The Greek Library Catalogue

Anonymous

Ars rhetorica

Edition reference
Ars rhetorica (olim sub auctore Cornuto), ed. C. Hammer (post L. Spengel), Rhetores Graeci, vol. 1, Leipzig: Teubner, 1894: 352– 398.
CTS identifier
urn:cts:greekLit:tlg2002.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΑΝΩΝΥΜΟΥ [Κορνούτου Graeveni] ΤΕΧΝΗ

ΡΗΤΟΡΙΚΗ.}

{ΤΕΧΝΗ ΤΟΥ ΠΟΛΙΤΙΚΟΥ ΛΟΓΟΥ.}

1-39

{ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.}

1

Ὁ πολιτικὸς ἤτοι δικανικὸς λόγος εἰς τέσσαρα

μέρη διαιρεῖται τὰ προκείμενα· χρῄζομεν γὰρ ἐν αὐτῷ

προοιμίων μὲν πρὸς τὸ προσεχεστέρους ποιῆσαι τοὺς

ἀκροατάς, διηγήσεως δὲ πρὸς τὸ διδάξαι τὸ πρᾶγμα,

τῶν δὲ πίστεων πρὸς τὸ κατασκευάσαι ἢ ἀνασκευάσαι

τὸ προκείμενον· τοὺς δὲ ἐπιλόγους ἐπάγομεν πρὸς τὸ

ἐπιρρῶσαι τὸν ἀκούοντα εἰς τὴν ὑπὲρ ἡμῶν ψῆφον.

2

Πρῶτον μὲν οὖν περὶ προοιμίων λεκτέον καὶ

ἑξῆς περὶ τῶν λοιπῶν.

3

Ἔνιοι μὲν τῶν τεχνογράφων ἐκ τῶν αὐτῶν ὁρμᾶ-

σθαι τὸ προοίμιον καὶ τὸν ἐπίλογόν φασιν, Ἀλέξαν-

δρος δὲ οὐκ ἀληθές φησι τοῦτο· ἐνίοτε γὰρ ἑτέρας

μὲν ὕλας ἔχει τὸ προοίμιον καὶ ἑτέρας ὁ ἐπίλογος.

4

Ἰστέον, ὅτι κυρίως προοίμια ἔλεγον οἱ παλαιοὶ τὰ

τῶν κιθαρῳδῶν· οἴμας γὰρ ἐκάλουν οὗτοι τὰς ᾠδάς.

τὸ οὖν ἀνάκρουμα τὸ πρὸ τῆς ᾠδῆς τῆς κιθάρας προ-

οίμιον ἐκάλουν· ἀπὸ τούτου καὶ ἐπὶ τὸν ῥητορικὸν

μετενήνεκται λόγον τὸ ὄνομα.

5

Ὁρίζονται δὲ αὐτὸ οὕτως· προοίμιόν ἐστι λόγος

κινητικὸς ἢ θεραπευτικὸς τῶν τοῦ ἀκροατοῦ παθῶν·

παρασκευάσαι γὰρ ἀκροατὴν ἀδύνατον μὴ κινήσαντα

ἢ θεραπεύσαντα τὰ ἐν αὐτῷ πάθη.

6

ἔστι δὲ πάθος

πρόσκαιρος κατάστασις ψυχῆς, σφοδροτέραν ὁρμὴν ἢ

ἀφορμὴν κινοῦσα, οἷον ἔλεον, ὀργήν, φόβον, μῖσος,

ἐπιθυμίαν. διαφέρει δὲ τοῦ ἤθους, ὅτι τὸ μὲν δυσκί-

νητον, τὸ δὲ εὐκίνητον· ἦθος γάρ ἐστι διάθεσις ψυχῆς

ἐνεσκιρρωμένη καὶ δυσεξάλειπτος, οἷον τῶν πατέρων

πρὸς τοὺς παῖδας.

7

Λαμβάνεται δὲ τὰ προοίμια ἐκ τεσσάρων τού-

των· ἐκ τοῦ αὐτοῦ, ἐκ τοῦ ἀντιδίκου, ἐκ τῶν δικα-

ζόντων, ἐκ τῶν πραγμάτων. ἐκ τοῦ αὐτοῦ, ὡς Δημο-

σθένης ἐν τῷ κατὰ Κόνωνος ‘ὕβρεως’. ἂν δὲ ὑπὲρ

ἑτέρου λέγῃς, καὶ τοῦτο ἐπισημαίνεσθαι δεῖ, ὥσπερ

πεποίηκε Λυσίας λέγων· ‘ἐπιτήδειός μοί ἐστιν Ἄρχιπ-

πος οὑτοσί, ὦ δικασταί’. ἐκ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ

κατὰ Μειδίου· ‘τὴν μὲν ἀσέλγειαν’. ἐκ τῶν ἐκείνῳ

συναγορευόντων, ὡς Δημοσθένης· ‘εἰ μὲν ὅτῳ πλεῖστοι

συνείποιεν, ὦ βουλή’. ἐκ δὲ τῶν πραγμάτων, ὡς

Λυκοῦργος ἐν τῷ κατ' Αὐτολύκου· ‘πολλῶν δὲ καὶ

μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ μει-

ζόνων ἥκετε δικάσοντες’. ἐκ δὲ τῶν ἀκροατῶν ἢ τῶν

δικαστῶν, ὡς Ἰσοκράτης· ‘εἰδότες ὑμᾶς, ὦ ἄνδρες

Ἀθηναῖοι’.

8

Τοπικὰ δὲ προοίμια Ἁρποκρατίων φησὶ τὰ περι-

στατικά.

9

σκοπὸς δὲ τοῦ προοιμίου τὸ τοιόνδε παρα-

σκευάσαι τὸν ἀκροατήν· τέλος δὲ τὸ προσοχὴν καὶ

εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι.

10

Εἰδότες γὰρ οἱ ἀκούοντες, περὶ ὧν οἱ λόγοι,

εὐμαθέστεροι γενήσονται. εὐμάθειαν δὲ ποιεῖ προέκ-

θεσις, ἀνανέωσις, μερισμός.

11

προέκθεσις μέν ἐστιν,

ὅταν ἃ μέλλει τις λέγειν ὡς ἐν κεφαλαίῳ προεκθῆται,

ὡς [Αἰσχίνης]· ‘ἐπιδείξω δὲ καὶ τὸν ἄνδρα ἀνάξιον

δωρεᾶς καὶ τὸ ψήφισμα παράνομον’.

12

ἀνανέωσις

δέ ἐστιν, ὅταν ἀναλαμβάνοντες τὰ προειρημένα εἴδη

περὶ ὧν λέγειν μέλλομεν διορίσωμεν, ὡς Αἰσχίνης ἐν

τῷ κατὰ Τιμάρχου· ‘περὶ μὲν οὖν τοὺς πολίτας καὶ

τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν

ὡς αἰσχρῶς ἀνάλωκε, καὶ τὴν ὕβριν εἰς τὸ αὑτοῦ

σῶμα ὑμεῖς ἴστε καὶ ἱκανῶς ὑμᾶς ἀνέμνησεν ὁ παρ'

ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται’,

καὶ ἑξῆς.

13

μερισμὸς δέ ἐστιν εἰς μέρη περιγραφὴ

τῶν ὅλων πράξεων, ὡς πεποίηκεν ὁ Δημοσθένης· ‘βού-

λομαι δὲ ὑμᾶς ἀναμνῆσαι, τίνων προσήκει λόγον παρὰ

πρεσβευτοῦ λαβεῖν, πρῶτον μὲν ὧν ἀπήγγειλε, δεύτερον

δὲ ὧν ἔπραξε’, καὶ ἑξῆς. ἰστέον δέ, ὡς μερισμὸς καὶ

προέκθεσις καὶ ἐν ἀρχῇ τοῦ λόγου παραληφθήσεται,

ἀνανέωσις δὲ οὐκέτι· τῶν γὰρ μὴ προειρημένων οὐκ

ἔστιν ἀνανέωσις.

14

Προσοχὴν δὲ ἀπεργάσῃ ἔκ τε τῶν προειρημένων

καὶ πρὸς τούτοις εἰ ἀξιόπιστος φαίνοιο, καὶ εἰδὼς περὶ

ὧν λέγεις καὶ ἕτερά τινα ἐπιστάμενος φαίνοιο, ἢ πολ-

λῶν ἔμπειρος εἶναι πραγμάτων προσποιοῖο ἢ αὐτὸς

πειραθεὶς ἢ καὶ παρ' ἄλλων πειραθέντων μαθὼν καὶ

συμβουλεύσας, ὥσπερ ὁ παρ' Ὁμήρῳ Νέστωρ εἰσάγει

ἑαυτὸν τοῖς περὶ Καινέα καὶ Ἐξάδιον συμβουλεύσαντα,

ὅτι πειθήνιοι ἦσαν αὐτῷ, οὕτως καὶ πρότερον δηλώ-

σεις καὶ αὐτός, ὡς πεισθέντες μὲν κατώρθωσαν, μὴ

πεισθέντες δὲ ἀπώλοντο.

15

καὶ τὸ ἐπιτιμᾶν δὲ τοῖς

ἄλλοις δοκεῖ προσοχὴν καὶ φόβον κινεῖν, καὶ εἰ νόμιμα

λέγειν προσποιοῖο, καὶ εἰ ἢ αὐτὸς ἔνδοξος φαίνοιο ἢ

τοῖς τῶν ἐνδόξων προσχρώμενος καλοῖς, περὶ μεγάλων

δὲ ἢ καλῶν ἢ συμφερόντων λέγοις ἐληλυθέναι, καὶ εἰ

προσυπισχνοῖο, ὅτι καινὰ καὶ ὅτι διὰ βραχέων καὶ

σαφῶς καὶ περὶ ἀναγκαίων ἐρεῖς.

16

Εὔνοιαν δὲ ἐργάσῃ ἢ φύσει οἰκειούμενος ἢ

συνηθείᾳ ἢ φιλίᾳ πατρῴᾳ, ἢ εἰ κοινῇ συμφέρειν λέ-

γοις ἢ τῶν αὐτῶν ἐφίεσθαι.

17

εὔνοιαν δὲ ποιεῖ

καὶ τὸ χρηστὸν εἶναι· χρηστὸν δὲ εἶναι δείκνυσι τὸ

τοὺς ἐπιεικεῖς ἐπαινεῖν, καὶ τὸ τοὺς θρασυτέρους προ-

άγειν, καὶ τὸ μηδενὶ φθονεῖν, καὶ τὸ μὴ διαρρήδην

λέγειν τά τε αὑτοῦ ἀγαθά, καὶ τὰ [περὶ] τοῦ ἀντι-

δίκου κακά, καὶ τὸ τοῦ μὲν κατηγόρου τὰ πολλὰ ἐᾶν,

αὐτὸ δὲ τὸ πρᾶγμα λαλεῖν, καὶ μὴ μόνον αὐτόν, ἀλλὰ

καὶ ἕτερον ἄχθεσθαι λέγειν, καὶ εἰ φιλανθρωπότερον

δὲ ἀπαγγείλαις τὰ πικρότερα τῶν νοημάτων.

18

ποιεῖ

δὲ εὔνοιαν καὶ τὸ δοκεῖν ἐπιεικῆ τὸν λέγοντα εἶναι·

ἐπιεικὴς δὲ δόξεις, εἰ μὴ θρασέως ἐπὶ τὰς δίκας ὁρμῶν

φαίνοιο, ἀλλὰ πολὺν χρόνον κατεσχημένος καὶ διαλ-

λαγῆναι πρὸς τὸν ἀντίδικον ἐθελήσας, εἰς μετριωτέραν

αὐτὸν πολλάκις δίκην προκαλεσάμενος καὶ τοῖς ὑπ'

ἐκείνου προκαλουμένοις δοκῶν ἐπιμένειν καὶ μετρίας

ὁρίζων τὰς τιμωρίας, ἤτοι τοῦ ἀντιδίκου, καὶ τῇ ἐκ-

βολῇ τοῦ λόγου μὴ πικρᾷ χρώμενος, καὶ τὰ τούτοις

παραπλήσια.

19

Διαφέρει δὲ τοῦ ἐπιλόγου τὸ προοίμιον, ὅτι

ἐν μὲν τῷ προοιμίῳ τὸ σχῆμα καὶ τὴν ἑρμηνείαν

μέτριον εἶναι δεῖ καὶ τιθασσὸν ὡς ἂν εἴποι τις, ἐν

δ' ἐπιλόγοις τὸ σχῆμα συγκεκινημένον καὶ πολλὰς μὲν

ἐμβοήσεις ἔχον, πολλοὺς δὲ σχετλιασμούς, τήν τε ἑρ-

μηνείαν συγκειμένην ἐκ τροπικῆς μᾶλλον καὶ σημει-

ώδους λέξεως, δυναμένης μέντοι πεσεῖν εἰς πολιτικοὺς

λόγους.

20

ἔτι δὲ καὶ τούτῳ διαφέρει, ὅτι πολλὰ

τῶν ἐν τοῖς προοιμίοις οὐκέτ' ἐν ἐπιλόγοις λεκτέον.

οὐ μόνον δὲ τῶν προοιμίων εἰσί τινες ὕλαι, αἷς οὐ

χρώμεθα ἐν τοῖς ἐπιλόγοις, ἀλλὰ καὶ τῶν ἐπιλόγων,

ὧν οὐκ ἔστιν ἐν τοῖς προοιμίοις χρεία. ποιήσομεν τὸ

προοίμιον, εἰ τῶν κεφαλαίων τῶν ἀναγκαίων ἐν τούτοις

τὰς ὑπολήψεις ληψόμεθα, ἐν δὲ τῷ ἐπιλόγῳ ἀνάγκη

πᾶσα ἕν τι λαμβάνειν αὐτῶν εἰς ἐπίρρωσιν ἢ παραί-

τησιν.

21

Ἰστέον, ὅτι πολλάκις δεῖ παραιτεῖσθαι τὰ προ-

οίμια· οὐ γὰρ ἀεὶ προοιμιαστέον.

22

ὅταν γὰρ μὴ

πάθος ἔχῃ τὰ πράγματα, οὐ προοιμιαστέον. πολλὰ δέ

εἰσι τοιαῦτα, οἷον ὅταν ἢ περὶ κυνιδίου ἢ ἀργυρίου

δίκη ᾖ· ἐνταῦθα γὰρ περιττὸν τὸ προοίμιον, εἴγε τοῦτο

μέν ἐστι παθῶν προθεραπεία, μηδὲν δὲ ἐν τούτοις

πάθος.

23

δεύτερον, ὅταν πάθος μὲν ἔχῃ, ὁ δὲ ἀκρο-

ατὴς μὴ προσίηται τὸν ἔξω τῶν πραγμάτων λόγον ἤτοι

σπεύδων ἢ ὀργιζόμενος.

24

τρίτον, ὅταν οἰκεῖοι ὦσιν

οἱ ἀκούοντες· περιττὸν γὰρ τὸ πειρᾶσθαι εὔνους ἡμῖν

ποιεῖν τοὺς ἀκούοντας οἰκείους ὄντας.

25

τέταρτον,

ὅταν ὀλίγον λαμβάνωμεν ὕδωρ, πρὸς ὃ δεῖ λέγειν τὸν

λόγον· ἐνταῦθα γὰρ ἡ τῶν ὠφελιμωτέρων διήγησις

ἀναγκαιοτέρα.

26

Τινὲς δὲ ἔφασαν ὥσπερ οἱ Ἀπολλοδώρειοι, ἀεὶ

δεῖν χρῆσθαι προοιμίοις, λέγοντες οὕτως· τὸν μὲν

λόγον ἐκ μερῶν συγκεῖσθαι, τὸν δὲ μὴ ἐκ πάντων

συγκείμενον οὔτε ὁλόκληρον εἶναι οὔτε ὑγιῆ. μάλιστα

μὲν οὖν φασιν οὐδὲν τῶν τοῦ λόγου μερῶν παρα-

λειπτέον, ἐξαιρέτως δὲ προοίμιον· δόξει γὰρ ἀκέφαλός

τις ὁ λόγος εἶναι ὅλος διὰ τὸ ὥσπερ κεφαλὴν τοῦ

παντὸς λόγου τὸ προοίμιον εἶναι.

27

εἰ δὲ τοῦτο,

φασίν, παραιτησόμεθα καὶ τὸν ἐπίλογον ἐξ ἀνάγκης

διὰ τὸ τοῦ παθητικοῦ μέρη εἶναι ἀμφότερα. ἔτι δὲ καὶ

τοιοῦτό τι λέγουσι· πότερον γὰρ παραλείψομεν τὸ προ-

οίμιον ἢ τοὺς ἐπιλόγους; εἰ μὲν οὖν τοὺς ἐπιλόγους,

ἀτελὴς ἔσται, μάτην εἰρημένος ὁ λόγος τοῖς μεταξὺ

εἰρημένοις εἰς λήθην τῶν καιριωτέρων τῶν ἀκροατῶν

ἐμπεπτωκότων· εἰ δὲ μὴ παραλείψομεν τούτους, οὐδὲ

τὸ προοίμιον.

28

πρὸς δὲ τούτοις κἀκεῖνό φασιν·

ἔργον μὲν εἶναι προοιμίου καὶ τέλος τὸ τὸν ἀκροατὴν

εὔνουν παρασκευάσαι πρὸς τὰ λεχθησόμενα, τούτου δὲ

παραλειφθέντος μηδὲν τῶν προειρημένων γενήσεσθαι.

29

ἐφ' ἅπασιν ἐκεῖνο λέγουσιν, ὅτι πολλοὶ τῶν ἀρ-

χαίων λόγους συνέγραψαν, ὧν οὐδείς ἐστιν ἀπροοιμί-

αστος.

30

Οὗτοι μὲν οὖν οὕτως, Ἀλέξανδρος δὲ ὁ τοῦ Νου-

μηνίου πρὸς ἕκαστον τῶν εἰρημένων ἀπαντῶν πρῶτον

μὲν ἐκεῖνο μέμφεται, ὡς οὐκ ὀρθῶς τῆς ῥητορικῆς

κατωπτεύκασι τὴν φύσιν στοχαστικῆς οὔσης· καὶ γὰρ

αὑτοὺς λελήθασι, φησίν, ὡς περὶ ἐπιστήμης διαλεγό-

μενοι.

31

διαφέρει δὲ ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ

μὲν ἀδιαπτώτων ἐστὶ θεωρημάτων καὶ μίαν ἐχόντων

τὴν φύσιν, τέχνη δὲ [ἀπὸ] κινουμένων καὶ ἄλλοτε

ἄλλην ἀναλαμβανόντων φύσιν. τέχνης οὖν οὔσης τῆς

ῥητορικῆς καὶ τῶν θεωρημάτων αὐτῆς πρὸς τοὺς και-

ροὺς ἁρμοζομένων ἁμαρτάνουσιν ἐπιστημονικῶς διδόν-

τες τὰ θεωρήματα καὶ λέγοντες ἀεὶ δεῖν προοιμιάζεσθαι.

32

ἀλλὰ τοῦτό φαμεν, ὡς, ἐπειδὴ ἄλλοτε ἄλλοις περι-

πίπτομεν πράγμασιν, ἡ δὲ τέχνη ἡμῶν πρὸς τὸ χρή-

σιμον τῶν παρόντων ἁρμόζεται, ἂν μὲν συμφέρῃ, προ-

οιμιαστέον, εἰ δὲ μή, παραλειπτέον τοῦτο· οὐ γὰρ

εὐκαίρως παραλειφθέντα βλάψει.

33

ἀλλὰ μᾶλλον

ἀκολούθως ῥητέον, καὶ πρῶτον πρὸς τὸ ὅτι οἱ ἀρχαῖοι

συνέταξαν λόγους, ὧν οὐδεὶς ἀπροοιμίαστος· ἐκεῖνο

γάρ φαμεν, ὅτι οἱ ἀρχαῖοι ἀγωνιζόμενοι πολλάκις οὐκ

εἶπον προοίμια, συντάσσοντες δὲ μετὰ προοιμίων ἐβου-

λήθησαν συντάξαι· μάρτυς τοῦ λόγου Θουκυδίδης ἐν

ᾗ φησι δημηγοριῶν· ‘Ἀλκίδα καὶ Λακεδαιμόνιοι, ἐμοὶ

δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην’. καὶ Μένανδρος ἐν

τοῖς Ἐπιτρέπουσι τὴν δίκην ἄνευ προοιμίων πεποίηκεν·

οὐδὲν δὲ διαφέρει ἢ ἐνταῦθα οὕτως αὐτὰ κεῖσθαι ἢ

ἐν δικαστηρίοις λέγεσθαι. πρὸς δὲ τούτοις ἡ ἐν Ἀρείῳ

πάγῳ βουλὴ οὔτε προοιμιάζεσθαι εἴα οὔτε ἐπιλογίζε-

σθαι.

34

πρὸς δὲ τὸ ὅτι παρασκευαστικόν ἐστιν ἀκροα-

τῶν τὸ προοίμιον, ἐκεῖνό φησιν, ὅτι, ὅτε μὲν παρα-

σκευάσαι δεῖ, τότε παρασκευάσομεν, ἐὰν δὲ ὦσι παρ-

εσκευασμένοι, περιττὸν προοιμιάζεσθαι. τοῦτο δὲ καὶ

Μένανδρον εἰδέναι· ἐν γὰρ τῇ Ἐπικλήρῳ δικαζομένων

τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικὸς καὶ τοῦ παιδίου δικά-

ζοντος οὐκ ἔθηκεν οὐδετέρῳ προοίμιον διὰ τὸ τὴν

εὔνοιαν προϋπάρχειν τοῦ ἀνδρός, ὁμοίως δὲ κἂν πρὸς

τὴν γυναῖκα ἰδίᾳ διαλεγώμεθα. κἂν ὀλίγον ἔχωμεν

ὕδωρ, παραλείψομεν τὸ προοίμιον. ἐνίοτε δὲ καὶ πρὸς

λίαν ἀντιπαρατεταγμένους τὴν παρασκευὴν ποιούμενοι

μᾶλλον ἐρεθίζομεν αὐτοὺς καὶ λυποῦμεν.

35

πρὸς δὲ τὸ

πῶς ἡμῖν ἡ διήγησις παραδεχθήσεται μὴ προπαρεσκευ-

ασμένου τοῦ ἀκροατοῦ τῷ προοιμίῳ πρὸς τὴν ἀκοήν,

ἐκεῖνο ἐροῦμεν, ὅτι, ὅταν μὲν οἰώμεθα μὴ παραδεχθή-

σεσθαι ἡμῶν τὴν διήγησιν, τότε προοιμιασόμεθα· ὅταν

δὲ εὐπαράδεκτος ᾖ, τότε οὐκ ἀναγκαῖον προοιμιάζεσθαι.

36

δεῖ δὲ προοιμιαζόμενον ἀπὸ μὲν τοῦ πράγματος

ποιεῖν νόημα, μὴ μέντοι ἢ αὐτὸ τὸ πρᾶγμα διεξιέναι

ἢ τὰς εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν

γὰρ διηγηματικόν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρημα-

τικόν. δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον

καὶ σπερματικῶς ἔχειν τὰ πράγματα καὶ ἀπηλλάχθαι

πάσης ἀγωνιστικῆς ἐπιχειρήσεως.

37

Τινὲς δὲ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως ἔφασαν δύ-

νασθαι εἶναι καὶ πολλὰ προοίμια καὶ ἕν, τῶν μὲν

ὑπολήψεων τῶν αὐτῶν οὐσῶν, ταῖς δὲ κατασκευαῖς

θεραπευομένων. ἐπεὶ οὖν, φασί, διάφοροί εἰσιν αἱ

κατασκευαί, ἔσται πολλὰ προοίμια.

38

ταὐτὸ δὲ τοῦτο

πῇ μὲν ὀρθῶς ἔχει, φησί, πῇ δὲ φαύλως· τὸ μὲν γὰρ

τῶν ὑπολήψεων, ὅτι αἱ αὐταὶ οὖσαι ταῖς κατασκευαῖς

θεραπεύονται, καλῶς φησιν. ἐπεὶ δὲ αἱ αὐταί εἰσιν

ὑπολήψεις, μᾶλλον ἓν ἂν γένοιτο προοίμιον, ἢ ἐπει-

δήπερ αἱ κατασκευαὶ διάφοροί εἰσι, πολλά· τὸ γὰρ

ὁλοσχερέστερον ἐν τοῖς ἐπὶ μέρους ἐστὶ κυριώτερον

καὶ δυνατώτερον.

39

μᾶλλον οὖν λέγομεν, φησίν,

ὅτι ἕν ἐστι προοίμιον, ἐπεὶ αἱ αὐταὶ ὑπολήψεις εἰσίν·

οὐ γὰρ ἐπειδὴ πολλαὶ τῶν ὑπολήψεων θεραπεῖαι, πολλὰ

ζητητέον προοίμια, ἀλλὰ μᾶλλον ἐπειδὴ ὑπολήψεις εἰσὶν

αἱ αὐταί, ἓν εἶναι προοίμιον νομιστέον. ταῦτα περὶ

προοιμίων.

40-142

{ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΝ.}

40

Περὶ δὲ τῆς διηγήσεως τοσαῦτα εἰπεῖν ἔχομεν,

πρῶτον ἐκεῖνο εἰπόντες, ὅτι, ἐπειδὴ πολλάκις δυσχερὴς

ἡμῖν ὁ λόγος γίνεται διὰ τὸ πρὸς οἰκείους ἔχειν, χρὴ

τὴν αἰτίαν τούτων εἰς τοὺς ἀντιδίκους μετάγειν, τὰ

πλήθη ἐπιδεικνύντας τῶν ἀδικημάτων ὧν μέλλομεν

πάσχειν μὴ ὑποστάντες τὴν δίκην· ἢ ὅτι καὶ οἱ νόμοι

τοῦτο ποιεῖν συγκεχωρήκασιν. οὕτως γὰρ ἡγοῦντό

τινας δίκας ἔσεσθαι περὶ τοὺς οἰκείους.

41

ἐὰν δὲ

δοκῇς ἄπιστα λέγειν, καὶ αὐτὸ τοῦτο ἐπισημαίνου καὶ

ἐπαγγέλλου δείξειν, ὅτι ἀληθῆ λέγεις, ὡς ὁ Δημοσθέ-

νης· ‘οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον’.

42

ἐὰν

δὲ τῷ λέγειν ὑπὲρ ἑτέρου διαβληθῇς, λέγε, ἢ ὅτι

φίλος ἢ ὅτι ἐπιεικὴς ἢ ὅτι ἰδιώτης ἢ ὅτι ἐλεεινός, ἢ

ὅτι σοὶ κἀκείνῳ κοινὸς ὁ ἀγών, ἢ ὅτι συμφέρει τῇ πόλει,

ἢ καὶ νὴ Δία τὰ πλείονα τούτων ἅμα.

43

χρήσιμον

δὲ καὶ τὸ νέον εἶναι εἰς παίδευσιν ἀναφέρειν ἢ γένε-

σιν, καὶ ὅτι οὐδὲν κωλύει καὶ τοὺς νέους εἰδέναι τι

τῶν χρησίμων, ὡς ὁ παρ' Ἰσοκράτει Ἀρχίδαμος.

44

ἐὰν

δὲ παλαιός, λέγε, ὅτι

45*

οὐ δεῖ τοῦτον μέμφεσθαι,

ἀλλ' εἰ πεποίηκε τοῦτο δεικτέον, ἢ εἰ καὶ ἔστιν ἀληθῆ,

ἀλλ' οὔτι καθόλου, λέγε· πρὸς μὲν γὰρ τὰ διαβεβλη-

μένα πάνυ πειρῶ προάγειν ἀπολογίαν, ἣν ἂν δύναιο,

εἰ δὲ μή, πάρες τὸν περὶ τούτου λόγον· ἐγχωρεῖ γὰρ

καὶ τὸν κατήγορον ἔλαττον ἢ πρὸς πίστιν εἰρηκέναι.

τὰ δὲ σαθρότερα ἀνατρέπειν πειρῶ.

46

Ἔστι δὲ ἡ διήγησις κατὰ Νεοκλέα ἡ δικανικὴ

ἔκθεσις πραγμάτων εἴς τινα προκειμένην ζήτησιν ἀν-

ηκόντων ἢ νὴ Δία περιστάσεως ἔκθεσις εἴς τινα ζήτη-

σιν ἀνηκούσης.

47

οὔτε δὲ τῶν ἐνεστώτων φησὶ

διήγησιν εἶναι οὔτε τῶν μελλόντων, ἀλλὰ τῶν μὲν

ἐνεστώτων ἔνδειξις, ὡς ἐν τῇ Ἀντιγόνῃ δεικνὺς τοὺς

ἥρωας, τῶν δὲ μελλόντων πρόρρησις.

48

Ζήνων δὲ

οὕτω φησί· διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγ-

μάτων ἔκθεσις εἰς τὸ ὑπὲρ τοῦ λέγοντος πρόσωπον

ῥέουσα.

49

Θεόδωρος δὲ οὕτως ὁρίζεται· διήγησίς

ἐστι πράγματος αὐτοτελοῦς κατὰ ψιλὴν ἀπόδοσιν ἔκ-

θεσις περὶ τῶν ἤδη γεγονότων. τοῦτον τὸν ὅρον Ἀλέ-

ξανδρος ἀκριβῆ μὲν εἶναί φησιν, οὐ μὴν πομπικὸν

οὐδὲ ῥητορικόν· δεῖ γὰρ σαφέστερον τὰ τοιαῦτα ὑπο-

γράφειν.

50

Ἀπολλόδωρος δὲ οὕτως· διήγησίς ἐστι

περιστάσεως ἔκθεσις. μέμφεται δὲ Ἀλέξανδρος τοῦτον·

ἡ γὰρ περίστασις ἄθροισμα προσώπων καὶ πράξεων

καὶ παθῶν καὶ αἰτιῶν καὶ ἀφορμῶν καὶ χρόνων ἐστίν,

αἱ δὲ διηγήσεις πολλάκις ἑνὸς τούτων εἰσίν, οὐ πάν-

των.

51

ὅθεν Ἀλέξανδρος ὁρίζεται αὐτὴν οὕτως·

διήγησίς ἐστιν ἔκθεσις καὶ παράδοσις τῷ ἀκροατῇ τοῦ

πράγματος οὗ κοινούμεθα αὐτῷ.

52

Διττῆς δὲ τῆς διηγήσεως οὔσης, τῆς μὲν γενι-

κῆς τῆς δὲ εἰδικῆς, τὴν μὲν γενικὴν οὕτως ὁρίζονται·

διήγησίς ἐστιν ἀπαγγελία πραγμάτων 〈γεγονότων ἢ

ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων〉

γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ ἢ κριτῶν, ὑπὲρ ὧν

δεῖ φέρειν τὰς ἀποδείξεις· τῆς δὲ εἰδικῆς ἀποδόσεις

αἱ προλαβοῦσαι.

53

ἔστι δὲ τῶν διηγήσεων εἴδη

ταῦτα· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀληθεῖς, αἱ δὲ πεπλα-

σμέναι, καὶ αἱ μὲν ἐπὶ κριτῶν λεγόμεναι, αἱ δὲ καθ'

ἑαυτάς.

54

καὶ τῶν καθ' ἑαυτὰς αἱ μέν εἰσι βιωτι-

καί, αἱ δὲ ἱστορικαί, αἱ δὲ μυθικαί, αἱ δὲ περιπετικαί.

55

τῶν δὲ ἐπὶ κριτῶν αἱ μὲν κατὰ τὸ ἀμφισβητού-

μενον αὐτὸ συνίστανται, αἱ δὲ πρὸς ἰδίας διηγήσεις

τῆς ὑποθέσεως λέγονται, αἱ δὲ παρεμπίπτουσι πίστεως

ἕνεκεν ἢ αὐξήσεως ἢ διαβολῆς ἢ ἄλλου τινὸς τοιούτου,

ἅστινας καὶ παραδιηγήσεις τινὲς καλοῦσιν.

56

ἔτι

τῶν ἐπὶ κριτῶν διηγήσεων ἃς μὲν ἡμεῖς προηγουμένως

εἰσάγομεν, ἃς δὲ τῶν ἀντιδίκων εἰσαγόντων ἑτέρως

ἐπαγομένας αὐτοὶ ἀντιδιηγούμεθα, παρ' ὃ καὶ ἀντιδιηγή-

σεις προσαγορεύονται. ἀντιδιηγούμεθα δὲ ἢ τὸ καθόλου

τῇ τῶν ἀντιδίκων διηγήσει ἀνθιστάμενοι ἢ κατὰ μέρος

ἕκαστον.

57

ὅταν μὲν οὖν ἐμπέσῃ ἡ τῶν πραγμάτων

διήγησις, τότε ἐμπεσεῖται παραδιήγησις ἐπιχειρημάτων

μὲν ἔχουσα τόπον, πιθανὸν δέ τι συμφερομένη. εἴδη

δὲ τῶν παραδιηγήσεων τρία, προδιήγησις, παραδιή-

γησις, ἐπιδιήγησις.

58

καὶ προδιήγησις μέν ἐστιν,

ὅταν πρὸ αὐτοῦ τοῦ πράγματος ἔξωθεν ἕτερόν τι διη-

γησώμεθα, ὥσπερ ἐν τῷ κατὰ Τιμοκράτους· ‘ἐγὼ γάρ,

ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ’.

59

παραδιήγησις δέ, ὅταν περὶ τὸ αὐτὸ πρᾶγμα ἕτερα

διηγησώμεθα, ὡς ἐν τῷ κατὰ Μειδίου· ‘ἐγένοντο ἐπι-

δόσεις εἰς Εὔβοιαν’, καὶ τὰ ἑξῆς.

60

ἐπιδιήγησις δέ,

ὅταν μετὰ τὰς πίστεις ἢ τὸν ἐπίλογον διηγησώμεθα.

61

Ἰστέον δὲ τοῦτο, ὡς τὴν παρέκβασίν τινες

ταὐτὸν εἶναι ὑπέλαβον τῇ παραδιηγήσει, διαφέρει δέ·

ἡ μὲν γὰρ παραδιήγησις, ὥς φασιν, ἐφάπτεταί τινων

παρὰ τὸ πρᾶγμα, ἡ δὲ παρέκβασις ἐκδρομή ἐστι λόγων

καθ' ὁμοίωσιν ἢ μίμησιν τῶν γεγονότων.

62

περὶ δὲ

τῆς παρεκβάσεως Ἀλέξανδρος ἀντιλέγει· γελοῖον γάρ

ἐστι, φησί, τὸ λεγόμενον· εἰ μὲν γὰρ ἐξ αὐτοῦ τοῦ

πράγματός ἐστι τὸ λεγόμενον, πῶς ἐστι παρέκβασις;

εἰ δὲ ἔξωθεν, πῶς ἐροῦμεν τὰ ἔξωθεν τῆς ὑποθέσεως;

63

Ἐπειδὴ δὲ τῆς διηγήσεως τὰς ἀρετάς φαμεν

τήν τε συντομίαν καὶ τὴν σαφήνειαν καὶ τὴν πιθα-

νότητα, καιρὸς ἂν εἴη λέγειν περὶ ἑκάστης, καὶ ἄγε περὶ

συντομίας λέγωμεν, πόθεν ἔσται σύντομος.

64

τῆς

συντομίας τοίνυν ἡ μὲν ἐν τοῖς πράγμασιν, ἡ δὲ ἐν

ταῖς λέξεσιν. ἐκ μὲν οὖν τῶν πραγμάτων σύντομον

ποιήσεις τὴν διήγησιν,

65

ἐὰν μήτε πόρρωθεν ἄρχῃ,

καθάπερ ἐν τοῖς προλόγοις πεποίηκεν Εὐριπίδης, μήτε

μακρὰ λέγῃς, ὡς οἱ μετὰ τὸ πρᾶγμα καὶ ἄλλα διηγού-

μενοι,

66

τὰ δὲ λυποῦντα τοὺς ἀκούοντας καὶ τὰ

ἀπίθανα καὶ ἀπρεπῆ τῷ λέγοντι, καὶ οἷα μὴ ὠφελεῖν

τὸν ἀγῶνα, οἷά τέ εἰσι καὶ ἐν ἑτέροις ῥηθῆναι δύναν-

ται, ἀφέλῃς [ταῦτα] τῆς διηγήσεως, σύντομον ἐκ τού-

των ποιήσεις τὸν λόγον.

67

ἔτι τε ἐὰν μήτε παρ-

εκβάσει χρῷο μήτε ἐπεισοδίοις μήτε ὅλως ἀπὸ τοῦ

πράγματος πλανῷο·

68

ἔτι τε τὴν ταυτολογίαν εἰ παραι-

τοῖο, καὶ μακρὰ δι' ὀλίγων ἑρημνεύοις καὶ τὰ τοιαῦτα

λέγοις, ὧν ῥηθέντων φανερά ἐστι τὰ σιωπώμενα.

69

ἐν δὲ ταῖς λέξεσιν ἔσται συντομία, ἐὰν μὴ συν-

ωνυμίαις χρῷο, οἷον ‘πυκνοὶ καὶ θαμέες’, ἢ ξίφος καὶ

μάχαιρα· τούτων γὰρ ἕκαστον καὶ καθ' ἑαυτὸ πρὸς

δήλωσιν ἀρκεῖ.

70

καὶ ἐὰν τῶν συνωνύμων τὰς

βραχυσυλλάβους ἐκλέγῃς, ὃ ἐπὶ πλήθους παραχωρού-

μενον χρήσιμον, οἷον ἀντὶ μαχαίρας ξίφος λέγων·

71*

καὶ ἐὰν μὴ τοῖς κυρίοις προστιθῇς τὰ ἐπίθετα, ὡς

ὁ ποιητής, οἷον ‘ὑγρὸν ἔλαιον’·

72*

καὶ ἐὰν τὰς

ἀναδιπλώσεις παραιτοῖο, οἷον ‘πόλεμον εἰς τὴν Ἀττι-

κήν, εἰς τὴν Ἀττικὴν εἰσάγεις πόλεμον’·

73*

καὶ ἐὰν

τὰς περιφράσεις φύγῃς, οἷον ‘βίη Ἡρακληείη’·

74*

καὶ

ἐὰν τοῖς τροπικοῖς ἐνίοις κυρίως χρῷο, ὥσπερ Δημο-

σθένης τῷ ‘ἀνεχαίτισε’· διὰ μιᾶς γὰρ λέξεως ὅλον

ἐπλήρωσε νόημα.

75

καὶ ἡ λεγομένη δὲ ἔλλειψις

συντομίαν ἐργάζεται, οἷον ‘σὺ τοῦτον φιλεῖς καὶ οὗτος

σέ’· λείπει γὰρ τὸ φιλεῖ.

76

ἐργάζεται δὲ συντομίαν

καὶ τὸ ἐπεζευγμένον, ὅταν δύο ἢ καὶ τρισὶν ὀνόμασιν ἢ

καὶ πράγμασι μίαν ἐπάγῃς λέξιν συμπληρωτικήν, οἷον

‘Ῥοδίους μὲν συμμάχους ὄντας, Βυζαντίους δὲ συγγε-

νεῖς, Τενεδίους δὲ πεποιημένους ἰσοπαλίαν, πλείους

δὲ ἄλλους συμμάχους εὐεργέτησαν’.

77

ποιεῖ δὲ καὶ

τὸ ἀσύνδετον δόξαν συντομίας, οἷον ‘ἀλλ' ἐπειδὴ τὰ

πλοῖα σεσύλητο, Χερρόνησος ἐπορθεῖτο’, καὶ τὰ ἑξῆς.

78

ποιήσεις δὲ συντομίαν καὶ ὅτε κατ' ἔμφασιν παρα-

λείψεως λέγεις, ὡς ὁ Δημοσθένης· ‘ἐπειδὴ γὰρ εἷλεν

Ὄλυνθον Φίλιππος’· διὰ γὰρ τοῦ εἷλεν πολλὰ ἐδήλωσεν.

79

Σαφήνειαν δὲ εὖ φασι δεῖν παραφυλάττεσθαι,

ἐὰν ἐναντία τισὶ τῶν εἰς τὴν συντομίαν θεωρημάτων

λέγειν δόξωμεν· ἡ μὲν γὰρ τέχνη καθ' ἕκαστον τελείως

ἐκπληροῦν τὸν τόπον ἀναγκάζει, ὁ δὲ τεχνίτης πρὸς

τὸ συμφέρον αὐτῷ χρήσεται.

80

ἐπειδὴ δὲ περὶ σα-

φηνείας πρόκειται λέγειν, ῥητέον περὶ ἀσαφείας· δυνη-

σόμεθα γὰρ τοὺς ἐκείνης φυγόντες τόπους σαφῆ ποιῆσαι

τὸν λόγον. ἀσάφεια τοίνυν, ὡς μὲν καθόλου, διχῶς

γίνεται· ἢ γὰρ ἐν λέξεσίν ἐστι τὸ ἀμφισβητούμενον

ἀσαφὲς ἢ ἐν πράγμασιν· ὡς δὲ κατὰ μέρος πολλαχῶς.

τὸ μὲν οὖν ἐκ πραγμάτων ἀσαφὲς οὕτως γίνεται,

81*

πρῶτον μὲν ὅταν τὰ πράγματα τὰ λεγόμενα τὴν

κοινὴν ἐκφύγῃ γνῶσιν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ

τὰ ἐν γεωμετρίᾳ.

82

δεύτερον, ὅταν συγχέωμεν τὴν

τάξιν τῶν γεγονότων, ὡς τὰ μὲν πρῶτα τελευταῖα

εἶναι, τὰ δὲ τελευταῖα προτετάχθαι· οἰκονομίας δὲ τὰ

τοιαῦτα πολλάκις ἐπέχει χρείαν, δυσπαρακολούθητον

δὲ ὅμως καὶ ἀσαφῆ τὸν λόγον ποιεῖ. ποιεῖ δὲ ἀσαφῆ

τὸν λόγον καὶ τὸ τῶν αὐτῶν πολλάκις μεμνῆσθαι·

μακρὸν γὰρ τοῦτο καὶ ὀχληρόν, εἰ μὴ ἄρα ταῖς ἐργα-

σίαις αὐτὸ διαχειρισόμεθα, καὶ νῦν μὲν ὡς γινώσκον-

τες λέγομεν, αὖθις δὲ ὡς συγκεφαλαιούμενοι, ἑτέρωθι

δὲ ὡς ἀναμιμνῄσκοντες· τὸ γὰρ ὀχληρὸν οὕτως ἐκ-

φεύξῃ.

83

τρίτον, ὅταν παραλείψωμέν τινα τῶν πραγ-

μάτων.

84

τέταρτον, ὅταν ἐπεισάγωμεν ἔξωθεν μακρὰ

καὶ ἀπηρτημένα τοῦ πράγματος.

85

Τὸ δὲ ἐκ τῶν λέξεων ἀσαφὲς οὕτως· ὅταν

ξένοις καὶ τροπικοῖς καὶ ἀμφιβόλοις καὶ γλωσσηματι-

κοῖς ὀνόμασί τις χρῷτο καὶ τῇ συνθέσει μὴ ἁπλῇ καὶ

κατὰ φύσιν, ἀλλὰ δι' ὑπερβάτων καὶ μήκους περιόδων

καὶ ἀλληγορίας.

86

ποιεῖ δὲ καὶ ὀνοματοποιΐα ἀσά-

φειαν, ὡς τὸ ‘σίζεν ὀφθαλμός’ παρ' Ὁμήρῳ·

87*

καὶ

ἡ διάρθρωσις, οἷον ‘Ἀλέξανδρος ὁ Πάρις, Ἀλέξανδρος

ὁ Φιλίππου’.

88

ποιήσεις δὲ ἀσάφειαν καὶ ἐὰν τὰς

ἀκολουθίας διαλύσῃς ἀλόγοις διηγήμασι, καὶ τὰ μὲν

ὑπερβαίνῃς, τὰ δὲ παρὰ τάξιν τιθῇς. οὕτως δὲ αὐτά

τις ποιήσει τὸν δικαστὴν ἀπατῆσαι βουλόμενος τῇ

ἀνακολουθίᾳ.

89

Πιθανὴ δὲ διήγησις γίνεται, εἰ πάντα, ὅσα

λέγει τις, ἐξομοιοῦν πειρῷτο τοῖς ἀληθέσι. τοῦτο δέ,

φησί, γένοιτ' ἄν,

90*

ἐὰν μὴ ψιλὰ τὰ πράγματα τι-

θῶμεν, ἀλλὰ καὶ τὰ μόρια αὐτῶν προσλαμβάνωμεν,

ἐξ ὧν ἡ διήγησις πληροῦται. μόρια δὲ διηγήσεως

πρόσωπον, πρᾶγμα, τόπος, τρόπος, χρόνος, αἰτία·

91*

πρὸς τούτοις, εἰ ἀλλήλοις ὁμολογεῖ τὰ λεγόμενα

καὶ μὴ διαφωνεῖ ἢ μάχεται·

92*

ἔπειτα, ἐὰν μὴ ψιλὰ

τιθῶμεν τὰ μόρια, ἀλλ' ἀκριβῶς ἕκαστα διηγώμεθα,

ὥσπερ ἐν τῷ κατὰ Μειδίου· ‘ἰσχυρὸς ἦν, μέλας’.

93

ἐφ'

ἅπασι δὲ τούτοις αἰτίαν προσθετέον· ἐπακτικώτατον

γὰρ αὕτη πρὸς πειθώ.

94

ποιεῖ δὲ πιθανότητα καὶ

τὸ τοῦ λέγοντος ἦθος καὶ πάθος. καὶ τὸ μὲν ἦθος,

φησίν, εἰ ἄπλαστον φαίνοιτο, τὸ δὲ πάθος οὐ μόνον

πείθει, ἀλλὰ καὶ ἐξίστησι.

95

ποιεῖ δὲ πιθανότητα

καὶ περὶ αὑτοῦ μὲν κακόν τι εἰπεῖν μικρόν, περὶ δὲ

τοῦ ἀντιδίκου ἀγαθὸν ὁμολογούμενον, ὡς Αἰσχίνης·

‘τούτῳ πατὴρ μὲν ἦν ἐλεύθερος ἀνὴρ Δημοσθένης,

οὐ γὰρ δεῖ ψεύδεσθαι’.

96

συνεργεῖ δὲ πρὸς πειθὼ

καὶ ἡ ἐνάργεια. ἔστι δὲ ἐνάργεια λόγος ὑπ' ὄψιν

ἄγων τὸ δηλούμενον.

97

ποιεῖ δὲ πειθὼ καὶ λέξις

ἀνεπιτήδευτος καὶ τὸ αὐτοσχέδιον ἐμφαίνουσα.

98

ποι-

ήσεις δὲ πιθανότητα, καὶ ἐὰν μὴ πάντα βεβαιῶν λέγῃς,

ἀλλὰ προστιθῇς τὸ οἶμαι καὶ τάχα καὶ ἴσως καὶ τὰ

τοιαῦτα.

99

ἡδεῖαν δὲ ποιήσεις τὴν διήγησιν, ἐὰν

τοῖς οἰκείοις αὐτὴν ἤθεσι διαποικίλλῃς καὶ γνώμας

ἀναμίξῃς· ποιεῖ τε ἡδονὴν ἐνίοτε καὶ ἀρχαιολογία

παραληφθεῖσα εὐκαίρως, ὡς παρ' Ὑπερίδῃ ὁ τῆς Λη-

τοῦς μῦθος. ποιεῖ τε ἡδονὴν καὶ ἀστεϊσμός.

100

μεγα-

λοπρεπῆ δὲ ποιήσεις τὴν διήγησιν ὑψηλῇ φράσει καὶ

διῃρμένῃ καὶ τοῖς νοήμασι σεμνοῖς κεχρημένος καὶ τὰ

ταπεινὰ φεύγων παραδείγματα καὶ τὰς αἰσχρὰς τῶν

λέξεων.

101

Καὶ διηγήσεων μὲν ἀρεταὶ αὗταί τε καὶ το-

σαῦται· εἰσὶ δὲ οἳ πρὸς ταύταις ταῖς τρισὶ καὶ μεγα-

λοπρέπειαν καὶ αὔξησιν καὶ ἡδονὴν καὶ προσήνειαν

ἤτοι ἐπιείκειαν ἀρετὰς ἔφασαν διηγήσεως. περὶ μὲν

οὖν ἡδονῆς καὶ μεγαλοπρεπείας ἔφθημεν εἰπόντες,

αὔξησιν δὲ καὶ ἐπιείκειαν τί ἐστι πολλαχοῦ ἀκηκόαμεν.

102

περὶ μέντοι συντομίας Ἀριστοτέλης ἐφίστησιν·

εἰ γάρ ἐστι, φησίν, ἡ συντομία συμμετρία τῆς μήτε

παραλειπούσης τι τῶν ἀναγκαίων μήτε πλεοναζούσης,

ἀρετὴ γενήσεται· εἰ δέ ἐστιν ὥσπερ ἔνδεια τῆς ὑπερ-

βαινούσης τι τῶν χρησίμων, ἐν ταῖς κακίαις μᾶλλον

ταχθήσεται.

103

ὁ δὲ Γαδαρεὺς Θεόδωρος τὴν πιθα-

νότητα μόνην ἀρετὴν νομίζει τῆς διηγήσεως, τὰς δὲ

προειρημένας ἀρετὰς ἰδίας μὲν μὴ εἶναι μόνης τῆς

διηγήσεως, κοινὰς δὲ ἅπαντος τοῦ λόγου.

104

Ἁρπο-

κρατίων δὲ οὕτως γράφει· καὶ διηγήματος ἀρεταὶ ἐν

μὲν τοῖς εὐπρεπεστέροις σαφήνεια, ἐν δὲ τοῖς σαθροῖς

ἀσάφεια προβεβλημένη. πόθεν δὲ ἡ ἀσάφεια καὶ πῶς

γίνεται, ἤδη δεδήλωται.

105

Τρόποι δὲ διηγήσεως ἑπτά· αὔξησις, μείωσις,

εὐφημία, παράλειψις, ἐπανάμνησις, ἐπὶ τὸ κρεῖττον ἢ

χεῖρον φράσις, ἐνάργεια· περὶ ὧν λεκτέον πῶς ἕκαστον

μεταχειριστέον.

106

αὔξησις μὲν οὖν γίνεται, ὡς

Δημοσθένης ἐπὶ τῆς Ὀλυνθίας γυναικὸς πεποίηκε.

107

μείωσις δέ, ὅταν σμικρύνων τι λέγῃς, ὡς Ἀριστο-

φάνης, οἷον τριηρίτη, βοιδάριον, κυναρίδιον.

108

παρά-

λειψις δέ ἐστι τῶν βλαπτόντων ἡμᾶς ἀμνηστία. ὀλι-

γάκις μὲν οὖν τελέως κατασιωπήσομεν, ἐὰν δὲ μὴ

συγχωρώμεθα παρὰ τοῦ ἀντιδίκου, θέντες αὐτὰ παρὰ

τάξιν ἐπιθολώσαντες ἐροῦμεν.

109

ἐπανάμνησις δέ, ὡς

ὁ Δημοσθένης· ‘οὗτος γάρ ἐστιν ὁ πρῶτος Ἀθηναίων

αἰσθόμενος’.

110

ἐπὶ τὸ κρεῖττον δὲ φράσις, ὅταν

μικρὰ μεγάλως διηγώμεθα.

111

περὶ δὲ ἐναργείας

ἤδη προειρήκαμεν, ὅτι ἐστὶ λόγος ὑπ' ὄψιν ἄγων τὰ

δηλούμενα, ὥσπερ Δημοσθένης· ‘ὅταν ἐπὶ κόρρης, ὅταν

κονδύλοις’, καὶ τὰ ἑξῆς.

112

διαφέρει δὲ διήγησις

καταστάσεως, ὅτι ἐν μὲν τῇ καταστάσει περὶ ὧν ἴσασιν

οἱ δικασταί, καθιστάμεθα, ἐν δὲ τῇ διηγήσει ἃ ἀγνο-

οῦσι διηγούμεθα. τοιγαροῦν καὶ τὰ ἐν τῷ κατὰ Μει-

δίου οὐ διήγησίν τινές φασιν εἶναι, ἀλλὰ κατάστασιν,

οἷον τὸ ‘ἐπειδὴ γὰρ οὐ καθεστηκότος τοῦ χορηγοῦ’.

οὐκ ἔστι δέ, φασίν, οὐδέτερον, ἀλλὰ προβολὴ τοῦ ἀδι-

κήματος διηγηματικῶς εἰσηγμένη, ἱκανῶς τοῦτο τοῦ

ῥήτορος καὶ αὐτοῦ παραδείξαντος, ἐν οἷς φησι· ‘τὰ μὲν

εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα, ἐφ' οἷς αὐτὸν

προυβαλόμην, ταῦτά ἐστιν’.

113

Ζητοῦμεν δέ, εἰ ἀεὶ διηγητέον. οἱ μὲν Ἀπολ-

λοδώρειοί φασιν ἀεὶ δεῖν διηγεῖσθαι, τὰ αὐτὰ λέγοντες

ἃ καὶ ἐν τοῖς προοιμίοις, ὅτι τε ἐλλιπὴς ἔσται ὁ λόγος,

καὶ ὅτι οὐδεὶς τῶν ἀρχαίων παρῆκε διήγησιν, καὶ ὅτι

τοῦ πραγματικοῦ μέρους ἐστὶν ἡ διήγησις, ἀνάγκη τέ

ἐστι διηγεῖσθαι, ἵνα μάθῃ ὁ ἀκροατὴς τὸ πρᾶγμα.

114

πρὸς δὲ τούτοις καί τινα τοιοῦτον ἐρωτῶσι λόγον·

εἰ μὲν οὐκ οἶδεν ὁ δικαστὴς τὸ πρᾶγμα, πᾶσα ἀνάγκη

διηγεῖσθαι, ἵνα μάθῃ· εἰ δὲ οἶδεν, οὐδ' οὕτως παρα-

λειπτέον, ἵνα μὴ δόξαν ἑτέραν καταλίπῃ τοῖς δικασταῖς

περὶ τοῦ πράγματος.

115

χωρὶς δὲ τούτων τίς, φησί,

παραλείψει τὴν διήγησιν; εἰ μὲν γὰρ ὁ κατηγορῶν,

γελοῖον, ἀνάγκης οὔσης δηλῶσαι τὸ πρᾶγμα· εἰ δὲ ὁ

ἀπολογούμενος, συγχωρήσει ἀληθῆ τὴν διήγησιν εἶναι

τὴν ὑπὸ τοῦ κατηγόρου ῥηθεῖσαν· καὶ λέγων μὲν θερα-

πεύσει δι' οἰκονομίας τὰ βλάπτοντα, παραλείπων δὲ

πᾶσαν ἀληθῆ συγχωρήσει.

116

Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς

φασι μὴ ἀεὶ δεῖν διηγεῖσθαι.

117

πρῶτον μὲν γὰρ

ᾧ τρόπῳ τινὰ τῆς διηγήσεως παραιτούμεθα ὡς μὴ

συμφέροντα, καὶ πᾶσαν, ἂν μὴ συμφέρῃ.

118

δεύτερον

δὲ μηδὲ ἐν ταῖς τῶν νόμων εἰσφοραῖς ἡμᾶς διηγεῖσθαι·

τὸ γὰρ ἐπεξιέναι, φασί, τὰς αἰτίας τῆς κατηγορίας ἢ

τῆς θέσεως, οὐ τοῦ πράγματός. ἐστι διήγησις, ἀλλὰ

τῶν ἐκτός.

119

τρίτον, ὅτι φανερῶν ὄντων τῶν πραγ-

μάτων περιττὸν τὸ διηγεῖσθαι, ὅπερ μάλιστά φασιν ἐν

ταῖς δευτερολογίαις εὑρίσκεσθαι.

120

καὶ ὅταν δὲ

ἄδοξα τὰ πράγματα ᾖ, ἡ διήγησις οὐκ ἀναγκαία, ὡς

ἐν τοῖς τοιούτοις ζητήμασιν· ἐπίτροπος ὀρφανὴν βια-

σάμενος κρίνεται μὲν κακῆς ἐπιτροπῆς, ἀξιοῖ δὲ δοῦναι

τιμωρίας ἐπὶ τῇ βίᾳ.

121

καθόλου δέ φησιν Ἀλέξαν-

δρος τὴν διήγησιν δυοῖν ἕνεκεν λέγεσθαι, συνέσεώς

τε καὶ δηλώσεως, ταῦτα δὲ εἰ μὲν εἴη παρὰ τοῖς

δικασταῖς, περιττὸν τὸ διηγεῖσθαι· εἰ δὲ μὴ εἴη, διη-

γησόμεθα· εἰ δὲ τὸ ἕτερον μὲν εἴη, θάτερον δὲ μή,

διὰ μὲν θάτερον διηγησόμεθα. τὸ δὲ ἕτερον ἂν ἐλλείπῃ,

ἐκ τῶν πίστεων κατασκευάσομεν. πρὸς μὲν οὖν τὸ

ἀεὶ διηγεῖσθαι ἡ λύσις εὔδηλος.

122

πολλάκις δὲ

καὶ πρὸς τυράννους ἢ βασιλεῖς λέγομεν, οἳ οὐκ ἂν

ἀνάσχοιντο ἡμῶν ἀνόνητα παρ' αὐτοῖς διηγεῖσθαι, ἀλλὰ

εὐθὺς ἀπολογήσασθαι περὶ τοῦ πράγματος ἀναγκάζουσι.

123

πρὸς δὲ τό, ὅτι πότερον ὁ κατήγορος παραλείψει

ἢ ὁ ἀπολογούμενος, ῥητέον, ὅτι πρὸς τὴν χρείαν

ἑκάτερος.

124

Τάξιν δὲ τῇ διηγήσει οἱ μὲν Ἀπολλοδώρειοι

μίαν, τὴν ἐκ τῶν προοιμίων, ἀποδιδόασιν, ἀκολουθίαν

εἶναι λέγοντες μετὰ τὸ παρασκευασθῆναι πρὸς ἀκρόασιν

τὸν δικαστὴν ἐπάγειν τὴν διήγησιν.

125

Ἀλέξανδρος

δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς οὐ μίαν ἀποδεδώκασιν

αὐτῇ τάξιν, ἀλλὰ ἄλλοτε ἄλλην.

126

ἐνίοτε καὶ πρό

γε τοῦ προοιμίου, ὁπόταν ὁ δικαστὴς προηρεθισμένος

ᾖ καὶ σπεύδῃ πρὸς τὸ μαθεῖν τὸ πρᾶγμα.

127

ἔστι

δὲ ὅτε καὶ μετὰ τὰς πίστεις, ὥσπερ Αἰσχίνην τέ φασιν

ἐν τῷ κατὰ Τιμάρχου πεποιηκέναι καὶ Δημοσθένην ἐν

τῷ κατὰ Μειδίου· τοῦτο δὲ ἁρμόζειν, ἡνίκα ἂν ἰσχυ-

ρότερον οἱ ἀντίδικοι προβεβληκότες ὦσι τὰς διηγήσεις·

προμαλαχθέντα γὰρ τὸν δικαστὴν ταῖς πίστεσι ῥᾳδίως

παραδέχεσθαι τὴν διήγησιν.

128

παρὰ μὲν οὖν Δη-

μητρίῳ τῷ Φαληρεῖ φασιν ἐν ἐπιλόγῳ καὶ μετ' ἐπίλο-

γον κεῖσθαι διήγησιν· ἁρμόζειν γὰρ τὸ τοιοῦτον, ὅταν

σφοδρότερον ὑπὸ τῶν κατηγόρων καταληφθῶσιν οἱ

δικασταί.

129

Ὁ δὲ Ἀλέξανδρος πρὸ μὲν τῶν πίστεών φησι

δεῖν τάττειν τὴν διήγησιν ἢ ἐν αὐταῖς ταῖς πίστεσι,

μερίσαντα τοὺς λογισμούς, καὶ τοὺς μὲν προσήκοντας

προτάττειν, τοὺς δὲ ἐν μέσῳ τιθέναι, διατάττοντας

τὴν τῶν λειπομένων διήγησιν.

130

μετὰ δὲ τὰς

πίστεις οὐκέτι φησὶ δεῖν διηγεῖσθαι· δυοῖν γὰρ ἕνεκα,

ὡς ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, δηλώσεώς τε καὶ

συνέσεως, τὰς διηγήσεις λέγομεν. ταῦτα δὲ ἀμφότερα

εἰ μὲν διὰ τῶν πίστεων γέγονε, περιττὴ λοιπὸν ἡ

διήγησις· εἰ δὲ μὴ δι' ἐκείνων, οὐδὲ οὕτως καλὸν διη-

γεῖσθαι. τοῦ τε γὰρ ἰσχυροτέρου καὶ δραστικωτέρου

μὴ πείσαντος, οὐδὲν ἀνύσει ἡ διήγησις.

131

τοῦ τε

μὴ δεῖν μετὰ τὰς πίστεις διηγεῖσθαι ἀποδεδειγμένου

ἀκόλουθον τὸ μηδὲ μετὰ τὸν ἐπίλογον αὐτὰς τάττεσθαι.

132

Ἐζήτησαν δέ τινες καὶ τοῦτο, εἰ ἓν σῶμα τὴν

διήγησιν ποιητέον ἢ μεριστέον αὐτὴν εἰς πολλά. ἔνιοι

μὲν οὖν φασι μὴ δεῖν μερίζεσθαι τὴν διήγησιν, ἀλλ'

ὁμοῦ πᾶσαν αὐτὴν τιθέναι· μηδὲ γὰρ τῶν ἄλλων μη-

δὲν μερίζεσθαι.

133

Ἀλέξανδρος δὲ τά τε ἄλλα φησὶ

δεῖν μερίζεσθαι, ἂν ᾖ χρεία, καὶ τὴν διήγησιν, ὅταν

πολλὰ ᾖ τὰ ἐγκλήματα. τὰς μὲν γὰρ ἐπὶ μιᾷ συνιστα-

μένας αἰτίᾳ σωματικὰς ποιεῖν ἀναγκαῖον ἑνοποιοῦντας,

τὰς δὲ ἐπὶ πολλαῖς διεσπαρμένας· πολλάκις δέ φησι

καὶ δι' αὐτὸ τὸ μῆκος, ἐὰν ὦσι μακραί, μεριστέον αὐτάς,

ἵνα μὴ ὡς ἐν ἱστορίᾳ ἀφηγώμεθα.

134

Πάλιν ἐζήτησαν, εἰ ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ

ζητήματος μία ἄρα ἡ διήγησις ἢ πολλαί. καὶ Θεόδωρος

μὲν πολλάς φησι γίνεσθαι, καὶ ἐν ταῖς παραγραφαῖς

δύο φησὶν εἶναι, τήν τε τῆς αἰτίας καὶ τὴν τῆς παρα-

γραφῆς αὐτῆς.

135

Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου

οὔ φησι δύο εἶναι νομίζειν δεῖν ἐν μιᾷ ὑποθέσει

διηγήσεις· ἀλλ' εἰ μὲν καθ' ἑκάστην αἰτίαν ἰδία ὑπό-

θεσις γίνεται, ἰδία καὶ διήγησις ἔσται· εἰ δὲ ἐκ πολλῶν

αἰτιῶν μία συνέστηκεν ὑπόθεσις, οὐχ ὅτι αἱ αἰτίαι

πολλαί, πολλαὶ καὶ αἱ διηγήσεις ἔσονται, ἀλλ' ὅτι μία

ὑπόθεσις συνέστηκε, μία ἔσται καὶ ἡ διήγησις. οὐδὲ

γὰρ ἐν ταῖς παραγραφαῖς δεῖ δύο εἶναι διηγήσεις,

ἀλλὰ μίαν μιᾶς οὔσης τῆς ὑποθέσεως ἐξ ἀμφοτέρων

τῶν αἰτιῶν. οὐ γὰρ αἱ πίστεις, φησίν, εἰσὶ πολλαί,

ἀλλὰ τὰ μὲν κεφάλαια πολλά, ὥσπερ καὶ τῆς διηγή-

σεως, εἰς ἓν δὲ αὐτά, εἰς πίστιν, ἀνάγεται.

136

Τὴν δὲ τῆς διηγήσεώς φησιν ἑρμηνείαν Ἀλέ-

ξανδρος ὁ τοῦ Νουμηνίου θρασυτέραν δεῖν εἶναι τῆς

ἐν τῷ προοιμίῳ καί πού τι καὶ παραβολώτερον ἔχουσαν

καὶ πρὸς πάθος νεύουσαν, οὕτως δὲ ὡς μήτε τὸ μέτρον

ὑπερβαίνειν, δεῖ γὰρ συγκεκινῆσθαι τοῖς πράγμασι τὴν

μνήμην, μήτε ἐνδεέστερον τοῦ δέοντος· ἄρτι γὰρ εἰς

πάθος τὸν ἀκροατὴν ἐκκαλούμεθα.

137

ὅμοιον δὲ τῷ

τῶν λόγων σχήματι καὶ τὸ τῆς φωνῆς σχῆμα παρα-

φυλάττοις καὶ τοιούτῳ μέτρῳ, ὡς μήτε ἄγαν ἐνθουσι-

ῶδες λαβεῖν, ἐπιλόγοις γὰρ οἰκεῖον, μήτε τὸ λίαν νη-

φάλιον· ἀλλότριον γὰρ τοῦ πάθους. ὡς μὲν οὖν

καθόλου εἰπεῖν, τοιαύτη ἡ τῆς διηγήσεως ἑρμηνεία τε

καὶ ὑπόκρισις.

138

ὡς δὲ κατὰ μέτρου διηγηματικοῦ

λέγειν, ἁρμόσει τῷ μὲν ἁπλῷ καὶ μηδεμίαν ἰδιότητα

ἔχοντι εὐμαθεῖς καὶ ἀπλημμελεῖς τὰς μεταβολὰς ἔχουσα

πρὸς τὸν καιρὸν τῶν πραγμάτων· ἐὰν γάρ τι τοῦ

διηγήματος μέρος δείνωσιν ἀναγκαίαν ἔχῃ, συνεπαρ-

θῆναι καὶ τὴν λέξιν καὶ διατεθῆναι, ἐὰν πάθος ἔχῃ,

παθητικῶς, ἐὰν δὲ ἦθος, ἠθικῶς.

139

ἐὰν μέντοι

διήγημα ἠθικὸν ᾖ καὶ βαρύ, συναφὴς ἡ λέξις διακει-

μένη βελτίων ἔσται· τὸ γὰρ μὴ συνημμένον καὶ ἁπλοῦν

καὶ ἀμβλὺ καὶ ἄτονον.

140

ἐὰν δὲ καὶ διήγημα ᾖ

κατασκευαστικόν, τὴν λέξιν δεῖ πολυσχημάτιστον εἶναι

παρενθήκαις, παραζητήσεσιν, ἀναδρομαῖς. παράδειγμα

τούτου τοῦ διηγήματος παρὰ Δημοσθένει· ‘τοῦ γὰρ

Φωκικοῦ συστάντος πολέμου’· εὐθὺς γὰρ ὅλον ἐξ

ἀρχῆς διέκοψε καὶ παρενέβαλεν αἰτίας, αἷς ἐξέβαλεν

εἰς ἐκτροπὴν τὸν λόγον.

141

Τοῦ δὲ παθητικοῦ διηγήματος τὴν λέξιν

ἀσυναφῆ καὶ διακεκομμένην εἶναι δεῖ καὶ λελυμένην

τοῖς κώλοις· φορτικὸς γὰρ ὁ τρόπος καὶ βαρύς, ὅτι

μὴ κατὰ πρόθεσιν ἀκολουθίας, ἀλλ' ἕκαστα βιαίως καὶ

ἐξ ἀνάγκης λέγειν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· ἐν

μακρᾷ πολιορκίᾳ ἐβουλεύσαντό τινες τὴν ἄχρηστον

ἡλικίαν διῶξαι· ἀξιοῦσιν οἱ πατέρες ὑπὲρ ἐκείνων

ἀνῃρῆσθαι.

142

Τὸ δὲ ἁπλοῦν καὶ σαφές, ὃ καὶ μάλιστά ἐστι

διηγηματικόν, ἐν πολλοῖς ἐστι παραδείγμασιν· ὅπου δ'

ἀνατετραμμένην σε δεῖ, φησί, ποιεῖν τὴν διήγησιν καὶ

ἀσαφῆ, μὴ τῇ λέξει τὴν ἀσάφειαν ἐργάζου, ἀλλὰ τὴν

μὲν λέξιν, ὡς ἔνι μάλιστα ἁπλῆν, ἵνα καὶ εὐμαθείας

δόξαν ἐνθῇς τῷ ἀκροατῇ, τὴν δὲ τῶν πραγμάτων τάξιν

κίνει. τοσαῦτα καὶ περὶ διηγήσεων· ἐφεξῆς τοίνυν

περὶ πίστεων ἡμῖν εἰρήσεται.

143-197

{ΠΕΡΙ ΠΙΣΤΕΩΝ.}

143

Πίστις τοίνυν ἐστὶ λόγος κατασκευαστικὸς τοῦ

προκειμένου ζητήματος. λέγεται δὲ ὁμωνύμως πίστις

καὶ ἡ τῶν ἀκουόντων συγκατάθεσις, ἥτις τέλος τυγ-

χάνει οὖσα τῆς προτέρας πίστεως. καλεῖται δὲ ἡ προ-

τέρα ὑπ' ἐνίων καὶ ἀπόδειξις.

144

Ἀλέξανδρος δὲ

οὕτως τὴν πίστιν ὡρίσατο· πίστις ἐστὶ λόγος ἄγων εἰς

συγκατάθεσιν. διαφέρει δὲ πίστις ἀποδείξεως, ὅτι ἡ

μὲν ἀπόδειξις ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν συναγω-

γὴν ὑγιῆ, ἡ δὲ πίστις οὔτε ἀεὶ ἀληθὴς οὔτε πιθανὴ

καὶ φαίνεται μὲν συνάγειν, οὐ συνάγει δέ, καὶ ἡ μὲν

τοῖς φιλοσόφοις ἁρμόζουσα μᾶλλον, ἡ δὲ τοῖς ῥήτορσιν.

145

Τῶν δὲ πίστεων αἱ μὲν ἄτεχνοί εἰσιν, αἱ δὲ

ἔντεχνοι· ἄτεχνοι μὲν ἃς ἐξ ἑτοίμου ποριζόμεθα, ἔν-

τεχνοι δὲ ἃς ἐκ τῆς τέχνης λαμβάνομεν. ἄτεχνοι δέ

εἰσιν οἷον μαρτυρίαι, ψηφίσματα, συμβόλαια, χρησμοί,

τὰ τοιαῦτα, ὅσα ἔγγραφα. ἄτεχνοι δὲ λέγονται, ἐπειδὴ

οὐδὲν ἐκ τῆς ἐπινοίας ἐστὶ τοῦ λέγοντος, ἀλλ' ἃ κἂν

ἰδιώτης εὕροι. ἔργον δὲ τοῦ ῥήτορος ἐν ταῖς ἀτέχνοις

πίστεσι τὰ μὲν βοηθοῦντα αὐξῆσαι καὶ βεβαιῶσαι, τὰ

δὲ καθ' ἡμῶν ἐπισμικρῦναι καὶ ὡς οὐκ ἀξιόπιστα δια-

βαλεῖν. τὸ δὲ ὅλον τούτων τῶν πίστεων ἡ μὲν εὕρεσις

ἄτεχνος, ἡ δὲ χρῆσις ἔντεχνος.

146

τῶν δὲ ἐντέχνων

πίστεων τὰ πρῶτα εἴδη δύο, παράδειγμα καὶ ἐνθύμημα.

καὶ Ἀλέξανδρος μὲν οὕτως·

147

Νεοκλῆς δὲ οὕτως·

ἔντεχνοι μέν εἰσι πίστεις, ὧν καὶ ἡ χρῆσις καὶ ἡ εὕρεσις

ἐπὶ τοῖς λέγουσιν. εἴδη δὲ αὐτῶν δύο, τό τε ἀπὸ τοῦ

πάθους καὶ τὸ ἀπὸ τοῦ πράγματος.

148

παθητικὴ

μὲν οὖν πίστις ἐστὶν ἡ τῷ πάθει τοῦ λέγοντος ἐπι-

φέρουσα τοῦ ζητουμένου τὴν πίστιν, οἷον ‘ὃς γὰρ ἐμοῦ

φιλιππισμόν, ὦ γῆ καὶ θεοί, κατηγορεῖ’.

149

ἡ δὲ

ἀπὸ τοῦ πράγματος πίστις γίνεται κατὰ τρόπους τρεῖς,

κατὰ τὸ εἰκός, κατὰ τεκμήριον, κατὰ παράδειγμα. τὸ

δὲ εἰκὸς Νεοκλῆς μέν φησι κυρίως τὸ κατὰ διαφορὰν

λέγεσθαι, οἷον ‘εἰκὸς ζήσεσθαί με αὔριον μηδενὸς

ἀτόπου παρεμφαινομένου’. τὸ δὲ αὐτό, φησί, λέγεται

καὶ εὔλογον· διαφέρει δέ, ὅτι τὸ εὔλογον πλείους ἀφορ-

μὰς ἔχει πρὸς τὸ εἶναι ἢ μὴ εἶναι. λέγεται δὲ τὸ αὐτὸ

καὶ πιθανὸν ἐπινοίᾳ μόνον διαφέρον.

150

νῦν δὲ

κυρίως, φησί, λαμβάνεται τὸ εἰκὸς κατὰ τὴν πρός τι

σχέσιν, τὸ συζύγως ἀνεξενεχθὲν τῷ σημείῳ καὶ τῷ

τεκμηρίῳ, ὥστε τὸ εἰκὸς εἶναί τινος εἰκός, καὶ τὸ ση-

μεῖόν τινος σημεῖον, οἷον οὗτος κλέπτης τῷ ὦφθαι

αὐτὸν ἐπὶ ἡμέρᾳ ἐκεῖ, ἐν ᾧ ἡ ἀπώλεια γέγονεν, ἢ τῷ

ὑπερβαίνοντα καταληφθῆναι τῷ τοῦ κηρύγματος ἀκού-

οντα μεταστῆναι. καὶ τὸ μὲν εἰκὸς οὕτως.

151

τὸ

δὲ τεκμήριον οὕτως· τεκμήριόν ἐστιν εἰκὸς ἄλυτον, οὗ

γεγονότος πάντη τε καὶ πάντως ἐστὶν ἐκεῖνο, οὗ τεκμή-

ριον ὑπάρχει.

152

τὸ δὲ σημεῖον οὕτως· σημεῖόν ἐστι

τεκμήριον ἤδη καταλαμβανόμενον. κοινότερον δὲ εἰώ-

θασι χρῆσθαι ἀντὶ τοῦ εἰκότος τῷ σημείῳ, ὥστε κατὰ

τοῦτο σημεῖον εἶναι αἷμα φόνου, στέφανον εὐεργεσίας,

μέθην εὐωχίας, ἁπλῶς εἰπεῖν εἰκὸς εἶναι καὶ σημεῖον,

ὅπου πιθανὴ ἐπαγωγὴ γίνεται εἰς τὸ προκείμενον.

153

τῶν δὲ εἰκότων, φησί, καὶ τῶν σημείων καὶ τῶν

παραδειγμάτων εἴδη τρία, τὰ πρὸ τοῦ πράγματος, ὡς

νέφος χειμῶνος, τὰ ἐν τῷ πράγματι, ὡς καπνὸς πυρός,

τὰ μετὰ τὸ πρᾶγμα, ὡς αἷμα φόνου.

154

Παράδειγμα δέ, ὡς Νεοκλῆς, ἐμφερὲς καὶ

ὅμοιον καὶ εἰκὸς τῷ ζητουμένῳ πράγματι, ἀφ' οὗ ὁρ-

μώμενος ἄν τις ἀξιώσαι ὁμοίως τὰ ὅμοια φρονεῖν καὶ

ἐπὶ τοῦ ζητουμένου, οἷον τοῦ τινα δορυφόρους λαμ-

βάνοντα τυραννήσειν παράδειγμά ἐστι Πεισίστρατος

καὶ Φάλαρις καὶ Διονύσιος.

155

Ἀλέξανδρος δὲ

οὕτως· παράδειγμά ἐστι λόγος ἀπὸ τῶν κατὰ μέρος

ἤτοι ἐπὶ τὸ κατὰ μέρος ἐπάγων ἢ ἐπὶ τὸ καθόλου ἢ

ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ὡς ἔχει τὰ προειρημένα.

156

ὡς δὲ Ζήνων, παράδειγμά ἐστι γενομένου πράγ-

ματος ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ νῦν ζητουμένου.

157

Ἐνθύμημα δέ ἐστιν, ὡς μὲν Νεοκλῆς, λόγος

προειρημένων τινῶν περὶ τοῦ ζητουμένου, ἢ καὶ περὶ

τοῦ καθηγουμένου αὐτοῦ, καί τινα συνήχησιν ἐχόντων

τῶν ἀκροατῶν τὸ ἐνδέον κεφαλαιωδῶς καὶ συνειλημ-

μένως προστιθείς.

158

ὡς δὲ ἔνιοι, ἐνθύμημά ἐστι

τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα προσ-

αγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ.

159

ὡς δὲ

Ἁρποκρατίων, ἐνθύμημά ἐστι λόγος πρὸς ἀπόδειξιν

λαμβανόμενος τῶν ὑποκειμένων.

160

τῆς δὲ ἀπο-

δείξεως ἀρχὴ μέν ἐστιν, ὥς φησι Νεοκλῆς, πρόθεσις·

τρόποι δὲ αὔξησις καὶ μείωσις. ἐκ τῶν αὐτῶν δὲ

τόπων ληφθήσεται ἥ τε αὔξησις καὶ ἡ μείωσις. μά-

λιστα δὲ τὰ πάθη ταῖς αὐξήσεσι συναγωνίζεται καὶ

ταῖς μειώσεσιν. ἔσται δὲ ταῦτα οὐκ ἐν ἑνὶ μέρει τοῦ

λόγου, ἀλλὰ δι' ὅλου παρασπαρθήσεται. καὶ περὶ

μὲν τῶν τρόπων ταῦτα· περὶ δὲ τῆς προθέσεως ἤδη

λέγωμεν.

161

Πρόθεσίς ἐστιν ἔκθεσις τοῦ ζητουμένου ὡσ-

περεὶ σκοπὸς καὶ ἐπαγγελία τῆς μελλούσης παρασκευῆς.

162

λαμβάνεται δὲ [γὰρ] ἡ πρόθεσις πρῶτον μὲν

ἕνεκεν τοῦ προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς· εἰ-

δότες γὰρ τὴν πρόθεσιν, ἐφ' ἣν ποιεῖται τοὺς λόγους,

προσεκτικώτεροι γίνονται·

163

δεύτερον δὲ ἕνεκεν

τοῦ τὴν μετάβασιν τὴν ἐπὶ τὰς πίστεις ἐκ τοῦ διηγή-

ματος πᾶσι φανερὰν γενέσθαι·

164

τρίτον αὐξήσεως

ἕνεκεν· τοῦτο γὰρ ἐποίησε καὶ Αἰσχίνης ἐν τῷ κατὰ

Τιμάρχου προαναγνοὺς τοὺς περὶ σωφροσύνης νόμους.

165

λαμβάνεται δὲ καὶ μειώσεως ἕνεκεν, ὡς ὁ Δημά-

δης· ‘ἥρπασαν οἱ Διόσκουροι τὰς Λευκιππίδας, Ἀλέ-

ξαν…

The complete text is available when the reading interface loads.