Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I
- Scientific editors
- Maximilian Wallies
- Edition reference
- In Aristotelis Analyticorum Priorum Librum I · Berlin · Reimer · 1884
- CTS identifier
urn:cts:greekLit:tlg2001.tlg042.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
THEMISTII QUAE FERTUR IN ARISTOTELIS ANALYTICORUM PRIORUM LIBRUM I PARAPHRASIS
Περὶ τῶν μίξεων.
Εἰπόντες καὶ παραδόντες τάς τε τοῦ ὑπάρχοντος τάς τε τοῦ ἀναγκαίου 64v προτάσεις καὶ δείξαντες, ποίους ποιοῦσι καθ’ ἕκαστον σχῆμα συλλογισμούς, ἑξῆς λέγομεν περὶ τῶν ἐκ μίξεως ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν, τίνες τέ εἰσι, καὶ ποῖόν τι ἐν ταῖς μίξεσιν αὐτῶν γίνεται τὸ συμπέρασμα, καὶ τίνες αἱ κατὰ τὰς μίξεις τῶν τρόπων τούτων ἐν τοῖς γινομένοις συλλογισμοῖς διαφοραί. φημί οὖν, ὅτι γίνεταί ποτε ἐκ μίξεως ἀναγκαίας <καὶ> ὑπαρχούσης προτάσεως ἀναγκαῖον καὶ πότε γίνεται τὸ συμπέρασμα τοιοῦτον. ἐν γὰρ πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου, εἰ ἡ μείζων ἀναγκαία, ἄν τε καταφατική, ὡς ἐν τῷ πρώτῳ τρόπῳ, ἄν τε ἀποφατική, ὡς ἐν τῷ δευτέρῳ τρόπῳ, ἀναγκαῖον γίνεται τὸ συμπέρασμα. περὶ γὰρ τῶν δύο συζυγιῶν νῦν διαληπτέον πρῶτον, τῆς τε ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης καὶ τῆς ἐκ καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς | ἐλάττονος. οἷον εἰ τὸ Α τῷ Β 65r ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ ὑπαρχόντως, ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρξει παντί. ἐπεὶ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστὶ καὶ τὶ τοῦ Β, εἴη 〈ἂν καὶ κατὰ〉 τοῦ Γ ἐξ ἀνάγκης· ὃ γὰρ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, καὶ κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης ἄν κατηγοροῖτο, εἴ γε τὸ κατὰ παντός ἐστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται· τὸ δὲ Γ τὶ τῶν Β ἐστί. καὶ γὰρ τὸ κατὰ παντὸς ἐξ ἀνάγκης ὁμοίως λαμβάνεται, ὡς προείπομεν ἐπὶ τῶν ἀναγκαίων ῾τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ κατὰ παντὸς ὁμοίως 1 Ἰωάννου σχολαστικοῦ Ἀλεξανδρέως εἰς τὸ πρῶτον τῶν προτέρων ἀναλυτικῶν σχολαία καὶ ἀποσημειώσεις ἐκ τῶν συνουσιῶν Ἀμμωνίου τοῦ ῾Ερμείου καὶ Θεριστίου παράφρασις titulum textui continuat P 3 καὶ τὰς pro altero τάς τε Philop. f. 32v (ed. Zanetti Venetiis a. MDXXXVI.) 5 ἑξῆς . . . τὸ συμπέρασμα (13) Alex. p. — 124, 7 9 καὶ Α1. 124, 3: om. P 18 ἐπεὶ γὰρ . . . καθόλου (2,4) Α1. 126,1 — 12 γ Α1. 126,2: δ P ἄν καὶ κατὰ Αl.: om. P ἀποδώσοῳν’ . ληπτέον δὲ τὴν ὑπάρχουσαν καθόλου καταφατικὴν ἐν τοιαύτῃ μίξει ἀληθῆ μὴ πρὸς ὑπόθεσιν ἀλλὰ ἀληθῶς ὑπάρχουσαν · α-ἴτημα γ-ὰρ ἐκείνως γίνεται καὶ οὐκέτ’ ἀληθὴς ἡ πρότασις. ληφθείσης δὲ ἀληθοῦς ἐν τῳ ὑπάρχειν καὶ καθόλου ἀναραῖον συμπέρασμα γίνεται · οἷον κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ κίνησις παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης·
Εἰ δὲ ἡ ἐλάττων ληφθείη ἀναγκαία καθόλου ἡ δὲ μείζων ὑπάρχουσα κα- θόλου, οὐκ ἀναγκαῖόν φημι ἔσεσθαι τὸ συμπέρασμα. τούτου χάριν εἴρηταί μοι ἐν τοῖς ἔμ·προσθεν τὸ ισυμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας ουνσης ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα’ • οὐδὲ γὰρ ἀεὶ τοῦτο γίνεταί, ἀλλ’ ὅτε ἡ μείζων εἴη ἀναγκαία. ὅτι δὲ μὴ ἀναγκαῖον ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ συμπέρασμα ἀλλ’ ὑπάρχον, δεικτέον τοῦτο διχόθεν, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ καὶ τῇ διὰ τῶν ὅρων δείξει. καὶ γὰρ τῶν μεθόδων ἡ χρεία ἡμῖν καθέστηκεν οὐ δι’ ἑαυτάς, ἀλλ’ ἵνα τοῖς πράγμασιν αὐτὰς ἁρμόζωμεν· διὸ καὶ ἐν τοῖς ἀσυλλογίστοις ὅρους παρατιθ̔--́-aι ἕνοι ἠρκούμεθα τούτοις εἰς ἔλεγχον ὡς μὴ δυ- ναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασιν. ὅτι γὰρ μὴ ἀναγκαῖον, δεικτέον τοῦτο διά τε τοῦ πρώτου σχήματος καὶ διὰ τοῦ τρίτου, ὑποτιθέμενοι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα καὶ δείξαντες ταύτῃ τῇ ὑποθέσει ψεῦδος ἀκολου- θοῦν οὕτως αὐτὴν ἐλέγξομεν. δῆλον γὰρ ὅτι ᾗ δ’ ἄν ὑποθέσει ψεῦδος * ἀκολουθεῖ, ψευδὴς ἔσται· οὐδεμιᾷ γὰρ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ. δείκνυμεν δὲ τὸ ψεῦδος ἀκολουθοῦν διὰ μὲν τοὐ πρώτου σχήματος οὕτως· 65v εἰ τὸ Α τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ· τῷ Γ ἐξ ἀνάγκης, ἐγὼ μὲν λέγω, ὅτι τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως ὑπάρξει. εἰ δέ τις λέγοι ἐξ ἀνάγκης, σὒαωρείσθω τοῦτο· καὶ εἰ μὲν μὴ ψεῦδος ἀκολουθήσει, ἔστω ἀληθὲς τὸ συμπέρασμα· εἰ δὲ εὕρωμέν τι ψεῦδος ἑπόμενον, δῆλον ὅτι ψευδὴς ἡ ὑπό- θέσις ἡ λέγουσα τὸ ἀναγκαῖον συνάγεσθαι, ὥστε τὸ ὑπάρχον μόνον συναχθή- σεται. ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης 〈ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης〉, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γάρ. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος. ἀλλὰ τοῦτο ψεῦδος· ὑπέ- ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν μόνον· τὸ δὲ παντὶ ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ ὑπάρχειν • τοιαύτη γὰρ ἡ τοῦ κυρίως ὑπάρχοντος φύσις. ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Β ὑπάρχειν· τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν λέγουσαν ἀναTκαῖον συνάγεσθαι τὸ συμπέρασμα· ὑπάρ- χον ἄρα συναχθήσεται. οὐκ ἔφην δὲ ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλ’ ὡς ψεῦδος· οὐ γάρ, εἴ τι ψεῦδος, τοῦτο καὶ ἀδύνατον, ἀλλ’ εἴ τι ἀδύνατον, τοῦτο καὶ ψεῦδος. οὐδὲ γὰρ προεθέμην τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι τοῦτο, οὗ χάριν οὐδὲ τὸ ἀντικείμενον ἔλαβον τῷ ὑπάρχειν 2. 3 ἐκείνως γίνεται Α1. 126,11 : ἐκεῖναι γίνονται P 4 γίνεται scripsi: γίνονταιP Q εἰ fji... συμπέρασμα (9) Al. 128,3 sq. ὑπάρχουσα Al. : ὑπάρχει P 8 συμβαίνειM. 128, 6 : συμβαίνειν P 11 ὑπάρχον scripsi: ὑπάρχει P δεικτέον . . . ἀλλ’ ὑπαρχόντως (3,19) I’hilop. f. 33v 18 δ’ habet etiam Phil. 19 ἀκολουθῇ (ante J/euotj;) Phil. 21 τὸ |iiv ἁ I’liil. 2G ὑπεθἐρεθα . . . γ͂ἐξἀνάγκης(27)Phil: om. P 28.29ὑπάρχει.. .ὑπάρξει Phil.: ὑ-ι ἄρξει . . . ὑπάρχειP 34τῸνλέγουσαν Phil. f. 34r 36 ἀλλ’ ὡςP: ἀλλὰ Phil. παντί, ἀλλὰ μόνον δεῖξαι τὸ ψεῦδος τὸ λέγον, ὅτι ἀναγκαῖον συνάγεται συμπέρασμα. οὐδὲ γὰρ ἐπί τινος ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπαρχόντως παντὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν· τοιοῦτον γάρ ἐστι τὸ κοινότερον ὑπάρχον. ψεῦδος δὲ τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν κατὰ τὸ ἁπλῶς, τουτέστι τὸ καθόλου <τοῦ> ὑπάρχοντος σημαινόμενον, ὅπερ δύναται δενὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν. οὕτως μὲν οὖν διὰ τοῦ πρώτου σχήματος. διὰ δὲ τοῦ τρίτου οὕτως· εἰ γὰρ τὸ Α παντὶ ἐξ ἀνάγκης τῷ Γ, ὡς ἄν τις ὑπολάβοι, ὑπῆρχε δὲ καὶ τὸ Β ἐξ ἀνάγκης παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον. γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ τρίτου σχήματος τῶν δύο καταφατικῶν ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα. ὑπέκειτο δὲ καὶ παντὶ τῷ Β τὸ Α ὑπαρχόντως· ψεῦδος ἄρα τὸ τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α· ἐνδέχεται | γὰρ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου τὸ ληφθὲν ὡς παντὶ ὑπάρχειν καὶ μηδενὶ 60r αὐτῷ ὑπάρχειν. ψεῦδος ἄρα τὸ τινὶ ἐξ ἀνάγκης· τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τῷ Γ ἐξ ἀνάγκης παντὶ τὸ Α ὑπάρχειν. ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν, ὅτι οὐκ ἔστιν ἀναγκαῖον τὸ συμπέρασμα· κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ὑπάρχει, ζῶον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συμπέρασμα συνάγεται οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον· κίνησις γὰρ παντὶ ἀν- θρώπῳ ὑπάρχει οὐκ ἀναγκαίως ἀλλ’ ὑπαρχόντως.
῾Ομοίως δὲ δειχθήσεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μείζων ᾖ καθόλου ὑπάρχουσα ἀποφατική, εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως· πάλιν γὰρ ἐκθησόμεθα τὸ συμπέρασμα ἀναγκαῖον καθόλου ἀποφατικόν. καὶ ἐν μὲν τῷ πρώτῳ σχήματι τὴν δεῖξιν ποιούμενοι ἀντιστρέψομεν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν τὴν Β Γ, καὶ ἔσται τὸ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης, ὃ ψεῦδές ἐστιν· ὑπέκειτο γὰρ μηδενὶ ὑπάρχειν. εἰ δὲ ἐν τρίτῳ ποιούμεθα τὴν δεῖξιν, τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ· ἐξ ὧν πάλιν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης. ἀλλὰ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται πάλιν, ὡς μὴ ἀναγκαῖον συνάγομεν τὸ συμπέρασμα· κίνησις μηδενὶ ζῴῳ ὑπαρχέτω, ζῶον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, κίνησις οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. δεῖ μέντοι εἰδέναι, ὡς ἣν πεποιήμεθα δεῖξιν, ἔοικε μὲν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, οὐ μὴν ἡ αὐτή ἐστιν ἐκείνῃ. οὔτε γὰρ τὸ ἀντικείμενον τοῦ συναγομένου ὑπεθέμεθα οὐ γὰρ ἀντίκειται τῷ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ τὸ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, οὔτε τῷ μηδενὶ ὑπάρχειν τὸ μηδενὶ ἐξ ἀνάγκης· ταῦτα δὲ ὑπεθέμεθα), ἀλλ’ οὐδὲ τὸ δειχθὲν ἐκ τῶν ὑποθέσεων ἀδύνατον ἦν, ὥσπερ καὶ ἐπεσημηνάμεθα, ἀλλὰ ψεῦδος· ψεῦδος γὰρ καὶ τὸ ὑποτεθέν. οὐ γὰρ ἀδύνατον· οὔτε γὰρ τὸ παντὶ ὑπάρχον ἀδύνατον καὶ ἐξ ἀνάγκης τινὶ αὐτῶν ὑπάρχειν, οὔτε τὸ μητὸ 1 prius om. Phil. 4 ὑπάρχειν scripsi: ὑπάρχον P 5 τὸ καθόλου τοῦ Phil.: τοῦ καθόλου P 9 ὑπάρξει Phil. 11 καταφατικὸν Phil.: ἀποφατικὸν P 14 αὐτῷ Phil.: αὐτὸ Ρ 20 ὁμοίως . . . γίνεσθαι τὸ συμπέρασμα (4,13) Αl. 130,27 sq. 23 ποιούμενοι Al. 130,30: ποιούμενος P 28 post τῷ y add. ἐξ ἀνάγκης Αl. 131,3 32 δεῖξιν] δεῖ evan. 33 τὸ Al. 131,9: τὸν P δενὶ ὑποθέσει ψεῦδος ἠκολοήθησεν· ἀδυνάτῳ μὲν γὰρ ἀδύνατον ἀκολουθήσει, ψευδεῖ δὲ ψεῦδος. ἔπ ὅσον ἐπὶ τῇ δείξει, οὐ κατεσκεύασται τὸ προκείμενον. οὔτε γὰρ εἰ ἀναιρεθῇ τὸ παντὶ ἐξ ἀνάγκης ὡς ψεῦδος ὄν, ἤδη ἀνάγκη ἀληθὲς εἶναι τὸ παντὶ ὑπάρχον· μόνον γὰρ ἐξ ἀνάγκης τίθεται τῇ ἄρσει τινὸς καὶ ἀνασκευῇ | τὸ ἀντικείμενον· ταῦτα δὲ οὐκ ἀντίκεινται. οὐδ’ ἐγὼ αὖ τῷ τρόπῳ τῆς δείξεως 66v τούτῳ πάνυ θαρρῶ, ἀλλὰ προσχρῶμαι αὐτῷ δεικνύς, ὅτι, εἰ ἀναγκαίως ληφθέν- τος τοῦ συμπεράσματος ψεῦδός τι ἕπεται, ὑπάρχοντος δὲ μή δεῖ δὲ τοιοῦτον αὐτὸ εἶναι, ἐπεὶ καὶ αἱ προτάσεις τοιαῦται, ὑπάρχον ἄν δεικνύοιτο. οὐ γὰρ τῇ εἴς ἀδύνατον ἀπαγωγῇ κέχρημαι, ἀλλὰ μεταλαβὼν ἄλλην πρότασιν, ἀντὶ τῆς ὑπαρχούσης ἀναγκαίαν, καὶ ποιήσας ἐκ ταύτης τε καὶ τῆς δευτέρας τῶν κειμένων τῆς ἐλάττονος συλλογιστικὴν συζυγίαν· εὑρὼν γὰρ τὸ συναγόμενον ψεῦδος ὂν τούτῳ προσχρῶμαι εἰς τὸ μὴ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.
Ἐπὶ δὲ τῶν τὴν ἐλάττονα ἐπὶ μέρους ἐχόντων καταφατικὴν τὴν δὲ μείζονα καθόλου καταφατικὴν ἢ ἀποφατικήν, ἄν ἡ μείζων ἀναγκαία ᾖ καταφατικὴ οὖσα καθόλου ἢ ἀποφατική, ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖόν ἐστι τὸ συμπέρασμ καθάπερ καὶ ἐπὶ τῶν πρώτων συζυγιῶν, ἄν δὲ ἡ ἐλάττων ᾖ ἀναγκαία, ὑπάρχον. ἔστω δὴ πρῶτον ἡ μείζων καὶ καθόλου ἀναγκαία. εἰ οὖν τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει, συναχθήσεται τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν. εἰ γὰρ παντὶ τῷ Β τὸ Α ἐξ ἀνάγκης, τὶ δὲ τῶν Γ μέρος ἐστὶ τοῦ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ὑπάρχει ἐξ ἀνάγκης μέρει ὄντι τοῦ Β. ἔστωσαν δὲ ὅροι ἐπιστήμη, γραμ- ματική, ἄνθρωπος· ἐπιστήμη πάσῃ γραμματικῇ ἐξ ἀνάγκης, γραμματικὴ δὲ τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐπιστήμη τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.
῾Ομοίως δέ, καὶ εἰ καθόλου εἴη ἀποφατικὴ ἡ μείζων ἀναγκαία, ἀναγκαῖον ὡσαύτως συναχθήσεται τὸ συμπέρασμα. εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Α οὐ τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ἐπειδὴ γὰρ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης τὸ Α, τὶ δὲ τοῦ Γ τοῦ Β μέρος ἐστί, καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει. ὅροι δὲ ἐγρήγορσις, ὕπνος, ἄνθρωπος·. ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὕπνος τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ ἐγρήγορσις οὐ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ ἀπλῶς τὰ ἀντι- διηρημένα δεῖ λαμβάνειν καὶ τὸ μὲν μείζονα ὅρον τιθέναι τὸ δὲ μέσον, ἐλάτ- τονα δὲ ἄλλο τι, ᾧ ὁ μείζων ὑπάρχει <οὐκ> ἐξ ἀνάγκης.
᾿Εὰν δὲ ἡ μερικὴ πρότασις ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. ὥσπερ γὰρ ἐπὶ τῶν καθόλου συζυγιῶν οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν 67r οὐ συνῆγον ἀναγκαῖον, οὕτως καὶ ἐπὶ τῶν μερικῶν συζυγιῶν οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον τὸ συμπέρασμα. δῆλον δέ, ὅτι τοῦτο συνάγεται, ἐξ ὧν τούτῳ 6 ἀντίκειται Al. 131,21 12 γὰρ om. Al. 131,28 15 ἂν . . . ὑπάρχον (18) — 11 ἂν μὲν Al. ἔσται Al. 133, 10 εἰ οὖν . . . ὅπερ ἔδει δεῖξαι (9,36) Phil. f. 34v — 37r 21 μέρος Phil.: μερικῶν P 22 ὑπάρξει Phil. 27 οὐχ ὑπάρξει omisso οὐ Phil. 29 ὑπάρξει Phil. 29et30 ὑπνοῦν Phil. 33 οὐκ Phil.: om. P 35 τῶν Phil.: τοῦ P μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν κα- θόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει. καὶ ἡ αἰτία· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδὲ ἐν τοῖς καθόλου συλλογισμοῖς. ἡνίκα γὰρ ἐπ’ ἐκείνων ἐλαμβάνομεν τὴν ἐλάττονα ἐξ ἀνάγκης καὶ ὑπετιθέμεθα ὑπάρχον συνάγεσθαι τὸ συμπέρασμα, οὐδὲν ψεῦδος εἵ- πετο· <εἰ δὲ ἀναγκαῖον ὑπεθέμεθα συνάγεσθαι συμπέρασμα, ψεῦδός εἵπετο〉. ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοὐ συμπεφάσματος ψεῦδός τι συνήγετο ὑπάρχοντος δὲ οὐκέτι, οὕτω καὶ ἐπὶ τῶν ἐν μέρει, εἰ ὑπεθέμεθα ἐξ ἀνάγκης ἕπεσθαι τὸ συμπέρασμα, ψεῦδος ἕπεται, εἰ δὲ ὑπάρχον, οὔ. ὁμοίως δὲ καὶ εἰ ἡ στερητικὴ εἴη καθόλου ὑπάρχουσα, ἀναγκαία δὲ ἡ ἐλάττων, ὑπάρχον συνάγεται συμπέρασμα. καὶ τοῦτο πάλιν δεικτέον τὸ συμ- πέρασμα ἐπὶ ὅρων· κίνησις παντὶ ζῴῳ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται κίνησις τινὶ λευκῷ ὑπαρχόντως οἷον κύκνῳ· καὶ ἐπὶ τοῦ ‘οὐ πᾶς᾿ συνάγεται κίνησις οὐ παντὶ ζῴῳ ὑπαρχόντως. ἢ οὕτως· κίνησις οὐδενὶ ζῴῳ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ κίνησις τινὶ λευκῷ οὐχ ὑπάρχει.
Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος εἰ μὲν ἡ στερητικὴ πρότασις καθόλου εἴη καὶ ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ ἡ κατηγορική, οὐκ ἀναγκαῖον. ἐπειδὴ γὰρ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ τελειοῦνται τῇ εἰς πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τῷ πρώτῳ σχήματι δεῖ πάντως τὴν ἀποφατικὴν μείζονα εἶναι, ἐδείκνυον δέ, ὅτι, ὅπως ἄν ἔχῃ ἡ μείζων ἐν πρώτῳ, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα, εἰκότως ἄρα, φημί, ὅπως ἄν ἔχῃ ἐν δευτέρῳ σχήματι ἡ ἀποφατικὴ πρότασις, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα. ἀναγομένου γὰρ τοὐ δευτέρου σχήματος εἰς τὸ πρῶτον πάντως ἡ ἀποφατικὴ μείζων εὑρίσκεται. ἔστω γὰρ ἡ στερητικὴ πρῶτον ἀναγκαία, ἡ δὲ κατηγορικὴ ὑπάρχουσα, καὶ τὸ Α τῷ μὲν Β μηδενὶ ἐξ ἀ|νάγκης τῷ δὲ Γ 67v παντὶ ὑπαρχόντως· συνάγεσθαί φημι τὸ συμπέρασμα ἀναγκαῖον. ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος· εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β, οὐδὲ τὸ Β μηδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δέ γε Α παντὶ τῷ Γ ὑπαρχόντως· γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ἀρετή, κακία, ἄνθρωπος· ἀρετὴ οὐδεμιᾷ κακίᾳ ἐξ ἀνάγκης, ἀρετὴ παντὶ ἀνθρώπῳ ὕπαρχόν ὡς, κακία οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ καθόλου εὐπορήσομεν λαμβάνοντες ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, ἕτερον δέ τι ἐλάτ- τονα δυνάμενον μετέχειν ἀνὰ μέρος ἑκατέρου μὴ ἀναγκαίως.
῾Ωσαύτως δέ, καὶ <εἰ> ἡ μείζων καθόλου καταφατικὴ ὑπάρχουσα εἴη, δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία· ἀναγκαῖον γὰρ καὶ αὕτη συνάγει συμπέρασμα διά τε τῆς ἀντιστροφῆς τῆς ἐλάττονος, τουτέστι τῆς ἀποφατικῆς, καὶ ἔτι τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρεἰ 7 δὲ . . . εἴπετο (8) Phil. f. 35r om. P 20 ἀναγκαῖον Arist. p. 30b 9: ἀναγκαία P 29 γὰρ Phil.: δὲ P 37 εἰ addidi: orn. P χόντως τῷ δὲ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Β ἄρα τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α παντὶ τῷ Β ὑπαρχόντως· τὸ ἄρα Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. ἀλλ' οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ' εἰ τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης. ἐπεὶ οὖν ἀντιστρέφει ἡ καθόλου ἀπογατικὴ ἐπὶ τοῦ ἀναγκαίου, εἰ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, οὐδὲ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ὑγεία, νόσος, ἄνθρωπος· ὑγεία παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ὑγεία οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, ὁ ἄνθρωπος οὐδεμιᾷ νόσῳ ἐξ ἀνάξκης. ἀλλὰ καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος. εἰ γὰρ ὑγεία οὐδεμιᾷ νόσῳ, καὶ νόσος οὐδεμιᾷ ὑγείᾳ· ὑγεία δὲ παντὶ ἀνθρώπῳ· καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἰ δὲ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. εἶπον δὲ τὴν αἰτίαν, τί δήποτε ταῖς στερητικαῖς ἐν τούτῳ τῷ σχήματι ἀκολουθεῖ τὸ συμπέρασμα· ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, οὐδενὶ δὲ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῳ Α ὑπαρχόντως, ἐπειδὴ | ἀντιστρέφει, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γέγονε τὸ 68r πρῶτον σχῆμα <εκ> τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης. ἐδείχθη δὲ ἐν σχήματι, ὅτι, ὁποῖος ἄν ᾖ ὁ μείζων ὅρος, τοιοῦτον συνάγεται καὶ τὸ συμπέρασμα· ἀντιστρεφομένης οὖν τῆς στερητικῆς καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως, ὅπερ ἔδει δείξαι.
Δειχθείσης δὲ τῆς προκειμένης συζυγίας δι’ ἀντιστροφῆς τὸ ὑπαρχόντως καὶ <οὐ> τὸ ἀναγκαίως συναγούσης νῦν αὐτὸ τοῦτο δεικτέον καὶ τῇ εἰς ἀπαγωγῇ. εἰ γὰρ ὑποθώμεθα ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, ἕψεταί τι ἄτοπον τῇ ὑποθέσει ταύτῃ· εἰ δὲ τῇ ὑποθέσει ταύτῃ ἄτοπόν τι ἀκολουθεῖ, καὶ ψεῦδός ἐστι· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα. εἰ γάρ τις εἴπῃ συνάγεσθαι τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντι- στρέφει δῆλον ὅτι, καὶ τὸ Γ μηδενὶ τῷ Β ὑπάρξει ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐκ δύο δὲ ἀναγκαίων ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τὸ Γ ἄρα ἐξ ἀνάγκης τινὶ τῷ Α οὐχ ὑπάρξει. ἀλλ’ ἐπειδὴ ὑπέκειτο τὸ Α μηδενὶ ὑπαρχόντως τῷ Γ, καὶ τὸ Γ μηδενὶ ἄρα τῷ Α ὑπαρχόντως, ἐδείχθη δὲ τὸ ὑπάρχειν τοιοῦτον ὄν, ὡς δύνασθαι, ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν, καὶ παντὶ ὑπαρχόντως καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρξει τῷ Α τὸ Γ, ὅπερ ἄτοπον. δῆλον ἄρα, ὅτι τὸ ἄτοπον ἠκολούθησεν ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς ἐξ ἀνάγκης μηδενὶ τῷ Γ τὸ Β· ἀληθῶς ἄρα τὸ ὑπαρχόντως μηδενί, ὅπερ ἔδει δεῖξαι. εντι οὐ μόνον τοῖς καθόλου λόγοις τὸ προκείμενον πιστωσόμεθα ἀλλὰ καὶ τῇ διὰ τῶν ὅρων, τουτέστι τῇ τῶν πραγμάτων δείξει, ὅτι τὸ συμπέρασμα ὑπαρχόντως συνάγεται καὶ οὐχὶ κυρίως ἀναγκαῖον, ἀλλ’ εἴ γε ἄρα, τὸ ἐξ ὑποθέσεως. οἷον ἔστω τὸ Α ζῶον, τὸ δὲ Β ἄνθρωπος, τὸ Γ λευκόν· ζῶον 4 εἰ Phil.: ἢ P 9 προτάσεως Phil.: πρότερον P 15 et 16 ὑπαρχόντως Phil. f. ν: ὑπαρχέτω Ρ 17 ἐκ Phil.: cm. P ὑπαρχούσης Phil.: ὑπάρχουσαν Ρ ὑπάρχον . . . ἀναγκαῖον Phil. 22 οὐ Phil.: om. P 32 ὑπάρχει Phil.: ὑπάρχειν 33 τῷ ἁ τὸ scripsi: τό α τῶ P 37 τῶν πραγμάτων P: διὰ τῶν παραδειγμάτων Phil, 38 ὑπάρχον Phil. παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ζῶον οὐδενὶ λευκῷ · καὶ συνάγεται ἀντιστραφείσης τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος, ὅτι ἄνθρωπος οὐδενὶ λευκῷ ὑπαρχόντως. οὐ γάρ ἐστιν ἐξ ἀνάγκης τὸ μηδένα λευκὸν εἶναι ἄνθρωπον, ἀλλ’ εἰ ἄρα, ἐξ ὑποθέσεως, ἕως ἄν ὑποκέηται τὸ ζῶον μηδενὶ λευκῷ ὑπάρχειν. σαφέστερον δὲ μᾶλλον ἔσται ἡ δεῖξις, ἐὰν κίνησιν καὶ βάδισιν | καὶ ἄνθρωπον 68v λάβωμεν ἢ ἁπλῶς καθολικώτερόν τι καὶ μερικώτερον καὶ ἕτερόν τι, ᾧ ὑπάρχουσι ταῦτα οὐκ ἐξ ἀνάγκης. κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ οὐδενὶ ὑπαρχόντως· καὶ συνάγεται βάδισις οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως. ὥστε τούτων μὲν ὄντων ἔσται τὸ συμπέρασμα ἀναγκαῖον, τουτέστιν ἕως ἡ μὲν τῶν προτάσεων ἀναγκαίως ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως ἔσται ἀναγκαῖον καὶ οὐχ ἁπλῶς, τουτέστι κυρίως ἀναγκαῖον. δῆλον δὲ ἄρα, ὅτι ἐν ταῖς μίξεσιν, ὅταν ἀναγκαῖον λέγω γίνεσθαι τὸ συμπέρασμα, τὸ ἁπλῶς ἀναγκαῖον λέγω καὶ οὐ τὸ μετὰ διορισμοῦ, τουτέστιν ἐξ ὑποθέσεως.
῾Ομοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. τῇ γὰρ ἀποφατικῇ καὶ ἐπὶ τούτων ἀκολουθεῖ τὸ συμπέρασμα καθόλου οὔσῃ, κἂν μείζων ἡ κἂν ἐλάττων· μερικῆς δὲ οὔσης τῆς ἀποφατικῆς οὐκέτι. ἔστι δὴ πρῶτον ἡ στε- ρητικὴ καθόλου τε καὶ ἀναγκαία, ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ὑπαρχόντως. οἷον τὸ Α οὐδενὶ μὲν τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ ὑπάρχει· λέγω, ὅτι τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μη- δενὶ τῷ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. οἱ δὲ αὐτοὶ ὅροι ἁρμόσουσι κἀνταῦθα πρὸς τὸ δεῖξαι ὑπά̣ρχον συναγόμενον τὸ συμπέρασμα, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι ἐν τούτῳ τῷ τρόπῳ. πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου ἀναγκαία, ἡ δὲ μερικὴ ἀποφατικὴ ὑπάρχουσα. οἷον εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ οὐ παντὶ ὑπάρχει, τὸ Β ἄρα τῷ Γ οὐ παντὶ ὑπαρχόντως. δείκνυται δὲ αὕτη ἡ συζυγία διὰ τῶν ὅρων τῶν αὐΤῶν, δι’ ὧν καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἐδείξαμεν τῆς δὲ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς. κίνησις μὲν γὰρ πάσῃ βαδίσει ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως, καὶ συνάγεται βάδισις οὐ παντὶ ἀνθρώπῳ ὑπαρχόντως αἱ γὰρ αὐταὶ ἁρμόσουσι κἀνταῦθα δείξεις, αἵπερ καὶ ἐπὶ τῶν καθόλου. ἀλλ’ οὐδὲ εἰ ἡ μὲν καθόλου καταφατικὴ ὑπάρχουσα, ἡ δὲ ἐν μέρει στερητικὴ ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον ἀλλ’ ὑπάρχον. καὶ οἱ αὐτοὶ ὅροι ἁρμόσουσι καὶ ἐπὶ τούτων, πλὴν ὅσον μετατιθεμένης τῆς τάξεως· τὸν γὰρ ἐλάττονα μείζονα I δεῖ ποιῆσαι, τὸν δὲ μείζονα μέσον οὕτως· βάδισις παντὶ ἀνθρώπῳ 69r ὑπαρχόντως, κινήσει δὲ οὐ πάσῃ ἐξ ἀνάγκης· καὶ συνάγεται ἄνθρωπος οὐ πάσῃ κινήσει ὑπαρχόντως. οὐ δείκνυται δὲ αὕτη <δι᾿> ἀντιστροφῆς διὰ μ.ηδεμίαν μερικὴν στερητικὴν ἀντιστρέφειν πρὸς ἑαυτήν. τὴν δὲ λοιπὴν συζυγίαν παραλελοίπαμεν τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης 3 εἰ Phil.: ἢ P 5 σαφεστέρα Phil. 12 δὲ om. Phil. 17 ἔστω Arist p. 31a5 21 τῷ α . . . γ Phil. f. 36r: τῷ γ . . . β P 33 ὑπάρχουσα scripsi: ὑπάρχει Ρ 38 δι’ Phil.: om. P 40 ἀποφατικῆς ὑπαρχούσης Phil.: ἀποφατικὴν ὑπάρχουσαν τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας, ὡς δήλου γεγονότος, ὅτι μερικὸν ἀποφατικὸν ὑπάρχον συμπέρασμα συνάγει δι' ἀντιστροφῆς δεικνύμενον.
Ἐπεὶ δὲ τὸν περὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι ἐπληρώσαμεν λόγον, μεταβῆναι δεὶ ἐπὶ τὸ τρίτον σχῆμα καὶ δεῖξαι κἄν τούτῳ, πότε μὲν ἀναγκαῖον γίβεται τὸ συμπέρασμα τῆς ἑτέρας ἀναγκαίας ταῖς ἐξ ἀμφοτέρων καταφατικῶν προτάσεων συζυγίαις πάντως αναγακτον εσται τὸ συμπέρασμα. ἐφ’ ὧν δὲ ἡ μέν ἐστι καταφατικὴ ἡ δὲ ἀποφατική, τῇ ἀπο- φατικῇ πάντως ἕπεται τὸ συμπέρασμα. καὶ εἰκότως· πάλιν γὰρ ἀντιστρεφομενης τῆς καταφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα μείζων εὑρεθήσεται ἡ ἀποφατική· ἐν δὲ τῷ πρώτῳ σχήματι τῇ μείζονι ἀεὶ εἵπετο τὸ συμπέρασμα· εἰ δὴ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ αὐτῷ παντὶ ὑπαρχόντως, ἀντιστραφείσης τῆς ἐλάττονος τὸ πρῶτον γίνεται σχῆμα· τὸ γὰρ Γ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ μέρος ἐστὶ τοὐ Γ. οἱ αὐτοὶ δὲ ὅροι ἁρμόσουσι δεῖξαι αὐτὴν ἀναγκαίαν, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι· κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης, ἄνθρωπος πάσῃ βαδίσει ὑπαρχόντως, καὶ κίνησις τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὁμοίως δὲ δειχθήσεται, καὶ εἰ πρὸς τῳ Β Ι, τουτέστι τῇ ἐλάττονι, εἴη τὸ ἀναγκαῖον· λέγω γὰρ καὶ αὐτὴν τὸ ἀναγκαῖον συνάγειν. δείκνυται δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ἐξ ἀνάγκης] ὑπαρχόντως μόνον· δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐξητοῦμεν ἡμεῖς, εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται δι’ ἀντιστροφῆς τοῦ συμπεράσματος· εἰ γὰρ | τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β 69v ἐξ ἀνάγκης. ζητήσει δὲ τις, τί δήποτε δυνάμενοι τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα μιᾶς δεηθέντες ἀντιστροφῆς τὴν μείζονα ἀντιστρέφομεν καὶ δεόμεθα δύο ἀντιστροφῶν, ἵνα ποιήσωσιν ἀναγκαῖον τὸ συμπέρασμα· οἷον τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, καὶ συμπέρασμα τὸ Α τινὶ τῷ Β ὑπαρχόντως. τί οὖν λέ- γομεν; ὅτι, εἰ καὶ ἐδυνάμεθα τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνηγάγομεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν προτάσεων, πρὸς ᾧ ποτε ἄν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι, οὐκέτι δὲ τὸ ὑπάρχον ἀεί· ὥστε τὸ ἀεὶ ὑπάρχον συνηγάγομεν. Πάλιν ἔστω ἡ μὲν μείζων πρότασις στερητικὴ καθόλου ἀναγκαία, ἡ δὲ ἐλάττων κατηγορικὴ ὑπάρχουσα. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ καθόλου καταφα- τικόν, εἰ τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως <,καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντως>. ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α οὐ παντὶ τῷ Β ἐξ ἀνάγκης· μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ 10 ποιούσης Phil.: ποιοῦσι P 22 ἐξ ἀνάγκης ut ex vs. sq. translatum delevi 30 ὑπαρχόντως scripsi: ὑπαρχέτω P 37 καὶ . . , ὑπάρχει ὑπαρχόντως scripsi) Phil. f. 36v: 36ω: om. P 38 τῷ β Phil.: τὸ (??) P ὅροι τοῦ δεῖξαι, ὅτι ἀναγκαίως καὶ ὑπαρχόντως συνάγεται, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι. ὃ δὲ ἤδη εἴπομεν, τοῦτο ὑπομνηστέον, ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς· τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ μὲν ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν πᾶσι τοῖς σχήμασι, 〈ἐν μὲν τῷ πρώτῳ〉, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἄν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ συμπέρασμα, ἐν <δὲ> τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον σχῆμα ἀνῆγε καὶ τὴν ἀπο- φατικὴν πάντως μείζονα ἐποίει. εἰ δὲ ἡ κατηγορικὴ πρότασις ἀναγκαία ἡ δὲ στερητικὴ ὑπάρχουσα, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. εἰ γὰρ τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης, ἔσται καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· δέδεικται γὰρ ἐν τῷ πρώτῳ. ἔτι καὶ διὰ τῶν ὅρων φανείη ἄν φανερόν. ἔστω τὸ μὲν Α ἀγαθόν, | τὸ δὲ Β ζῶον, τὸ δὲ Γ ἵππος· ἀγαθὸν μὲν οὐδενὶ ἵππῳ ὑπαρχέτω, 70r ζῶον δὲ παντὶ ἵππῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνως· δύναται γὰρ καὶ πᾶν ζῶον εἶναι ἀγαθόν, δηλονότι κατὰ τὸ φυσικὸν ἀγαθόν. εἰ δέ τις πρὸς τοῦτο ἐνίσταται μὴ συγχωρῶν τῇ μείζονι προτάσει εἶναι γάρ τι ζῶον ἐξ ἀνάγκης οὐκ ἀγαθὸν οἷον τὰ ἰοβόλα), μεταληπτέον τὸν ὅρον καὶ θετέον ἀντὶ τοὐ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ ἵππῳ ὑπάρχον, ζῴῳ δὲ παντὶ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις ἢ τὸ καθεύδειν τινὶ μὴ ὑπάρχειν ζῴῳ ὐπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης· ἅπαν γὰρ ζῶον δεκτικὸν τούτων· εἰ γὰρ δεκτικὸν τούτων ἅπαν ζῶον, οὐδὲν ἔσται ζῶον, ᾧ. ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι.
Ἐπὶ δὲ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων τῇ καθόλου ἕπεται τὸ συμπέρασμα· τῆς <γὰρ> μερικῆς ἀντιστρεφομένης τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον σχῆμα καθόλου μείζων γίνεται· ἐκεῖ δὲ τῇ μείζονι ἠκολούθει τὸ συμπέρασμα. καλῶς οὖν ἄρα εἴρηται ἐπὶ τούτων τῇ καθόλου ἀκολουθεῖν τὸ συμπέρασμα. θετέον οὖν πρότερον μὲν ἔχουσαν τὴν μείζονα μερικὴν καταφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν συνάγουσαν διὰ τῆς ἀντιστροφῆς τῆς μείζονος καὶ τοῦ συμπεράσματος ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης· συνάγει τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. εἰ γὰρ τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Α ὑπαρχόντως· οὐκοῦν εἰ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης τὸ δὲ Γ τινὶ τῷ Α ὑπαρχόντως, ἐξ ἀνάγκης καὶ τὸ Β τινὶ τῷ Α· ἐπεὶ δὲ ἀντιστρέφει τὸ ῾τίς᾿, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ ἔδει δεῖξαι.
῾Ομοίως δὲ ἀναγκαῖον ἔσεται τὸ συμπέρασμα, κἀν ἡ μὲν μείζων καθόλου 5 ἐν μὲν τῷ πρώτῳ Phil.: om. P 6 δὲ alterum Phil.: om. P 8. 9 ἀναγ- καία . . . ὑπάρχουσα soripsi: ἀναγκαῖον . . . ὑπάρχον P 10. 11 τὸ γ τινὶ τῷ β ἐξ ἀνάγκης Phil.: τὸ ἁ οὐ παντὶ τῷ β ὑπαρχόντως (cf. vs. 12) P 13 φανείη ἄν P: πάνυ ἄν εἴη Phil. 24. 25 μερικὴν καταφατικῶν Phil. f. 37r: καταφατικὴν μερικὴν Ρ 26 γὰρ Phil.: om. P 31 τοῦ συμπεράσματος Phil.: B συμπε- ράσματι P 37 ὁμοίως . . . τὴν ἐλάττονα ἀναγκαίαν (11,16) Al. 148, 16 sq. καταφατικὴ ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα. πάλιν γὰρ ταύτης, φημὶ δὴ τῆς ἐπὶ μέρους, ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία· διὸ καὶ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, ἐπὶ δὲ ταύτης | τῆς ἐχούσης 70v τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. τὸ γὰρ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β ὑπάρχει μόνον τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντως· οὐκοῦν εἰ μὲν τὸ Α παντὶ τῷ Γ δεῖ, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης· δέδεικται γὰρ ἤδη πρότερον. ὅν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν· ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπαρχόντως· ἂν δὴ ἀντιστρέψωμεν τὴν Β Γ τηρήσαντες τὴν Α· Γ τὴν καθόλου ὑπάρχουσαν οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντὶ ὑπάρχειν, τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δ’ ἐχουσῶν οὐκ ἐγίνετο τὸ συμπέρασμα ἀναγκαῖον. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται, δεικτέον καὶ τῇ τῶν ὅρων παραθέσει. ληπτέον γὰρ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β δίπουν, ἐπὶ δὲ τοῦ Γ ζῶον· τὸ μὲν δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ, ἡ δὲ ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχέτω, καὶ ἐγρήγορσις τινὶ δίποδι ὑπαρχόντως, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ διὰ τῶν ὅρων δειχθή- σεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α Γ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ μερικὴ ληφθῇ ἡ δὲ Β Γ καθόλου καταφατικὴ ὑπαρ·χόντως. πάλιν δὲ δεήσει μεταθεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν, ἐπὶ δὲ τοῦ Β ἐγρήγορσιν· ἔσται γὰρ οὕτως δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συναχθήσεται τὸ δίπουν τινὶ ἐγρηγόρσει ὑπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι τὴν ἐλάττονα πάλιν ἐν τῷ αὐτῷ γινομένην ἀναγκαίαν ὰντιστρο͂φομένου καὶ τοῦ συμπεράσματος.
Εἰ δὲ ἡ μὲν κατηγορικὴ ἡ δὲ ·στερητικὴ τῶν προτάσεων, ἄν μὲν ἡ στερητκὴ καθόλου ᾖ καὶ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· περὶ γὰρ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐν μέρει ὁ λόγος νῦν· ἂν δ’ ἡ καταφατικὴ ἀναγκαία, ὑπάρχον καὶ <οὐκ> ἀναγκαῖον. αἴτιον δὲ καὶ ἐν τούτοις, ὅτι ἡ στερητικὴ ᾖ καθόλου, ἀντιστραφείσης τῆς καταφατικῆς αὕτη γίνεται ἡ μείζων πρότασις 1 ἡ Al. 148, 17: ὁ P ὑπάρχουσα Al. 148,18: ὑπάρχει P 7 τὸ γὰρ . . . πρότε- ρον (10) Phil. f. 37r τὸ γὰρ P: εἰ γὰρ τὸ Phil. 9 δεῖ P: ἐξ ἀνάγκης Phil. 11 τῷ Α1. 148,27: τοῦ P 12 ἀναγκαίαν· Al. 148,28: ἀναγκαῖον P 13 ὑπαρχοὑσης Al.: ὑπάρχειν P 16 ὑπάρχειν orn. Α1. 148,32 21 ὑπαρχόντως scripsi: ὑπαρχέτω Ρ: om. Al. 149,3 τῶν αὐτῶν ὅρων Αl. 149,13 23 μέρους Αl. 149,14: μέσου P 24 ὑπάρχουσα Al. 149,15 πάλιν δὲ P: πλὴν Al. post μετα- θεῖναι add. τοὺς ὅρους καὶ ἀλλάξαι τὴν τάξιν αὐτῶν· ὁμοίως γὰρ αὐτῶν κειμένων οὐκ ἀληθεῖς αἰ προτάσεις. δεῖ οὖν θεῖναι Al. 149,16. 17 33 δὴ P 34 οὐκ Al. 149,28: om. P ἐν πρώτῳ | σχήματι, ὥστε, ἄν ᾖ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα. 71r μὴ οὔσης δὲ αὐτῆς ἀναγκαίας ἀλλὰ τῆς καταφατικῆς, ἥτις ἐλάττων γίνεται ἐν πρώτῳ σχήματι ἀναγκαία, τὸ συμπέρασμα οὐκ ἀναγκαῖον. εἰ γὰρ τὸ Α τῷ Γ μηδενὶ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ τινὶ ὑπαρχόντως, ἀντιστραφήσεται μὲν ἡ Β Γ, καὶ ἔσται τὸ Γ τινὶ τῷ Β, μένει δὲ ἡ Α Γ μείζων οὖσα καθόλου ἀπο- φατικὴ ἀναγκαία· διὸ συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ἄν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον ἢ καθόλου ὂν ἢ ἐν μέρει, ὡς εἶναι τὴν μὲν μείζονα ἢ καθόλου ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἢ καθόλου καταφατικὴν ἀναγκαίαν ἢ ἐπὶ μέρους καταφατικὴν ὁμοίως ἀναγκαίαν ἢ καθόλου καταφατικὴν ὑπάρχουσαν, ὅταν μὲν ᾖ καθόλου ἀποφατικὴ ἡ μείζων ὑπάρχουσα, αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὅταν δὲ ᾖ ἐπὶ μέρους ἀπο- φατικὴ ὑπάρχουσα, αὕτη καθόλου καταφατικὴ ἀναγκαία, ὅταν δὲ ᾖ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία, αὕτη καθόλου καταφατικὴ ὑπάρχουσα, οὐδὲν ἀναγκαῖον συναχθήσεται, διότι ἀντιστραφείσης τῆς ἐλάττονος, ὅταν ἐπὶ μέρους ᾖ, γίνεται τὸ πρῶτον σχῆμα ἔχον τὴν ἐλάττονα ἀναγκαίαν. αὗται οὖν αἱ τρεῖς, ἥ τε ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς μερικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος ᾦ· ρικῆς ἀποφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς υπαρχούσης, τὸ ὑπάρχον συνάγουσι.
Τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά, ἃ καὶ ἐπὶ τῶν πρότερον, ἐροῦμεν· τὰ ἄλλα δέ φημι, δι’ ὧν ἐδείκνυμεν καὶ τὰς ἄλλας συζυγίας, λέγω δὲ τῆς ἀντι- στροφῆς. οὐ περὶ τῶν τριῶν δὲ τοῦτό φημι οὐδὲ γὰρ αἱ τρεῖς δι’ ἀντιστροφῆς δείκνυνται) ἀλλὰ περὶ τῆς μιᾶς μόνης τῆς ἐχούσης τὴν μείζονα καθόλου ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα μερικὴν καταφατικὴν ἀναγκαίαν· αὕτη γὰρ τῆς μερικῆς καταφατικῆς ἀντιστραφείσης, ἐλάττονος λέγω ἀναγκαίας, | ἀνάγεται εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. ἔστω γὰρ τὸ μὲν Α 71v τῷ Γ μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης· συνάγεται, ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ μερικὸν φατικὸν ἀναγκαῖον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Β· ἐπεὶ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἀναγκαίως, τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήμα- τος. οὕτως μὲν οὖν αὕτη δι’ ἀντιστροφῆς δείκνυται. αἰ δὲ ἄλλαι δύο οὐ δύνανται δι’ ἀντιστροφῆς δειχθῆναι διὰ τὸ τὴν ἐλάττονα εἶναι ἐν ἀμφοτέραις καθόλου καταφατικήν· ἐὰν γὰρ αὐτὴν ἀντιστρέψωμεν, πρὸς τὴν μερικὴν ἀντι- στρέψει καὶ ἀσυλλόγιστον ποιήσει τὴν συζυγίαν. ἀλλ’ οὐδὲ ἡ μείζων δύναται ἀντιστραφῆναι μερικὴ οὖσα ἀποφατική. ὅροι, ὅταν μὲν ἡ μείζων μερικὴ ἀποτῷ 4 ΑΙ. 149,35: τὸ P 7 post ἐν μέρει requiro ἢ τὸ στερητικὸν ἐν μέρει 12. 13 ᾖ . . . ὑπάρχουσα Al. 150,8: ἡ . . . ὑπάρχῃ P 13 καταφατικὴ Al. 150,9; ἀποφατικὴ P 14 ὑπάρχουσα] ὑπαρ Ρ 16 αὗται οὖν . . . ποιοῦσι συλλογισμόν (13,7) Phil. f. 37v — 39v 23 ante τῆς arid, διὰ Phil. 26 Phil.: ἀποφατικὴν P φατικὴ ὑπάρχουσα ᾗ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, ἐγρήγορσις μὴ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ζῶον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήργορσις οὐ παντὶ ζῴῳ ὐπαρχόντως· ὅταν δὲ ἡ μείζων καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ἀναγκαία, ἐγρήγορσις οὐδενὶ λευκῷ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως καὶ οὐκ ἀναγκαίως· ὅταν δὲ τὸ στερητικὸν μερικὸν ἀναγκαῖον ᾖ καὶ πρὸς τῷ μείζονι, τὸ δὲ κατη- γορικὸν καθόλου καταφατικὸν ὑπάρχον, δίπουν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, κινούμενον παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συνάγεται δίπουν οὐ πάσῃ κινήσει ὑπαρχόντως.
Φανερὸν οὖν ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι ἐστί ποτε ἐν συμπλοκῇ τινι συλλογιστικῇ ἀναγκαίου καὶ ὑπάρχοντος ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι, εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι. τοῦτο δὲ οὐ. καθόλου φημί οὐδὲ γὰρ ἀληθές ἐστιν) ἀλλὰ περὶ τῆς ἐν τρίτῳ σχήματι συμπλοκῆς τῆς ἐκ δύο καθόλου καταφατικῶν· ἀπεδείξαμεν γάρ, ὅτι αἱ δύο αὗται συζυ- γίαι τὸ ἀναγκαῖον συνάγουσιν οἵας δή ποτε ἀναγκαίας λαμβανομένης προτάσεως, κἂν τῆς <μείζονος κἂν τῆς> ἐλάττονος, ὅπερ ἐπὶ τῶν ἄλλων συμπλοκῶν ἀληθές ἐστι λέγειν. ἐν ἀμφοτέροις δὲ τοῖς τρόποις, τῷ τε ὑπάρχοντι [καὶ ἀναγκαίῳ] καὶ | τῷ ἀναγκαίῳ, καὶ ἀποφατικῶν καὶ καταφατικῶν ὄντων τῶν 72r συμπερασμάτων καὶ 〈ὑπαρχόντων καὶ〉 ἀναγκαίων ἀνάγκη μίαν τῶν προτάσεων ὁμοίαν εἶναι τῷ συμπεράσματι, καὶ εἰ μὲν ὑπάρχον εἴη τὸ συμπέρασμα, ὑπάρ- χουσαν, εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν. περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται ἀναγκαῖον συμπέρασμα, εἴρηται, ὅτι ἐκ δύο προ·τάσεων 〈ἀναγκαίων〉 ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, <καὶ> ὅτι, κἂν μόνη ἡ μείζων ᾖ ἀναγκαία, ἀναγκαῖον γίνεται τὸ συμπέρσμα, καὶ ὅτι τὸ ἀναγκαῖον τοῦ ὑπάρχοντος τῷ ἀεὶ εἶναι διαφέρει. ταῦτα οὖν εἴρηται ἱκανῶς.
Διαλεχθεὶς περί τε τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅπως τε ἔχουσι καθ’ ἑαυτὰς καὶ ὅπως ἀλλήλαις συμπλεκόμεναι, νῦν λοιπὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων ποιήσομαι τὸν…
῾Ορισ…
The complete text is available when the reading interface loads.