Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας
- Scientific editors
- Wilmer Cave Wright
- Edition reference
- The Works of the Emperor Julian · London · William Heinemann · 1913
- CTS identifier
urn:cts:greekLit:tlg2003.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τὸν Ἀχιλλέα φησὶν ἡ ποίησις, ὁπότε ἐμήνισε καὶ διηνέχθη πρὸς τὸν βασιλέα, μεθεῖναι μὲν ταῖν χεροῖν τὴν αἰχμὴν καὶ τὴν ἀσπίδα, ψαλτήριον δὲ ἁρμοσάμενον καὶ κιθάραν ᾄδειν καὶ ὑμνεῖν τῶν ἡμιθέων τὰς πράξεις, καὶ ταύτην διαγωγὴν τῆς ἡσυχίας ποιεῖσθαι, εὖ μάλα ἐμφρόνως τοῦτο διανοηθέντα. τὸ μὲν γὰρ ἀπεχθάνεσθαι καὶ παροξύνειν τὸν βασιλέα λίαν αὔθαδες καὶ ἄγριον· τυχὸν δὲ οὐδὲ ἐκείνης ἀπολύεται τῆς μέμψεως ὁ τῆς Θέτιδος, ὅτι τῷ καιρῷ τῶν ἔργων εἰς ᾠδὰς καταχρῆται καὶ κρούματα, ἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων καὶ μὴ μεθιέναι, αὖθις δὲ ἐφ’ ἡσυχίας ὑμνεῖν τὸν βασιλέα καὶ ᾄδειν τὰ κατορθώματα. οὐ μὴν οὐδὲ τὸν Ἀγαμέμνονά φησιν ὁ πατὴρ ἐκείνων τῶν λόγων μετρίως καὶ πολιτικῶς προσενεχθῆναι τῷ στρατηγῷ, ἀλλ’ ἀπειλῇ τε χρῆσθαι καὶ ἔργοις ὑβρίζειν, τοῦ γέρως ἀφαιρούμενον. συνάγων δὲ αὐτοὺς ἐς ταὐτὸν ἀλλήλοις ἐπὶ τῆς ἐκκλησίας μεταμελομένους, τὸν μὲν τῆς Θέτιδος ἐκβοῶντα Ἀτρείδη, ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον Ἔπλετο, σοὶ καὶ ἐμοί, εἶτα ἐπαρώμενον τῇ προφάσει τῆς ἀπεχθείας καὶ ἀπαριθμούμενον τὰς ἐκ τῆς μήνιδος ξυμφοράς, τὸν βασιλέα δὲ αἰτιώμενον Δία καὶ Μοῖραν καὶ Ἐρινύν, δοκεῖ μοι διδάσκειν, ὥσπερ ἐν δράματι τοῖς προκειμένοις ἀνδράσιν οἷον εἰκόσι χρώμενος, ὅτι χρὴ τοὺς μὲν βασιλέας μηδὲν ὕβρει πράττειν μηδὲ τῇ δυνάμει πρὸς ἅπαν χρῆσθαι μηδὲ ἐφιέναι τῷ θυμῷ, καθάπερ ἵππῳ θρασεῖ χήτει χαλινοῦ καὶ ἡνιόχου φερομένῳ, παραινεῖν δὲ αὖ τοῖς στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν, φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις, ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ.
Ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ’ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προυτίθει, αἰσχυνοίμην ἄν, εἰ μὴ τοῦ Πηλέως φαινοίμην εὐγνωμονέστερος μηδὲ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοί, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, μικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια.
ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς· τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι; ἀνὰ δὲ κρείων Ἀγαμέμνων Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων, καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι, Πέλοψ δὲ δῶκ’ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ’ αὖτε Θυέστ’ Ἀγαμέμνονι δῶκε φορῆναι, Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·
Αὕτη σοι τῆς Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας τὼ πάππω τὼ σὼ διαδέχεσθον. καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ τὴν Λιβύην τε ἐπ’ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ’ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη. ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, εἴ ποτε τούτου δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ’ ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο. ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, καὶ ἦρξε συμπάντων τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. ἆρ’ οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος βασιλευσάντων; ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὸς ἵππους, αἳ τρισχίλιαι οὖσαι ἕλος κάτα βουκολέοντο, καὶ τὰ φώρια τὰ ἐντεῦθεν; ἢ τοὺς Θρᾳκίους ἵππους εὐλαβησόμεθα λευκοτέρους μὲν τῆς χιόνος, θεῖν δὲ ὠκυτέρους τῶν χειμερίων πνευμάτων, καὶ τὰ ἐν αὐτοῖς ἅρματα; καὶ ἔχομέν σε ἐν τούτοις ἐπαινεῖν, οἰκίαν τε οἶμαι τὴν Ἀλκίνου καὶ τὰ τοῦ Μενέλεω δώματα καταπληξάμενα καὶ τὸν τοῦ πολύφρονος Ὀδυσσέως παῖδα καὶ τοιαῦτα ληρεῖν ἀναπείσαντα τοῖς σοῖς παραβαλεῖν ἀξιώσομεν, μή ποτε ἄρα ἔλασσον ἔχειν ἐν τούτοις δοκῇς, καὶ οὐκ ἀπωσόμεθα τὴν φλυαρίαν; ἀλλ’ ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ.
οὐκοῦν ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν ἐπὶ τὰ τούτων ἐγγυτέρω πρὸς ἀρετήν, καὶ ὧν μείζονα ποιεῖ προμήθειαν, σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας, θαρροῦντας ἰέναι.
Τίνι δήποτε οὖν τῶν ὑπὸ τῆς Ὁμηρικῆς ὑμνουμένων σειρῆνος εἴξομεν; ἔστι μὲν γὰρ τοξότης παρ’ αὐτῷ Πάνδαρος, ἀνὴρ ἄπιστος καὶ χρημάτων ἥττων, ἀλλὰ καὶ ἀσθενὴς τὴν χεῖρα καὶ ὁπλίτης φαῦλος, Τεῦκρός τε ἐπ’ αὐτῷ καὶ Μηριόνης, ὁ μὲν ἐπὶ τῆς πελειάδος τῷ τόξῳ χρώμενος, ὁ δὲ ἠρίστευε μὲν ἐν τῇ μάχῃ, ἐδεῖτο δὲ ὥσπερ ἐρύματος καὶ τειχίου. ταῦτά τοι καὶ προβάλλεται τὴν ἀσπίδα, οὔτι τὴν οἰκείαν, τἀδελφοῦ δέ, καὶ στοχάζεται καθʼ ἡσυχίαν τῶν πολεμίων, γελοῖος ἀναφανεὶς στρατιώτης, ὅς γε ἐδεῖτο μείζονος φύλακος καὶ οὐκ ἐν τοῖς ὅπλοις ἐποιεῖτο τῆς σωτηρίας τὰς ἐλπίδας. σὲ δῆτα ἐθεασάμην, ὦ φίλε βασιλεῦ, ἄρκτους καὶ παρδάλεις καὶ λέοντας συχνοὺς καταβάλλοντα τοῖς ἀφιεμένοις βέλεσι, χρώμενον δὲ πρὸς θήραν καὶ παιδιὰν τόξῳ, ἐπὶ δὲ τῆς παρατάξεως ἀσπίς ἐστί σοι καὶ θώραξ καὶ κράνος· καὶ οὐκ ἂν καταδείσαιμι τὸν Ἀχιλλέα τοῖς Ἡφαιστείοις λαμπρυνόμενον καὶ ἀποπειρώμενον αὑτοῦ καὶ τῶν ὅπλων, Εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα.
Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος κρίσις· τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχυον ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλαγξ καὶ ἀδιάλυτος, οὐδ’ ἐπὶ σμικρὸν ἐνδοῦσα.
καὶ ὅτι μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν. γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι· καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός. εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν.
Καί μοι μή τις δυσχεράνῃ πειρωμένῳ πράξεων ἅπτεσθαι μειζόνων, εἰ καὶ τὸ τοῦ λόγου συνεκθέοι μῆκος, καὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου, ὅπως μὴ τῷ μεγέθει τῶν ἔργων ἡ τῶν λόγων ἀσθένεια περιχεομένη διαλυμήνηται· καθάπερ δὴ τὸν χρυσόν φασι τοῦ Θεσπιᾶσιν Ἔρωτος τοῖς πτεροῖς ἐπιβληθέντα τὴν ἀκρίβειαν ἀφελεῖν τῆς τέχνης. δεῖται γὰρ ἀληθῶς τῆς Ὁμηρικῆς σάλπιγγος τὰ κατορθώματα, καὶ πολὺ πλέον ἢ τὰ τοῦ Μακεδόνος ἔργα. δῆλον δὲ ἔσται χρωμένοις ἡμῖν τῷ τρόπῳ τῶν λόγων, ὅνπερ ἐξ ἀρχῆς προυθέμεθα. ἐφαίνετο δὲ τῶν βασιλέως ἔργων πρὸς τὰ τῶν ἡρώων πολλὴ ξυγγένεια, καὶ αὐτὸν ἔφαμεν ἁπάντων προφέρειν ἐν ᾧ μάλιστα τῶν ἄλλων ἕκαστος διήνεγκε, καὶ ὅπως ἐστὶ τοῦ μὲν δὴ βασιλέως αὐτοῦ βασιλικώτερος, εἴ που μεμνήμεθα τῶν ἐν προοιμίῳ ῥηθέντων, ἐπεδείκνυμεν, ἔσται δὲ καὶ μάλα αὖθις καταφανές. νῦν δέ, εἰ βούλεσθε, τὰ περὶ τὰς μάχας καὶ τοὺς πολέμους ἀθρήσωμεν.
τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα. Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα, Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἃμ’ Ἀτρείδαισιν ἕποντο. Ἀνδρῶν μὲν μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, Ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν. καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν· Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργ’ ἐτέτυκτο, Τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα. Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην, ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος. ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη. κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι’ ὀλίγων.
Ἀνὴρ ἄπιστος καὶ θρασὺς τῆς οὐ προσηκούσης ὀρεχθεὶς ἡγεμονίας κτείνει τὸν ἀδελφὸν βασιλέως καὶ τῆς ἀρχῆς κοινωνόν, καὶ ᾔρετο λαμπραῖς ταῖς ἐλπίσιν, ὡς τὸν Ποσειδῶνα μιμησόμενος καὶ ἀποφανῶν οὐ μῦθον τὸν Ὁμήρου λόγον, παντὸς δὲ ἀληθῆ μᾶλλον, ὃς ἔφη περὶ τοῦ θεοῦ· Τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς, καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβὼν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο. Γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δ’ ἐπέτοντο Ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων, ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς. εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης, ἱππεῖς δὲ οὐχ ἥττους, ἀλλ’ οἵπερ ἄλκιμοι, Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνον, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ’ αὐτῇ πείρᾳ τοῦτο ἐκμαθὼν οἶδα. τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεπισπομένης στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον· οὕτω γὰρ καλεῖν ἄξιον· ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν, ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι, δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον.
ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ’ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ πρὸς τὴν Ἀρετὴν διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων δὲ ἐπὶ τὴν μάχην προυφέρετο τὰ τοῦ Καπανέως, βαρβαρίζων καὶ ἀνοηταίνων, οὔτι μὴν κατ’ ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς· ἀποσκευαῖς καὶ κτήμασιν, οὐδὲ τὸ σῶμα ἀφιεὶς ἐλεύθερον. αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡ βασιλέως δεινότης, καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γανύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα. ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσθαι, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου.
Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ’ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν. ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὴν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς.
Καὶ τέως μὲν ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ’ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ’ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου.
τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου.
Ἐκεῖνο δὲ ἤδη ῥητέον, ὡς οὔτε ἐν τοῖς κειμένοις ἦν οὔτε ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου. τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, πάντων δὲ σχεδὸν ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείη δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλὰ ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος ἄνδρα ἐπ’ ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννὺς εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν. ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, εἰκὸς δὲ καὶ ἄλλως ἔχειν. οὐ γὰρ δὴ ἴσμεν ὅ, τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος. ἀλλ’ εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς ἦν ἐν μέσοις ἀναστρεφόμενος· ἐπεὶ δὲ ἐπράχθη τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ’ ἀμείνοσι ταῖς τύχαις εὔδηλον. οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ’ ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλὰ ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὐτῷ μὲν δυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν.
Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, μέσῃ τῇ πράξει παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξῆλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης.
οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ’ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ· ἀποθνήσκειν ἀνταλλαττόμενοι. καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα. ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. καὶ χρόνον μὲν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ’ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾷ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ’ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν.
Ὁμήρου δὲ ἔοικεν εἶναι καὶ τοῦτο παίγνιον, καινὸν καὶ ἄτοπον μονομαχίας τρόπον ἐπινοήσαντος. ἐπεὶ καὶ τἆλλα δῆλός ἐστιν Ἀχιλλεῖ χαριζόμενος, καὶ ὥσπερ θεατὰς ἄγων τὸ στράτευμα μόνον ἄμαχον καὶ ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς πάντας φωνῇ καὶ σχήματι καὶ τῶν ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι τῆς παρατάξεως καὶ ἐπὶ τοῦ Σκαμάνδρου ταῖς ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ διαφυγόντες. ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν μύθοις τὴν ποίησιν δεκάζει τοὺς κριτὰς καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ ψῆφον. ὅστις δὲ ἐθέλει μηδὲν ὑπὸ τοῦ κάλλους ἐξαπατᾶσθαι τῶν ῥημάτων καὶ τῶν ἔξωθεν ἐπιφερομένων πλασμάτων, ὥσπερ ἐν ἀρχῇ περὶ ἀρωμάτων τινῶν καὶ χρωμάτων, Ἀρεοπαγίτης ἔστω κριτής, καὶ οὐκ εὐλαβησόμεθα τὴν κρίσιν. εἶναι μὲν γὰρ ἀγαθὸν στρατιώτην ὁμολογοῦμεν τὸν Πηλέως, ἐκ τῆς ποιήσεως ἀναπειθόμενοι. κτείνει μὲν ἄνδρας εἴκοσι, Ζωοὺς δ’ ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους, Τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠύτε νεβρούς, Ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος. τοσαύτην μέντοι ἤνεγκεν εἰς τὰ πράγματα τῶν Ἀχαιῶν ἡ νίκη τὴν ῥοπήν, ὥστε οὐδὲ μείζονα φόβον τοῖς πολεμίοις ἐνέβαλεν οὐδὲ ἀπογνῶναι ἐς τὸ παντελὲς ὑπὲρ σφῶν ἐποίει. καὶ ὑπὲρ τούτων ἆρ’ ἑτέρου τινὸς μάρτυρος δεησόμεθα τὸν Ὅμηρον παραλιπόντες; καὶ οὐκ ἀπόχρη τῶν ἐπῶν μνησθῆναι, ἃ πεποίηκεν ἐκεῖνος, ὁπηνίκα ἐπὶ τὰς ναῦς ἦλθεν ὁ Πρίαμος φέρων ὑπὲρ τοῦ παιδὸς τὰ λύτρα; ἐρομένου γὰρ μετὰ τὰς διαλύσεις, ὑπὲρ ὧν ἀφῖκτο, τοῦ τῆς Θέτιδος υἱέος Ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, τά τε ἄλλα διέξεισι καὶ περὶ τοῦ πολέμου φησί· Τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴπερ ἀνάγκη. οὕτως οὐδὲ ἐπαγγέλλειν ὀκνεῖ μετὰ τὴν ἐκεχειρίαν τὸν πόλεμον. ὁ δὲ ἀγεννὴς καὶ δειλὸς τύραννος ὄρη τε ὑψηλὰ προυτείνετο τῆς αὑτοῦ φυγῆς καὶ ἐξοικοδομήσας ἐπ’ αὐτοῖς φρούρια οὐδὲ τῇ τῶν τόπων ὀχυρότητι πιστεύει, ἀλλὰ ἱκετεύει συγγνώμης τυγχάνειν. καὶ ἔτυχεν ἄν, εἴπερ ἦν ἄξιος καὶ μὴ ἐφωράθη πολλάκις ἄπιστος καὶ θρασύς, ἄλλα ἐπ’ ἄλλοις προστιθεὶς ἀδικήματα.
Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ’ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ’ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη.
Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται. ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης ἡρμόσθη.
Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μέν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ’ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.
Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ’ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ’ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ’ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ’ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων. γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν.
Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.
Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ’ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ’ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας.
Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ’ Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους.
ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα ὅπως, ὑπηνέχθη καὶ ἐπ’ αὐτό γέ φασι τῶν ἔργων τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, ὃ μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι.
Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος ἐδύσετο οὐλαμὸν ἀνδρῶν. Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ’ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν Ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν Θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, Τόφρ’ ὑπόεικε μάχης. πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα.
Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. ἀλλ’ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν. ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις. πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται.
Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. ἐλέγετο δ’ οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν κτῆσιν. ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· Ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν, οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει· οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς αὐτοῦ λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ, ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα ἰδιώτην τε καὶ βασιλέα, τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ συγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην. ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται.
Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸν ἐπὶ τῶν χειρῶν λύθρον· ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ…
Καὶ…
Ἀ…
The complete text is available when the reading interface loads.