ἑκάστου προληφθὲν καλῶς χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ πράγματι, ὅπερ μάλιστά ἐστιν ἐν τοῖς μαθήμασι· προλαβόντες γὰρ τὸ τί ἦν εἶναι τῆς εὐθείας καὶ τῆς καμπύλης καὶ τριγώνου καὶ ἐπιπέδου ῥᾷον μανθάνομεν τὰ καθ’ αὑτὰ συμβεβηκότα τοῖς σχήμασιν· ἀλλὰ καὶ ἀνάπαλιν τὸ προλαβεῖν τὰ συμβεβηκότα καλῶς συμβάλλεται μέγα μέρος πρὸς τὴν ἐπιστήμην τοῦ τί ἦν εἶναι. τὸ δὲ καλῶς εἶπον οὐχ ὅτι μετὰ ἀποδείξεως· ἀδύνατον γὰρ ἄνευ τοῦ γνώριμον γενέσθαι τὸν ὁρισμὸν θηρεῦσαί τι τῶν ὑπαρχόντων δι’ ἀποδείξεως· ἀλλ’ ἱκανὸν καὶ τὸ φαινόμενον καὶ ἡ φαντασία. τὰ μὲν γὰρ ἀπηρτημένα τῶν συμβεβηκότων καὶ λίαν ἔξω τῆς φύσεως οὐδὲν ἡμᾶς ὀνήσει πρὸς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ὥσπερ εἴ τις θεὸν ὁρίσασθαι προελόμενος τὸ βωμοὺς εἶναι θεῶν καὶ θυσίας καὶ νεὼς καὶ ἀγάλματα οἴοιτο αὐτῷ συμβαλεῖσθαι πρὸς τὴν ἀπόδειξιν τοῦ τί ἦν εἶναι, | καθάπερ ὑπελάμβανε Χρύσιππος· 9 λίαν γὰρ ἀπηρτημένα ταῦτα τῆς οὐσίας ἐστὶ τῶν θεῶν· τὸ μέντοι γε κινεῖσθαι ἀεί, καὶ τὸ προλέγειν μὲν τὸν Ἀπόλλω, θεραπεύειν δὲ τὸν Ἀσκληπιόν, ἱκανὸν ἤδη προοίμιον τοῦ τί ἦν εἶναι, οἷον ὅτι θεός ἐστι ζῶον ἀίδιον εὐποιητικὸν ἀνθρώπων. ἀρχὴ μὲν οὖν πάσης ἀποδείξεως ὁ ὁρισμός. ἔστι μέντοι γε ὥσπερ κύκλος τις· καθάπερ γὰρ ἐν τοῖς καθ’ αὑτὰ ὑπάρχουσιν ἐμφαίνεται τὸ τί ἦν εἶναι, εἰ κατὰ τὸ φαινόμενον ὀρθῶς προληφθείη, οὕτω κἂν τῷ τί ἦν εἶναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα προδηλοῦται, καὶ ἐφ’ ὧν μὲν ῥᾴων ἡ πρόοδος ἐκ τῶν ὁρισμῶν ἀρχομένοις ἐπὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, ὅπερ ἐπὶ τῶν μαθημάτων μάλιστα συμβαίνει, ἐφ’ ὧν δὲ ἀνάπαλιν ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ὡς σχεδὸν ἐπὶ πάντων τῶν φυσικῶν. κακία δὲ καὶ τῆς τῶν συμβεβηκότων ἐκλογῆς, ὅταν μηδὲν πρὸς τὸν ὁρισμὸν ὠφελώμεθα, καὶ τῆς τῶν ὁρισμῶν κατασκευῆς, ἐξ ὧν οὐδέν ἐστι παραδηλῶσαι τῶν ὑπαρχόντων τῷ πράγματι· ὥστε ὁπόσοι τοῦτον τὸν τρόπον εἰσὶν ἀποδεδομένοι, ὡς μηδὲ εἰκάσαι τι περὶ τῶν συμβεβηκότων ὑπάρχειν εὐμαρῶς, δηλονότι λογικῶς εἴρηνται καὶ κενῶς ἅπαντες.

οὐδενὸς οὖν ἧττον τῶν εἰρημένων ἀναγκαῖόν ἐστι πρὸς τὴν εὕρεσιν τῆς οὐσίας αὐτῆς τὸ διελέσθαι καὶ τὰ ἔργα καὶ τὰ πάθη σύμπαντα τῆς ψυχῆς, ὅπως ἄν γνοίημεν, πότερον ἅπαντα κοινά ἐστιν αὐτῇ πρὸς τὸ σῶμα, καὶ τοῦ ζώου σύμπαντά ἐστι τοῦ συγκειμένου ἔκ τε ψυχῆς καὶ τοῦ σῶμα. τος, ἢ τινὰ μὲν κοινὰ τινὰ δὲ αὐτῆς μόνης τῆς ψυχῆς. τοῦτο γὰρ προλαβεῖν | μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ· λέγεται μὲν γὰρ ὑπὸ πολλῶν τῆς 10 ψυχῆς εἶναι τὸ ὀργίζεσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ αἰσθάνεσθαι ὅλως, φαίνεται δὲ τὰ πλεῖστα πάθη τοῦ ζώου κοινὰ τῆς ψυχῆς 1. 2 ζητουμένων] ζητημάτων C 10 ὁρισμὸν ex ἀριθμὸν Q 12 ὀνήσει] ὠφελήσει Q 14 καὶ (ante θυσίας) om. C 15 τὴν om. C 21 προσληφθείη C 22 προδηλοῦται] post οὐ eras, ν P: προσδηλοῦται as, fort, recte 23 ῥᾷον PQ 30 εὐμαρὲς Cs et ex εὐμαρῶς Q2 33 γνοίοιμεν PQ 35 τῆς om. Q: incl. s καὶ τοῦ σώματος, μάλιστα δ᾿ ἔοικεν ἴδιον τῆς ψυχῆς τὸ νοεῖν. εἰ δ’ ἔστι 10 καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἄν οὐδὲ τοῦτο ἄνει) σώματος εἶναι· ἐξ αἰσθήσεως γὰρ καὶ δι’ αἰσθήσεως ἡ φαντα- σία. ὅθεν εὐθὺς ἐν ἀρχῇ διοριστέον, ὡς εἰ μὲν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων καὶ παθημάτων ἴδιον τῆς ψυχῆς, ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρί- ζεσθαι τοῦ σώματος· εἰ μέντοι γε μηδέν ἐστιν ἴδιον αὐτῆς, μηδὲ μόνης τῆς πυχῆς, ἀλλὰ πάσας τὰς ἐνεργείας μετὰ σώματος ἀποδίδωσιν, ἢ τούτου γε τοῦ ὁρωμένου, ἢ ἑτέρου τινὸς ἀφανεστέρου, πάντως δὲ σώματος, οὐκ ἄν οἵα τε εἴη σώζεσθαι καὶ χωρὶς σώματος, εἴπερ μηδὲν ἡ φύσις παρήγαγεν γαγεν ἀργὸν παντελῶς, ἀλλὰ παντὶ τῷ ὄντι καὶ ἔργον τι προσνενέμηται.

Ὁ δὲ ἐνιστάμενος πρὸς τοῦτον τὸν λόγον, ὡς μὴ τὴν ἀγωγὴν ἔχοντα ὑγιῆ, λίαν τῆς δυνάμεως αὐτοῦ παρακήκοε. δέον γάρ φησι τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβόντα ἀνελεῖν τὸ ἡγούμενον, ὁ δὲ προσλαβὼν τὸ ἀντικείμενον τοῦ ἡγουμένου πειρᾶται ἀναιρεῖν τὸ ἑπόμενον. ὁ δὲ τῶν οὕτω προχείρων ἐν διαλεκτικῇ ἄγνοιαν ἐγκαλῶν Ἀριστοτέλει αὐτὸς ἔοικεν ἀγνοεῖν, ὅτι τὸ ‘ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρίζεσθαι᾿ οὐκ ἦν ἀναγκαίας ἀκολουθίας, ἐφ’ οἵας ἡ ἀναίρεσις τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον, ἀλλ’ | ἐνδεχομένης, 11 ἐφ’ ἧς ἔμπαλίν ἐστι τὸ συμβαῖνον· ἡ γὰρ ἀναίρεσις τοῦ ἡγουμένου συναναιρεῖ τὸ ἑπόμενον· εἰ μὲν γὰρ πλευσεῖται Δίων, ἐνδέχεται αὐτὸν καὶ εὐπλοῆσαι, εἰ δ’ οὐ πλευσεῖται Δίων, οὐδ’ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται· ἀλλ’ οὐχί, εἰ μὴ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται, οὐκ ἐνδέχεται αὐτὸν οὐδὲ πλεῦσαι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ βαδίσαι καὶ ἐπὶ τοῦ πρᾶξαι καὶ ἐφ’ ἀπάντων, ἐφ’ ὧν ἡ ἀκολούθησις ἐνδεχομένη ἦν, οὐκ ἀναγκαία. οὕτως δὲ καί, εἰ μὲν ζῶόν ἐστι τὸ πόρρωθεν προσιόν, ἐνδέχεται αὐτὸ ἵππον εἶναι, εἰ δὲ μὴ ζῶον. οὐδ’ ἵππον· ἀλλ’ οὐχὶ εἰ μὴ ἵππον, οὐδὲ ζῶον ἁπλῶς γὰρ τὸ ἐνδεχομένως ἀκολουθοῦν ὡς μέρος γίνεται τοῦ ἡγουμένου, εἴ γε ποτὲ μὲν αὐτῶ ὑπάρχει, ποτὲ δὲ οὔ, ἐπὶ τούτων δὲ ἡ τοῦ ὅλου ἀναίρεσις συναναιρεῖ καὶ τὸ μέρος. οὐκ ἀδιάβλητον οὖν καὶ τοῦτο τὸ συνημμένον ‘εἰ μὲν ἔστι τι ἴδιον ἔργον τῆς ψυχῆς, ἐνδέχοιτο ἂν αὐτὴν χωρίζεσθαι᾿· οὐ γὰρ ἐξ ἀνάγκης. τί γὰρ εἰ καὶ ἴδιον μὲν ἔργον ἔχει, μὴ χωρίζεται δέ, ὥσπερ ὀφθαλμὸς καὶ χείρ; ἀναγκαία δὲ καὶ ἡ τοῦ ἡγουμένου ἀναίρεσις συναναιροῦσα τὸ ἑπόμενον· ἱεῖ δὲ μηδέν, οὐκ ἂν εἴη χωριστή᾿· ταύτην γὰρ τὴν ἀκολουθίαν ἐναργὲς ἀξίωμα βεβαιοῖ, τὸ μηδὲν ὑπὸ τῆς φύσεως ἀργὸν γεγενῆσθαι.

Πῶς οὖν λέγομεν τὴν ψυχὴν φιλεῖν καὶ μισεῖν καὶ ὀργίζεσθαι; πῶς δὲ λέγομεν τὴν εὐθεῖαν ἅπτεσθαι τῆς σφαίρας κατὰ στιγμήν; οὐ γὰρ ὅτι ἡ εὐθεῖα καθ’ ἑαυτήν οὐδὲν γάρ ἐστιν), ἀλλ’ ὅτι ὁ κανὼν ὁ εὐθύς, οὐδὲ ὅτι τῆς σφαίρας καθ’ ἑαυτήν, ἀλλ’ ὅτι τῆς χαλκῆς· ἀχώριστον γὰρ καὶ τὸ εὐθὺ καὶ τὸ σχῆμα τοῦ ξυλίνου κανόνος καὶ τῆς χαλκῆς σφαίρας, καὶ ἡ κατὰ | στιγμὴν ἁφή, μᾶλλον δὲ ὅλως ἁφὴ τοῦ συνόλου πρὸς τὸ σύνολον. 12 1 ἴδιον etiam Arist. TUV: ἰδίῳ Arist. rell. 2 οὐκ om. C 7 post μετὰ add. τοῦ Cs 12 λήγοντος] ἑπομένου Cs 14 ἀνελεῖν Q 16 αὐτὴν καὶ χωρίζεσθαι] ζεσθαι] κεχωρίσθαι C 28 οὖν καὶ] δ’ αὖ οὑδὲ C συνημένον Q 20 τῆς ψυχῆς ἔργον Qs 36 εὐθής (ex εὐθύς ?) Q 39 μᾶλλον—ἁφὴ om. Q οὕτω δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα ἔοικεν εἶναι κοινὰ μετὰ τοῦ σώματος, 12 τὸ θυμοῦσθαι καὶ τὸ πραΰνεσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ χαίρειν, ὁμοίως δὲ καὶ τὸ φιλεῖν καὶ μισεῖν· οὐδὲν γὰρ τούτων οἵα τε ποιεῖν ἡ ψυχὴ μὴ τὸ σῶμα ἐφελκομένη, εἰς ὃ καὶ τὰς ἐνεργείας ἑαυτῆς ἐμφανῶς ἀποστηρίζεται· ἐρυθραίνονται γὰρ καὶ ὠχριῶσι καὶ τρέμουσι, καὶ οὐδὲ τοῖς ποιηταῖς ταῦτα ἄδηλα· ‘ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι εΐκτην᾿, καὶ ‘ὦχρος τέ μιν εἷλε παρειάς᾿ καὶ ‘ἄραβος δὲ διὰ στόμα γένετ’ ὀδόντων᾿ μηνύει δὲ μάλιστα ἐναργῶς τὸ ταῦτα εἶναι τὰ πάθη κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ποτὲ μὲν ἰσχυρᾶς προσπεσούσης τοῖς ζώοις αἰτίας καὶ ἱκανῆς εἰς ὀργὴν ἐκκαλέσασθαι ἢ φόβον ἐμποιῆσαι, μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι, ἐνίοτε δὲ σμικρῶν γινομένων καὶ ἀμυδρῶν τῶν αἰτιῶν κινεῖσθαι λίαν, ὅταν ἐνδεὲς ᾖ τροφῆς τὸ ζῶον ἢ ὑπὸ χυμῶν τινῶν ἐνοχλῆται· ὃ μάλιστα ἐπὶ τῶν μελαγχολικῶν ἔκδηλον γίγνεται, οἳ μηδενὸς πολλάκις φοβεροῦ συμπίπτοντος ἐν τοῖς πάθεσι γίγνονται τῶν φοβουμένων διὰ τὴν κρᾶσιν τοῦ σώματος καὶ δεδίασι τὰ ἀδεῆ, καὶ ἔοικεν ἅπαντα τὰ τοιαῦτα πάθη ταῖς κράσεσιν ἕπεσθαι τοῦ σώματος καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι τοίας ἢ τοίας αὐτῆς ὑπαρχούσης· καὶ οὐχ ὡς ὄργανον τούτοις τοῖς πάθεσιν ὑπηρετεῖται τὸ σῶμα, ὥσπερ τῇ αἰσθητικῇ δυνάμει τὰ αἰσθητήρια, ἀλλὰ πλείων ἡ συγγένεια τῷ σώματι πρὸς τὰ πάθη ἢ τοῖς ὀργάνοις τῆς αἰσθήσεως πρὸς τὴν αἴσθησιν | ταῦτα μὲν γὰρ παρὰ φύσιν διατεθέντα ἐμποδὼν γίνεται 13 μόνον ταῖς τῆς αἰσθήσεως ἐνεργείαις· τοῦ σώματος δὲ ἡ φαύλη κρᾶσις οὐκ ἐμποδίζει τοῖς πάθεσιν, ἀλλ’ ἐγείρει μᾶλλον αὐτὰ καὶ ἐπιτείνει. ἅτε τῆς τούτου φύσεως προσεχέστερον ἐξημμένα. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, δῆλον ὅτι τὰ πάθη ταῦτα καὶ ὅσα ἄλλα τοιαῦτα τῆς ψυχῆς, λόγοι ἔνυλοί εἰσι, τουτέστιν ἐν ὕλῃ τὸ εἶναι ἔχοντες· ὥστε καὶ οἱ ὁριζόμενοι τούτων ἕκαστον τῆς ὑποκειμένης ὕλης οὐκ ἀποστήσονται, ὡς ὁ τὴν ὀργὴν ἀποδιδοὺς ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. καὶ διὰ ταῦτα οὖν φυσικοῦ τὸ θεωρῆσαι περὶ τῆς τοιαύτης ψυχῆς, ὅση πρὸς τὰ ἔργα αὐτῆς ἡ τὰ πάθη τὴν ὕλην συνεφέλκεται. διαφερόντως δ’ ἄν ὁ φυσικός τε καὶ ὁ διαλεκτικὸς ἕκαστον αὐτῶν ἀφορίσαιντο· ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ δὲ ζέσιν τοῦ περὶ καρδίαν ἵματος, ὁ διαλεκτικὸς μὲν τὸ εἶδος, ὁ φυσικὸς δὲ τὴν ὕλην· ὁ μὲν γὰρ λόγος τῆς ὀργῆς ὄρεξις ἀντι- λυπήσεως, ἀνάγκη δὲ ἐγγίνεσθαι τοῦτο τὸ εἶδος ἐν ὕλῃ τοιᾷδε· ὥσπερ οἰκίας ὁ μὲν τὸ εἶδος καὶ τοῦ εἴδους τὸν λόγον ἀποδίδωσιν, ὅτι σκέπασμα κωλυτικὸν φθορᾶς τῆς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ἄλλος δὲ τὴν ὕλην, ὅτι λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἕτερος δὲ ἄμφω συλλαβών, ὅτι σκέπασμα τοιονδὶ ἐξ ὕλης τοιᾶσδε. τίς οὖν ὁ φυσικὸς τούτων; πότερον ὁ 3 ante μισεῖν add. τὸ Qs 3. 4 post οἶα τε add. ἐστι C 6 ὄσσε] Α 404 7 ὦχρος] Γ 35 ἄραβος] Κ 375 γίνετ’ Homer. 8 μηνύει] σημεῖον Arist. E 10 πρὸς iteravit Q 20 διαταθέντα Q1 25 ἔνυλοι] ἐν ὕλῃ Arist. ΕΤ 28 ὅση Q1C ὅσα QP 31 ante διαλεκτικὸς add. δὴ (ex δὲ?) Qs 34 τοῦ εἴδους τὸν λόγον] τὸν λόγον τοῦ πράγματος C, cf. Arist. 403 2: τοῦ εἴδους delendum putat Spengel 35 καυμάτων] πνευμάτων Arist. E περὶ τὸν λόγον μόνον, τὴν ὕλην δὲ ἀγνοῶν, ἢ ὁ τῆς ὕλης μόνον πεφροντικώς, τοῦ λόγου δὲ ἐκλανθανόμενος; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν. ἐκείνων δὴ 14 τίς ἑκάτερος; ὁ μὲν δὴ τὸ εἶδος ὁριζόμενος καθ’ αὑτό, ὃ μὴ πέφυκεν εἶναι καθ’ αὑτό, διαλεκτικός, ὅθεν αὐτῷ κενολογεῖν συμβαίνει πολλάκις· ὁ δὲ περὶ τὴν ὕλην μᾶλλον πραγματευόμενος καὶ τὰ ἀχώριστα πάθη τῆς ὕλης οὐδεὶς ἄλλος ἐστίν, ἀλλ’ ὁ φυσικός· ὁ γὰρ φυσικὸς περὶ πάντα, ὅσα τῆς ὕλης ἔργα καὶ πάθη. παραλήψεται μὲν οὖν καὶ τὸ εἶδος, ἀποστήσει δὲ αὐτὸ οὐδέποτε τῆς ὕλης, οὐδ’ εἴπερ ὁ λόγος δύναιτο συγχωρήσει) δεῖται γὰρ ἀεὶ τῆς ὕλης καὶ οὐχ ὥσπερ ὁ μαθηματικὸς ἐφήσει τῷ λόγῳ τὴν εὐθεῖαν ἄνευ τῆς ὕλης ὁριζομένῳ· οὐ γὰρ προσδεῖται τῆς ὑποκειμένης ὕλης αὕτη. καθόλου γὰρ ἄνωθεν ὑπομνηστέον, ὅτι τοῦ φυσικοῦ σώματος τὰ μέν ἐστι φυσικὰ πάθη καὶ ἔργα, τὰ δὲ ἔξωθεν αὐτῷ προσγίγνεται· φυσικὰ μὲν θερμότητες ψυχρότητες, ξηρότητες ὑγρότητες, τροφή, αὔξησις καὶ φθίσις· ἔξωθεν δὲ προσγίγνεται ὁπόσα αὐτῷ αἱ τέχναι προστιθέασιν ἢ κοσμοῦσαι τὴν ὕλην ἢ διορθούμεναι τὸ ἐνδεὲς αὐτῆς καὶ ἐλλεῖπον. χαλκευτικὴ μὲν καὶ τεκτονικὴ κοσμοῦσαι τὴν ὕλην. ἰατρικὴ δὲ καὶ γεωργία βοηθοῦσαι αὐτῆς ταῖς ἐλλείψεσιν. ἔστι μέντοι γε καὶ ἕτερον εἶδος ἀχώριστον μὲν τοῦ φυσικοῦ σώματος, οὐχ ᾗ δὲ φυσικὸν σῶμα ὑπάρχον αὐτῷ, εἴτε πάθος εἴτε συμβεβηκὸς ἐθέλοι τις αὐτὸ ὀνομάζειν, οἷον τὸ εὐθὺ τὸ κεκλασμένον τὸ τρίγωνον τὸ κοῖλον τὸ κυρτὸν καὶ ὅσα ἄλλα ἡ μαθηματικὴ θεωρεῖ, ἀφαιροῦσα μὲν τὰ φυσικὰ σύμπαντα πάθη, μόνα δὲ αὐτοῦ τὰ πέρατα καὶ τὰ διαστήματα ἐξετάζουσα καὶ μηδαμοῦ προσλαμβάνουσα ἐν τοῖς λόγοις τὴν ὕλην ἢ τὰς φυσικὰς ποιότητας. |

Πάλιν οὖν ἄνωθεν ἀναληπτέον, ὅτι πολλαὶ θεωρίαι περὶ τοῦ εἴδους, 15 τὸ δὲ εἶδος ἤτοι φυσικὸν ἢ μαθηματικὸν ἢ τεχνικόν. τὸ μὲν οὖν φυσικὸν καὶ ὁ φυσικὸς καὶ ὁ διαλεκτικὸς θεωρεῖ, ἀλλ’ ὁ μὲν ἄνευ τῆς ὕλης, ὁ δὲ ἀεὶ μετὰ τῆς ὕλης, τὰ λοιπὰ δὲ οἱ ἐπιστήμονες καὶ οἱ τεχνῖται, οἱ μὲν θεωροῦντες αὐτὰ μόνον, οἱ δὲ καὶ ἐργαζόμενοι ἐν τῇ ὕλη, διὸ καὶ οἱ μὲν ἄνευ τῆς ὕλης, οἱ δὲ μεθ’ ὕλης. τούτων δὲ ἁπάντων ἐστὶν ἀνωτέρω ὁ περὶ τὰ ὄντως εἴδη πραγματευόμενος τὰ παντάπασι κεχωρισμένα τῆς ὕλης καὶ τῷ λόγῳ καὶ τῇ ὑποστάσει, ὥσπερ ὁ πρῶιος φιλόσοφος. ταῦτα μὲν οὖν ἔξωθεν διῃρήσθω οὐ λίαν ὄντα τῆς προκειμένης πραγματείας ἀλλότρια· ἐπανιτέον δὲ ὅθεν ὁ λόγος. ἐλέγομεν δὲ ὅτι τὰ πάθη τῆς ψυχῆς ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζώων ἐστί, καὶ οὐχ ὥσπερ γραμμὴν καὶ ἐπίπεδον τῷ λόγῳ δυνατὸν ἀποστῆσαι τῆς ὑποκειμένης ὕλης, οὕτω καὶ θυμὸν καὶ φόβον, ἀλλὰ δεῖ τοὺς ὅρους τούτους συμπλέκεσθαι τοῖς παθήμασι τοῦ σώματος.

2. ταῦτ’ οὖν προδιορισάμενοι ἁπτόμεθα λοιπὸν τῆς περὶ ψυχῆς θεωρίας. ἀνάγκη δὲ πρότερον τὰς τῶν παλαιῶν δόξας ἐπιδραμεῖν καὶ κοινω- 2 δὴ (post ἐκείνων) an δὲ dub. Q: δὲ s: δὲ δὴ Arist. 5 περὶ om. Q 14 ὁπόσα] ὅσα Cs 19 ὀνομάζειν αὐτὸ Qs 24 post πάλιν add. μὲν as 27 post τὰ ras. P 30 post παντάπασι ras. P 33 ἀχώριστα] οὕτε ὡς χωριστὰ Arist. E 36 τούτους] τούτων Cs 38 προσδιορισάμενοι Q1 ἁπτώμεθα C νοῦς συμπαραλαβεῖν εἰς σκέψιν, ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ 15 μὲν καλῶς εἰρημένα λάβωμεν, τὰ δὲ μὴ καλῶς φυλαξώμεθα.

ἐπειδὴ τοίνυν τὸ ἔμψυχον τοῦ ἀψύχου δύο τούτοις μάλιστα διενήνοχε, τῷ τε κινεῖσθαι ἐξ ἑαυτοῦ καὶ τῷ αἰσθάνεσθαι, εἰς τὰ δύο ταῦτα εὐθὺς οἱ παλαιότεροι ταῖς δόξαις διενεμήθησαν, οἱ μὲν ἀπὸ τῆς κινήσεως μάλιστα, | οἱ δὲ ἀπὸ τῆς αἰσθήσεως ὁρισάμενοι τὴν ψυχήν, κινήσεως μὲν Δημόκριτος 16 καὶ Ἀναξαγόρας, τυχὸν δὲ καὶ Πλάτων’. οὗτοι δὲ προστιθέντες, ὡς ᾤοντο, καὶ τὸ ἐφεξῆς, ὅτι τὸ μὴ κινούμενον αὐτὸ οὐκ ἐνδέχεται κινεῖν ἕτερον, τῶν κινουμένων τὴν ψυχὴν ἀπεφήναντο. ὅθεν Δημόκριτος πῦρ καὶ θερμόν φησι τὴν ψυχήν· ἀπείρων γὰρ ὄντων τῶν σχημάτων ἃ ταῖς ἀτόμοις προςτίθησι, τὴν μὲν πανσπερμίαν αὐτῶν στοιχεῖα ποιεῖ τῆς ὅλης φύσεως, τούτων δὲ τὰ σφαιροειδῆ τῆς ψυχῆς, διὰ τὸ μάλιστα διὰ παντὸς τοῦ σώματος διαδύεσθαι τοῦτο τὸ σχῆμα καὶ κινεῖν τὰ λοιπὰ αὐτὴν κινουμένην. εἰ δὲ μὴ ὁρᾶται ἡ ψυχὴ καίτοι σῶμα οὖσα οὐ θαυμαστόν· καὶ γὰρ τὰ ἐν τῷ ἀέρι καλούμενα ὥς φησι ξύσματα, ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν, οὐκ ἂν φανείη μὴ ἐλλάμποντος τοῦ ἡλίου, ἀλλὰ κενὸς παντάπασιν ἡμῖν ὁ ἀὴρ δοκεῖ καίτοι σωμάτων στερεῶν πεπληρωμένος; ὧν ἔτι πολὺ σμικροτέρας καὶ ταχυτέρας τἀς ἀτόμους ὑπολαμβάνει καὶ μάλιστά γε ἁπασῶν τὰς σφαιροειδεῖς, ἐξ ὧν ἡ ψυχή. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναί φησι τὴν ἀναπνοήν· τοῦ γὰρ περιέχοντος συνάγοντος τὰ τῶν ζώων σώματα καὶ διὰ τῆς τοιαύτης συναγωγῆς ἐκθλίβοντος ἐν αὐτοῖς τὰ σφαιροειδῆ σχήματα, ἅπερ αἰεὶ κινούμενα τῆς τῶν ζώων κινήσεως αἴτια γίνεται, βοήθειαν γίγνεσθαι τῷ ζῴῳ, θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν καὶ ὥσπερ ἀντισηκώσεως γιγνομένης τῶν ὑπὸ τῆς ἐκπνοῆς σκεδαννυμένων καὶ τῶν ὑπὸ τῆς ἀναπνοῆς εἰσελκομένων, καὶ ζῆν δὴ μέχρις ἄν δύνηται τὰς σφαιροειδεῖς ταύτας ἀτόμους εἰσέλκειν τε καὶ ἀποπέμπειν. 30 μήποτε δὲ καὶ τῶν Πυθαγορείων τινές, | φησὶν Ἀριστοτέλης οὐκ οἶδα 17 οὕστινας λέγων τοὺς οὕτως λέγοντας Πυθαγορείους), εἰς τοιαύτην δόξαν περὶ τῆς ψυχῆς ὑποφέρονται, οἱ μὲν αὐτὰ τὰ ἐν τῷ ἀέρι κινούμενα σώματα, οἱ δὲ τὴν ταῦτα κινοῦσαν αἰτίαν τὴν ψυχὴν ἀποφηνάμενοι, διότι μηδέποτε ἠρεμεῖ κἂν παντελὴς ᾖ νηνεμία. ἴδιον δὲ μάλιστα τῆς ψυχῆς τὸ κινεῖν ὑπολαμβάνουσι καὶ ὅσοι τὴν ψυχὴν τῷ αὐτοκινήτῳ χαρακτηρίζουσιν· ἐοίκασι γὰρ ἅπαντες οὗτοι πεπιστευκέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ, καὶ τὰ μὲν ἄλλα κινεῖσθαι ὑπὸ τῆς ψυχῆς, ταύτην δὲ μόνην ὑφ’ ἑαυτῆς.

Ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν λέγει τὴν κινοῦσαν ἀρχήν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς. οὐ μὴν ὁμοίως ὥσπερ Δημόκριτος· ἐκεῖνος μὲν γὰρ οἴεται νοῦν καὶ ψυχὴν μηδὲν διαφέρειν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον τῇ αἰσθήσει, ὡς καὶ τὸν νοῦν συλλαμβανούσῃ, καὶ ταὐτὸν ὑπολαμβάνει τῷ αἰσθάνεσθαι τὸ φρονεῖν, καὶ ἐπάγεται μάρτυρα 1 συμπεριλαβεῖν P post εἰς add. τὴν Q 10 ταῖς VL: τοῖς PQG 11 μὲν om. Arist. praeter E στοιχεῖα λέγει τῆς ὅλης φύσεως Arist. praeter Ε qui τῆς ὅλ. φ. στ. λέγει 13 αὐτὴν κινουμένην add. Q in marg. 16 ἐκλάμποντος as 21 τὰ ante ἐν C 23 ἐπεισιόντων] εἴτ’ εἰσιόντων Arist. E 24 post τῶν add. θ’ C 25 ἀναπνοῆς scripsi: πνοῆς 34 δὲ] οὖν Qs Ὅμηρον, ὅτι καλῶς παποίηκε τὴν Ἕκτορα ἡνίκα ἔκειτο ἀναισθητῶν, ὅτι 17 ἔκειτο ἀλλοφρονέων. οὐ δὴ χρῆται τῷ νῷ ὡς διαφέροντι τῆς αἰσθήσεως καὶ δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταὐτὸν ποιεῖ νοῦν τε καὶ αἴσθησιν, τουτέστι ταὐτὸν ψυχήν τε καὶ νοῦν. Ἀναξαγόρας δὲ ἧττον μὲν διασαφεῖ περὶ τούτων, πολλαχόθι μὲν γὰρ τὸ αἴτιον τοῦ καλῶς καὶ ὀρθῶς τὸν νοῦν λέγει ὡς ὄντα θειότερον τῆς ἄλλης ψυχῆς, πολλαχόθι δὲ καὶ συγχεῖ, ταὐτὸν λέγων νοῦν καὶ ψυχήν· ἐν ἅπασι γὰρ αὐτὸν ὑπάρχειν τίθεται τοῖς ζώοις καὶ μεγάλοις καὶ μικροῖς καὶ τιμιωτέ|ροις καὶ ἀτιμοτέροις. 18 οὕτω δ’ ἂν τὴν αἴσθησιν νοῦν λέγοι· αὕτη γὰρ σχεδὸν πᾶσιν ὑπάρχει τοῖς ζώοις· οὐ γὰρ δὴ ὁ κατὰ φρόνησιν νοῦς λεγόμενος πᾶσιν ὁμοίως ὑπάρχει τοῖς ζώοις, ἀλλ’ οὐδὲ τῶν ἀνθρώπων ἴσως τοῖς πολλοῖς·

Ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι ἐξ ἑαυτοῦ τὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον ὑπέλαβον εἶναι τὴν ψυχὴν] ὡς αὐτὴν κινοῦσαν τὸ ζῶον· ὅσοι δ’ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δὴ λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν πλείους ποιοῦντες τὰς ἀρχὰς ταύτας καὶ τὴν ψυχήν, οἱ δὲ μίαν ταύτην. οὕτω γὰρ αὐτὴν ἐκ τῶν ἀρχῶν συγ- κειμένην αὐτῶν τε ἐκείνων ἀντιλαμβάνεσθαι καὶ τῶν ἐξ αὐτῶν, ὥσπερ Ἐμπεδοκλῆς ἀρχὰς ἡγούμενος εἶναι πάντων τὰ τέτταρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν ἐκ ταὐτοῦ ποιεῖ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν· λέγει γὰρ ὡς ‘γαίῃ μὲν γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ᾿· τίθεται δὲ καὶ ἕκαστον τούτων ψυχήν, ὡς οὐκ ἂν ἄλλως αἰσθανομένης τῶν ἔξωθεν, εἰ μὴ τῷ ὁμοίῳ· κοινὴ γὰρ καὶ τούτων αὕτη ἡ δόξα τὸ γιγνώσκεσθαι τῷ ὁμοίῳ τὸ ὅμοιον. διὰ τοῦτο δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ, ἐκ τῆς ἀμερίστου φύσεως καὶ πάντη ἀύλου καὶ ἀσωμάτου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς μέσην αὐτὴν συγκεκράσθαι λέγων. τὴν μὲν οὖν ἀμέριστον καὶ ἄυλον ἥντινα λέγει, μᾶλλον ἄν τις ὑπονοήσειεν· περὶ δὲ τὰ σώματα μεριστὰς εἰ μὲν τὰς πρώτας λέγοι ποιότητας, οἷον | ὑγρότητα καὶ ξηρότητα καὶ τὰς συστοίχους, οὐκ ἂν εἶεν αὗται περὶ | τὰ 19 σώματα μερισταί, ἀλλὰ περὶ τὴν ὕλην· εἰ δὲ τὴν φυτικὴν δύναμιν, εἴη μὲν ἂν αὕτη περὶ σώματα μεριστή· προσχρῆται γὰρ οὐ τῇ ὕλη τῇ ἀμόρφῳ παντελῶς, ἀλλὰ τοῖς στοιχείοις, καὶ ταύτα συγκρίνει τε καὶ διακρίνει, καὶ περὶ ταῦτά ἐστι μεριστή. διὰ τί δὲ οὐ καὶ τὴν αἰσθητικὴν τοιαύτην ἂν εἴποιμεν καὶ τὴν ἐπιθυμητικὴν καὶ τὴν θυμικήν; ἅπασαι γὰρ περὶ σώματα καὶ ἐν σώμασι, καὶ ὅσαι αὐτῶν ἄλογοι παντελῶς καὶ ὅσαι ὑπήκοοι λόγῳ. εἰ δὲ ταύτας ἁπάσας λέγοι περὶ τὰ σώματα μεριστάς, τὴν λογικὴν ἂν λοιπὸν μόνην ψυχὴν μέσην εἶναι ποιοῖ τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ 1 Ὅμηρον] non exstat, sed cf. Ψ 698 2 οὐ δὴ] οὐδὲ C 5 πολλαχόθεν Ms 7 ταὐτὸν λέγων νοῦν καὶ ψυχήν] similia Arist. plerique: τοῦτον εἶναι τὴν ψυχήν Arist. ESX καὶ] τε καὶ C 9 λέγει PQ 10 οὐ γὰρ—(11) ζώοις] ὁ δὲ νοῦς οὐ πᾶσιν C 14 τὸ (ante αἰσθάνεσθαι) etiam Arist. EUX: om. Arist. rell. δὴ Arist. U: δὲ Arist. rell. praeter VW qui om. 15 τὰς ἀρχὰς ταύτας etiam Arist. SXy: om. Arist. E 18 καὶ] ἣ Q 20 γαίῃ] Emped. v. 321 Karst., 333 Stein δ’ (post ὕδατι) om. Arist. E 26 μᾶλλον] τὸν νοῦν C 27 λέγει Qs 29 φυσικὴν C 30 post περὶ add. τὰ Cs 31 καὶ ταῦτα] ταῦτα γὰρ C 33 τὴν (ante θυμικήν) om. Q: incl. s σώματα μεριστῆς καὶ ἐκ τούτων συντεθεῖσθαι καὶ συγκεκράσθαι, οὐ κυρίως 19 λέγων τὸ συγκεκράσθαι· οὐ γὰρ δήπου συμφθαρέντος τῷ ἀμερίστῳ τοῦ μεριστοῦ καὶ τὴν μὲν οἰκείαν δύναμιν ἀπολεσάντων, συστησάντων δὲ ἐν τῷ κράματι ποιότητα ἰδιάζουσαν, οὕτω γέγονεν ἡ ψυχή, ἀλλ’ ὅτι ἡ φύσις τῆς λογικῆς ψυχῆς νοῦ μέν ἐστι φαυλοτέρα τῶν δὲ ἀλόγων δυνάμεων πολὺ βελτίων, ἔχουσα πρὸς ἑκάτερα συγγένειαν, ὥσπερ καὶ τὰ κεκραμένα πρὸς τὰ στοιχεῖα ἐξ ὧν ἐκράθη. καὶ διὰ τοῦτο χρῆσθαι δύο δυνάμεσι πρὸς κατάληψιν τῶν ὄντων τῇ τὲ ταὐτοῦ καὶ τῇ θατέρου. ὅταν μὲν γὰρ τὰ γένη καὶ τὰ εἴδη συνάγῃ, τὴν ταὐτότητα ἀνιχνεύει· ὅταν δὲ τὰς διαφορὰς προσλαμβάνῃ, τὴν ἑτερότητα ἐξευρίσκει. ἃς καὶ αὐτὰς ἀπὸ τῶν στοιχείων ἐρανίζεται, τὴν ταὐτοῦ μὲν ἀπὸ τῆς ἀμερίστου φύσεως, τὴν θατέρου δὲ ἀπὸ τῆς μεριστὴς. οὕτω μὲν οὖν καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ, καὶ μήποτε ὅπερ | εἴρηται οὐ πᾶσαν ἀλλὰ τὴν λογικὴν μόνην, 20 ἥπερ ἂν εἴη καὶ τοῦ κόσμου ψυχή· τὰς γὰρ παθητικὰς δυνάμεις ὕστερον προσυφῆναί φησι τοὺς δευτέρους θεούς, τοὺς τῶν θνητῶν ζώων δημιουργούς. ἀλλ’ ὅτι γε καὶ αὐτὸς προσεδεήθη τῶν στοιχείων εἰς τὴν σύστασιν τῆς ψυχῆς, ἵνα γινώσκειν ἔχοι τοῖς ὁμοίοις τὰ ὅμοια, δῆλόν ἐστιν.

Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας διώρισται αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας εἶναι καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους, τὰς δ’ ἄλλας ὁμοιοτρόπως.] τὴν γὰρ ἀσώματον φύσιν τοῦ μὲν συνεχοῦς ποσοῦ πόρρωθεν εἶναι παντάπασιν ὑπελάμβανον οἱ ἄνδρες ἐκεῖνοι, ἅτε ἐν ὄγκῳ μὴ ὑφεστῶσαν, τοῦ διωρισμένου δὲ οἰκείαν εἶναι· πλῆθος γὰρ καὶ ἐκείνης εἶναι τῆς φύσεως ἐξ ἑνάδων ἀληθινῶν συντεθειμένον ὑπενόουν, οὐχ οἵαις ἡμεῖς χρώμεθα ἐπὶ τῶν σωμάτων μονάσιν, ὧν οὐδέν ἐστιν ἓν ἀκριβῶς, ἀλλὰ πλείω, μᾶλλον δὲ ἄπειρα· διὸ καὶ εἰδητικὸν ἐκάλουν τοῦτον τὸν ἀριθμὸν ἅτε συγκείμενον ἐξ εἰδῶν, καὶ τοὺς ἀριθμοὺς ἐκείνους εἴδη τῶν ὄντων ἐτίθεντο· ‘ἀριθμῷ δέ τε πάντ’ ἐπέοικέ. τοῦ μὲν οὖν αὐτοζώου, τουτέστι τοῦ κόσμου τοῦ νοητοῦ, στοιχεῖα τὰ πρῶτα ἐποίουν τῶν εἰδητικῶν ἀριθμῶν τὴν τοῦ ἑνὸς ἰδέαν καὶ τὴν τῆς πρώτης δυάδος καὶ τὴν τῆς πρώτης τριάδος καὶ τὴν τῆς πρώτης τετράδος· ἐπειδὴ γὰρ ἐν τῷ νοητῷ κόσμῳ δεῖ πάντως τὰς ἀρχὰς παρεμφαίνεσθαι τοῦ αἰσθητοῦ, ὁ δὲ αἰσθητὸς ἐκ μήκους ἤδη καὶ πλάτους καὶ βάθους, | τοῦ μὲν 21 μήκους ἰδέαν εἶναι τὴν πρώτην ἀπεφήναντο δυάδα· ἀπὸ γὰρ ἑνὸς ἐφ’ ἓν τὸ μῆκος, τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον· τοῦ δὲ μήκους ἅμα καὶ πλάτους τὴν πρώτην τριάδα· πρῶτον γὰρ τῶν ἐπιπέδων σχημάτων ἐστὶ τὸ τρίγωνον· τοῦ δὲ μήκους καὶ πλάτους καὶ βάθους τὴν πρώτην τετράδα· πρῶτον γὰρ τῶν στερεῶν ἐστὶν ἡ πυραμίς. ταῦτα δὲ ἅπαντα λαβεῖν ἔστιν 6 κεκραμμένα as 15 φησι] Tim. p. 41 D 42 E 17 ἔχῃ C 18 ἐν τοῖς π. φιλοσοφίας] cf. Bernays D. Dial. d. Arist. p. 170 20 τἀς δ’ ἄλλας] banc lectionem testatur Philop.: τὰ δ’ ἄλλα Arist. ὁμοιοτρόπως Spengel ex Arist.: ὁμοιοτρόπους 23 συντιθέμενον Q: συντεθειμένων C 25 ἀκριβὲς C 26 post ἀριθμοὺς add. δὲ C 27 ἀριθμῷ] cf. Zeller Ph. d. Gr. I 1 p. 346,2 ἐκ τῶν Περὶ φύσεως Ξενοκράτους. τὸ μὲν οὖν αὐτοζῷον, τουτέστι τὸν 21 κόσμον τὸν νοητόν, ἐκ τῶν πρώτων ἐποίουν ἀρχῶν, τὰ δὲ ἐπὶ μέρους ἐκ τῶν ὑφειμένων· ὥσπερ γὰρ τὰ αἰσθητὰ ἔχει πρὸς ἄλληλα, οὕτω καὶ τὰς ἰδέας αὐτῶν πρὸς ἀλλήλας ἔχειν.

Ἔτι δὲ καὶ ἄλλως τὸν αὐτὸν τοῦτον λόγον μετῄεσαν· ἐπειδὴ γὰρ ἡ ψυχὴ πλείοσι δυνάμεσι χρῆται εἰς κατάληψιν τῶν ὄντων, νῷ καὶ ἐπιστήμῃ καὶ δόξῃ καὶ αἰσθήσει, τὸν μὲν νοῦν ἔχειν ἐκ τῆς τοῦ ἑνὸς ἰδέας αὐτὴν διωρίζοντο, τὴν δὲ ἐπιστήμην ἐκ τῆς πρώτης δυάδος· ἀφ’ ἑνὸς γὰρ ἐφ’ ἓν καὶ ἡ ἐπιστήμη, ἀπὸ γὰρ τῶν προτάσεων ἐπὶ τὸ συμπέρασμα· τὴν δόξαν δὲ ἐκ τῆς πρώτης τριάδος, ὅσος ἦν καὶ τοῦ ἐπιπέδου ἀριθμός· τῆς γὰρ δόξης ἤδη καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐκ τῶν προτάσεων· αἴσθησιν δὲ ἀπὸ τῆς πρώτης τετράδος, ἐξ ἧς καὶ ἡ τοῦ στερεοῦ σώματος ἰδέα· περὶ γὰρ τὸ τοιοῦτον σῶμα ἡ αἴσθησις. τῶν μὲν γὰρ ὄντων ἁπάντων ἀρχὴ τὰ εἴδη καὶ ὁ εἰδητικὸς ἀριθμός, αὐτοῦ δὲ τοῦ ἀριθμοῦ στοιχεῖα τὸ ἓν καὶ ἡ δυὰς ἡ ἀόριστος ἣν ὑπετίθεσαν τῷ ἐνὶ πρὸς γένεσιν τοῦ πλήθους τῶν ἀριθμῶν· ἐξ αὐτοῦ μὲν γὰρ τοῦ ἑνός, εἴπερ ἓν εἴη τῷ | ὄντι, οὐδὲν 22 ἂν ἕτερον παραχθείη, πλήθους δὲ ἐν τοῖς εἴδεσιν ὄντος δεῖ φύσεως ἑτέρας ὑποκειμένης τῷ ἑνί, παρ᾿ ἧς τὸ πλῆθος, ἣν ἀόριστον δυάδα ἐκάλουν· δυάδα μὲν ὅτι μεριστὴ καὶ πλήθους ἤδη ποιητική, ἀόριστον δὲ ὅτι μὴ εἶχεν οἰκεῖον ὅρον, ἀλλὰ παρὰ τοῦ ἑνὸς αὐτῇ ὁ ὅρος ἑκάστου εἴδους ἐχορηγεῖτο, καὶ ταύτης τῷ ἑνὶ παρυποστάσης τῆς φύσεως οὕτω πληθυνθῆναι τὸν εἰδητικὸν ἀριθμόν, καὶ ταύτης εἶναι εἰκόνα τὴν ἐν τοῖς σώμασιν ὕλην, ὥσπερ τοῦ ἑνὸς τὸ ἔνυλον εἶδος. τὴν οὖν ψυχὴν συγκειμένην ἐκ τῶν αὐτῶν ἀρχῶν ἐξ ὧνπερ ὁ εἰδητικὸς ἀριθμός, συγκειμένην δὲ οὐ τῷ κεκρᾶσθαι ἀλλὰ τῷ μέσην ἔχειν τάξιν ὑπὸ μὲν τοῦ ἑνὸς παραχθεῖσαν, τὴν δὲ περὶ τὰ σώματα μεριστὴν φύσιν παραγαγοῦσαν· συγκειμένην οὖν ἐκ τῶν αὐτῶν ἀρχῶν τοῖς εἰδητικοῖς ἀριθμοῖς εἰκότως γιγνώσκειν τὰ ὄντα.

οὕτω μὲν οὖν καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος καὶ αὐτὸς Πλάτων’ ἐκ τῆς πρὸς τὰς ἀρχὰς συγγενείας τῇ ψυχῇ τῶν ὄντων τὴν κατάληψιν ἀποδιδόασιν. δόασιν. ἦσαν δ’ ἕτεροι οἱ καὶ τὰ δύο ἅμα συμπλέκοντες εἰς τὴν ἀπόδοσιν τῆς ψυχῆς, τό τε κινεῖν καὶ τὸ γιγνώσκειν, ὡς ὁ τὴν ψυχὴν ἀποφηνάμενος ἀριθμὸν κινοῦντα ἑαυτόν, διὰ μὲν τοῦ ἀριθμοῦ τὴν γνωστικὴν δύναμιν ἐνδεικνύμενος, διὰ δὲ τοῦ κινεῖν ἑαυτὸν τὴν κινητικήν.

Άπαντες μέντοι γε ὅσοι τὸ γιγνώσκειν οἰκεῖον ἔθεντο τῇ ψυχῇ καὶ διὰ ταῦτα ἐκ τῶν ἀρχῶν αὐτὴν συνεστήσαντο, τῇ περὶ τῶν ἀρχῶν διαφορᾷ καὶ περὶ τῆς ψυχῆς συνδιηνέχθησαν. περὶ δὲ τῶν ἀρχῶν δια|φέρονται 23 πρὸς ἀλλήλους οὐ μόνον, τίνες εἰσίν, ἀλλὰ καὶ ὁπόσαι, καὶ καθ’ ἑκάτερόν γε αὐτῶν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. μᾶλλον μὲν οἱ σωματικὰς ποιοῦντες τὰς ἀρχὰς τοῖς ἀσωμάτους, ἧττον δὲ πρὸς…

Ἐκ…

3…

The complete text is available when the reading interface loads.