The Greek Library Catalogue

Anonymous

Epistulae

Edition reference
Epistulae, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 638–739.
CTS identifier
urn:cts:greekLit:tlg2006.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{Νικάνδρῳ.}

Παῖδας ἐγὼ λόγους ἐγεννησάμην, τοὺς μὲν

ἀπὸ τῆς σεμνοτάτης φιλοσοφίας καὶ τῆς συννάου ταύτῃ

ποιητικῆς, τοὺς δὲ ἀπὸ τῆς πανδήμου ῥητορικῆς.

ἀλλ' ἐπιγνοίη τις ἂν ὅτι πατρός εἰσιν ἑνὸς ἅπαντες,

νῦν μὲν εἰς σπουδὴν νῦν δὲ εἰς ἡδονὴν ἀποκλίναντος.

ὁ δὴ παρὼν οὗτος λόγος ἧστινος μέν ἐστι μερίδος, ἀπὸ

τῆς ὑποσχέσεως αὑτοῦ κατερεῖ· παρ' ἐμοῦ δὲ οὕτως

ἠγαπήθη διαφερόντως, ὡς ἥδιστ' ἂν αὐτὸν εἰσποιήσαιμι

φιλοσοφίᾳ καὶ τοῖς γνησίοις ἐγκρίναιμι. ἀλλὰ τοῦτο μὲν

οὔ φασιν ἐπιτρέψειν οὐδὲ οἱ νόμοι τῆς πολιτείας, <δει-

νοὶ γάρ εἰσιν εὐγενείας προστάται>· ἔχει δὲ κέρ-

δος ὅ τι ἂν αὐτῷ λάθρᾳ χαρίσωμαι, καὶ πολλὰ τῆς σπου-

δαίας μερίδος εἰς αὐτὸν εἰσήνεγκα. ἂν μὲν οὖν καὶ

σοὶ δοκῇ, κοίνωσαι τὸν λόγον τοῖς Ἕλλησιν, ἀποψηφι-

σθεὶς δὲ ἐπανίτω παρὰ τὸν πέμψαντα· τὰς πιθή-

κους γάρ φασιν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν

ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ κάλλους (οὕ-

τως ἐστὶν ἡ φύσις φιλότεκνον), τὰ δὲ ἀλλήλων ὁρῶ-

σιν ἅπερ ἔστι, πιθήκων παιδία. ἑτέροις οὖν ἐπιτρε-

πτέον ἐξετάζειν τὰ ἔκγονα· αἱ γὰρ εὔνοιαι δειναὶ

δεκάσαι τὰς κρίσεις. διὰ τοῦτο Λύσιππος Ἀπελλῆν

εἰς τὰς γραφὰς εἰσῆγε, καὶ Λύσιππον Ἀπελλῆς.

2

{Ἰωάννῃ.}

Ἀφοβία μεγίστη τὸ φοβεῖσθαι τοὺς νόμους, σὺ δὲ

αὐτοὺς ᾐσχύνθης ἀεὶ φανῆναι φοβούμενος. τοιγαροῦν

δέδιθι τοὺς ἐχθρούς, καὶ μετὰ τούτων τοὺς δικαστάς,

ἂν μὴ κλέπτωσι. κἂν κλέπτωσι μέν, μὴ σὺ δὲ ᾖς ὁ

τὰ πλείω διδούς, οὐδὲν ἧττον εὐλαβητέον· ὀργίζονται

γὰρ ὑπὲρ τῶν νόμων, ὅταν καὶ μισθοδότην προσλά-

βωσιν.

3

{Τῷ ἀδελφῷ Εὐοπτίῳ.}

Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ, ἡ δὲ ἀδελφιδῆ τότε

πρῶτον ἧκεν ἐπὶ τὸν τάφον· οὐ γὰρ οἶμαι νομίζεται

νυμφευτρίαις βαδίζειν ἐπ' ἐκφοράν. ἀλλ' ἐν φοινικίδι

καὶ τότε, καὶ διαφανὴς ὁ κεκρύφαλος, καὶ χρυσία

καὶ λίθους ἐξήρτητό τε καὶ περιέκειτο, ἵνα μὴ τῷ νυμ-

φίῳ σύμβολος ἀπαίσιος γένηται. καθεζομένη οὖν

ἐπ' ἀμφικνεφάλου καθέδρας φασὶν ἀργυρόποδος πολλὰ

κατεμέμφετο τὴν ἀκαιρίαν τῆς συμφορᾶς, ὡς ἢ πρό-

τερον ἐχρῆν ἢ μετὰ τοὺς γάμους ἀποθανεῖν, καὶ πρὸς

ἡμᾶς ἐφ' οἷς ἐδυστυχοῦμεν ἐμήνιε. μόλις δ' οὖν πε-

ριμείνασα τὴν ἑβδόμην, καθ' ἣν ἡμεῖς εἱστιάκειμεν

τὸ δεῖπνον τὸ ἐπιτάφιον, ἑαυτήν τε καὶ τὴν φλήναφον

γραῦν τὴν τιτθίδα ἐπὶ τὸ ζεῦγος ἀναβιβασαμένη τὸ

ὀρικόν, πληθούσης ἀγορᾶς, ἅπασι τοῖς παρασήμοις

ἐπόμπευσεν εὐθὺ Τευχείρων ἐλαύνουσα· μέλλει γὰρ

εἰς τὴν ἐπιοῦσαν ἑβδόμην ταινιώσεσθαί τε καὶ πυργο-

φόρος καθάπερ ἡ Κυβέλη περιελεύσεσθαι. τούτοις

ἡμεῖς μὲν οὐδὲν ἀδικούμεθα, πλὴν τοῦ καταφανεῖς

γεγονέναι λίαν ἀναισθήτους ἔχοντες συγγενεῖς· ὁ δὲ

ἀδικούμενος Ἁρμόνιός ἐστιν ὁ τοῦ θυρωροῦ πατήρ, ὡς

ἂν εἴποι Σαπφώ, τὰ μὲν ἄλλα σώφρων καὶ μέτριος

ἐν τῷ καθ' ἑαυτὸν βίῳ γενόμενος, ἀλλ' ὑπὲρ εὐ-

γενείας ἀμφισβητῶν τῷ Κέκροπι διετέλεσε. τούτου

τοῦ πλέον ἢ Κέκροπος τὴν θυγατριδῆν ὁ θεῖος Ἡρώ-

δης καὶ θυρωρὸς εἰς Σωσίας τε καὶ Τιβίους ἀπέδοτο,

πλὴν εἰ μή τι λέγουσιν ὅσοι καὶ τὸν νυμφίον ἡμῖν μη-

τρόθεν ἀποσεμνύνουσι, γενεαλογοῦντες αὐτὸν ἀπὸ τῆς

ἐν φήμῃ Λαΐδος. ἡ γὰρ Λαΐς, ἔφη τις ἤδη λογογρά-

φος, ἀνδράποδον ἦν Ὑκκαρικὸν ἐκ Σικελίας ἐωνημέ-

νον, ὅθεν ἡ καλλίπαις ἡ τεκοῦσα τὸν περιβόητον. καὶ

αὐτὴ πάλαι μὲν ἐπαλλακεύετο ναυκλήρῳ δεσπότῃ,

ἔπειτα μέντοι ῥήτορι, καὶ τούτῳ δεσπότῃ· τρίτῳ μετ'

ἐκείνους ὁμοδούλῳ, καὶ λάθρᾳ τῇ πόλει, ἔπειτα λαμ-

πρῶς τῇ πόλει, καὶ προύστη τῆς τέχνης. ἧς ἐπειδὴ

τὴν ἐργασίαν ὑπὸ χαλαρᾷ ῥυτίδι κατέλυσε, τὰς ἐν

ἡλικίᾳ παιδοτριβεῖ καὶ τοῖς ξένοις ἀντικαθίστησιν.

ὁ γὰρ υἱὸς ὁ ῥήτωρ ἀφεῖσθαί φησι τῆς ἀνάγκης τοῦ

νόμου μητέρα τρέφειν ἑταίραν. ἄπαγε τοῦ νόμου·

τοῖς γὰρ οὕτω γεγονόσιν ἀποδέδεικται μὲν ἡ μήτηρ,

ὁ δὲ λοιπὸς τῶν γονέων ἀμφισβητήσιμος. ὅσον οὖν

ἀμφοτέροις παρὰ τῶν εὖ γεγονότων ὀφείλεται, τοῦτο

πᾶν ἥκειν ἔδει παρὰ τῶν ἀπατόρων εἰς τὰς μητέρας.

4

{Τῷ αὐτῷ.}

Λύσαντες ἐν Βενδιδείου πρὸ δείλης ἑῴας, μόλις

ὑπὲρ μεσοῦσαν ἡμέραν τὸν Φάριον Μύρμηκα παρηλ-

λάξαμεν, δίς που καὶ τρὶς ἐνσχεθείσης τῆς νεὼς τῷ

τοῦ λιμένος ἐδάφει. εὐθὺς μὲν οὖν καὶ τοῦτο πονηρὸς

οἰωνὸς ἐδόκει, καὶ σοφὸν ἦν ἀποβῆναι νεὼς ἐκ πρώτης

ἀφετηρίας οὐκ εὐτυχοῦς· ἀλλὰ φυγεῖν παρ' ὑμῖν ἔγ-

κλημα δειλίας ᾐσχύνθημεν, καὶ διὰ τοῦτο <οὔπως

ἔτι> ἔσκεν <ὑποτρέσαι οὐδ' ἀναδῦναι>. ὥστε

κἂν εἴ τι συμβαίη, δι' ὑμᾶς ἀπολούμεθα. καίτοι τί

δεινὸν ἦν ὑμᾶς τε γελᾶν καὶ ἡμᾶς ἔξω κινδύνων ἑστά-

ναι; ἀλλὰ τῷ Ἐπιμηθεῖ, φασί,

τὸ μὲν μέλειν οὐκ ἦν, τὸ μεταμέλειν δ' ἐνῆν,

ὥσπερ ἡμῖν· τότε γὰρ ἐξὸν σώζεσθαι, νῦν πρὸς ἐρή-

μοις ἀκταῖς συναυλίαν ὀλοφυρόμεθα, καὶ πρὸς

Ἀλεξάνδρειαν ὁρῶντες ὡς οἷόν τε, καὶ πρὸς τὴν μη-

τέρα Κυρήνην, ὧν τὴν μὲν ἔχοντες ἀπελίπομεν, τὴν

δὲ εὑρεῖν οὐ δυνάμεθα, ἰδόντες τε καὶ παθόντες ἃ μηδὲ

ὄναρ ἠλπίσαμεν. ἄκουε γάρ, ἵνα μηδὲ σὺ πάνυ χαί-

ρειν σχολάζῃς καὶ πρῶτόν γ' ὅπως ἡμῖν εἶχε τὰ τοῦ

πληρώματος. ὁ μὲν ναύκληρος ἐθανάτα κατάχρεως

ὤν· ναυτῶν δὲ ὄντων δυοκαίδεκα τῶν πάντων (τρισ-

καιδέκατος γὰρ ὁ κυβερνήτης ἦν) ὑπὲρ ἥμισυ μὲν καὶ

ὁ κυβερνήτης ἦσαν Ἰουδαῖοι, γένος ἔκσπονδον καὶ εὐ-

σεβεῖν ἀναπεπεισμένον ἢν ὅτι πλείστους ἄνδρας Ἕλ-

ληνας ἀποθανεῖν αἴτιοι γένωνται· τὸ δὲ λοιπὸν ἀγε-

λαῖοι γεωργοί, πέρυσιν οὔπω κώπης ἡμμένοι. κοινῇ δὲ

οὗτοί τε κἀκεῖνοι πεπηρωμένοι πάντως ἕν γέ τι μέρος

τοῦ σώματος. τοιγαροῦν ἕως οὐδὲν ἡμῖν δεινὸν ἦν,

ἐκομψεύοντο καὶ ἐκάλουν ἀλλήλους οὐκ ἀπὸ τῶν ὀνο-

μάτων ἀλλ' ἀπὸ τῶν ἀτυχημάτων, ὁ χωλός, ὁ κηλή-

της, ὁ ἀριστερόχειρ, ὁ παραβλώψ. ἕκαστος ἕν γέ τι

εἶχε τοὐπίσημον. καὶ ἡμῖν τὸ τοιοῦτον οὐ μετρίαν πα-

ρεῖχε τὴν διατριβήν· ἐν τῇ χρείᾳ δὲ οὐκέτι γέλως ἦν,

ἀλλ' ἐπὶ τούτοι, αὐτοῖς ἀποιμώζομεν, ὄντες ἐπιβάται

πλεῖν ἢ πεντήκοντα, τριτημόριόν που μάλιστα γυναῖ-

κες, αἱ πλείους νέαι καὶ ἀγαθαὶ τὰς ὄψεις. ἀλλὰ μὴ

φθόνει, παραπέτασμα γὰρ ἡμᾶς ἀπετείχιζε, καὶ τοῦτο

ἐρρωμενέστατον, οὐ πάλαι διερρωγότος ἱστίου τεμά-

χιον, σωφρονοῦσιν ἀνθρώποις τὸ τεῖχος τὸ Σεμιρά-

μιδος. ἴσως δὲ κἂν ὁ Πρίαπος ἐσωφρόνησεν Ἀμα-

ράντῳ συμπλέων· ὡς οὐκ ἔστιν ὁπότε ἡμᾶς σχολάζειν

εἴασεν ἀπὸ τοῦ δεδιέναι τὸν ἔσχατον κίνδυνον, ὅστις

πρῶτον μὲν ἐπειδὴ τὸν παρ' ὑμῖν τοῦ Ποσειδῶνος νεὼν

περιεκάμψαμεν, ἄρας ὅλοις ἱστίοις ἠξίου πλεῖν εὐθὺ

Ταφοσίριδος, καὶ ἀπεπειρᾶτο τῆς Σκύλλης, ἣν ἐν τοῖς

γραμματείοις ἀποτροπιαζόμεθα. συννενοηκότων δὲ

ἡμῶν καὶ ἀνακεκραγότων οὐ πρὶν ἢ ἐν χρῷ γενέσθαι

τοῦ κινδύνου, μόλις ἐκβιασθεὶς ἀπέστη τοῦ διαναυμα-

χῆσαι πρὸς τὰς σπιλάδας. ἐντεῦθεν ἀποστρέψας τὴν

ναῦν ὥσπερ ἐκ μετανοίας ἐπαφίησι τῷ πελάγει, τέως

μὲν ὡς ἐδύνατο καὶ πρὸς κῦμα παραβαλλόμενος, ἔπειτα

δὲ καὶ νότος συνεπιλαμβάνει λαμπρός, ὑφ' οὗ ταχὺ

μὲν τὴν γῆν ἀπεκρύπτομεν, ταχὺ δὲ μετὰ τῶν

ὁλκάδων ἦμεν τῶν διαρμένων, αἷς οὐδὲν ἔδει Λιβύης

τῆς καθ' ἡμᾶς, ἀλλὰ πλοῦν ἕτερον ἔπλεον. σχετλια-

ζόντων δὲ ἡμῶν καὶ ἐν δεινῷ ποιουμένων τὸ ἀπηρτῆ-

σθαι τοσοῦτον τῆς γῆς, ὁ Ἰαπετὸς Ἀμάραντος ἐπὶ τῶν

ἰκρίων ἑστὼς ἐτραγῴδει τὰς παλαμναιοτάτας ἀράς.

«οὐ γὰρ δὴ πτησόμεθα» ἔφη· «ὑμῖν δὲ πῶς ἄν τις

καὶ χρήσαιτο, οἳ καὶ τὴν γῆν καὶ τὴν θάλατταν

ὑποπτεύετε;» «οὔκ, ἤν γέ τις αὐταῖς χρῆται καλῶς,

ὦ λῷστε Ἀμάραντε» πρὸς αὐτὸν ἔφην. «ἡμῖν δὲ οὐδὲ

Ταφοσίριδος ἔδει· ζῆν γὰρ ἔδει. καὶ νῦν τοῦ πελά-

γους τί δεῖ; ἀλλὰ πλέωμεν» ἔφην «εὐθὺ Πενταπό-

λεως, ἀπέχοντες τῆς γῆς ὅσον μέτριον, ἵν' εἴ τι καὶ

χαλεπόν, οἷα δὴ τὰ τῆς θαλάττης (ἄδηλον δὲ δήπου καὶ

ἔστι καὶ παρ' ὑμῖν λέγεται), λιμήν τις ἡμᾶς ἐκ τοῦ

σχεδὸν ὑποδέξηται». οὔκουν ἔπειθον λέγων, ἀλλ' ἐξε-

κεκώφητο τὸ κάθαρμα, ἕως ἄνεμος ἀπαρκτίας ἐπα-

ράσσει πολύς, κῦμα ἐλαύνων ὑψηλὸν καὶ τραχύ. οὗτος

ἄφνω προσπεσὼν τὸ ἱστίον ἔμπαλιν ὤθησε καὶ τὰ

κυρτὰ κοῖλα πεποίηκεν, ἡ δὲ ναῦς ἐγγὺς ἦλθεν ἐπὶ

πρύμναν ἀνατετράφθαι. μόλις δ' οὖν αὐτὴν κατε-

στήσαμεν, καὶ ὁ βαρύστονος Ἀμάραντος «τοιοῦτον»

ἔφη «τὸ ναυτίλλεσθαι τέχνῃ», προσδέχεσθαι γὰρ αὐ-

τὸς πάλαι τὸν ἐκ πελάγους ἄνεμον, καὶ διὰ τοῦτο με-

τέωρος πλεῖν. κατιέναι γὰρ νῦν ἐγκάρσιος, ἐνδιδόν-

τος τοῦ διαστήματος προστιθέναι τῷ μήκει. τοιοῦτον

δὲ εἶναι τὸν πλοῦν τὸν ἡμέτερον οὐκ ἂν εἴ γε παρὰ τὰς

ἀκτὰς ἐπλέομεν· προσαναπεπλάσθαι γὰρ ἂν τῇ γῇ.

καὶ ἡμεῖς ἀπεδεχόμεθα λέγοντος ἕως ἡμέρα τε ἦν καὶ

τὰ δεινὰ οὔπω παρῆν· ἤρξατο γὰρ δὴ μετὰ τῆς νυ-

κτός, ἀεὶ προϊόντος ἐπὶ μεῖζον τοῦ κλύδωνος.

Ἡμέρα μὲν ἦν ἥντινα ἄγουσιν οἱ Ἰουδαῖοι πα-

ρασκευήν· τὴν δὲ νύκτα τῇ μετ' αὐτὴν ἡμέρᾳ λογίζον-

ται, καθ' ἣν οὐδενὶ θέμις ἐστὶν ἐνεργὸν ἔχειν τὴν

χεῖρα, ἀλλὰ τιμῶντες διαφερόντως αὐτὴν ἄγουσιν

ἀπραξίαν. μεθῆκεν οὖν ἐκ τῶν χειρῶν ὁ κυβερνήτης

τὸ πηδάλιον, ἐπειδὴ τὸν ἥλιον εἴκασεν ἀπολελοιπέναι

τὴν γῆν, καὶ καταβαλὼν ἑαυτὸν

πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.

ἡμεῖς δὲ τὴν μὲν οὖσαν αἰτίαν οὐκ εὐθὺς ἐπὶ νοῦν

ἐβαλλόμεθα, ἀπόγνωσιν δὲ τὸ πρᾶγμα οἰόμενοι, προσ-

ήειμεν ἐλιπαροῦμεν μὴ καταπροέσθαι μηδέπω

τὰς ἐσχάτας ἐλπίδας· καὶ γὰρ δὴ καὶ ἐπεῖχον αἱ τρι-

κυμίαι, τοῦ πελάγους καὶ πρὸς ἑαυτὸ στασιάσαντος.

γίνεται δὲ τὸ τοιοῦτον ὅταν μὴ τῷ λήξαντι πνεύματι

καὶ τὰ παρ' αὐτοῦ συναναπαύσηται κύματα, ἀλλ' ἰ-

σχῦον ἔχοντα τὸ ἐνδόσιμον τῆς κινήσεως ὑπαντιάζῃ τῇ

τοῦ πνεύματος ἐπικρατείᾳ, καὶ ἀντεμβάλλῃ ταῖς

ἐμβολαῖς. ἔδει γάρ μοι καὶ φλεγμαινόντων ὀνομά-

των, ἵνα μὴ τὰ μεγάλα κακὰ σμικροπρεπέστερον διη-

γήσωμαι. τοῖς οὖν ἐν τῷ τοιῷδε πλέουσιν ἀπὸ λε-

πτοῦ φασὶ μίτου τὸ ζῆν ἠρτῆσθαι. εἰ δὲ καὶ ὁ κυβερ-

νήτης νομοδιδάσκαλος εἴη, τίνα δεῖ ψυχὴν ἔχειν;

ἐπεὶ δ' οὖν συνήκαμεν τὸν νοῦν τῆς ἀπολείψεως τῶν

πηδαλίων (δεομένων γὰρ ἡμῶν σώζειν τὴν ναῦν ἐκ

τῶν ἐνόντων τὸ βιβλίον ἐπανεγίνωσκε), πειθοῦς ἀπογ-

νόντες ἀνάγκην ἤδη προσήγομεν. καί τις στρατιώτης

γεννάδας (συμπλέουσι δὲ ἡμῖν Ἀράβιοι συχνοὶ τῶν

ἀπὸ τοῦ τάγματος τῶν ἱππέων) τὸ ξίφος σπασάμενος

ἠπείλησε τἀνθρώπῳ τὴν κεφαλὴν ἀποκόψειν, εἰ μὴ

ἀντιλήψεται τοῦ σκάφους, ὁ δὲ αὐτόχρημα Μακκα-

βαῖος οἷος ἦν ἐγκαρτερῆσαι τῷ δόγματι. μεσούσης δὲ

ἤδη τῆς νυκτὸς ἀναπείθεται παρ' ἑαυτοῦ πρὸς τῇ

καθέδρᾳ γενέσθαι. «νῦν γάρ» φησίν «ὁ νόμος ἐφίησιν,

ἐπειδὴ νῦν σαφῶς τὸν ὑπὲρ τῆς ψυχῆς θέομεν.» πρὸς

τοῦτο αἴρεται θόρυβος ἐξ ἀρχῆς, ἀνδρῶν οἰμωγή,

γυναικῶν ὀλολυγή· ἅπαντες ἐθεοκλύτουν ἐποτνιῶντο,

τῶν φιλτάτων ὑπεμιμνήσκοντο. μόνος Ἀμάραντος εὔθυ-

μος ἦν, ὡς αὐτίκα περιγράψων τοὺς δανειστάς. ἐμὲ

δὲ ἐν τοῖς δεινοῖς (ὄμνυμί σοι θεὸν ὃν φιλοσοφία πρε-

σβεύει) τὸ Ὁμηρικὸν ἔθραττεν ἐκεῖνο, μὴ ἄρα ἀληθὲς

εἴη τὸν καθ' ὕδατος θάνατον ὄλεθρον εἶναι καὶ αὐτῆς

τῆς ψυχῆς. λέγει γὰρ ἔστιν ὅπου τῶν ἐπῶν

Αἴας δ' ἐξαπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ,

τὸν ἐν θαλάττῃ θάνατον ἀκριβεστάτην ἀπώλειαν εἶναι

τιθέμενος. οὐδένα γοῦν ἄλλον ἐξαπολωλέναι φησίν,

ἀλλ' ἕκαστος ἀποθνήσκων <ἄιδόσδε βεβήκει>.

ταῦτ' ἄρα καὶ ἐν δυοῖν νεκύαιν ὁ μικρὸς Αἴας οὐδα-

μοῦ τοῦ δράματος εἰσενήνεκται, ὡς τῆς ψυχῆς οὐκ

οὔσης ἐν ᾅδου· καὶ Ἀχιλλεύς, ἀνὴρ εὐψυχότατός

τε καὶ φιλοκινδυνότατος, ἀποδειλιᾷ πρὸς τὸν ἐν ὕδατι

θάνατον, ὅν γε καὶ λευγαλέον καλεῖ.

Τούτους ἑλίττων τοὺς λογισμοὺς ὁρῶ τοὺς στρα-

τιώτας ἅπαντας ἐσπασμένους τὰς μαχαίρας, καὶ πυ-

θόμενος ἐμάνθανον παρ' αὐτῶν ὡς καλὸν ἐπὶ τοῦ κα-

ταστρώματος ὄντας ἔτι πρὸς τὸν ἀέρα τὴν ψυχὴν

ἐρυγεῖν, ἀλλὰ μὴ πρὸς κῦμα χανόντας. τούτους αὐ-

τοφυεῖς Ὁμηρίδας ἐνόμισα καὶ ἐθέμην τῷ δόγματι.

εἶτα κηρύττει τις ἐξαρτᾶσθαι χρυσίον οἷς ἐστί· καὶ

οἷς ἦν ἐξήρτητο, καὶ χρυσίον καὶ ὅ τι ἄξιον χρυσίου.

καὶ αἱ γυναῖκες αὐταί τε ἐσκευάζοντο καὶ τοῖς δεο-

μένοις ἁρπεδόνας διένεμον, πάλαι καταδεδειγμένον τοῦτο

ποιεῖν, νοῦν δὲ ἔχει τοιοῦτον. φέρειν δεῖ τιμὴν ἐντά-

φιον τὸν ἐκ ναυαγίου νεκρόν. ὁ γὰρ προστυχὼν καὶ

κερδάνας νόμους Ἀδραστείας αἰδέσεται, μὴ οὐχὶ μι-

κρόν τι μέρος ἀποδάσασθαι τῷ χαρισαμένῳ τὸ πολ-

λαπλάσιον. καὶ οἳ μὲν ἦσαν πρὸς τούτοις, ἐγὼ δὲ

παρακαθήμενος τὸ παλαμναῖον βαλάντιον, τὴν παρα-

καταθήκην τοῦ ξένου, ἔκλαον, ὡς οἶδεν ὁ Ξένιος, οὐκ

εἰ τεθνηξοίμην, ἀλλ' εἰ ὁ Θρᾲξ ἀποστερήσοιτο τῶν

χρημάτων, ὃν καὶ ἀποθανὼν ἂν ᾐσχυνόμην. ἐνταῦθα

μέν γε τὸ ἐξαπολωλέναι κέρδος ἦν καὶ συναπολωλέναι

καὶ ἀποδρᾶναι τὴν αἴσθησιν. ὃ δὲ ἐποίει παρὰ πό-

δας τὸν κίνδυνον, οὐχ ἕτερον ἦν ἀλλ' ὅτι πᾶσιν ἱστίοις

ἡ ναῦς ἐφέρετο, ὑποτεμέσθαι δὲ οὐκ ἦν, ἀλλὰ πολλά-

κις ἐπιχειρήσαντες τοῖς καλωδίοις ἀπηγορεύκειμεν,

τῶν τροχῶν ἐνδακόντων, καὶ ὑφώρμει δέος οὐκ ἔλατ-

τον, εἰ καὶ διαγενοίμεθα ἐκ τοῦ κλύδωνος, οὕτως ἔχον-

τας ἐν νυκτὶ πελάζειν τῇ γῇ. φθάνει δὲ ἡμέρα, καὶ

ὁρῶμεν τὸν ἥλιον ὡς οὐκ οἶδ' εἴ ποτε ἥδιον. τὸ δὲ

πνεῦμα ῥᾷον ἐγίνετο τῆς ἀλέας ἐπιδιδούσης, καὶ ἡ

δρόσος ἐξισταμένη παρεῖχεν ἡμῖν κεχρῆσθαι τοῖς καλω-

δίοις καὶ τὸ ἱστίον μεταχειρίζεσθαι. ὑπαλλάττειν μὲν

οὖν ἱστίον ἕτερον νόθον οὐκ εἴχομεν, ἠνεχυρίαστο γάρ·

ἀνελαμβάνομεν δὲ αὐτὸ καθάπερ τῶν χιτώνων τοὺς

κόλπους, καὶ πρὶν ὥρας εἶναι τέτταρας, ἀποβαίνομεν

οἱ τὸ τεθνάναι προσδοκήσαντες ἐν ἐσχατιᾷ τινὶ πανε-

ρήμῳ καὶ οὔτε πόλιν οὔτε ἀγρὸν ἐχούσῃ γείτονα,

σταδίους ἑκατόν που πρὸς τοῖς τριάκοντα κατόπιν

ἀγροῦ. ἡ μὲν οὖν ναῦς ἐσάλευεν ἐπὶ μετεώρου (λι-

μὴν γὰρ ὁ τόπος οὐκ ἦν) καὶ ἐσάλευεν ἐπ' ἀγ-

κύρας μιᾶς· ἡ ἑτέρα γὰρ ἀπημπόλητο, τρίτην δὲ ἄγ-

κυραν Ἀμάραντος οὐκ ἐκτήσατο. ἡμεῖς δὲ ἐπειδὴ

τῆς φιλτάτης ἡψάμεθα γῆς, περιεβάλομεν ὥσπερ

ἔμψυχον οὖσαν μητέρα, καὶ ἀποθύσαντες ὕμνους τῷ

θεῷ χαριστηρίους ὥσπερ εἰώθειμεν, προσεθήκαμεν

αὐτοῖς καὶ τὴν ἔναγχος τύχην ὑφ' ἧς παρὰ δόξαν

ἐσώθημεν, δύο ἑξῆς ἐπιμείναντες ἡμέρας, ἕως ἂν ἀφυ-

βρίσῃ τὸ πέλαγος. ἐπεὶ δὲ ἄπορον ἦν ὁδῷ χρήσασθαι,

μηδενὸς ἀνθρώπων ὁρωμένου, πάλιν ἐπετολμήσαμεν

τῇ θαλάσσῃ· καὶ ἄραντες εὐθὺς ἀρχομένης ἡμέρας

ἐπλέομεν ἐκ πρύμνης ἀνέμῳ πᾶσαν αὐτὴν καὶ τὴν

ἐπιγενομένην ἡμέραν, ἧς ἤδη ληγούσης τὸ πνεῦμα

ἀπέλιπεν ἡμᾶς, καὶ ἡμεῖς ἠνιάθημεν. ἐμέλλομεν δὲ

ἄρα ποθήσειν γαλήνην. ἦν μὲν οὖν τρισκαιδεκάτη

φθίνοντος, ἐπῃωρημένου δὲ τοσούτου κινδύνου, μελ-

λούσης εἰς ταὐτὸ συνδραμεῖσθαι τῆς τε συνόδου τῶν

ἄστρων καὶ τῶν πολυθρυλήτων τυχαίων, ἃ μηδείς

ποτέ φασι πλέων ἐθάρσησε, καὶ δέον ἡμᾶς ἐλλιμενί-

ζειν, οἳ δ' ἐλελήθειμεν αὖθις ἀναδεδραμηκότες ἐπὶ τὸ

πέλαγος. ἡ δὲ στάσις ἤρξατο μὲν ἀπὸ τῶν ἀρκτικῶν

πνευμάτων, καὶ ὗσέ γε πολλὰ κατὰ τὴν συνοδικὴν

νύκτα. ἔπειτα ἠκόσμει τὰ πνεύματα, καὶ ἡ θάλαττα

κυκεὼν ἐγεγόνει. τὰ δὲ περὶ ἡμᾶς, οἷα εἰκὸς ἐν τοῖς

τοιούτοις, ἵνα μὴ πάθη παραπλήσια δὶς ἀφηγώ-

μεθα, ὤνησέ τι τὸ μέγεθος τοῦ χειμῶνος. τὸ κέρας

ἐτετρίγει, καὶ ἡμεῖς ᾠόμεθα προτονίζειν τὴν ναῦν.

εἶτα κατεαγὸς μέσον ἐγγὺς μὲν ἦλθεν ἀπολέσαι πάν-

τας ἡμᾶς· ἐπεὶ δὲ οὐκ ἀπώλεσεν, αὐτὸ δὴ τοῦτο

καὶ περιέσωσεν· οὐ γὰρ ἦν ἄλλως ἐνέγκαι τὴν βίαν

τοῦ πνεύματος, πάλιν δὲ δυσπειθὲς ἦν τὸ ἱστίον καὶ

οὐκ εὔτροχον εἰς καθαίρεσιν. οὕτως οὖν παρὰ δόξαν

ἀποφορτισάμενοι τὴν ἀπληστίαν τῆς βιαίας φορᾶς

ἡμέραν ἑξῆς καὶ νύκτα ἠνέχθημεν, ἧς ἤδη περὶ δευ-

τέραν οὔσης ὀρνίθων ᾠδήν, ἐλάθομεν ἐγχρίμψαντες

ἀκαρῆ πέτρᾳ προβεβλημένῃ τῆς γῆς ὅσον εἶναι βρα-

χεῖαν χερρόνησον. βοῆς δὲ γενομένης ἐπειδή τις

παρηγγύησεν αὐτῇ γῇ πελάσαι, θροῦς ἤρθη πολὺς καὶ

ἥκιστα ξύμφωνος, τῶν μὲν ναυτῶν πεφρικότων, ἡμῶν

δὲ ἐξ ἀπειρίας τὼ χεῖρ' ἐπικροτούντων, καὶ περιβαλ-

λόντων ἀλλήλους καὶ οὐκ ἐχόντων ὅπως χρησώμεθα τῷ

πλήθει τῆς χαρᾶς. ἐλέγετο δὲ ὁ μέγιστος αὐτὸς

εἶναι τῶν περιστάντων ἡμᾶς κινδύνων. ἤδη δὲ ὑπο-

φαινομένης ἡμέρας κατασείει τις ἄνθρωπος χωριτικῶς

ἐσταλμένος, καὶ δείκνυσι τῇ χειρὶ τόπους ὑπόπτους

καὶ ἑτέρους οὓς ἔδει θαρρῆσαι. καὶ τέλος ἧκεν ἐπὶ

κελητίου δισκάλμου, ὅπερ ἐξάψας τοῦ πλοίου μεταχει-

ρίζεται τὸ πηδάλιον, ὁ δὲ Σύρος ἄσμενος ἐξέστη τῆς

προεδρίας. ἀναλύσας δὲ σταδίους οὐ πλεῖν ἢ πεντή-

κοντα τήν τε ναῦν ἐνορμίζει λιμενισκίῳ χαρίεντι

(Ἀζάριον οἶμαι καλοῦσιν αὐτό), καὶ ἡμᾶς ἐπὶ τῆς

ᾐόνος ἀπεβίβασε, σωτὴρ καὶ δαίμων ἀγαθὸς ἀποκα-

λούμενος. καὶ μετὰ μικρὸν ἑτέραν ὁλκάδα εἰσήλασε,

καὶ πάλιν ἄλλην, καὶ πρὶν ἑσπέραν εἶναι, πέντε γε-

γόναμεν ὑπὸ τοῦ θεσπεσίου πρεσβύτου περισωθεῖ-

σαι φορτίδες, πρᾶγμα ἐναντιώτατον τῷ Ναυπλίῳ

ποιοῦντος· καὶ γὰρ οὐχ ὡς ἐκεῖνος τοὺς ἀπὸ χειμῶ-

νος ἐδέξατο. ἐς δὲ τὴν ὑστεραίαν ἄλλοι κατῆραν,

ὧν ἔνιοι τῶν προλαβόντων ἡμᾶς ἦσαν ἀπὸ Ἀλεξαν-

δρείας ἡμέραν. καὶ νῦν ὁλόκληρός ἐσμεν στόλος ἐν

νεωρίῳ μικρῷ. ἐπεὶ δὲ ἡμῖν ἤδη καὶ τὰ ἐφόδια κα-

τεδήδοτο (οὐ γὰρ ὄντες ἐθάδες ἀτυχεῖν οὐδ' ἐλπίσαντες

ἂν ὑπερήμεροι γενέσθαι μέτρια γε ἐνετιθέμεθα, καὶ

οὐδὲ τούτοις μετρίως ἐχρώμεθα), ὁ πρεσβύτης καὶ

τοῦτο ἠκέσατο, δοὺς μὲν οὐδέν (οὐδὲ γὰρ οὐδ' ὅμοιος

ἦν ἔχοντι), δείξας δὲ πέτρας, ἐν αἷς ἄριστον ἔφη καὶ

δεῖπνον ἑκάστης ἡμέρας κεκρύφθαι τοῖς βουλομένοις

πονεῖν. ἐντεῦθεν ἰχθυώμενοι ζῶμεν ἡμέραν ἑβδόμην

ἤδη, οἱ μὲν ἐντελεῖς μυραίνας τε καὶ καράβους εὐμε-

γέθεις αἱροῦντες, τὰ δὲ μειράκια κωβιοὺς εὐτυχεῖ

καὶ ἰούλους. ἐγὼ δὲ καὶ ὁ θρησκευτὴς ὁ Ῥωμαῖος

ἐπὶ ταῖς λεπάσι ῥωννύμεθα. ἡ δὲ λεπὰς ὄστρεόν ἐστι

κοῖλον, ὅπερ ἐπειδὰν ἐπιλάβηται πέτρας, ἀπισχυρίζε-

ται. τὰ μὲν οὖν πρῶτα γλίσχρως ἐζῶμεν ἀπὸ τῆς θή-

ρας, περιεχόμενος ἕκαστος ὅτου καὶ λάβοιτο, ἐδίδου

δὲ δῶρα οὐδεὶς οὐδενί· νυνὶ δὲ ἐν ἀφθονωτέροις ἅπαντες

ἀπὸ τοιᾶσδε αἰτίας. αἱ γυναῖκες ταῖς γυναιξίν, αἱ

Λίβυσσαι ταῖς πλεούσαις, βούλοιντο μεντἂν καὶ τὸ

ὀρνίθων γάλα παρασχεῖν. παρέχουσι γοῦν ὅσα αὐταῖς

ἀήρ τε φέρει καὶ γῆ, τυρούς, ἄλευρα, πέμματα ἐκ

κριθῶν, κρέα ἄρνεια, ἀλεκτορίδας, ᾠὰ ἀλεκτόρεια.

ἤδη δέ τις καὶ ὠτίδα ἔδωκεν, ὄρνεον ἐκτόπως ἡδύ·

ἰδὼν ἂν ἄγροικος ἐπείποι ταῶν. αὗται δὴ κα-

τακομίζουσιν ἐπὶ τὴν ναῦν τὰ δῶρα, αἳ δὲ δεχόμεναι

κοινοῦνται τοῖς βουλομένοις. οἳ δὲ ἡμῖν ἤδη τὰ ἀπὸ

τῆς θήρας δωροῦνται, καὶ ἥκει τις ἄλλος ἐπ' ἄλλῳ,

παῖς ἐπ' ἀνδρὶ καὶ ἀνὴρ ἐπὶ παιδί, φέρων ἀεί τί μοι

ξένιον, ὃ μὲν ἠγκιστρωμένον ἰχθύδιον, ὃ δὲ ἄλλος ἄλλο

τι, πάντως ἕν γέ τι ἀγαθὸν ὧν φέρουσι πέτραι. ἐμοὶ

γὰρ οὐκ ἔστι βουλομένῳ τὰ παρὰ τῶν γυναικῶν δέ-

χεσθαι, σὴν χάριν καὶ τοῦτο, ἵνα μή τις ἐκεχειρία

μοι πρὸς αὐτὰς γένηται, κᾆτα ἐπειδὰν ἐξόμνυσθαι

δέῃ, διαποροίην ἀρνούμενος. ἐπεὶ τί ἐκώλυε τό γε ἐπὶ

τοῖς ἐπιτηδείοις τρυφᾶν; οὕτω πολλὰ πολλαχόθεν

συρρεῖ. σὺ μὲν οὖν ἀρετὴν λογιῇ τὴν φιλοφροσύνην

τῶν ἐγχωρίων ἣν εἰς τὰς ἐπιξενουμένας ἐνδείκνυνται·

τὸ δὲ ἑτεροῖόν ἐστιν, οἷον ἄξιον εἶναι καὶ διηγήσα-

σθαι, καὶ ταῦτα ἐπὶ τῆς νῦν ἐμοὶ παρούσης σχολῆς.

μήνιμα Ἀφροδίτης, ὡς εἰκάσαι, κατέχει τὴν χώραν·

δυστυχοῦσι γὰρ ὅπερ αἱ Λήμνιαι. καὶ γὰρ ὑπερμαζῶσι

καὶ ἀσυμμέτρως ἔχουσι τῶν στέρνων, ὥστε τὰ βρέφη

μὴ διὰ μάλης ἀλλὰ διὰ τῶν ὤμων σπᾶν τῆς θηλῆς

ἀναβεβλημένης. εἰ μή τις εἴποι τὸν Ἄμμωνα καὶ τὴν

Ἄμμωνος γῆν οὐ μᾶλλον εἶναι μηλοτρόφον ἢ κουρο-

τρόφον ἀγαθήν, ἀνεῖναι δὲ τὴν φύσιν ἀνθρώποις ὁμοίως

καὶ κτήνεσι δαψιλεστέρας καὶ ἁδροτέρας τὰς τοῦ γά-

λακτος πίδακας, καὶ εἰς τοῦτο δεῖν ἁδροτέρων οὐθάτων

τε καὶ θυλάκων. μανθάνουσαι δὴ παρὰ τῶν ἀνδρῶν,

οἷστισι συμβόλαιον γέγονε πρὸς ἄνθρωπον ὑπερόριον,

ὅτι μὴ πᾶν τὸ θῆλυ τοιοῦτόν ἐστιν, ἀπιστοῦσι· καὶ

ἐπειδὰν λάβωνται γυναικὸς ξένης, φιλοφρονοῦνται καὶ

πάντα δρῶσιν, ἔστ' ἂν τὰς ἀγκάλας διερευνήσωνται.

ἡ δὲ ἰδοῦσα λέγει πρὸς ἄλλην, καὶ καλοῦσιν ἀλλήλας

ὥσπερ οἱ Κίκονες· αἳ δὲ συμφοιτῶσιν ἐπὶ τὴν θέαν,

κἀπὶ τούτῳ δωροφοροῦσιν. ἡμῖν δὲ ἦν τι καὶ τῶν ἐκ τοῦ

Πόντου θεραπαινίδιον, ὃ συνελθοῦσαι τέχνη καὶ φύσις

ὑπὲρ τοὺς μύρμηκας ἔντομον ἔδειξαν. ἀμφὶ τοῦτο ἦν

ἅπασα σπουδή, καὶ τοῦτο παρὰ τῶν γυναικῶν ἐνεπο-

ρεύετο, καὶ μετεπέμποντο αὐτὸ πρότριτα ἄλλη παρ'

ἄλλης γυναῖκες τῶν ἀγρογειτόνων εὐδαίμονες· τὸ δὲ

οὕτω τι σφόδρα ἰταμὸν ἦν ὥστε καὶ ἀποδύσασθαι. τοῦτό

σοι δρᾶμα ἐκ τραγικοῦ κωμικὸν ὅ τε δαίμων ἡμῖν

ἐνήρμοσε κἀγὼ τοῖς πρὸς σὲ γράμμασι. καὶ οἶδα

μὲν ἐκτείνας τὴν ἐπιστολὴν εἰς μῆκος τοῦ μετρίου

μεῖζον, ἀλλ' ὥσπερ τοῦ συνεῖναί σοι κατὰ πρόσωπον,

οὕτω καὶ τοῦ γράφειν ἀπλήστως ἔχω· ἅμα δὲ οὐδὲ

ἐλπίσας ἔτι σοι διαλέξεσθαι, νῦν ἐπειδὴ ἐξόν, ἐμφο-

ροῦμαι. ἀλλὰ κἂν ταῖς ἐφημερίσι, περὶ ἃς ἐσπού-

δακα, τὴν ἐπιστολὴν ἐναρμόσας ὡς συχνῶν ἡμερῶν

ἔχοιμ' ἂν ὑπομνήματα. ἔρρωσο, καὶ τὸν υἱὸν Διόσ-

κορον κέλευε μετὰ τῆς μητρὸς καὶ τῆς τήθης, ἃς ἐγὼ

καὶ φιλῶ καὶ ἐν ἀδελφαῖς ἄγω. ἄσπασαι τὴν θεοφι-

λεστάτην καὶ σεβασμιωτάτην φιλόσοφον, καὶ τὸν εὐ-

δαίμονα χορὸν τὸν ἀπολαύοντα τῆς θεσπεσίας αὐδῆς,

ἐκ πάντων δὲ μάλιστα τὸν ἱερώτατον πατέρα Θεότε-

κνον καὶ τὸν ἑταῖρον ἡμῶν Ἀθανάσιον. τὸν δὲ ὁμοψυ-

χότατον ἡμῖν Γάιον εὖ οἶδ' ὅτι φρονῶν ὅσα ἐγὼ μετὰ

τῶν συγγενῶν τάττεις. μετ' ἐκείνων οὖν προσειρήσθω

καὶ ὁ θαυμάσιος γραμματικὸς Θεοδόσιος, ὃς εἰ καὶ

μάντις ὢν ἔκρυπτεν ἡμᾶς (προγνοὺς γὰρ ἐν οἷς ἔσο-

μαι, κατέβαλε τὴν προθυμίαν τῆς σὺν ἡμῖν ἀποδη-

μίας), ἀλλ' οὖν ἔγωγε αὐτὸν καὶ φιλῶ καὶ ἀσπάζομαι.

σὺ δὲ μηδέποτε πλεύσειας. εἰ δέ ποτε πάντως δεήσει,

ἀλλὰ μή τι φθίνοντός γε μηνός.

5

{Τοῖς πρεσβυτέροις.}

<Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποι-

θέναι ἐπ' ἄνθρωπον>. ἀλλὰ τοὺς ἐκ τῆς ἀθεω-

τάτης αἱρέσεως Εὐνομίου πυνθάνομαι, Κυντιανὸν ὄνομα

καὶ τὴν ἐπὶ στρατοπέδου θρυλουμένην ὑπ' αὐτῶν δυ-

ναστείαν προστησαμένους, μοιχᾶν πάλιν τὴν ἐκκλη-

σίαν καὶ ψευδοδιδασκάλους τινὰς ἐφιστάναι παγίδα

ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς, οὓς ἔναγχος οἱ παρὰ

Κυντιανοῦ σταλέντες ἐπ' αὐτὸ τοῦτο καταπεπλεύκασιν

ἄγοντες. ἡ γὰρ δίκη πρόσχημα τῆς ἀσεβείας ἐστί,

μᾶλλον δὲ ἀγὼν ὑπὲρ ἀσεβείας. οὗτοι τοίνυν οἱ νόθοι

πρεσβύτεροι, οἱ νεήλυδες ἀπόστολοι τοῦ διαβόλου τε

καὶ Κυντιανοῦ, μὴ λάθωσιν ὑμᾶς ἐμπηδήσαντες ᾧ

ποιμαίνετε ποιμνίῳ, μὴ λάθωσιν ὑμᾶς τῷ σίτῳ τὸ

ζιζάνιον παρασπείροντες. κατάδηλοι πᾶσίν εἰσιν αἱ

τούτων καταφυγαί. ἴστε τίνες ἀγροὶ δέξαιντ' ἂν αὐ-

τούς, ἴστε τίνες οἰκίαι τοῖς λῃσταῖς ἀνεῴγασι.

μετέλθετε τοὺς φῶρας ῥινηλατοῦντες, ζηλωταὶ γενέσθε

τῆς εὐλογίας τῆς Μωσαϊκῆς, ἣν εὐλόγησε τοὺς ἄνδρας,

οἳ κατὰ τῶν ἠσεβηκότων ἐν τῇ παρεμβολῇ καὶ γνώ-

μην καὶ χεῖρας ἐκίνησαν. ἐκεῖνο δὲ εἰπεῖν ἄξιον

πρὸς ὑμᾶς, ἀδελφοί. τὰ καλὰ καλῶς γινέσθω, ἡ ὑπὲρ

κέρδους ἔρις ἀνῃρήσθω, ἅπαντα διὰ τὸν θεὸν ἐγχει-

ρείσθω. οὐ δεῖ τὴν αὐτὴν ἀρετῆς εἶναι καὶ πονηρίας

ὑπόθεσιν. ὑπὲρ εὐσεβείας ὁ δρόμος, ὑπὲρ ψυχῶν

ἀγωνιστέον, μή τινας ἀπὸ τῆς ἐκκλησίας συλήσωσιν,

ὅπερ ἔθος ἤδη πεποίηνται. ὃς δ' ἂν τὴν ἐκκλησίαν

προστησάμενος αὔξῃ βαλάντιον, καὶ διὰ τοῦ δοκεῖν

εἶναι χρήσιμος ἐν καιροῖς ἀπαιτοῦσι δριμύτητα δυνα-

στείαν ἑαυτῷ κατεργάζηται, οὗτός ἐστιν ὃν ἡμεῖς συν-

όδου Χριστιανῶν ἐκκηρύττομεν. οὐκ ἐποίησεν ὁ θεὸς

ἀτελῆ τὴν ἀρετήν, οὐ δεῖται πονηρίας συμμάχου, οὐκ

ἐπιλείψουσι στρατιῶται τῷ θεῷ πρέποντες ἐκκλησίαις·

εὑρήσει συμμάχους ἐνταῦθα μὲν ἀμίσθους, ἐν οὐρανῷ

δὲ ἐντελομίσθους. ὑμεῖς οὗτοι γίνεσθε· καλὸν μὲν

γὰρ καὶ κατορθοῦσι συνεύξασθαι, καλὸν δὲ καὶ παρα-

βαίνουσιν ἐπαράσασθαι. ὅστις ἂν οὖν μαλακίσηται

καὶ προδῷ, καὶ ὅστις ἂν ἐπεξέλθῃ μὲν ἁρπάσῃ δέ τι

τῶν ἀλλοτρίων, μὴ ἀναίτιος γένοιτο τῷ θεῷ. ἓν τοῦτο

μόνον εἰς μέσον ἑλκύσατε, καὶ τοὺς τραπεζίτας τοὺς

πονηροὺς τοὺς καθάπερ νόμισμα τὸ δόγμα τὸ θεῖον

παραχαράττοντας περιενέγκατε· πᾶσι ποιήσατε κατα-

φανεῖς οἵτινές εἰσι. κᾆθ' οὕτως ἄτιμοι τῶν Πτολε-

μαΐδος ὅρων ἀπεληλάσθωσαν, ὅ τι σὺν αὐτοῖς ἥκει

χρῆμα πᾶν ἀμειαγώγητον ἀποφέροντες. ὁ δὲ παρὰ

ταῦτα ποιῶν ἐπάρατος τῷ θεῷ. ὅστις ἀσεβῆ σύνοδον

ἰδὼν παρεῖδεν ἢ ἀκούσας παρήκουσεν ἢ κέρδει παρ'

αὐτῶν ἐμολύνατο, τούτους ἡμεῖς Ἀμαληκίτας εἶναι

διαταττόμεθα, παρ' ὧν οὐκ ἔξεστι κομίσασθαι λάφυ-

ρον. περὶ δὲ τοῦ λαβόντος φησὶν ὁ θεὸς <μεταμε-

μέλημαι ὅτι ἐβασίλευσα τὸν Σαούλ>. ἀλλ'

ὑμῶν ἐπὶ μηδενὶ μεταμέλοιτο, ἀλλὰ μέλοι μὲν ὑμῶν

τῷ θεῷ, μέλοι δὲ ὑμῖν τοῦ θεοῦ.

6

{Ἀνυσίῳ.}

Ὁ δὲ Καρνᾶς ἔτι μέλλει, καὶ οὔθ' ἑκὼν οὔθ' ὑπ'

ἀνάγκης γίνεται δίκαιος. χρὴ δὲ ἥκειν αὐτὸν ὡς

ἡμᾶς ἵν' εἰδῶμεν ὅ τι καὶ λέγει, καὶ οἷστισιν ὀφθαλ-

μοῖς ἡμᾶς ἀντιβλέψεται, παρ' ὧν ἠξίωσε καὶ ἀκόν-

των ὃν κέκλοφεν ἵππον ὠνήσασθαι, ἵνα μὴ στρατιώ-

της, φησίν, ἄνιππος ᾖ. προτείνει δὲ κομιδῇ σμικρὸν

ἀργυρίδιον καὶ μὴ ἀποδομένοις οὐκ ἀποδίδωσιν, ἀλλ'

οἴεται σὺν δίκῃ τὸν ἵππον ἔχειν, καὶ ταῦτα οὐκ ὢν

Ἀγαθοκλῆς ἢ Διονύσιος, οἷς αἱ τυραννίδες ἐπέτρεπον

οὕτω πάνυ πονηροῖς εἶναι, ἀλλὰ Καρνᾶς ὁ Καπφαρο-

δίτης, ὃν οὐ χαλεπὸν ἐπαναγαγεῖν εἰς τοὺς νόμους. ἂν

οὖν διαγάγῃ τις αὐτὸν ὡς σέ, μηδὲ ἡμεῖς ἀγνοήσω-

μεν, ἵνα τοὺς κατὰ πρόσωπον ἐξελέγξοντας αὐτὸν ἀπὸ

Κυρήνης καλέσωμεν.

7

{Θεοδώρῳ καὶ τῇ ἀδελφῇ.}

Πῶς δοκεῖτε δέδηγμαι τὴν καρδίαν ἐκδεδομένου λό-

γου κατὰ τὴν πόλιν ὅτι δεινῇ τινὶ καὶ πέρα δεινῆς ὀ-

φθαλμίᾳ παλαίεις, ἀπειλούσῃ ταῖς ὄψεσι κίνδυνον;

ἔπειτα πέφηνεν ὁ λόγος ψευδής, καὶ οἶμαί τις παμπόνη-

ρος ἄνθρωπος προφάσεως εἰλημμένος τοῦ τῆς ὀφθαλμίας

ὀνόματος ἦρεν ἐπὶ μέγα τὴν φήμην, καὶ ἐτραγῴδησε.

τράποιτο μὲν οὖν εἰς ἐκεῖνον αὐτὸν ἅττα ὑμῶν κατε-

ψεύσατο, τῷ δὲ θεῷ χάρις ὅτι παρέσχεν ἡμῖν ἀκοῦ-

σαι καλλίονα. χρῆν δὲ μή, τὸ λεγόμενον, ἄστροις τὰ

καθ' ὑμᾶς σημαίνεσθαι μηδὲ τί λέγει φήμη πυνθά-

νεσθαι, ἀλλὰ μάλιστα μὲν ἔχειν συνόντας· εἰ δὲ μή,

γράμμασιν ὑμετέροις ἐντυγχάνειν καὶ παρ' ὑμῶν τὰ

περὶ ὑμῶν εἰδέναι. ἀλλ' ὑμεῖς ἡμῶν λίαν ἀμελεῖτε,

ὥσπερ ἴσως ὁ θεὸς βούλεται.

8

{Τῷ ἀδελφῷ.}

Οὐ μὴ ἐρεῖς ὡς ἔλαθεν ὑμᾶς ὁ διακομιστὴς τῶν

πανηγυρικῶν γραμμάτων, ἀλλ' ἰδόντες παρεοράκατε,

καὶ οὐκ ἔδοξεν ὑμῖν ἄξιον εἶναι τὸν ἀδελφὸν ἐν μνήμῃ

ποιήσασθαι, καὶ ἐπιθεῖναι πρὸς αὐτὸν γράμμα μηνῦον

ὅπως ἔχετε καὶ ἐν τίσιν ἐστέ· ἐμοὶ γὰρ οὐκ ἀμελές

ἐστιν εἰδέναι τὰ περὶ ὑμῶν, ἀλλ' ἐπείπερ ἐν ἅπασι

λυποῦμαι τοῖς ἐμαυτοῦ, βουλοίμην ἂν ἐν τοῖς ὑμετέ-

ροις εὐφραίνεσθαι. ὑμεῖς δὲ καὶ ταύτης με τῆς παρα-

μυθίας ἀφῄρησθε. χρῆν δὲ οὐχί· καὶ γὰρ εἰ μὴ γεγόνα-

μεν ἀπὸ τῶν αὐτῶν, ἀλλὰ τροφαὶ κοιναὶ καὶ παιδεῖαι

κοιναὶ καὶ τί γὰρ οὐχὶ κοινόν; πάντα διὰ πάν-

των ἡμᾶς ἀλλήλοις ᾠκείωσεν. ἀλλὰ γάρ ἐστιν, ὥσπερ

λέγεται, δυσημερία πρᾶγμα δεινόν· καὶ ὅταν ἥκῃ τινὶ

χρόνος ἀντίξους, ἐνταῦθα τά τε ἄλλα πάντα καὶ ἀδελ-

φῶν γνῶμαι καὶ φίλων ἐλέγχονται. ἐμοὶ δὲ ἀποχρή-

σει καὶ παρ' ἑτέρων πυνθάνεσθαι τὰ περὶ ὑμῶν. μόνον

ὁ θεὸς ἀγαθῶν εἴη νομεύς· τοιούτου γὰρ ἐρῶμεν ὑπὲρ

ὑμῶν ἀκροάματος.

9

{Θεοφίλῳ ἀρχιεπισκόπῳ.}

Βαθύ σε γῆρας καὶ λιπαρὸν περιμείνειεν, ἁγιώτατε

καὶ σοφώτατε· τά τε γὰρ ἄλλα τῷ βίῳ κέρδος ἂν

εἴης σωζόμενος, καὶ μεγίστη προσθήκη τῷ διδασκα-

λείῳ τοῦ Χριστοῦ γίνεται ὁ τῶν πανηγυρικῶν βιβλίων

ἀριθμὸς τοῖς ἐνιαυτοῖς συναυξανόμενος. ὡς ὅ γε τῆτες

καταπεμφθεὶς λόγος καὶ ἧσε τὰς πόλεις καὶ ὤνησε, τὸ

μὲν τῷ μεγέθει τῶν νοημάτων, τὸ δὲ τῶν ὀνομάτων

τῇ χάριτι.

10

{Τῇ φιλοσόφῳ Ὑπατίᾳ.}

Αὐτήν τέ σε καὶ διὰ σοῦ τοὺς μακαριωτάτους ἑταί-

ρους ἀσπάζομαι, δέσποινα σεβασμία, πάλαι μὲν ἂν

ἐγκαλέσας ἐφ' οἷς οὐκ ἀξιοῦμαι γραμμάτων, νῦν δὲ

οἶδα παρεοραμένος ὑφ' ἁπάντων ὑμῶν ἐφ' οἷς ἀδικῶ

μὲν οὐδὲν ἀτυχῶ δὲ πολλὰ καὶ ὅσα ἄνθρωπος ἀτυχῆ-

σαι δύναται. ἀλλ' εἴπερ εἶχον ἐντυγχάνειν ὑμετέραις

ἐπιστολαῖς καὶ μανθάνειν ἐν οἷς διατρίβετε (πάντως δὲ

ἐν ἀμείνοσίν ἐστε καὶ καλλίονος πειρᾶσθε τοῦ δαί-

μονος), ἐξ ἡμισείας ἂν ἔπραττον πονήρως ἐν ὑμῖν

εὐτυχῶν· νυνὶ δὲ ἕν τι καὶ τοῦτο τῶν χαλεπῶν ἐστὶν

ἅ με κατείληφεν. ἀπεστέρημαι μετὰ τῶν παιδίων

καὶ τῶν φίλων καὶ τῆς παρὰ πάντων εὐνοίας, καὶ τὸ

μέγιστον, τῆς θειοτάτης σου ψυχῆς, ἣν ἐγὼ μόνην

ἐμαυτῷ ἐμμενεῖν ἤλπισα κρείττω καὶ δαιμονίας ἐπη-

ρείας καὶ τῶν ἐξ εἱμαρμένης ῥευμάτων.

11

{Τοῖς πρεσβυτέροις.}

Οὔτε πρότερον ὑμῶν ἐγὼ περιῆν, ἁπάσῃ ῥώμῃ

καὶ μηχαναῖς ἐκκλίνας ἱερωσύνην, οὔτε νῦν ὑμεῖς

ἐμοῦ κεκρατήκατε, ἀλλὰ θεῖον ἄρα ἦν καὶ τὸ μήπω

τότε καὶ τὸ νῦν ἤδη. ἐγὼ δὲ πολλοὺς ἂν θανάτους

ἀντὶ τῆσδε τῆς λειτουργίας εἱλόμην· οὐ γὰρ κατ'

ἐμαυτὸν εἶναι τὸν ὄγκον ἐλογιζόμην τοῦ πράγματος.

τοῦ θεοῦ δὲ ἐπενεγκόντος οὐχ ὅπερ ᾔτουν ἀλλ' ὅπερ

ἐβούλετο, εὔχομαι τὸν γενόμενον νομέα τοῦ βίου γενέ-

σθαι καὶ τοῦ νεμηθέντος προστάτην. ὁ γὰρ ἐννεάσας

τῇ κατὰ φιλοσοφίαν σχολῇ καὶ θεωρίᾳ τῶν ὄντων

ἀπράγμονι, καὶ τοσοῦτον ὁμιλήσας φροντίσιν ὅσον

ἀφοσιώσασθαι τῷ μετὰ σώματος βίῳ καὶ τῷ πολίτης

γεγονέναι πόλεως, πῶς ἀρκέσω μερίμναις ἐχούσαις

συνέχειαν; ἢ πῶς ἐμαυτὸν ἐπιδοὺς ὄχλῳ πραγμάτων

ἔτι προσβαλῶ τοῖς νοῦ κάλλεσιν, ἃ μόνης ἐστὶ καρ-

ποῦσθαι τῆς μακαρίας σχολῆς; ἧς χωρὶς ἐμοὶ καὶ τοῖς

ὁμοίοις ἐμοὶ πᾶς ὁ βίας ἀβίωτος; ἐγὼ μὲν οὐκ ἂν εἰ-

δείην. τῷ θεῷ δέ, φασί, πάντα δυνατά, καὶ τὰ

ἀδύνατα. αὐτοί τε οὖν ὑπὲρ ἐμοῦ χεῖρας ἱκέτιδας

ἄρατε πρὸς θεόν, καὶ τῷ τε ἐν ἄστει δήμῳ καὶ ὅσοι

κατ' ἀγροὺς ἢ κωμητικὰς ἐκκλησίας αὐλίζονται τὰς ὑπὲρ

ἡμῶν εὐχὰς καὶ κοινῇ καὶ καθ' ἕνα πᾶσι παρεγγυή-

σατε. εἰ γὰρ μὴ ἔρημος ἀπολειφθείην θεοῦ, τότε

γνώσομαι τὴν ἱερωσύνην οὐκ ἀπόβασιν οὖσαν φιλοσο-

φίας ἀλλ' εἰς αὐτὴν ἐπανάβασιν.

12

{Κυρίλλῳ.}

Ἴθι παρὰ τὴν μητέρα τὴν ἐκκλησίαν, ἀδελφὲ Κύ-

ριλλε, ἧς οὐκ ἀπεκόπης ἀλλ' εἰς καιρὸν ἐχωρίσθης,

ὃς ταῖς τῶν ἁμαρτημάτων ἀξίαις διώρισται. δοκῶ γὰρ

εἰδέναι σαφῶς ὅτι τοῦτ' ἂν πάλαι καὶ ὁ κοινὸς ἡμῶν

πατὴρ ὁ τῆς ὁσίας μνήμης ἐποίησεν, εἰ μὴ τὸ χρεὼν

ἔφθασε· τὸ γὰρ ἐν μέτρῳ τάξαι τὴν τιμωρίαν γνώ-

μης ἦν εὐθὺς ὑπισχνουμένης συγγνώμην. αὐτὸν οὖν

ἐκεῖνον τὸν ὅσιον ἱερέα νόμιζέ σοι δεδωκέναι τὴν κά-

θοδον, καὶ πρόσελθε τῷ θεῷ καθαρευούσῃ πάθους ψυχῇ

καὶ ἀμνηστίαν ἐχούσῃ κακῶν. ἀλλὰ καὶ διὰ πάσης

εὐφήμου μνήμης ἄγε τὸν ἱερὸν ἐκεῖνον καὶ θεοφιλῆ

πρεσβύτην, τὸν ἀποδείξαντά σε πρόεδρον δήμου. πάν-

τως σοι τοῦτο οὐκ ἀποθύμιον.

13

{Πέτρῳ πρεσβυτέρῳ.}

Θεὸς ἡγείσθω παντὸς ἔργου καὶ λόγου. τὸν δὲ δια-

κομιστὴν τῶν πανηγυρικῶν γραμμάτων, ἃ καταγ-

γέλλει τὴν κυρίαν τῆς ἑορτῆς ἡμέραν ἐννεακαιδεκάτην

τοῦ Φαρμουθὶ μηνός, ὡς τῆς ἐπὶ ταύτην ἀγούσης

νυκτὸς τὸ ἀναστάσιμον ἐχούσης μυστήριον, τοῦτον καὶ

προσιόντα καὶ ἐπανιόντα φιλανθρωπίας ἁπάσης ἀξιώ-

σατε καὶ ἀμοιβῇ ζῴων ἐφ' ἑκάτερα πέμψατε, ὅστις

ὑπὲρ τοῦ μὴ γενέσθαι ταῖς ἐκκλησίαις ἐκλιπὲς ἔθος ἀρ-

χαῖον καὶ πάτριον μέσοις ἑαυτὸν τοῖς τῶν πολεμίων

ὅπλοις ἐπέδωκεν, ὑποστὰς ὁδοιπορῆσαι δι' ὑπόπτου

τῆς χώρας. ταῦτα καὶ πείθει τὴν πόλιν ὑπὲρ ἡμῶν

εὔχεσθαι· δεῖ γὰρ αὐτὴν ἐντεῦθεν ἤδη τὴν τῆς ἐφ'

ἡμῖν ἀβουλίας αἴσθησιν δέξασθαι, ἥτις ἐκάλεσεν εἰς

ἱερωσύνην οὐχ ᾧ παρρησία τίς ἐστι πρὸς θεὸν ὅλου

δήμου διαβάντι προεύξασθαι, ἀλλ' ὅστις αὐτὸς ὑπὲρ

τοῦ σωθῆναι δεῖται γενέσθαι δημαίτητος. ἐπεὶ καὶ

τῆς ἐνθάδε συνόδου (πλῆθος δὲ συχνῶν ἱερέων) συντυ-

χία τις ἦν, ἣν ὁ νῦν καιρὸς ἤθροισεν, ἐπιθεμένῳ μοι

γράψαι πρὸς ὑμᾶς. εἰ δὲ μηδὲν ἔσχον εἰπεῖν οἷον

ἀκούειν εἰώθατε, συγγνώμη μὲν ἐμοὶ τοῦτο, ἔγκλημα

δὲ ὑμῖν, ὅτι τὸν οὐκ εἰδότα τὰ λόγια τοῦ θεοῦ τῶν εἰ-

δότων ἀνθείλεσθε.

14

{Ἀνυσίῳ.}

Οὕτως ἀμύνουσι γονεῦσι παῖδες. ἀπέχω τὴν χάριν.

Καρνᾶς ἱκέτης μου γέγονεν, οὗ τὴν ἱκεσίαν ὁ θεὸς

αἰδεσιμωτέραν ἐποίησε· ποῦ γὰρ ἱερέως εἰς ἰδίαν ὑπό-

θεσιν περιιδεῖν ἀγώγιμον ἄνθρωπον ἐν νηστίμοις ἡμέ-

ραις; ὅστις οὖν ἦγεν αὐτόν, οὐκ ἀφῆκεν ἀλλ' ἀφῃρέθη

τὸν ἄνθρωπον. ἂν οὖν ὑπὲρ τοῦ βεβιάσθαι σοι δῶ δί-

κην, περιέστημεν ἡμεῖς εἰς τὸ τοῖς μὲν ἠδικηκόσι γε-

νέσθαι φιλάνθρωποι, αὐτοὺς δὲ τοὺς μηδὲν ἀδικοῦντας

ἠδικηκέναι.

15

{Τῇ φιλοσόφῳ.}

Οὕτω πάνυ πέπραγα πονήρως, ὥστε ὑδροσκοπείου

μοι δεῖ. ἐπίταξον αὐτὸ χαλκευθῆναί τε καὶ συνενωθῆναι.

σωλήν ἐστι κυλινδρικός, αὐλοῦ καὶ σχῆμα καὶ μέγεθος

ἔχων. οὗτος ἐπί τινος εὐθείας δέχεται τὰς κατατομάς,

αἷς τῶν ὑδάτων τὴν ῥοπὴν ἐξετάζομεν· ἐπιπωματίζει

γὰρ αὐτὸν ἐκ θατέρου κῶνος κατὰ θέσιν ἴσην ἐγκείμε-

νος, ὡς εἶναι κοινὴν βάσιν ἀμφοῖν, τοῦ τε κώνου καὶ

τοῦ σωλῆνος. αὐτὸ δὴ τοῦτό ἐστι τὸ βαρύλλιον.

ὅταν οὖν εἰς ὕδωρ καθῇς τὸν αὐλόν, ὀρθὸς ἑστήξει καὶ

παρέξει σοι τὰς κατατομὰς ἀριθμεῖν· αἳ δὲ τῆς ῥοπῆς

εἰσι γνωρίσματα.

16

{Τῇ αὐτῇ.}

Κλινοπετὴς ὑπηγόρευσα τὴν ἐπιστολήν, ἣν ὑγιαί-

νουσα κομίσαιο, μῆτερ καὶ ἀδελφὴ καὶ διδάσκαλε καὶ

διὰ πάντων τούτων εὐεργετικὴ καὶ πᾶν ὅ τι τίμιον

καὶ πρᾶγμα καὶ ὄνομα. ἐμοὶ δὲ τὰ τῆς σωματικῆς

ἀσθενείας ψυχικῆς αἰτίας ἐξῆπται. κατὰ μικρόν με

δαπανᾷ τῶν παιδίων τῶν ἀπελθόντων ἡ μνήμη. μέχρις

ἐκείνου ζῆν ἄξιον ἦν Συνέσιον, μέχρις ἦν ἄπειρος τῶν

τοῦ βίου κακῶν. εἶτα ὥσπερ ῥεῦμα ἐπισχεθὲν ἅθρουν

ἐρρύη, καὶ μετέβαλεν ἡ γλυκύτης τοῦ βίου. παυσαίμην

ἢ ζῶν ἢ μεμνημένος τῶν υἱέων τοῦ τάφου. σὺ δὲ αὐτή

τε ὑγιαίνοις καὶ ἄσπασαι τοὺς μακαρίους ἑταίρους, ἀπὸ

τοῦ πατρὸς Θεοτέκνου καὶ ἀπὸ τοῦ ἀδελφοῦ Ἀθανασίου

ἀρξαμένη, πάντας ἑξῆς· καὶ εἴ τις αὐτοῖς προσγέγονεν,

ὡς εἶναί σοι καταθύμιος, ἐμὲ δὲ δεῖ χάριν ὀφείλειν

αὐτῷ διότι σοι καταθύμιός ἐστι, κἀκεῖνον ὡς φίλον

φίλτατον ἄσπασαι παρ' ἐμοῦ. τῶν ἐμῶν εἴ τί σοι μέ-

λει, καλῶς ποιεῖς· καὶ εἰ μὴ μέλει, οὐδὲ ἐμοὶ τούτου

μέλει.

17

{Ἡλιοδώρῳ.}

Πολλὰ κἀγαθὰ γένοιτο τῷ δεῖνι, δι' εὐφήμου μνή-

μης τὴν σὴν ἄγοντι σεμνοπρέπειαν καὶ τὰς ἁπάντων

ἀκοὰς ἐμπεπληκότι τῶν ἐπαίνων τῶν κατὰ σοῦ, ὀφειλο-

μένων τῇ χρυσῇ σου ψυχῇ τε καὶ γλώττῃ. πλὴν ἀλλὰ

παρὰ πόδας ἀποδίδως τὴν χάριν τῆς εὐλογίας. ἀντευ-

φημεῖται γὰρ ὑπὸ μυρίων ὅσων τῶν σῶν ἐραστῶν,

οἷς ἅπασιν ἐγὼ τῶν πρωτείων ἀμφισβητῶ, μᾶλλον

δὲ οὐκ ἀμφισβητῶ· συγχωροῦσι γὰρ ἅπαντες.

18

{Τῷ ἀδελφῷ.}

Ὁ δεῖνα βουλευτὴς μέν ἐστι πόλεως, ἐν ᾗ τοὺς

παῖδας ἐγεννησάμην (τρόπον οὖν τινὰ πάντας Ἀλεξαν-

δρέας ὡς πολίτας ὑφ' ἡμῶν τιμᾶσθαι καὶ ὁρᾶσθαι

προσήκει), τῷ δὲ ὑπάρχει συγγενεῖ τε εἶναι τοῦ μακα-

ρίτου Θεοδώρου σφόδρα διὰ μνήμης ἡμῖν ἀνδρὸς γενο-

μένου καὶ μηδὲν ἀμελεῖσθαι ἀξίῳ παρὰ τῶν τῇδε τὰ

πρῶτα ἐχόντων ἐν τῷ πολιτεύεσθαι. οὗτοί μοι προσ-

ήγαγον τε αὐτόν, χρυσίον ὡς ὑμᾶς νομὴν στρατιώταις

κομίζοντα, καὶ ἐδεήθησαν ἐμοῖς ἐφοδίοις γράμμασι

πρὸς ὑμᾶς παραπέμψαι, ἡγούμενοι πάντα καλῶς ἕξειν

αὐτῷ, τυχόντι τοῦ παρ' ἐμοῦ σοί τε καὶ τῷ δεῖνι συ-

στῆναι. ἐγὼ μὲν οὖν ὅπερ ᾔτησαν ἔδωκα· εἰ δὲ μὴ μά-

την, ὑμεῖς δείξετε.

19

{Ἡρώδῃ καὶ Μαρτυρίῳ.}

Οὐκ ἐν αἰτίᾳ μοι δοκῶ πεποιῆσθαι τὴν κοινωνίαν

τῆς ἐπιστολῆς, ἀλλ' εἰ διῴκισα γράμμασι τοὺς συν-

ημμένους τῇ γνώμῃ, τοῦτ' ἂν ἦν τὸ ὑπαίτιον. προσ-

είρησθε δή, θαυμάσιοι, καὶ τὸν ἐπιδιδόντα τὴν ἐπιστο-

λήν, ὃς ἐπὶ χρυσίου διακομιδῇ παρ' ὑμᾶς ἐστάλη δη-

μοσίαν ὁδόν, θάλψατε τὸν ἐνόντα τρόπον, ἐπειδή μοι

παρὰ παντὸς συνέστη τοῦ βουλευτηρίου. καὶ βουλοί-

μην μὲν ἀγαθοῦ τινὸς αἴτιος αὐτῷ γενέσθαι, οὐ μὴν

οἶδα ὅτι μᾶλλον ἡμῶν ἑτέροις μέλειν ἄξιον ἡμῶν τε

καὶ ὧν ἂν ἡμεῖς ἐπιβάλλωμεν.

20

{Διογένει}

Ἕως ἔτι περιῆν ὁ μακαρίτης Θεόδωρος, κοινὸς μὲν

ἦν ἁπάντων Πενταπολιτῶν πρόξενος, διαφερόντως δὲ

τοὺς ἡμετέρους γονέας ἐξήρτητο τῇ τε εἰς ἅπαντα

σπουδῇ καὶ τῇ τῆς γλώττης εὐστομίᾳ καὶ χάριτι. τῶν

οὖν παρ' ἐκείνῳ πολλῶν καὶ ἡδίστων εἰς Ἀμμώνιον

τὸν ἀνεψιὸν τὴν χάριν ἀπομνημονεύσωμεν. ἐγὼ μὲν

οὖν τοὐμὸν μέρος ἀπέτισα. τί δὲ ἦν ἀπόντος ἔργον

ἢ τοῖς παροῦσι τὸν ἄνδρα συστῆσαι; τὸ δὲ μὴ βαρεῖαν

αὐτῷ τὴν αὐτόθι γενέσθαι διατριβὴν ὑμέτερον ἔργον.

21

{Τῷ ἡγεμόνι.}

Εἰ τοῦ Θεοδώρου μνήμη παρὰ τῇ σεμνοπρεπείᾳ

τῇ σῇ (πῶς δὲ οὐ μέλλει;), χάρισαι τοῖς εἰς τὸν ἀπελ-

θόντα καθήκουσι τὴν εἰς τὸν ἀνεψιὸν τὸν ἐκείνου τι-

μήν. καὶ γὰρ ἄνδρα ἀγαθὸν εὖ πεποιηκὼς ἔσῃ

καὶ τῷ τῆς μεγάλης Ἀλεξανδρείας βουλευτηρίῳ κεχα-

ρισμένος· ὡς ἀθρόοι γενόμενοι προσαγηόχασιν ἐμοὶ

τὸν ἄνδρα, καὶ ἐδεήθησαν ὄνασθαί τι τῶν ἡμετέρων

γραμμάτων. τὸ μὲν οὖν δοῦναι τὰς ἐπιστολὰς ἡμέ-

τερον ἦν, τὸ δὲ εἰς ὄνησιν αὐτῷ γενέσθαι παρ' ὑμῶν

ἐπιζητεῖται.

22

{Ἀναστασίῳ.}

Ἥσθην. ἀλλὰ πῶς οἴει; πάνυ μὲν οὖν ἀπὸ βαθείας

τῆς γνώμης ἥσθην μαθὼν τὰ χρυσᾶ παιδία τῇ τοῦ

βασιλέως φωνῇ νόμῳ σοι παιδία γενόμενα, μάλιστα

μὲν ὅτι σε φιλῶ· τίνα γὰρ ἂν δικαιότερον; εἶθ' ὅθι πο-

νηροὺς ἀνθρώπους μισῶ, ὧν τὰς ἐν σκότῳ καὶ γωνίαις

ἐλπίδας ἡ χρηστὴ τύχη τῶν παιδίων ὑπετέμετο.

23

{Διογένει.}

Τοιοῦτόν ἐστιν ἡ Σύρων τρυφή. καὶ συγγενῶν καὶ

φίλων ἐπιλήσμονας ἀποδείκνυσι· μὴν γὰρ οὑτοσὶ

πέμπτος, ἀφ' οὗ γράμμασιν ἡμᾶς οὐκ ἠσπάσω, καὶ

ταῦτα δούσης σοι τῆς φύσεως οὐ μόνον πρὸς χρείαν

ἀλλὰ καὶ πρὸς ἔνδειξιν καὶ φιλοτιμίαν ὑπαγορεύειν

ἐπιστολάς. ἀλλ' ἂν αὐτὸς ὑγιαίνῃς καὶ τὰ χρυσᾶ

παιδία καὶ ἡ καλλίπαις μήτηρ αὐτῶν, ἡμῖν καὶ τοῦτο

ἅλις ἔχει.

24

{Σιμπλικίῳ.}

Ἔδει μέντοι ταῖς τύχαις γνώμας μὴ συνεξαίρεσθαι,

μηδὲ τὸ μεμνῆσθαι τῶν πάλαι φίλων ἔλαττον ἡγεῖσθαι

τῆς παρούσης ἀξίας. σὺ δὲ ἡμῶν ἐπιλήσμων ἐγένου

χρόνου συχνοῦ. χρῆν δὲ οὐχί, καίτοι σφοδρᾶς διαθέ-

σεως συναψάσης ἡμᾶς ἀλλήλοις.

25

{Ἡλιοδώρῳ.}

Ἐμοὶ μὲν συμπρόεισι τοῖς ἐνιαυτοῖς καὶ ἡ τοῦ φίλ-

τρου προσθήκη· σὺ δὲ εἰ μὲν ὁμοίως ἔχων οὐκ ἄγεις

σχολὴν ὑπὸ τοῦ τῶν πραγμάτων ὄχλου γράμμασι τι-

μᾶν, ὡς εἰκός, ἅπαξ ποτὲ καὶ οὓς εἰκός, κλέψας

σαυτὸν ἀπὸ τῶν δημοσίων χρόνον ὅσον ἀρκέσαι πρὸς

μέτρον ἐπιστολῆς, αὐτὸ τοῦτο μήνυσον. εἰ δὲ

ἐπιγινώσκεις ἀληθευομένην κατὰ σοῦ τὴν ὑποψίαν

τῆς λήθης, διόρθωσαι μετανοίᾳ καὶ σαυτὸν ἡμῖν ἐπα-

νάγαγε.

26

{Τρωΐλῳ.}

Ἀλλ' εἰ μήτε Κυρηναῖοι μήτε πόλεις ἀστυγειτόνων

ἀποτίσουσί σοι χάριν ἀξίαν ἀνθ' ὧν ὁ θαυμάσιος Ἀνα-

στάσιος αὐταῖς γράφει, πάντως γε ἡ τοῦ θεοῦ σοι προσ-

έσται χάρις, ᾧ σαυτὸν οἰκειοῖς τῇ κοινωνίᾳ τῆς εὐερ-

γετικῆς προαιρέσεως. εὐδαιμονοίης, ἄριστε φιλοσό-

φων· οὕτω γὰρ ἐμοί σε φίλον καλεῖν, ὥσπερ ὑπαγο-

ρεύει τὰ πράγματα.

27

{Κώνσταντι.}

Εἰ δὲ φιλοσοφίας τιμᾷς ἀρετήν, οὐ μόνον ἐν πα-

ροῦσι τοῖς μετασχοῦσιν αὐτῆς, ἀλλὰ καὶ ἐν ἀποῦσι

τιμήσεις. ὁ δὲ θεσπέσιος Ἀμυντιανὸς ὁ παρ' ἡμῖν

ποτὲ τυχὼν ἀμείνονος λήξεως, ἐμοὶ δοκεῖ, πάρεστι

καὶ ἀπεῖναι δοκῶν. τούτου συγγενῆ σφόδρα αὐτα-

νέψιον ὁ παρ' ὑμῖν Σωτήριχος ἀδικεῖ. δεῖξον οὖν ὅτι

κήδῃ Διονυσίου, καὶ πέπαυται Σωτήριχος ἀδικῶν.

28

{Σιμπλικίῳ.}

Ἀφιέναι φησὶ δεῖν ὁ θεὸς τὰ ὀφειλήματα. ὀφείλει

δὲ ὃ μέν τις δάνεισμα χρυσίου, ὃ δὲ τὸ δοῦναι δίκην.

ὁ τοῦ λαβεῖν οὖν δίκην ὑπεριδὼν ὑπήκουσε τοῦ θεοῦ.

29

{Πενταδίῳ αὐγουσταλίῳ.}

Τοῦ παρ' ἡμῶν ὄχλου καὶ τῶν πραγμάτων αὐτὸς σὺ

σαυτὸν αἰτιῶ· φιλοτιμηθεὶς γὰρ πᾶσι γενέσθαι κατα-

φανὴς ὅτι με διὰ πάσης ἄγεις τιμῆς, ἅπασι τοῖς κα-

ταπονουμένοις ἐπ' ἐμὲ τὸν δρόμον ἀνέῳξας. οἶσθ' οὖν

ὅπως…

ὑπ…

The complete text is available when the reading interface loads.