The Greek Library Author

Anonymous

Epistulae spuriae

Authority group
Flavius Claudius Julianus Imperator (catalogue association; authorship remains anonymous)
Edition reference
Epistulae spuriae, ed. Bidez, op. cit., vol. 1.2, 2nd edn., 246–249.
CTS identifier
urn:cts:greekLit:tlg2003.tlg016.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

190

ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράτ-

των· μᾶλλον δὲ ἧκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ'

ἕως ἂν ἀπῇς οὐδὲ ὅτι ζῶμεν εἰπεῖν ἔστιν, ἢ ὅτε μόνον τοῖς

παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἔξεστιν.

191

{Ἰουλιανὸς Μαξίμῳ φιλοσόφῳ.}

Ὁ μὲν μῦθος ποιεῖ τὸν ἀετόν, ἐπειδὰν τὰ γνήσια τῶν

κυημάτων βασανίζῃ, φέρειν ἄπτιλα πρὸς τὸν αἰθέρα καὶ

ταῖς Ἡλίου προσάγειν ἀκτῖσιν, ὥσπερ ὑπὸ μάρτυρι τῷ θεῷ

πατέρα τε ἀληθοῦς νεοττοῦ γινόμενον καὶ νόθου γονῆς

ἀλλοτριούμενον· ἡμεῖς δέ σοι καθάπερ Ἑρμῇ λογίῳ τοὺς

ἡμετέρους λόγους ἐγχειρίζομεν. Κἂν μὲν ὑπομείνωσι τὴν

σὴν ἀκτῖνα, ἐπὶ σοὶ τὸ κρῖναι περὶ αὐτῶν εἰ καὶ πρὸς

τοὺς ἄλλους εἰσὶ πτήσιμοι· εἰ δὲ μή, ῥῖψον εἰκῆ καθάπερ

Μουσῶν ἀλλοτρίους, ἢ ποταμῷ κλύσον ὡς νόθους. Πάντως

οὐδὲ ὁ Ῥῆνος ἀδικεῖ τοὺς Κελτούς, ὃς τὰ μὲν νόθα τῶν

βρεφῶν ὑποβρύχια ταῖς δίναις πέμπει, καθάπερ ἀκολάστου

λέχους τιμωρὸς πρέπων· ὅσα δ' ἂν ἐπιγνῷ καθαροῦ σπέρ-

ματος, ὑπεράνω τοῦ ὕδατος αἰωρεῖ καὶ τῇ μητρὶ τρεμούσῃ

πάλιν εἰς χεῖρας δίδωσιν, ὥσπερ ἀδέκαστόν τινα μαρτυ-

ρίαν αὐτῇ καθαρῶν καὶ ἀμέμπτων γάμων τὴν τοῦ παιδὸς

σωτηρίαν ἀντιδωρούμενος.

195

{Ἰουλιανὸς Ἐλπιδίῳ φιλοσόφῳ.}

Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μείζων, ὅταν ἡ τοῦ

γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς μικρότητι μᾶλλον

ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρῆται· εἰ δὲ δὴ καὶ νῦν ἐν

βραχεῖ τὰ τῆς προσρήσεως ὑφ' ἡμῶν γένηται, μηδ' οὕτω

τὸν ἐπ' αὐτοῖς πόθον τεκμηριώσῃ, ἀλλ' εἰδὼς ἐφ' ὅσον ὁ

παρ' ἡμῶν ἔρως ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος

βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμείβεσθαι

μὴ κατόκνει. Πᾶν γὰρ ὅ τι ἂν διδῷς, κἂν μικρὸν ᾖ, παντὸς

ἀγαθοῦ γνώρισμα παρ' ἡμῖν σώζει.

196

{Ἰουλιανὸς Γρηγορίῳ ἡγεμόνι.}

Ἐμοὶ καὶ γράμμα παρὰ σοῦ μικρὸν ἀρκεῖ μεγάλης ἡδο-

νῆς πρόφασιν μνηστεῦσαι. Καὶ τοίνυν, οἷς ἔγραψας ἄγαν

ἡσθείς, ἀντιδίδωμι καὶ αὐτὸς τὴν ἴσην, οὐ τῷ τῶν ἐπιστο-

λῶν μήκει μᾶλλον ἢ τῷ τῆς εὐνοίας μεγέθει τὰς τῶν ἑταί-

ρων φιλίας ἐκτίνεσθαι δεῖν κρίνων.

197

{Ἰουλιανὸς Λουκιανῷ σοφιστῇ.}

Καὶ γράφω καὶ ἀντιτυχεῖν ἀξιῶ τῶν ἴσων. Εἰ δὲ ἀδικῶ

συνεχῶς ἐπιστέλλων, ἀνταδικηθῆναι δέομαι τὰ ὅμοια

παθών.

{ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΚΑΤΑΧΡΙΣΤΙΑΝΩΝ ΛΟΓΟΣ Α.} Καλῶς ἔχειν ἔμοιγε φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσινἀνθρώποις, ὑφ' ὧν ἐπείσθην, ὅτι τῶν Γαλιλαίων ἡ σκευωρίαπλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν. ἔχουσαμὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαρι-ώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ τὴν τερατολογίαν εἰς πίστινἤγαγεν ἀληθείας. Μέλλων δὲ ὑπὲρ τῶν παρ' αὐτοῖς λεγομένων δογμάτωνἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν,ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδὲ, τὸ λεγόμε-νον, ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν παρ' αὐτοῖς ἀπολογήσων-ται. ἄμεινον μὲν γὰρ οὕτω, καὶ σαφέστερον ἰδίαν μὲν ἐν-στήσασθαι πραγματείαν, ὅταν τι τῶν παρ' ἡμῖν εὐθύνειν θέλω-σιν, ἐν οἷς δὲ πρὸς τὰς παρ' ἡμῶν εὐθύνας ἀπολογοῦνται, μη-δὲν ἀντικατηγορεῖν. Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔν-νοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησικαὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰτοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰτῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ' ὅτου πρὸ τῶν ἡμετέρωνεἵλοντο τὰ παρ' ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ' ἐκεί-νοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτρά-ποντο. ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπου-δαίων οὔτε τῶν παρ' ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸΜωυσέως Ἑβραίοις, ἀπ' ἀμφοῖν δὲ τὰς παραπεπηγυίας 〈τούτοις〉τοῖς ἔθνεσιν ὥσπερ τινὰς Κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲνἐκ τῆς Ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένονβίον ἐκ τῆς παρ' ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴνἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι. Ὅτι δὲ οὐ διδακτὸν, ἀλλὰ φύσει 〈τὸ εἰδέναι θεὸν〉 τοῖςἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάν-των ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ' ἄνδρα καὶ ἔθνη περὶτὸ θεῖον προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύ-καμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον 〈γινώσκειν〉οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας δυνατόν ..... ταύτῃδὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάν-τες γὰρ [ἄνθρωποι] οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοιςθεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα, ὡς καὶ εἴ τις ἄλλονὑπέλαβε παρ' αὐτοὺς τὸν θεὸν, οἰκητήριον αὐτῷ πάντως τὸνοὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ' οἷονὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶνὅλων ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε. τί δεῖ μοι κα-λεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; οὐδεὶς ἔστιν,ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμ-νύων 〈δὲ〉 θεὸν ἤτοι θεοὺς, ἔννοιαν ὅλως τοῦ θείου λαμβάνων,ἐκεῖσε φέρεται. καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον. ὁρῶντες γὰροὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανὸν οὔτε τρεπόμενονοὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ' ἐναρμόνιον μὲναὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ φω-τισμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς καὶ δύσεις ὡρισμένας ἐνὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως θεὸν καὶ θεοῦ θρόνον ὑπέλα-βον. τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενονμηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατ' ἀλλοίωσιν καὶ τροπὴνἐκτὸς ἱστάμενον μεταβολῆς πάσης καθαρεύει φθορᾶς καὶ γενέ-σεως, ἀθάνατον δὲ ὂν φύσει καὶ ἀνώλεθρον παντοίας ἐστὶ κα-θαρὸν κηλῖδος· ἀΐδιον δὲ καὶ ἀεικίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ, ὥσπερ, οἶμαι,τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς, φέρεται κύκλῳπερὶ τὸν μέγαν δημιουργὸν, ἢ πρὸς αὐτοῦ τοῦ θεοῦ τὴν κίνησινπαραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον ἀπαύστῳ καὶαἰωνίῳ φορᾷ. Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶνἀπίστους καὶ τερατώδεις. καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνοντοὺς παῖδας 〈καὶ〉 εἶτ' αὖθις ἐμέσαι. καὶ γάμους ἤδη παρα-νόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη καὶ παιδοποιησάμενος ἐξ αὐ-τῆς ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, μᾶλλον δὲ οὐδὲἔγημεν [αὐτὸς τὴν αὐτοῦ θυγατέρα], ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳπαραδέδωκεν αὐτήν. εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶνκολλήσεις. τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασίν. τούτοιςπαράβαλλε τὴν Ἰουδαϊκὴν διδασκαλίαν, καὶ τὸν φυτευόμενονὑπὸ τοῦ θεοῦ παράδεισον καὶ τὸν ὑπ' αὐτοῦ πλαττόμενονἈδὰμ, εἶτα τὴν γινομένην αὐτῷ γυναῖκα. λέγει γὰρ ὁ θεός«οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ'αὐτὸν», πρὸς οὐδὲν μὲν αὐτῷ τῶν ὅλων βοηθήσασαν, ἐξαπατήσασανδὲ καὶ γενομένην παραίτιον αὐτῷ τε ἐκείνῳ καὶ ἑαυτῇ τοῦ πεσεῖνἔξω τῆς τοῦ παραδείσου τρυφῆς. ταῦτα γάρ ἐστι μυθώδηπαντελῶς. ἐπεὶ πῶς εὔλογον ἀγνοεῖν τὸν θεὸν, ὅτι τὸ γινόμε-νον ὑπ' αὐτοῦ πρὸς βοήθειαν οὐ πρὸς καλοῦ μᾶλλον, ἀλλὰπρὸς κακοῦ τῷ λαβόντι γενήσεται; τὸν γὰρ ὄφιν τὸν διαλε-