The Greek Library Author

Julian The Emperor

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Scientific editors
Wilmer Cave Wright
Edition reference
The Works of the Emperor Julian · London · William Heinemann · 1913
CTS identifier
urn:cts:greekLit:tlg2003.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ, τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας ὅπως ἀνῄρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας, τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι. τοῖς μὲν γὰρ περὶ τοὺς πολιτικοὺς ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν θαυμαστὸν εἰ ῥᾳδίως ἔξεστιν ἐγχειρεῖν τοῖς ἐπαίνοις τῶν σοι πραχθέντων· περίεστι γὰρ αὐτοῖς ἐκ τῆς τοῦ λέγειν μελέτης καὶ τῆς πρὸς τὰς ἐπιδείξεις συνηθείας τὸ θαρσεῖν ἐν δίκῃ. ὅσοι δὲ τοῦ μὲν τοιούτου μέρους κατωλιγώρησαν, ὥρμησαν δʼ ἐφʼ ἕτερον παιδείας εἶδος καὶ λόγων ξυγγραφὴν οὐ δήμῳ κεχαρισμένην οὐδʼ ἐς θέατρα παντοδαπὰ τολμῶσαν ἀποδύεσθαι, πρὸς τὰς ἐπιδείξεις ἔχοιεν ἂν εἰκότως εὐλαβεστέρως. ἔστι γὰρ οὐκ ἄδηλον τοῦθʼ ὅτι τοῖς μὲν ποιηταῖς Μοῦσαι καὶ τὸ δοκεῖν ἐκεῖθεν ἐπιπνεομένους τὴν ποίησιν γράφειν ἄφθονον παρέχει τὴν ἐξουσίαν τοῦ πλάσματος· τοῖς ῥήτορσι δὲ ἡ τέχνη τὴν ἴσην παρέσχεν ἄδειαν, τὸ μὲν πλάττειν ἀφελομένη, τὸ δὲ κολακεύειν οὐδαμῶς ἀπαγορεύσασα, οὐδὲ αἰσχύνην ὁμολογουμένην τῷ λέγοντι τὸ ψευδῶς ἐπαινεῖν τοὺς οὐκ ἀξίους ἐπαίνου κρίνασα. ἀλλʼ οἱ μὲν ἐπειδὰν καινόν τινα μῦθον καὶ μηδέπω τοῖς πρόσθεν ἐπινοηθέντα φέρωσιν αὐτοὶ ξυνθέντες, τῷ ξένῳ τοὺς ἀκούοντας ψυχαγωγήσαντες πλέον θαυμάζονται· οἱ δὲ τῆς τέχνης ἀπολαῦσαί φασιν ἐν τῷ δύνασθαι περὶ τῶν μικρῶν μειζόνως διελθεῖν, καὶ τὸ μέγεθος ἀφελεῖν τῶν ἔργων τῷ λόγῳ, καὶ ὅλως ἀντιτάττειν τῇ τῶν πραγμάτων φύσει τὴν δύναμιν τῶν λόγων.

Ἐγὼ δὲ εἰ μὲν ἑώρων ταύτης ἐμαυτὸν ἐπὶ τοῦ παρόντος ἐν χρείᾳ τῆς τέχνης, ἦγον ἂν τὴν προσήκουσαν ἡσυχίαν τοῖς ἀμελετήτως ἔχουσι τῶν τοιούτων λόγων, παραχωρῶν τῶν σῶν ἐγκωμίων ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐμνήσθην. ἐπεὶ δὲ ἅπαν τοὐναντίον ὁ παρὼν ἀπαιτεῖ λόγος τῶν πραγμάτων ἁπλῆν διήγησιν οὐδενὸς ἐπεισάκτου κόσμου δεομένην, ἔδοξε κἀμοὶ προσήκειν, τοῦ ἀξίως διηγήσασθαι τῶν ἔργων ἀνεφίκτου καὶ τοῖς προλαβοῦσιν ἤδη φανέντος. ἅπαντες γὰρ σχεδὸν οἱ περὶ παιδείαν διατρίβοντές σε ἐν μέτρῳ καὶ καταλογάδην ὑμνοῦσιν, οἱ μὲν ἅπαντα περιλαβεῖν ἐν βραχεῖ τολμῶντες, οἱ δὲ μέρεσιν αὑτοὺς ἐπιδόντες τῶν πράξεων ἀρκεῖν ᾠήθησαν, εἰ τούτων τῆς ἀξίας μὴ διαμάρτοιεν. ἄξιον δὲ ἄγασθαι τὴν προθυμίαν τῶν ἀνδρῶν ἁπάντων, ὅσοι τῶν σῶν ἐπαίνων ἥψαντο. οἱ μὲν γάρ, ὅπως μηδὲν ὑπὸ τοῦ χρόνου τῶν σοι πραχθέντων ἀμαυρωθείη, τὸν μέγιστον ὑποδῦναι πόνον ἐτόλμησαν, οἱ δέ, ὅτι τοῦ παντὸς διαμαρτήσειν ἤλπιζον, τὴν αὑτῶν γνώμην ἐν μέρει προύφηναν, ἄμεινον τοῦ τῆς σιωπῆς ἀκινδύνου γέρως κρίναντες κατὰ δύναμίν σοι τῶν οἰκείων πόνων ἀπάρξασθαι.

Εἰ μὲν οὖν καὶ αὐτὸς εἷς ὢν ἐτύγχανον τῶν τοὺς ἐπιδεικτικοὺς ἀγαπώντων λόγους, ἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα τῆς ὑπαρχούσης ἤδη σοι παρ’ ἡμῶν καὶ δεηθέντα τῶν λόγων ἀκροατὴν εὐμενῆ γενέσθαι, οὐχὶ δὲ ἀκριβῆ καὶ ἀπαραίτητον κριτὴν καταστῆναι. ἐπεὶ δὲ ἐν ἄλλοις μαθήμασι τραφέντες καὶ παιδευθέντες, καθάπερ ἐπιτηδεύμασι καὶ νόμοις, ἀλλοτρίων κατατολμᾶν ἔργων δοκοῦμεν οὐκ ὀρθῶς, μικρά μοι δοκεῖ χρῆναι καὶ περὶ τούτων δηλῶσαι, οἰκειοτέραν ἀρχὴν προθέντα τοῦ λόγου.

Νόμος ἐστὶ παλαιὸς παρὰ τοῦ πρώτου φιλοσοφίαν ἀνθρώποις φήναντος οὑτωσὶ κείμενος· ἅπαντας πρὸς τὴν ἀρετὴν καὶ πρὸς τὸ καλὸν βλέποντας ἐπιτηδεύειν ἐν λόγοις, ἐν ἔργοις, ἐν ξυνουσίαις, ἐν πᾶσιν ἁπλῶς τοῖς κατὰ τὸν βίον μικροῖς καὶ μείζοσι τοῦ καλοῦ πάντως ἐφίεσθαι. πάντων δὲ ὅτι κάλλιστον ἀρετή, τίς ἂν ἡμῖν τῶν νοῦν ἐχόντων ἀμφισβητήσειε; ταύτης τοίνυν ἀντέχεσθαι διακελεύεται τοὺς μὴ μάτην τουτὶ περιοίσοντας τοὔνομα, προσῆκον οὐδὲν αὐτοῖς σφετερισαμένους. ταῦτα δὴ διαγορεύων ὁ νόμος οὐδεμίαν ἰδέαν ἐπιτάττει λόγων, οὐδʼ ὥσπερ ἔκ τινος τραγικῆς μηχανῆς, φησί, χρῆναι προαγορεύει τοῖς ἐντυγχάνουσι σπεύδειν μὲν πρὸς τὴν ἀρετήν, ἀποφεύγειν δὲ τὴν πονηρίαν, ἀλλὰ πολλαῖς ὁδοῖς ἐπὶ τοῦτο δίδωσι χρῆσθαι τῷ βουληθέντι μιμεῖσθαι τὴν ἐκείνου φύσιν. καὶ γὰρ παραίνεσιν ἀγαθὴν καὶ λόγων προτρεπτικῶν χρῆσιν καὶ τὸ μετʼ εὐνοίας ἐπιπλήττειν τοῖς ἁμαρτήμασιν ἐπαινεῖν τε αὖ τὰ καλῶς πραχθέντα καὶ ψέγειν, ὅταν ᾖ καιρός, τὰ μὴ τοιαῦτα τῶν ἔργων. ἐφίησι δὲ καὶ ταῖς ἄλλαις ἰδέαις, εἴ τις ἐθέλοι, πρὸς τὸ βέλτιστον τῶν λόγων χρῆσθαι, ἐπὶ παντὶ δὲ οἶμαι καὶ λόγῳ καὶ πράξει μεμνῆσθαι προστάττων, ὅπῃ τούτων ὑφέξουσιν εὐθύνας, ὧν ἂν τύχωσιν εἰπόντες, λέγειν δὲ οὐδὲν ὅ τι μὴ πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἀνοίσουσι. τὰ μὲν οὖν ἐκ τοῦ νόμου ταῦτα καὶ τοιαῦτα ἕτερα.

Ἡμεῖς δὲ ἄρα τί ποτε δράσομεν, εἰργόμενοι μὲν τῷ δοκεῖν ποιεῖσθαι πρὸς χάριν τὴν εὐφημίαν, τοῦ γένους δὲ ἤδη τῶν ἐπαίνων διὰ τοὺς οὐκ ὀρθῶς μετιόντας ὑπόπτου καθεστῶτος δεινῶς, καὶ κολακείας ἀγεννοῦς, ἀλλʼ οὐ μαρτυρίας ἀληθοῦς τῶν ἀρίστων ἔργων εἶναι νομισθέντος; ἢ δῆλον ὅτι τῇ περὶ τὸν ἐπαινούμενον ἀρετῇ πεπιστευκότες ἐπιδώσομεν ἑαυτοὺς θαρροῦντες τοῖς ἐγκωμίοις;

τίς ἂν οὖν ἡμῖν ἀρχὴ καὶ τάξις τοῦ λόγου γένοιτο καλλίστη; ἢ δῆλον ὡς ἡ τῶν προγόνων ἀρετή, δι’ ἣν ὑπῆρξέ σοι καὶ τὸ τοιούτῳ γενέσθαι; τροφῆς δὲ οἶμαι καὶ παιδείας ἑξῆς προσήκει μνησθῆναι, ἥπερ σοι τὸ πλεῖστον εἰς τὴν ὑπάρχουσαν ἀρετὴν συνεισηνέγκατο, ἐφʼ ἅπασι δὲ τούτοις ὥσπερ γνωρίσματα τῶν τῆς ψυχῆς ἀρετῶν τὰς πράξεις διελθεῖν, καὶ τέλος ἐπιτιθέντα τῷ λόγῳ τὰς ἕξεις δηλῶσαι, ὅθεν ὁρμώμενος τὰ κάλλιστα τῶν ἔργων ἔδρασας καὶ ἐβουλεύσω. τούτῳ γὰρ οἶμαι καὶ τῶν ἄλλων πάντων διοίσειν τὸν λόγον. οἱ μὲν γὰρ ἐπὶ τῶν πράξεων ἵστανται, ἀποχρῆν οἰόμενοι πρὸς τὴν τελείαν εὐφημίαν τὸ τούτων μνησθῆναι, ἐγὼ δὲ οἶμαι δεῖν περὶ τῶν ἀρετῶν τὸν πλεῖστον λόγον ποιήσασθαι, ἀφʼ ὧν ὁρμώμενος ἐπὶ τοσοῦτον τῶν κατορθωμάτων ἦλθες. τὰ μὲν γὰρ πλεῖστα τῶν ἔργων, σχεδὸν δὲ πάντα, τύχη καὶ δορυφόροι καὶ στρατιωτῶν φάλαγγες καὶ τάξεις ἱππέων συγκατορθοῦσι, τὰ δὲ τῆς ἀρετῆς ἔργα μόνου τέ ἐστι τοῦ δράσαντος, καὶ ὁ ἐκ τούτων ἔπαινος ἀληθὴς καθεστὼς ἴδιός ἐστι τοῦ κεκτημένου. οὐκοῦν ἐπειδὴ ταῦθʼ ἡμῖν σαφῶς διώρισται, τῶν λόγων ἄρξομαι.

Ὁ μὲν οὖν τῶν ἐπαίνων νόμος οὐδὲν ἔλαττον τῆς πατρίδος ἢ τῶν προγόνων ἀξιοῖ μεμνῆσθαι. ἐγὼ δὲ οὐκ οἶδα, τίνα χρὴ πρῶτον ὑπολαβεῖν πατρίδα σήν· ἔθνη γὰρ μυρία περὶ ταύτης ἀμφισβητεῖ πολὺν ἤδη χρόνον. καὶ ἡ μὲν βασιλεύουσα τῶν ἁπάντων πόλις, μήτηρ οὖσα σὴ καὶ τροφὸς καὶ τὴν βασιλείαν σοι μετὰ τῆς ἀγαθῆς τύχης παρασχοῦσα, ἐξαίρετον αὑτῆς φησιν εἶναι τὸ γέρας, οὐ τοῖς κοινοῖς ἐφʼ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη· λέγω δὲ ὅτι, κἂν ἀλλαχόθεν τυγχάνωσι, τῷ μετέχειν ἅπαντας ἤδη τοῦ πολιτεύματος καὶ τοῖς ἐκεῖθεν ἡμῖν καταδειχθεῖσιν ἔθεσι καὶ νόμοις χρῆσθαι πολῖται γεγόνασιν· οὔκουν οὕτως, ἀλλʼ ὡς τεκοῦσα τὴν σὴν μητέρα καὶ θρεψαμένη βασιλικῶς καὶ τῶν ἐσομένων ἐκγόνων ἀξίως. ἡ δὲ ἐπὶ τῷ Βοσπόρῳ πόλις, ὅλου τοῦ γένους τοῦ Κωνσταντίων ἐπώνυμος, πατρὶς μὲν οὐκ εἶναί φησι, γεγονέναι δὲ ὑπὸ τοῦ σοῦ πατρὸς ὁμολογεῖ, καὶ δεινὰ πάσχειν οἰήσεται, εἰ ταύτης γοῦν τις αὐτὴν τῷ λόγῳ τῆς συγγενείας ἀφαιροῖτο. Ἰλλυριοὶ δέ, ὅτι παρ’ αὐτοῖς γέγονας, οὐκ ἀνέξονται τοῦ καλλίστου τῶν εὐτυχημάτων στερόμενοι, εἴ τις ἄλλην σοι πατρίδα προσνέμοι. ἀκούω δὲ ἔγωγε καὶ τῶν ἑῴων ἤδη τινὰς λέγειν, ὅτι μὴ δίκαια δρῶμεν ἀφαιρούμενοι σφᾶς τὸν ἐπὶ σοὶ λόγον· αὐτοὶ γάρ φασι τὴν τήθην ἐπὶ τὸν τοῦ μητροπάτορος τοῦ σοῦ προπέμψαι γάμον. καὶ σχεδὸν ἅπαντες οἱ λοιποὶ προφάσεις ἐπινοοῦντες μικρὰς ἢ μείζονας αὑτοῖς σε εἰσποιεῖν ἐκ παντὸς ἐγνώκασιν. ἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις, καὶ ἣν ἀρετῶν μητέρα καὶ διδάσκαλον πολλάκις ἐπαινῶν εἴρηκας, τυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος. ἐγὼ δὲ ἐπαινεῖν μὲν ἁπάσας ἐθέλοιμʼ ἂν ἀξίας οὔσας δόξης καὶ τιμῆς, ὀκνῶ δὲ μὴ διὰ τὸ μῆκος, εἰ καὶ δοκεῖ λίαν οἰκεῖα τοῦ παρόντος λόγου, διὰ τὸν καιρὸν ἀλλότρια φανῇ. τῶν μὲν οὖν ἄλλων τοὺς ἐπαίνους διὰ τοῦτʼ ἀφήσειν μοι δοκῶ, τῆς Ῥώμης δὲ τὸ κεφάλαιον τῶν ἐπαίνων αὐτός, ὦ βασιλεῦ, συλλαβὼν ἐν βραχεῖ καὶ διδάσκαλον ἀρετῆς προσειπών, τῷ δοῦναι τὸ κάλλιστον τῶν ἐγκωμίων, τοὺς παρὰ τῶν ἄλλων λόγους ἀφῄρησαι. τί γὰρ λέξομεν ἡμεῖς περὶ αὐτῆς τοιοῦτον ἕτερον; τί δὲ ἄλλος τις εἰπεῖν ἔχει; ὥστε μοι δοκῶ σεβόμενος εἰκότως τὴν πόλιν τούτῳ τιμᾶν αὐτὴν πλέον, τῷ παραχωρεῖν σοι τῶν εἰς αὐτὴν λόγων.

Ἀλλʼ ὑπὲρ τῆς εὐγενείας τῆς σῆς ἴσως ἄξιον ἐπὶ τοῦ παρόντος ἐν βραχεῖ διελθεῖν. ἀπορεῖν δὲ ἔοικα κἀνταῦθα, πόθεν ἄρχεσθαι χρή. πρόγονοί τε γάρ εἰσί σοι καὶ πάπποι καὶ γονεῖς ἀδελφοί τε καὶ ἀνεψιοὶ καὶ ξυγγενεῖς βασιλεῖς ἅπαντες, αὐτοὶ κτησάμενοι τὴν ἀρχὴν ἐννόμως ἢ παρὰ τῶν κρατούντων εἰσποιηθέντες. καὶ τὰ μὲν παλαιὰ τί δεῖ λέγειν, Κλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων τῶν πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα, καὶ ὅπως τὴν ἀρχὴν ὁσίως ἅμα καὶ δικαίως ἐκτήσατο, καὶ τὴν ἐν βασιλείᾳ τῆς διαίτης λιτότητα, καὶ τὴν ἀφέλειαν τῆς ἐσθῆτος ἐπὶ τῶν εἰκόνων ὁρωμένην ἔτι; τὰ δὲ ὑπὲρ τῶν πάππων τῶν σῶν ἐστι μὲν τούτων νεώτερα, λαμπρὰ δὲ οὐ μεῖον ἐκείνων. ἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι’ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων οὕτω πρός τε ἀλλήλους εὐνοϊκῶς ἔσχον καὶ πρὸς τὸν μεταδόντα τῆς βασιλείας εὐσεβῶς, ὥσθʼ ὁ μὲν ὡμολόγει μηδὲν τούτου πώποτε κρεῖττον βεβουλεῦσθαι, πολλὰ καὶ ἄλλα σωτήρια τοῖς κοινοῖς ἐξευρών, οἱ δὲ τὴν μετʼ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων. οὕτω δὲ διακείμενοι τὰς ψυχὰς τῶν ἔργων ἔδρων τὰ κάλλιστα, σεβόμενοι μὲν μετὰ τὴν κρείττονα φύσιν τὸν τὴν ἀρχὴν αὐτοῖς παρασχόντα, τοῖς ὑπηκόοις δὲ πρᾴως καὶ φιλανθρώπως χρώμενοι, καὶ τοὺς βαρβάρους οὐκ ἐλαύνοντες μόνον πάλαι κατοικοῦντας καὶ νεμομένους καθάπερ τὴν οἰκείαν ἀδεῶς τὰ ἡμέτερα, φρούρια δὲ ἐπιτειχίζοντες αὐτοῖς τοσαύτην πρὸς αὐτοὺς εἰρήνην τοῖς ὑπηκόοις κατέστησαν, ὅσην οὐδὲ εὔξασθαι τότε ῥᾴδιον ἐδόκει. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐκ ἄξιον ἐν παρέργῳ λέγειν. τῆς δὲ ὁμονοίας αὐτῶν τῆς πρὸς ἀλλήλους τὸ μέγιστον σημεῖον παραλιπεῖν οὐδαμῶς εὔλογον, καὶ ἄλλως προσῆκον τῷ λόγῳ. κοινωνίαν γὰρ τὴν καλλίστην τοῖς αὑτῶν παισὶν ἐπινοήσαντες τῶν σῶν πατέρων τοὺς γάμους ἥρμοσαν. προσήκει δὲ οἶμαι καὶ περὶ τούτων ἐν βραχεῖ διελθεῖν, ὅπως μὴ τῆς ἀρχῆς φανῇς μόνον, ἀλλὰ καὶ τῆς ἀρετῆς κληρονόμος.

τὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός, τί χρὴ νῦν περιεργάζεσθαι; τὴν δὲ ἐς τοὺς πολέμους ῥώμην ἐκ τῶν ἔργων μᾶλλον ἢ διὰ τῶν λόγων ἄν τις γνωρίσειε. τυραννίδας γάρ, ἀλλʼ οὐ βασιλείας ἐννόμους καθαιρῶν τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν. τοσαύτην δὲ εὔνοιαν αὑτοῦ τοῖς ὑπηκόοις παρέστησεν, ὥσθʼ οἱ μὲν στρατευόμενοι τῆς περὶ τὰς δωρεὰς καὶ τὰς χάριτας μεγαλοψυχίας ἔτι μεμνημένοι καθάπερ θεὸν διατελοῦσι σεβόμενοι· τὸ δὲ ἐν ταῖς πόλεσι καὶ ἐπὶ τῶν ἀγρῶν πλῆθος, οὐχ οὕτω τῆς τῶν τυράννων ἀπαλλαγῆναι βαρύτητος εὐχόμενοι, ὡς παρὰ τοῦ σοῦ πατρὸς ἀρχθῆναι, τὴν κατʼ ἐκείνων αὐτῷ νίκην ἐπηύχοντο. ἐπεὶ δὲ ἁπάντων κύριος κατέστη, ὥσπερ ἐξ αὐχμοῦ τῆς ἀπληστίας τοῦ δυναστεύσαντος πολλῆς ἀπορίας χρημάτων οὔσης καὶ τοῦ πλούτου τῶν βασιλείων ἐν μυχοῖς συνεληλαμένου, τὸ κλεῖθρον ἀφελὼν ἐπέκλυσεν ἀθρόως τῷ πλούτῳ πάντα, πόλιν τε ἐπώνυμον αὑτοῦ κατέστησεν ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα, τοσούτῳ τῶν ἄλλων ἁπασῶν μείζονα, ὅσῳ τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ, ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. καλὸν ἴσως ἐνταῦθα καὶ τῶν ἀοιδίμων Ἀθηνῶν μνησθῆναι, ἃς ἐκεῖνος ἔργοις καὶ λόγοις τιμῶν τὸν πάντα χρόνον διετέλει. βασιλεὺς γὰρ ὢν καὶ κύριος πάντων, στρατηγὸς ἐκείνων ἠξίου καλεῖσθαι, καὶ τοιαύτης εἰκόνος τυγχάνων μετʼ ἐπιγράμματος ἐγάνυτο πλέον ἢ τῶν μεγίστων τιμῶν ἀξιωθείς. ἀμειβόμενος δὲ ἐπʼ αὐτῇ τὴν πόλιν, πυρῶν μεδίμνους δίδωσι πολλάκις μυρίους καθʼ ἕκαστον ἔτος δωρεὰν καρποῦσθαι, ἐξ ὧν ὑπῆρχε τῇ πόλει μὲν ἐν ἀφθόνοις εἶναι, ἐκείνῳ δὲ ἔπαινοι καὶ τιμαὶ παρὰ τῶν βελτίστων.

Πολλῶν δὲ καὶ καλῶν ἔργων τῷ πατρὶ τῷ σῷ πραχθέντων, ὧν τε ἐπεμνήσθην καὶ ὅσα διὰ τὸ μῆκος παραλιπεῖν δοκῶ, πάντων ἄριστον ἔγωγε φαίην ἄν, οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας ὁμολογήσειν, τὴν σὴν γένεσιν καὶ τροφὴν καὶ παιδείαν· ἐξ ἧς ὑπάρχει τοῖς λοιποῖς οὐ τὸ πρὸς ὀλίγον ἀπολαῦσαι τῆς ἀρίστης ἀρχῆς, ἀλλʼ ὡς οἷόν τέ ἐστιν εἰς πλείονα χρόνον. δοκεῖ γοῦν ἄρχειν ἐκεῖνος εἰσέτι. καὶ Κύρῳ μὲν οὐχ ὑπῆρχε τοῦτο. τελευτήσαντος γὰρ ὁ παῖς ὤφθη μακρῷ φαυλότερος, ὥστε ὁ μὲν ἐκαλεῖτο πατήρ, ὁ δὲ ἐπωνομάσθη δεσπότης. σὲ δὲ πρᾳότερον μὲν τοῦ πατρὸς καὶ ἐν ἄλλοις πολλοῖς κρείττονα σαφῶς τε οἶδα, καὶ δηλώσω τοῦ καιροῦ φανέντος ἐν τῷ λόγῳ. ἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς, ὑπὲρ ἧς ἤδη λέγειν πειράσομαι, μητρὸς καὶ ἀδελφῶν τῶν σῶν ἐπιμνησθείς.

Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων ἀρετῆς, ὅσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. ἐπεὶ καὶ Περσῶν ἀκούω τὸν ὑπὲρ Παρυσάτιδος λόγον, ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ γαμετὴ καὶ παῖς βασιλέως. ἀλλʼ ἦν γε αὕτη τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει, νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ. τὴν σὴν δὲ μητέρα κατὰ τοὺς παρ’ ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας φυλάττουσαν συνέβαινε τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου, καὶ πολλῶν αὐτοκρατόρων, οὐχὶ δὲ ἑνὸς μητέρα. ὧν ὁ μέν τις τῷ πατρὶ συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες. πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφʼ οἷς ἄν τις αὐτοὺς δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας οὔσης, οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφʼ ᾧ μακαρίζων ἄν τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δε ἔκγονοι γεγόνασιν. ἀλλʼ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων ἐπιδείξω σε σεμνότερον.

Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις, καὶ ὅσα ἄλλα θρυλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῆ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ καὶ τὸ λέγειν εὔηθες. ἀλλʼ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ ἐργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε.

τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλουμένην εὐεξίαν, μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ, ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι, πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ’ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς ἱππικοῖς, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι. μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳθύμους εἶναι μηδʼ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ἐπίσκοπα τοξεύειν ἤσκησας.

καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾅσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ἤδη. τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν ὁ πατὴρ προυνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὺς ὑπηκόους ἄγειν τοῖς βαρβάροις· μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλους, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. τῷ μὲν γάρ, εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντʼ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς τὴν ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι.

Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη. φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐταρκὴς ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες. καὶ παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναί φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν τὰς πόλεις, ἵνʼ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεῖν δύναιτο. ἀλλὰ τῷ μὲν ὃς οὐκ ἐβασίλευσε ποικίλων ἠθῶν ἐμπειρίας χρεία· τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που χρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῖσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλʼ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον· ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπʼ ἀδείας πράττειν.

Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω, καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, ὡς καὶ μιμήσασθαι πρῶτον μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾴκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. ἀλλʼ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολὰς ῥᾷον ἤνεγκας τὴν ἐκ Γαλατῶν εἰς Παρθυαίους ἄνοδον ἢ τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὸ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον.

τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. καίτοι τίνα ποτʼ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα, καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφʼ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν. ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι’ ἀρετὴν πρωτεύειν λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δʼ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν.

Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία τὰ πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον. ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. τὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν. πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος, ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλʼ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλʼ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον.

ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δʼ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δʼ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῶν δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ.

Γενόμενος δὲ ἐφʼ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. καλοῦσι γὰρ ἡμᾶς ἐφʼ αὑτὰς αἱ πράξεις ὑπομιανήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας, εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος, τὰ μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ τοὺς πατρῴους σοι φίλους καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος· πλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας· τὰ δὲ πρὸς τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προϋπαρχούσης ἀξίως τοῦ γένους δόξης καταστησάμενος. τοῖς μὲν δι’ ὁμονοίας τὸν ἅπαντα χρόνον συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν διαφυλάττων καὶ τοὺς ἀδελφοὺς συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἰσηγορίας μεταδιδοὺς καὶ τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. καὶ τούτων μάρτυσι μὲν αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ βίου παντός.

Ῥητέον δὲ ὑπὲρ αὐτῶν ἤδη τῶν πράξεων ἀναβαλλομένοις τὸν ὑπὲρ τῶν ἕξεων λόγον. Πέρσαι τῆς Ἀσίας ἁπάσης πάλαι κρατήσαντες καὶ τῆς Εὐρώπης τὰ πολλὰ καταστρεψάμενοι, μικροῦ δέω φάναι πᾶσαν τὴν οἰκουμένην περιβαλόμενοι κύκλῳ ταῖς ἐλπίσιν, ἐπειδὴ τὴν ἀρχὴν ὑπὸ Μακεδόνων ἀφῄρηντο, τῆς Ἀλεξάνδρου στρατηγίας ἔργον γενόμενοι, μᾶλλον δὲ παίγνιον, χαλεπῶς φέροντες τὸ δουλεύειν, ὡς ἐκεῖνον ᾔσθοντο τετελευτηκότα, τῶν διαδόχων ἀποστάντες Μακεδόσι τε εἰς τὴν ἀντίπαλον δύναμιν αὖθις κατεστησαν καὶ ἡμῖν τὸ λειπόμενον τῆς Μακεδόνων ἀρχῆς κατακτησαμένοις ἀξιόμαχοι διὰ τέλους ἔδοξαν εἶναι πολέμιοι. καὶ τῶν μὲν παλαιῶν τί χρὴ νῦν ὑπομιμνήσκειν, Ἀντωνίου καὶ Κράσσου, στρατηγῶν αὐτοκρατόρων, καὶ ὡς ἐκεῖνα διὰ μακρῶν ἀπωσάμεθα κινδύνων τὰ αἴσχη, πολλῶν καὶ σωφρόνων αὐτοκρατόρων ἀναμαχεσαμένων τὰ πταίσματα; τί δὲ χρὴ τῶν δευτέρων ἀτυχημάτων μεμνῆσθαι καὶ τῶν ἐπʼ αὐτοῖς τοῦ Κάρου πράξεων, ὅσπερ μετὰ τὰς συμφορὰς ᾑρέθη στρατηγός; ἀλλʼ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν καῖσαρ καθʼ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν; ἐπιστραφέντος δὲ τοῦ τῆς οἰκουμένης ἁπάσης ἄρχοντος καὶ τὰς δυνάμεις τῆς ἡγεμονίας ἁπάσης ἐκεῖσε τρέψαντος καὶ προκαταλαβόντος τὰς εἰσβολὰς στρατεύμασι καὶ καταλόγοις ὁπλιτῶν παλαιῶν καὶ νεολέκτων καὶ παντοδαπαῖς παρασκευαῖς, δεδιότες μόλις τὴν εἰρήνην ἠγάπησαν. ἣν οὐκ οἶδʼ ὅπως περιόντος τοῦ πατρὸς τοῦ σοῦ συγχέαντες καὶ συνταράξαντες, τῆς μὲν παρ’ ἐκείνου τιμωρίας διήμαρτον, ἐν ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τὸν βίον μεταλλάξαντος· σοὶ δὲ ὑπέσχον τὴν δίκην ὕστερον τῶν τετολμημένων.

μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι τοσοῦτον ἀξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος, οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων, ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι’ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων· καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει· ὄντος δὲ οἶμαι τοῦ πολέμου καθʼ αὑτὸν δυσχεροῦς, τὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες· καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ σύμμαχοι στασιάζοντες καὶ μοῖρα σφῶν οὐ φαύλη Πέρσαις προσθέμενοι, τὴν ὅμορον σφίσι λῃσταῖς κατατρέχοντες· καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἐκείνοις παρασχεῖν μέμψεως. μικροῦ με ἔλαθεν ἡ τῶν πράξεων ἀρχὴ διαφυγοῦσα καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς ἀδελφοῖς τὸ πλέον ἔχειν ἑκὼν συγχωροίης, σωφροσύνης καὶ μεγαλοψυχίας μέγιστον ἂν εἴη σημεῖον. νῦν δὲ εἰ μέν τις τὴν πατρῴαν οὐσίαν πρὸς τοὺς ἀδελφοὺς νεμόμενος ἑκατὸν ταλάντων, κείσθω δέ, εἰ βούλει, τοσούτων ἄλλων, εἶτα ἔχων πεντήκοντα μναῖς ἔλαττον ἠγάπησε δή, καὶ μικροῦ παντελῶς ἀργυρίου τὴν πρὸς ἐκείνους ὁμόνοιαν ἀνταλλαξάμενος, ἐπαίνων ἂν ἐδόκει καὶ τιμῆς ἄξιος ὡς χρημάτων κρείττων, ὡς εὔβουλος φύσει, ξυνελόντι δὲ εἰπεῖν, ὡς καλὸς κἀγαθός. ὁ δὲ ὑπὲρ τῆς τῶν ὅλων ἀρχῆς οὕτω μεγαλοψύχως καὶ σωφρόνως δοκῶν βεβουλεῦσθαι, ὡς τὸν μὲν ἐκ τῆς ἐπιμελείας αὑτῷ μείζονα μὴ προσθεῖναι πόνον, τῶν δὲ ἐκ τῆς ἀρχῆς προσόδων ἑκὼν ὑφίεσθαι ὑπὲρ ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους Ῥωμαίων ἁπάντων εἰρήνης, πόσων ἐπαίνων ἄξιον κρινεῖ τις; οὐ μὴν οὐδὲ ἐκεῖνο λέγειν ἔνεστιν ἐνταῦθα, ὡς καλῶς μέν, ἀλυσιτελῶς δέ· λυσιτελὲς μὲν γὰρ οὐδέν, ὅ, τι μὴ τὸ αὐτὸ καὶ καλόν, ἔμοιγε φαίνεται. ὅλως δὲ εἴ τινι καθʼ αὑτὸ τὸ συμφέρον ἐξετάζειν δοκεῖ, κρινέτω μὴ πρὸς ἀργύριον σκοπῶν μηδὲ προσόδους χωρίων ἀπαριθμούμενος, καθάπερ οἱ φιλάργυροι γέροντες ὑπὸ τῶν κωμῳδῶν ἐπὶ τὴν σκηνὴν ἑλκόμενοι, ἀλλὰ πρὸς τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὴν ἀξίωσιν. φιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης, ἐπεμελεῖτο δὲ τοῦ λαχόντος μέρους, ἀπολαύων μὲν τελείας τῆς τιμῆς, μετέχων δὲ ἔλαττον τῶν ἐπʼ αὐτῇ πόνων.

Ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν πραγμάτων ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου, πολέμου ἀναγκαίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείαις ταχείαις χρησάμενος ὅπως μὲν ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἴπεῖν; τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ’ ἡμᾶς ἀφικομένοις ἄρτι χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.

Τῆς γὰρ εἰρήνης τῆς πρόσθεν τοῖς μὲν στρατευομένοις ἀνείσης τοὺς πόνους, τοῖς λειτουργοῦσι δὲ κουφοτέρας τὰς λειτουργίας παρασχούσης, τοῦ πολέμου δὲ χρημάτων καὶ σιτηρεσίου καὶ χορηγίας λαμπρᾶς δεομένου, πολὺ δὲ πλέον ἰσχύος καὶ ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας τῶν στρατευομένων, ὑπάρχοντος δὲ οὐδενὸς σχεδὸν τῶν τοιούτων, αὐτὸς ἐξηῦρες καὶ κατέστησας, τοῖς μὲν ἐν ἡλικίᾳ στρατεύεσθαι λαχοῦσιν ἀποδείξας τῶν πόνων μελέτην, παπαπλησίαν δὲ τοῖς πολεμίοις ἱππικὴν καταστησάμενος δύναμιν, τῷ πεζῷ δὲ ἐπιτάξας τῶν πόνων ἔχεσθαι· καὶ ταῦτα οὐ ῥήμασι μόνον οὐδὲ ἐξ ἐπιτάγματος, μελετῶν δὲ αὐτὸς καὶ συνασκούμενος καὶ δεικνύων ἔργῳ τὸ πρακτέον, πολέμων ἐργάτας ἄφνω κατέστησας. χρημάτων δὲ ἐπενόεις πόρους, οὐκ αὔξων τοὺς φόρους οὐδὲ τὰς συντάξεις, καθάπερ Ἀθηναῖοι πρόσθεν, εἰς τὸ διπλάσιον ἢ καὶ ἐπὶ πλέον καταστήσας, ἐμμένων δὲ οἶμαι τοῖς ἀρχαίοις πλὴν εἴ που πρὸς βραχὺ καὶ πρὸς καιρὸν ἐχρῆν αἰσθέσθαι δαπανηροτέρων τῶν λειτουργημάτων. ἐν τοσαύτῃ δὲ τοὺς στρατευομένους ἦγες ἀφθονίᾳ, ὡς μήτε ὑβρίζειν τῷ κόρῳ μήτε ὑπὸ τῆς ἐνδείας πλημμελεῖν ἀναγκασθῆναι. ὅπλων δὲ καὶ ἵππων παρασκευὴν καὶ νεῶν τῶν ποταμίων καὶ μηχανημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ πλῆθος σιωπῇ κατέχω.

ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς τέλος εἶχε καὶ ἔδει χρῆσθαι τοῖς προρρηθεῖσιν εἰς δέον, ἐζεύγνυτο μὲν ὁ Τίγρης σχεδίᾳ πολλάκις, ἤρθη δὲ ἐπʼ αὐτῷ φρούρια, καὶ τῶν πολεμίων οὐδεὶς ἐτόλμησεν ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, πάντα δὲ παρ’ ἡμᾶς ἤγετο τἀκείνων ἀγαθά, τῶν μὲν οὐδὲ εἰς χεῖρας ἰέναι τολμώντων, τῶν θρασυνομένων δὲ παρ’ αὐτὰ τὴν τιμωρίαν ὑποσχόντων. τὸ μὲν δὴ κεφάλαιον τῶν εἰς τὴν πολεμίαν εἰσβολῶν τοιοῦτον. καθʼ ἕκαστον γὰρ ἐπεξιέναι τίς ἂν ἀξίως ἐν βραχεῖ λόγῳ δυνηθείη, τῶν μὲν τὰς συμφορὰς τῶν δὲ τὰς ἀριστείας ἀπαριθμούμενος; τοσοῦτον δὲ ἴσως εἰπεῖν οὐ χαλεπόν, ὅτι πολλάκις τὸν ποταμὸν ἐκεῖνον περαιωθεὶς ξὺν τῷ στρατεύματι καὶ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψας χρόνον, λαμπρὸς ἐπανῄεις τοῖς τροπαίοις, τὰς διὰ σὲ πόλεις ἐλευθέρας ἐπιὼν καὶ χαριζόμενος εἰρήνην καὶ πλοῦτον, πάντα ἀθρόως τὰ ἀγαθά, καὶ τῶν πάλαι ποθουμένων διδοὺς ἀπολαύειν, νίκης κατὰ τῶν βαρβάρων, τροπαίων ἐγειρομένων κατὰ τῆς Παρθυαίων ἀπιστίας καὶ ἀνανδρίας, ὧν τὸ μὲν ἐπεδείξαντο τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνεσθαι.

Ἀλλʼ ὅπως μή τις ὑπολάβῃ με τούτων μὲν ἡδέως μεμνῆσθαι τῶν ἔργων, ὀκνεῖν δὲ ἐκεῖνα, περὶ ἃ καὶ τοῖς πολεμίοις πλεονεκτῆσαι παρέσχεν ἡ τύχη, μᾶλλον δὲ ἡ χώρα τὴν ἐκ τοῦ καιροῦ προσλαβοῦσα ῥοπήν, ὡς αἰσχύνην ἡμῖν, οὐχὶ δὲ ἔπαινον καὶ τιμὴν φέροντα, καὶ ὑπὲρ τούτων πειράσομαι δηλῶσαι διὰ βραχέων, οὐ πρὸς τὸ λυσιτελέστατον ἐμαυτῷ τοὺς λόγους πλάττων, τὴν ἀλήθειαν δὲ ἀγαπῶν ἐν πᾶσιν. ἧς εἴ τις ἑκὼν ἁμαρτάνοι, τὴν ἐκ τοῦ κολακεύειν αἰσχύνην οὐδαμῶς ἐκφεύγει, προστίθησι δὲ τοῖς ἐπαινουμένοις τὸ δοκεῖν μηδʼ ὑπὲρ τῶν ἄλλων εὖ ἀκούειν κατὰ τὴν ἀξίαν· ὃ παθεῖν εὐλαβησόμεθα. δείξει δὲ ὁ λόγος αὐτός, εἰ μηδαμοῦ τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τετίμηκεν. οὐκοῦν εὖ οἶδα, ὅτι πάντες ἂν μέγιστον φήσειαν πλεονέκτημα τῶν βαρβάρων τὸν πρὸ τῶν Σιγγάρων πόλεμον. ἐγὼ δὲ ἐκείνην τὴν μάχην ἴσα μὲν ἐνεγκεῖν τοῖς στρατοπέδοις τὰ δυστυχήματα, δεῖξαι δὲ τὴν σὴν ἀρετὴν περιγενομένην τῆς ἐκείνων τύχης φαίην ἂν εἰκότως, καὶ ταῦτα στρατοπέδῳ χρησαμένου θρασεῖ καὶ τολμηρῷ καὶ πρὸς τὴν ὥραν καὶ τὴν τοῦ πνίγους ῥώμην οὐχ…

θέρος…

The complete text is available when the reading interface loads.